Migne Reading Room

PG 47 · cols. LV–LX · Read from the page

De Vita, Exsilio et Afflictionibus Beatissimi Joannis Chrysostomi (Λόγος εἰς τὸν βίον καὶ εἰς τὴν ἐξορίαν καὶ τὰς θλίψεις τοῦ μακαριωτάτου Ἰωάννου τοῦ Χρυσοστόμου)

De Vita, Exsilio et Afflictionibus Beatissimi Joannis Chrysostomi (Λόγος εἰς τὸν βίον καὶ εἰς τὴν ἐξορίαν καὶ τὰς θλίψεις τοῦ μακαριωτάτου Ἰωάννου τοῦ Χρυσοστόμου)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:LVRead from the page
πων· ἦν δὲ γονέων Ἑλλήνων, καὶ αὐτὸς δὲ Ἕλλην. Καὶ κατανυγεὶς ἐκ θείας χάριτος, προστρέχειν ἤρξατο τοῖς ἐκκλησιαστικοῖς κόλποις, καὶ τοῖς ἀναγνώσμασι σχολάζειν τῶν θείων Γραφῶν· καὶ ἡδέως πάνυ ἀκούων αὐτῶν, ἐκαρτέρει τοῖς τούτων διδασκάλοις, ἐκλαμπόμενος ἐκ θείας προνοίας. Λαβὼν δὲ τὸ ἅγιον βάπτισμα ἐν Ἀμίδῃ τῇ πόλει ὑπὸ Βαιτανοῦ ἐπισκόπου, εὐθέως ἀναγνώστης προχειρίζεται ἐν Ἀντιοχείᾳ ὑπὸ Ποιμαινίου τοῦ ἐπισκόπου αὐτῆς.
human wisdom: for he was of pagan parents, and was himself also a pagan. And being pricked at heart through divine grace, he began to hasten to the bosom of the Church, and to devote himself to the readings of the divine Scriptures; and hearing them very gladly, he cleaved steadfastly to their teachers, shining forth through divine providence. And having received holy baptism in the city of Amida at the hands of Bishop Baetanus, he is straightway appointed reader in Antioch by Poemenius, its bishop.
βʹ. Καὶ ἐπειδὴ τοίνυν ἠρξάμην λέγειν περὶ τῶν ἐνεδρευσάντων τὸν δίκαιον τοῦτον ἄνδρα, ὧν πρώτη μὲν Εὐδοξία ἡ Ἀρκαδίου γυνὴ, εἶτα μετ' ἐκείνην Θεόφιλος ὁ ἐπίσκοπος Ἀλεξανδρείας, εἶθ' οὕτως καὶ Σευηριανὸς, καὶ οἱ περὶ αὐτὸν Ἀκάκιος καὶ Πορφύριος· οὗτοι ἐπίσκοποι καὶ ἄλλοι τινὲς, περὶ ὧν εἰς ὕστερον διηγήσομαι. Διαλέγεται δὲ περὶ Ἰωάννου καὶ τῶν συμβεβηκότων τούτων πάντων, μετὰ Θεοδώρου διακόνου τῆς μεγάλης Ῥώμης, ἀνήρ τις τίμιος Παλλάδιος τοῦνομα· οὗτος, πρῶτον μὲν τὴν ἔρημον οἰκήσας ἐπὶ ἱκανοὺς χρόνους, κατηξιώθη τῆς ἐπισκοπῆς ἐν Βιθυνίᾳ. Οὗτος συγγράφεται καὶ ἀρετὰς πολλῶν Πατέρων, ὡς καὶ αὐτὸς κοινωνικὸς ὢν Ἰωάννου, κατάκλειστος γέγονεν (f. 69 b) ἐνδεκαμήνεον χρόνον ἐν οἰκίσκῳ ζοφερῷ. Βούλομαι οὖν, καθὼς καταλαμβάνω, περὶ Ιωάννου κατάδηλα ποιῆσαι ὑμῖν.
2. And since I have begun, therefore, to speak concerning those who laid snares for this righteous man — of whom the first was Eudoxia, the wife of Arcadius, then after her Theophilus, the Bishop of Alexandria, and then in like manner Severian, and those around him, Acacius and Porphyrius: these bishops and certain others, concerning whom I shall recount later on. And a certain honourable man, Palladius by name, converses concerning John and all these things that had befallen him with Theodore, a deacon of great Rome: this man, having first inhabited the desert for a considerable time, was counted worthy of the episcopate in Bithynia. This man also composes the virtues of many Fathers, as he himself also, being in communion with John, became enclosed (f. 69b) for an eleven-months' time in a gloomy little chamber. I wish, therefore, according as I apprehend it, to make matters concerning John manifest to you.
γʹ. Ἰωάννης οὖν μὴ ἐπαρκούμενος τῇ ἐν πόλει σκληραγωγίᾳ, τὰ πλησίον ὄρη καταλαβὼν, τὸ σῶμα ἑαυτοῦ ἐδάμαζεν. Πληγεὶς δὲ τὰ ὑπογάστρια ὑπὸ τοῦ κρύους, καὶ μὴ ἰσχύων ἔτι ἐξυπηρετεῖν ἑαυτῷ, πάλιν καταλαμβάνει τὸν ἐκκλησιαστικὸν λιμένα, τῆς χάριτος τοῦ Θεοῦ εὐφυῶς εἰς τὸ χρήσιμον αὐτὸν περιαγούσης· καὶ προχειρίζεται διάκονος εἰς τὴν Ἀντιόχου, τοῦ στόματος αὐτοῦ κατὰ τῶν αἱρέσεων θαυμαστῶς ἀνοιγομένου· ἔπειτα καὶ πρεσβύτερος καθίσταται. Καὶ πάλιν ὁ λόγος ἐκεῖνος, ὁ ἅλατι ἠρτυμένος, καίριος ἐκ τοῦ στόματος αὐτοῦ προήρχετο· πρῶτον μὲν κατὰ τῶν ἀλαζόνων καὶ μισοθέων καὶ μισοπτώχων, καὶ ἐπὶ τούτοις ἐμεγαλαυχεῖτο ὁ ἀνήρ· καὶ ἦν ἀκροατήριον ἐκεῖ καθ' ἑκάστην ἡμέραν, συναγομένων ὄχλων, ὠφελείας χάριν, καὶ πάντες αὐτοῦ ἡδέως ἤκουον, καὶ πάντες ἐνέμενον τοῖς παρ' αὐτοῦ λεγομένοις.
3. John, therefore, not being satisfied with the austere discipline in the city, betook himself to the neighbouring mountains and subdued his own body. Yet having been stricken in his lower belly by the cold, and no longer having strength to minister to himself, he again reaches the haven of the Church, the grace of God skilfully guiding him round to what was useful; and he is appointed deacon for Antioch, his mouth opening wondrously against the heresies; and afterwards he is also appointed presbyter. And again that discourse of his, seasoned with salt, came forth timely from his mouth: first against the boastful, and haters of God, and haters of the poor, and in these themes the man gloried; and there was an audience there every day, as multitudes gathered for their benefit, and all heard him gladly, and all abode by the things spoken by him.
δʹ. Συνέβη δὲ κατ' ἐκεῖνο καιροῦ μεταστῆναι τῶν ἐντεῦθεν θορύβων Νεκτάριον τὸν ἐπίσκοπον Κωνσταντίνου πόλεως· καὶ ἐντεῦθεν ζητεῖν πολλοὺς ὠνεῖσθαι τὴν ἱερωσύνην, καὶ διχοστασίας γενέσθαι οὐκ ὀλίγας. Ἑρμηνεύθη δὲ τῷ βασιλεῖ Ἀρκαδίῳ ἡ Ἰωάννου χρησιμότης· καὶ ταχὺ τῷ στρατηγῷ τῆς Ἀντιόχου γράφει ἀποστεῖλαι ἀψοφητὶ τὸν Ἰωάννην, μὴ ταράξαντα τὸν αὐτὸν ἄνδρα, μήτε τὴν Ἀντιόχου. Ἦσαν δὲ τὰ ἴσα τῶν γραφέντων ταῦτα· « Σεβαστὸς ἔνδοξος Ἀρκάδιος Βίκτωρι πατρικίῳ καὶ στρατηγῷ Ὀρέντου ταῦτα γράφω· Ἐπειδή τινες ἀφυεῖς ἀνεπιστημόνως δοκοῦσι προσέρχεσθαι, μὴ μῶμον, μὴ φόβον, μὴ ἔλεγχον λογιζόμενοι, τὴν ἱερωσύνην
4. And it came to pass about that time that Nectarius, the Bishop of Constantinople, departed from the tumults here; and thereupon many sought to purchase the priesthood, and no small dissensions arose. Now the usefulness of John was reported to the Emperor Arcadius; and swiftly he writes to the general of Antioch to send John noiselessly, without disturbing the man himself or Antioch. And the copy of what was written was this: "I, the glorious Augustus Arcadius, write these things to Victor, patrician and general of the Orentes: Since certain unfit men ignorantly seem to approach, taking no account of blame, nor of fear, nor of reproof, and the priesthood
Notes, col. LV

On the reading

Printed ἐνδεκαμήνεον, for ἑνδεκαμήνεον.

Printed Ιωάννου, for Ἰωάννου.

PG 47:LVIRead from the page
προσωποποιεῖν ἐθέλουσιν, ἡμεῖς τῷ τοῦ Θεοῦ φόβῳ νεύοντες ἀεὶ, τοὺς τοιούτους ἀπράκτους ποιοῦμεν. Ἐντέλλομαί σοι διὰ τούτων ἡμῶν τῶν θείων γραμμάτων, ὡς μετὰ πάσης ἐπιεικείας ἀποστεῖλαι ἡμῖν ἐνταῦθα Ἰωάννην τὸν πρεσβύτερον, τῶν ἐκ Μεγαλοπόλεως μηδενὸς νοοῦντος ἢ αἰσθομένου τὸ γινόμενον. Οὕτως γὰρ εὐφυῶς τὸ τοιοῦτο ἐξανύων διάταγμα, μεγίστων ἐπαίνων παρ' ἡμῶν ἀξιωθήσῃ. » Ὁ δὲ στρατηγὸς τὰ γραφέντα αὐτῷ ἀναγνοὺς, παρακαλεῖ τὸν Ἰωάννην ἔξω περὶ τὰ προάστια γενέσθαι, καὶ ἐπιβιβάσας αὐτὸν δημοσίῳ ῥηδίῳ, δώσας αὐτῷ καὶ λεκτία, πέμπει τῇ Κωνσταντίνου πόλει. Καὶ δὴ χειροτονεῖται εὐθὺς ἐπίσκοπος, καὶ ἦν μέγιστος ἐν διδασκαλίᾳ διαπρέπων, ἐλέγχων ἀφειδῶς τοὺς ἀνελεεῖς πλουσίους, καὶ τοὺς εἰς Θεὸν ἀγνώμονας. Ἀλλὰ ταῦτα πάντα τοὺς ἀμελεστέρους ἐλύπει.
wish to assume a mask, we, inclining ever to the fear of God, render such men ineffectual. I command you by these our divine letters to send hither to us with all gentleness John the presbyter, with no one of those from Megalopolis understanding or perceiving what is taking place. For by skilfully carrying out such an ordinance, you shall be counted worthy of the greatest praises from us." And the general, having read what had been written to him, invites John to come outside around the suburbs, and having put him aboard a public carriage, giving him also a litter, sends him to the city of Constantinople. And indeed he is straightway ordained bishop, and was most great, excelling in teaching, reproving unsparingly the merciless rich and those ungrateful towards God. Yet all these things vexed the more negligent.
εʹ. Ὁ δὲ τοῦ διαβόλου ἄπαυστος φθόνος πάλιν τὸ ἴδιον ποιεῖ. Συνέβη γὰρ εἰς Ἀλεξάνδρειαν τοιοῦτό τι γενέσθαι· λαβοῦσαν Θεοδότην τὴν ἀδελφὴν Θεοδώρου τοῦ ἐπάρχοντος χίλια νομίσματα δοῦναι Ἰσιδώρῳ πρεσβυτέρῳ καὶ ξενοδόχῳ τῆς αὐτῆς ἐκκλησίας εἰς διανομὴν πενήτων. Οὗτος δὲ ὁ Ἰσίδωρος ἀνὴρ ἅγιος ἦν καὶ διακριτικὸς, ὃν Ἀθανάσιος ὁ μακάριος πάπας προχειρίζεται εἰς πρεσβύτερον. Ὁ οὖν Θεόφιλος πάπας μαθὼν, καλέσας τὸν Ἰσίδωρον, ἠρώτησεν περὶ τοῦ χρυσίου. Καὶ λέγει αὐτῷ ἐκεῖνος πᾶσαν τὴν ἀλήθειαν, λέγων οὕτως· « Ὅτι Θεοδότη κατώρκησέν με, ἡ καὶ δώσασα αὐτὰ, μὴ ἀναγαγεῖν σοι, ἀλλὰ τοῖς ὑστερουμένοις δοῦναι αὐτά· κρείσσων γὰρ, φησὶν, ἡ εὐποιία ὧνπερ ποιεῖτε οἰκοδομῶν. » Ὁ δὲ ὀργισθεὶς ἦν μεμηνὼς καὶ βρύχων τοὺς ὀδόντας κατὰ Ἰσιδώρου. Καὶ ἐκ τοῦ ἐξ ἐναντίας κινούμενος ὁ Θεόφιλος ἔγραψεν κατὰ τοῦ ἀββᾶ Ἰσιδώρου Σοδομικὴν κατηγορίαν· καὶ προσκαλεσάμενος αὐτὸν λέγει (f. 70 a) αὐτῷ· « Ἀββᾶ Ἰσίδωρε, τὸν χάρτην τοῦτον ἔδωκέν μοί τις κατὰ σοῦ· καὶ περισπωμένου μου περὶ πολλὰ, λήθῃ παρέδραμεν· καὶ νῦν ζητοῦντός μου ἕτερον χαρτίον, τοῦτο εὗρον, καὶ ἐμνήσθην τῆς περὶ σὲ κατηγορίας. » Τότε ἀποκριθεὶς ὁ δίκαιος ἐκεῖνος ἀνὴρ λέγει αὐτῷ· « Κύριε πάπα, σὺ λέληθας· ὁ κατηγορῶν ποῦ; » Ὁ δὲ λέγει, « Ἔστιν. » Τότε προσκαλεῖται Θεόφιλος τὴν ἰδίαν ἀδελφὴν, καὶ διδάσκει αὐτὴν τὰ τῆς συκοφαντίας. Ἡ δὲ πορευθεῖσα πρός τινα χήραν, δίδωσιν αὐτῇ χρυσίου ποσότητα, ἵνα πείσῃ τὸν υἱὸν αὐτῆς καταλαλῆσαι τῷ ἀββᾷ Ἰσιδώρῳ. (Ἡ δὲ Ἰσιδώρῳ) τὸ πρᾶγμα κατάδηλον ἐποίησεν, ἐπιδείξασα καὶ ἅπερ ἦν λαβοῦσα δῶρα. Ὁ δὲ ἀββᾶς Ἰσίδωρος ἄμεμπτος ὢν καὶ ἀκηλίδωτος, καὶ ἀπεκδεχόμενος τὸν ὑπὲρ τοῦ τοιούτου πειρασμοῦ μισθὸν, καὶ Θεοφίλου ἀμείψασθαι κρίσιν τοῦ ψεύδους μὴ μετανυοῦντος τῇ ἀδίκῳ συκοφαντίᾳ, πληγῶν ἀφορήτων ἐπιτεθέντων αὐτῷ ἐπὶ τῶν σιαγόνων, οὐ μὴν ἀλλὰ καὶ αἱμακτωθέντος αὐτοῦ, καὶ τῶν αὐτο⟨ῦ⟩ διαρπαγέντων, καὶ τῆς ἐκκλησίας διωχθέντος, καὶ ἐπιμένοντος Θεοφίλου τῇ κακίᾳ, ὁ Ἰσίδωρος τὰ τῆς Νιτρίας ὄρη καταλαμβάνει, ὅθεν καὶ ἦν ἐλθὼν τὰ πρότερον.
5. Yet the ceaseless envy of the devil again works its own part. For it came to pass at Alexandria that some such thing happened: Theodote, the sister of Theodore the prefect, took a thousand coins and gave them to Isidore, presbyter and hospitaller of the same church, for distribution to the poor. Now this Isidore was a holy and discerning man, whom Athanasius the blessed pope appoints presbyter. Pope Theophilus, therefore, having learnt of it, summoned Isidore and questioned him concerning the gold. And that man tells him the whole truth, saying thus: "Theodote, who also gave them, adjured me not to bring them up to you, but to give them to those in need; for beneficence, she says, is better than the buildings which you erect." And growing wroth, he was raging mad and gnashing his teeth against Isidore. And moved by the adversary, Theophilus wrote an accusation of sodomy against Abba Isidore; and having summoned him, he says (f. 70a) to him: "Abba Isidore, someone gave me this paper against you; and as I was distracted about many things, it passed out of mind; yet now, while I was looking for another slender paper, I found this one, and called to mind the accusation against you." Then that righteous man answered and says to him: "Lord pope, you have forgotten; where is the accuser?" And he says: "He is here." Then Theophilus summons his own sister and instructs her in the business of the sycophancy. And she, having gone to a certain widow, gives her a sum of gold, that she may persuade her son to slander Abba Isidore. (Yet she to Isidore) made the affair manifest, showing also the gifts which she had received. And Abba Isidore, being blameless and unspotted, and awaiting the reward for such a trial, when Theophilus refused to reverse his judgement of falsehood or repent of the unjust sycophancy, after intolerable blows had been laid upon his jaws — nay more, after he had also been bloodied, and his goods plundered, and he himself driven from the church — whilst Theophilus persisted in his malice, Isidore betakes himself to the mountains of Nitria, whence also he had come formerly.
Notes, col. LVI

On the reading

Printed μετανυοῦντος, for μετανοοῦντος.

PG 47:LVIIRead from the page
Verumtamen divina gratia compunctus ad ecclesiasticos conventus coepit accedere, et divinarum Scripturarum lectionibus interesse : quas cum libenter audiret, harum magistris adhaerebat, divina providentia illustratus. Sancto autem suscepto in urbe Amida baptismo a Baetano episcopo, statim lector ordinatus est Antiochiae a Poemenio ejus urbis episcopo.
Nevertheless, pricked at heart by divine grace, he began to resort to the assemblies of the Church and to attend the readings of the divine Scriptures; and hearing these gladly, he cleaved to their teachers, illumined by divine providence. And having received holy baptism in the city of Amida from Bishop Baetanus, he was straightway ordained reader at Antioch by Poemenius, the bishop of that city.
2. Et quia jam innuere coepimus de justi hujus insidiatoribus, horum profecto princeps fuit Eudoxia Arcadii uxor, deinde post illam Theophilus Alexandriae episcopus, tum similiter Severianus, et cum eo Acacius atque Porphyrius ; hi quidem episcopi ac nonnulli alii, de quibus postea dicturus sum. Colloquitur autem circa Joannem et quae ei evenerunt omnia, cum Theodoro magnae Romae diacono, vir quidam spectabilis, nomine Palladius ; qui primum deserti multis annis incola, deinceps episcopatu in Bithynia ornatus fuit. Idem hic multorum quoque Patrum virtutes descripsit ; et quia Joanni familiaris fuit, carceris aerumnam mensibus undecim passus est in tenebroso cubiculo. Volo igitur, quantum meae facultatis est, res Joannis vobis exponere.
2. And since we have now begun to hint at those who laid snares for this righteous man, the chief of them was assuredly Eudoxia, the wife of Arcadius, then after her Theophilus, Bishop of Alexandria, and then likewise Severian, and with him Acacius and Porphyrius—these bishops and certain others, of whom I shall speak hereafter. Now a certain distinguished man named Palladius converses concerning John and all the things that befell him with Theodore, a deacon of great Rome: he who, first an inhabitant of the desert for many years, was afterwards graced with a bishopric in Bithynia. This same man also described the virtues of many Fathers; and because he was intimate with John, he suffered the hardship of prison for eleven months in a dark chamber. I wish, therefore, so far as lies in my power, to set forth the affairs of John to you.
3. Joannes itaque duro vitae genere, quo in urbe utebatur, non contentus, in proximos montes secedens, ibi corpori edomando studium impendebat. Sed enim in imo ventre percussus frigore, cum sibi ministrare necessaria non posset, rursus in Ecclesiae portum se recepit, divina eum commode gratia ad id quod magis proderat perducente : fitque diaconus Antiochiae, jam ore ejus mirabiliter contra haereses resonante ; mox et presbyter constituitur. Denuoque sermo ille, sale conditus (Coloss. IV, 6), tempestivus sane ex ore ipsius prodibat, primo quidem contra superbos et irreligiosos ac pauperum osores ; atque in his argumentis magnopere exsultabat orator ; aderatque ei quotidianum auditorium, concurrente utilitatis suae causa populo, cunctique eum libenter audiebant, ejusdemque dictis morem gerebant.
3. John, therefore, not content with the austere manner of life which he practised in the city, withdrawing to the neighbouring mountains, devoted his zeal there to subduing his body. Yet having been stricken with cold in his lower belly, when he was unable to minister necessities to himself, he betook himself back again to the haven of the Church, divine grace fittingly guiding him to that which was more profitable; and he becomes a deacon at Antioch, his mouth already resounding marvellously against heresies, and presently he is also appointed presbyter. And anew that speech seasoned with salt (Coloss. IV, 6) came forth seasonably indeed from his mouth, first against the proud and irreligious and haters of the poor; and in these themes the orator greatly exulted, and a daily audience attended him as the people flocked together for the sake of their own benefit, and all heard him gladly and obeyed his words.
4. Ecce autem illo tempore contigit, ut ab humanae vitae turbinibus Nectarius decederet, Constantinopoleos episcopus, ac proinde multi sacerdotium illud propemodum mercarentur, neque modicum dissidium fieret. Tunc Arcadio imperatori relatum fuit de Joannis praestantia : qui statim ad Antiochiae praefectum scripsit, ut absque strepitu ullo Joannem ad se mitteret, cavens ne vel ipsum hominem vel Antiochenam civitatem turbaret. Fuit autem exemplar epistolae hoc : « Arcadius augustus, gloriosus, Victori patricio et praefecto Orientis haec aio : Quia nonnulli inepti inscite videntur concurrere, et neque dedecoris, neque metus, neque vituperationis rationem habentes, episcopatum sibi concedi volunt, nos Dei timori semper obsequentes, hos, re non impetrata, dimittimus.
4. Behold, moreover, at that time it came to pass that Nectarius, Bishop of Constantinople, departed from the whirlwinds of human life, and accordingly many all but trafficked in that priesthood, and no small dissension arose. Then report was brought to the Emperor Arcadius concerning the pre-eminence of John; and he straightway wrote to the prefect of Antioch that without any tumult he should send John to him, taking care to disturb neither the man himself nor the city of Antioch. Now the copy of the letter was this: "Arcadius Augustus, glorious, to Victor, patrician and prefect of the East, I say these things: Because certain unfit men ignorantly seem to rush together, and taking no account of dishonour, nor of fear, nor of censure, wish the episcopate to be granted to themselves, we, ever obeying the fear of God, send them away with their request unaccomplished.
PG 47:LVIIIRead from the page
Tibi autem hac sacra epistola nostra praecipio, ut cum omni tranquillitate mittas huc Joannem presbyterum, quin rem quisquam Antiochiae suspicetur aut sentiat. Quod si tu mandatum egregie perfeceris, summam a nobis laudem referes. » His lectis praefectus Joannem invitat ut extra in suburbiis adesset, quem mox in publicam rhedam impositum, data etiam lectica, Constantinopolim mittit. Statimque ordinatur episcopus, eratque facultate docendi splendidissimus, immisericordes divites Deoque ingratos liberrime arguens. Quae omnia dissolutioribus hominibus molestiam creabant.
Yet by this our sacred letter I command you that with all tranquillity you send John the presbyter hither, without anyone at Antioch suspecting or perceiving the matter. And if you accomplish this command excellently, you shall win the highest praise from us." Having read these things, the prefect invites John to be present outside in the suburbs, and presently, having placed him in a public carriage and also given him a litter, sends him to Constantinople. And straightway he is ordained bishop, and was most splendid in his faculty of teaching, rebuking most freely the merciless rich and those ungrateful to God. All of which things caused annoyance to more dissolute men.
5. Porro indesinens diaboli invidia officio rursus proprio functa est. Etenim Alexandriae rem hujusmodi fieri contigit : nempe Theodotem Theodori praetoris sororem mille nummos dare Isidoro presbytero et apud eamdem ecclesiam hospitum exceptori, ut pauperibus distribueret. Hic vero Isidorus sanctus vir erat et discretus, quem beatus papa Athanasius presbyterum fecerat. Jam vero papa Theophilus, re cognita, accersitum Isidorum de auro sciscitatus est. Hic liquido veritatem confessus ait : « Theodotem quae dederat, se adjurasse, quominus id tibi traderem, sed egentibus potius impertirer : melior est enim, ait, beneficentia, quam illa quae vos exstruitis aedificia. » Hic vero iracundia furebat, dentibus adversus Isidorum infrendens. A communi ergo hoste commotus Theophilus scripsit contra abbatem Isidorum Sodomitici flagitii criminationem, eique ad se vocato dixit : « Isidore abbas, chartulam hanc dedit mihi quidam adversus te ; verum ego per multa distractus, oblivioni tradideram, nunc tamen aliam quaerens chartulam, hanc deprehendi, quae mihi accusationem tibi irrogatam in mentem revocavit. » Cui justus ille vir respondens, ait : « Domine papa, tu quidem oblitus es ; sed tamen accusator ubi est? » Ille, « Adest, » inquit ; vocatque Theophilus sororem suam, et de instructa sycophantia monet. Illa ad viduam quamdam pergit, eique pecuniae certum numerum tradit, ut filium suum ad calumniandum Isidoro subornet. Haec autem rem totam Isidoro pandit, ostendens simul quae accepisset dona. Igitur abbas Isidorus innocens et immaculatus, hac, tentationis causa, capta mercede, dum Theophilus falsum judicium auferre negat, ab iniqua sycophantia recedendo, intolerandis impositis in faciem verberibus, et cruentatus, suis quoque rebus spoliatus, et ecclesia ejectus, perseverante in sua malitia Theophilo, ad Nitriae montes unde olim advenerat perrexit.
5. Furthermore, the ceaseless envy of the devil again discharged its own office. For at Alexandria an affair of this kind happened to take place: namely, that Theodote, the sister of Theodore the praetor, gave a thousand coins to Isidore, presbyter and host-receiver at the same church, to distribute to the poor. Now this Isidore was a holy and discreet man, whom the blessed Pope Athanasius had made presbyter. Yet Pope Theophilus, having learnt of the matter, summoned Isidore and inquired of him concerning the gold. Confessing the truth plainly, he said: "That Theodote, who had given it, had adjured me not to hand it over to you, but rather to impart it to the needy; for beneficence, she says, is better than those buildings which you erect." At this he raged with wrath, gnashing his teeth against Isidore. Moved, therefore, by the common enemy, Theophilus wrote against Abbot Isidore an accusation of Sodomitic infamy, and having called him to himself said to him: "Abbot Isidore, a certain man gave me this paper against you; yet I, distracted by many things, had consigned it to oblivion, but now, while looking for another paper, I came upon this one, which recalled to my mind the accusation brought against you." Answering him, that righteous man says: "Lord Pope, you indeed forgot; yet nevertheless, where is the accuser?" "He is present," says he; and Theophilus calls his own sister and instructs her concerning the contrived calumny. She proceeds to a certain widow and hands over to her a fixed sum of money, so that she may suborn her son to slander Isidore. Yet the woman discloses the whole matter to Isidore, showing at the same time the gifts which she had received. Accordingly Abbot Isidore, innocent and unspotted, having received this reward by way of trial, whilst Theophilus refuses to withdraw his false judgement by receding from his iniquitous calumny, after intolerable blows had been inflicted upon his face, and bloodied, despoiled also of his goods, and cast out of the church, as Theophilus persevered in his malice, went on to the mountains of Nitria whence he had come of old.
PG 47:LIXRead from the page
ςʹ. Καὶ τούτου τοῦ βιαίου γενομένου, ἀπέστησαν οἱ τῆς Αἰγύπτου ἐπίσκοποι τὸν ἀριθμὸν ἑπτά, Ἰωάννης Τερνούθεος, Ζώσιμος Σεθροήτου, Ἀλέξανδρος Ὀξυρύγχου, Χαιρήμων Πελουσίου, Νόννος Ἀθρίβεος, Δουλκήτης Παράλεος, Σαραπίων τῆς Πανός· Λιβύης δὲ τρεῖς, Λουκιανὸς Παραιτονίου, Κλημεντῖνος Μαρμαρικῆς, Μηνᾶς Δάρνης. Καὶ κληρικοὶ Ἀλεξανδρείας τὸν ἀριθμὸν εἴκοσι, διάκονοι καὶ πρεσβύτεροι. Συναχθέντες οὖν ἅπαντες ἐπὶ τὸ αὐτὸ, καὶ ποιήσαντες καθαίρεσιν Θεοφίλου ἐγκληματικήν, ἔπεμψαν αὐτὴν εἰς Ῥώμην Ἰννοκεντίῳ τῷ πάπᾳ, ἵν' αὐτὴν πράξῃ καθολικῶς. Ἡσύχαζεν δὲ ὁ Ἰσίδωρος ἐν τῷ τῆς Νιτρίας ὄρει, ἔνθα ἦν ἀσκήσας ἐκ νεότητος αὐτοῦ, ἐντυγχάνων τῷ πάντα ἐφορῶντι Θεῷ. Ὁ δὲ Θεόφιλος μαθὼν τὴν γενομένην αὐτῷ ὑπὸ τῶν αὐτοῦ καθαίρεσιν, ἐπυροῦτο καὶ διηπόρει τί διαπράξηται.
6. And when this outrage had taken place, the bishops of Egypt withdrew, seven in number: John of Ternuthis, Zosimus of Sethroites, Alexander of Oxyrhynchus, Chaeremon of Pelusium, Nonnus of Athribis, Dulcetes of Paralus, Sarapion of Panos; and three of Libya: Lucian of Paraetonium, Clementinus of Marmarica, Menas of Darnis; and clergymen of Alexandria, twenty in number, deacons and presbyters. Having assembled together in one place, therefore, and having drawn up an indictment of deposition against Theophilus, they sent it to Rome to Pope Innocent, so that he might enact it universally. Meanwhile Isidore kept quiet on the mountain of Nitria, where he had practised the ascetic life from his youth, interceding with the all-seeing God. When Theophilus learned of the deposition passed against him by his own people, he burned with rage and was at a loss what to do.
ζʹ. Δεξάμενος δὲ Ἰννοκέντιος ὁ πάπας τὴν κατὰ Θεοφίλου καθαίρεσιν, καὶ κινηθεὶς, γράφει αὐτῷ ἐπιστολὴν περιέχουσαν οὕτως· « Ἰννοκέντιος πρόεδρος τῆς μεγίστης Ῥώμης Θεοφίλῳ ἀδελφῷ · Ἤκουσά τινα γενόμενα παρὰ σοῦ ἀναξίως πραχθέντα, καὶ κατέγνων σου, ὅτιπερ τυραννικῶς, καὶ οὐ νομίμως. Ἢ κανονικῶς διάγειν ἐν τοῖς ἐκκλησιαστικοῖς θέλησον, καὶ διορθώσασθαι τὰ ἀπανθρώπως παρὰ σοῦ γεγενημένα. Ἱκανούσθω παύσασθαί σε, ἵνα μὴ ἀθροίσαντός μου ἐπισκόπους, ἡ κρίσις σε καταδικάσει ἀδίκως πράξαντα. » Ὁ δὲ ἀντιγράφει αὐτῷ καὶ αὐτὸς ταῦτα· « Θεόφιλος ἐπίσκοπος τὸν Μάρκου διέπων θρόνον Ἰννοκεντίῳ πάπᾳ Ῥώμης· Ἐγὼ οὐ παύομαι τοὺς τῇ Ἐκκλησίᾳ ἐπιβουλεύοντας ἀμυνόμενος. Εἰ δὲ τῶν ἐμῶν ἐχθρῶν τὰς κατηγορίας δέχῃ, μηδαμῶς κρίνων τὰ παρ' αὐτῶν, ἀλλ' ἀδοκιμάστως ἀποφαίνῃ. Κἀμοί εἰσιν εὐαγγελικοῦ θρόνου περιβλεψία, καὶ πόλεις ἀπείρων ἐπισκόπων· καὶ συνάξας αὐτοὺς, ἀντιτάσσομαί σοι καὶ καταψηφίσομαι τῆς σῆς συναρπαγῆς. Ἔῤῥωσο μετανοῶν· εἰ δὲ μὴ, ἔῤῥωσο δυστυχῶν. »
7. Upon receiving the deposition of Theophilus, and being moved by it, Pope Innocent writes to him a letter containing the following: "Innocent, president of greatest Rome, to his brother Theophilus: I have heard of certain things unworthily perpetrated by you, and I have condemned you, inasmuch as you acted tyrannically and not lawfully. Resolve either to conduct yourself canonically in ecclesiastical affairs, and to rectify what has been inhumanly done by you. Let it suffice for you to desist, lest, when I have gathered bishops together, the judgement condemn you for having acted unjustly." And he for his part writes back to him thus: "Theophilus, bishop governing the throne of Mark, to Innocent, Pope of Rome: I do not cease warding off those who plot against the Church. If, however, you receive the accusations of my enemies, in nowise judging their claims, you pronounce without examination. I too possess the dignity of an evangelical throne, and cities of countless bishops; and having gathered them together, I range myself against you and shall vote to condemn your usurpation. Farewell if you repent; if not, farewell in misfortune."
ηʹ. Δεξάμενος δὲ ταῦτα ὁ πάπας Ἰννοκέντιος, καὶ συνάξας πάντας τοὺς ἐπισκόπους Ἰταλίας, ἔπραξε τὴν καθαίρεσιν Θεοφίλου, ἥνπερ οἱ Αἰγύπτιοι ἀπέστειλαν· ἕκαστος τῶν (f. 70 b) Ἰταλῶν ἰδίᾳ φωνῇ καθελὼν αὐτόν· ἥντινα ψῆφον Ἰννοκέντιος ἀπέστειλεν Ἰωάννῃ τῷ ἀρχιεπισκόπῳ Κωνσταντινουπόλεως. Ὁ δὲ τὰ διαφέροντα αὐτῷ κλίματα συνάξας, ὑπέδειξεν τὴν καθαίρεσιν Θεοφίλου, καὶ πάντες εἰς αὐτὴν ὑπέγραψαν· καὶ μετὰ τοῦτο ἐπεδόθη Ἀρκαδίῳ τῷ βασιλεῖ. Ἦν δὲ τῆς καθαιρέσεως τὸ ἀντίγραφον τοῦτο· « Ἡ κατὰ τὴν Ἰταλίαν χάριτι Θεοῦ συναχθεῖσα εἴτουν συνελθοῦσα σύνοδος, ἅμα τῷ μεγάλῳ προέδρῳ τῆς Πέτρου μεγαλωτάτης καθέδρας, Ἀρκαδίῳ βασιλεῖ, καὶ Ἰωάννῃ ἀρχιεπισκόπῳ, καὶ τοῖς ὑπ' αὐτὸν πᾶσιν. Οὐ δίκαιον τοῦτο, ἵνα ἐπὶ τῆς σῆς εὐσεβοῦς βασιλείας ὁ Φαραὼ τῷ Μωσῇ κατισχύσῃ, οὐδὲ ἵνα τὸ ἔθνος τοῦ Θεοῦ τὸ ἐκλεκτὸν πλίνθῳ καὶ λίθοις βαρέσιν δαμάζηται· οὐδ' ἡ μαγικὴ πλάνη τῇ δακτυλοθεσίᾳ τοῦ Θεοῦ ἀντιπράττῃ. Ἐπεὶ οὖν Θεοφίλῳ ταῦτα πάντα πρόσεστιν, καὶ αἱμάτων ἀθώων ἐφάπτεται καὶ δικαίων, καὶ τὴν εὐαγγελικὴν ταύτην καθέδραν ἀθέως καὶ ἀκανονίστως ἐνύβρισεν, συναχθέντες καὶ κατ' αὐτὸν κρίναντες ἐπιχειρήματα, ἅπερ οἱ Αἰγύπτου καὶ Λιβύης ἐπίσκοποι, καὶ τῆς Ἀλε-
8. Upon receiving these words, Pope Innocent gathered together all the bishops of Italy and enacted the deposition of Theophilus which the Egyptians had sent, each of the (fol. 70b) Italians deposing him by his own vote; and this decree Innocent sent to John, Archbishop of Constantinople. And he, having assembled the districts pertaining to him, exhibited the deposition of Theophilus, and all subscribed to it; and after this it was presented to the Emperor Arcadius. Now the copy of the deposition was as follows: "The synod gathered or convened together throughout Italy by the grace of God, together with the great president of the most exalted chair of Peter, to the Emperor Arcadius, and to Archbishop John, and to all those under him. It is not just that under your pious reign Pharaoh should prevail over Moses, nor that the chosen people of God should be crushed with brick and heavy stones, nor that magical deceit should oppose the finger-ordinance of God. Since, therefore, all these things belong to Theophilus, and he lays hands upon innocent and righteous blood, and has godlessly and uncanonically insulted this evangelical chair, we, having assembled and judged the deeds committed by him, which the bishops of Egypt and Libya, and of the Alex-
PG 47:LXRead from the page
ξανδρέων Ἐκκλησίας κληρικοὶ ὀδυρόμενοι διὰ τὸν σεμνὸν ἀββᾶν Ἰσίδωρον τὸν πρεσβύτερον, ὃν παντοίαις τιμωρίαις ἐκδοῦναι οὐ παρητήσατο, ἀνεδίδαξαν· τοῦτον κελεύσει καὶ προστάγματι τοῦ κορυφαίου Πέτρου, καὶ σχήματος καὶ ὀνόματος Θεόφιλον ἔρημον ἐστήσαμεν αὐτὸν πάντες. Προστάξατε δὲ ταῦτα δημοσίᾳ προτεθῆναι· καὶ τοὺς διδάξαντας τὰ κατ' αὐτὸν, διὰ λιβέλλων συστῆναι, ἐφ' οἷς ἐδίδαξαν· καὶ αὐτὸν ἀγώγιμον ἐπ' ἐγκλήμασιν ἔρχεσθαι· καὶ τὸν εἰς πρόσωπον αὐτοῦ τὰς ἀποκρίσεις ποιοῦντα, τῆς πόλεως διώκεσθαι. Τῆς γὰρ εὐλόγου κρίσεως ἀπροσκόπως διατρεχούσης, ἐφοραθήσεται καὶ εἰς τὸν τοῦ Θεοῦ νόμον, καὶ εἰς τὸν τῶν ἀνθρώπων διαμαρτήσας Θεόφιλος. »
andrian Church, lamenting on account of the venerable Abba Isidore the presbyter—whom he did not shrink from delivering up to all manner of torments—have reported, we all, by the command and ordinance of Peter the chief, have rendered this very Theophilus bereft of both habit and title. Command, therefore, that these decrees be publicly posted; and that those who brought forward the charges against him substantiate by written bills the matters of which they gave notice; and that he himself come under arrest to answer the indictments; and that the man who acts as his representative be expelled from the city. For when fair judgement proceeds without hindrance, Theophilus will be exposed as having transgressed against both the law of God and that of men."
θʹ. Ὁ δὲ Ἀρκάδιος δεξάμενος τὴν τοῦ πάπα Ἰννοκεντίου αὐθεντικὴν ψῆφον, πρότερον τὸν τὰς ἀποκρίσεις Ἀλεξανδρείας ποιοῦντα πρεσβύτερον ὄντα, ἐνέγκας δέδωκεν αὐτῷ τὰ ἴσα τῆς καθαιρέσεως Θεοφίλου, καὶ ἀπέστειλεν αὐτὸν εἰς Ἀλεξάνδρειαν ἐν πάσῃ ἀτιμίᾳ, γνωρίζων τὰ πάντα Θεοφίλῳ. Ὀδυνηθεὶς οὖν, καὶ μὴ δυνάμενός τι πρὸς τοὺς ποιήσαντας τὸ τοιοῦτον πρᾶγμα εἰς αὐτὸν, τὸν ἀποκρισιάριον ἐν δεσμωτηρίῳ τίθησιν, ζητῶν βήματι ἀρχοντικῷ τοῦτον στῆσαι. Ἀλλ' ἐφοβήθη τὸ τοσοῦτον ποιῆσαι· καὶ δὴ αἰτεῖ τὸν ἄρχοντα Ἀλεξανδρείας λαβεῖν βοήθειαν στρατιωτικὴν κατά τινων δῆθεν στασιαζόντων, τὰ μοναστήρια τῆς Αἰγύπτου διαρπαζόντων· καὶ λαβὼν πεντακοσίους ἐνόπλους, νυκτὸς ἐπέῤῥιψεν τῷ ὄρει, καὶ βακλίζει στερεῶς τοὺς μοναχοὺς τοὺς δεξαμένους τὸν ἀββᾶν Ἰσίδωρον ἑπτά, Ἱέρακα, Διόσκορον, Ἀμμώνιον, Ἰσαὰκ, Ἰνισθωρὼ, Τιθόην, καὶ ἄλλον Ἰσαάκ. Καὶ κοπιάσαντες ζητοῦντες τὸν ἀββᾶν Ἰσίδωρον, οὐχ εὗρον· ἦσαν γὰρ ἐν φρέατι ξηρῷ ῥίψαντες αὐτόν. Καὶ λαβὼν φρύγανα ἔκαυσεν τὰς κέλλας αὐτῶν σὺν πᾶσιν οἷς εἶχον. Καὶ οὕτω λωφήσας τῆς ἀλόγου ὀργῆς καταλαμβάνει τὴν Ἀλεξάνδρειαν.
9. Upon receiving the authentic decree of Pope Innocent, Arcadius first summoned the presbyter who acted as the envoy of Alexandria, gave him the copies of the deposition of Theophilus, and dismissed him to Alexandria in utter disgrace, making all things known to Theophilus. Being stung with grief, therefore, and unable to do anything against those who had performed such a deed against him, he casts the envoy into prison, seeking to bring him before a magistrate's tribunal. Yet he was afraid to go so far; and so he asks the governor of Alexandria to obtain military aid against certain alleged insurgents who were plundering the monasteries of Egypt. And taking five hundred armed men, he fell upon the mountain by night, and soundly cudgels the seven monks who had received Abba Isidore: Hierax, Dioscorus, Ammonius, Isaac, Inisthoro, Tithoes, and another Isaac. And though they laboured hard searching for Abba Isidore, they did not find him, for they had lowered him into a dry well. And taking brushwood, he burned their cells together with all that they possessed. And having thus abated his senseless wrath, he returns to Alexandria.
ιʹ. Οἱ δὲ προειρημένοι μοναχοὶ τὸν τῆς ὑπομονῆς ἀπώλεσαν τρόπον, ἀνῆλθον εἰς Ἀλεξάνδρειαν, λέντια διεζωσμένοι, καὶ κλαίοντες πᾶσαν τὴν πλατεῖαν περιῆγον. Ἰδόντες δὲ αὐτοὺς οἱ πολῖται, ἐπειδὴ ἐγνώριζον τοὺς ἄνδρας ὁποῖοι ἦσαν, ἐλυπήθησαν δι' αὐτοὺς πάνυ· καὶ συνήχθη πᾶς ὁ ὄχλος μετὰ πυρὸς, καὶ ἤρξαντο καίειν ἔνθα κατέμενεν ὁ Θεόφιλος. Διαρπασάντων οὖν αὐτῶν πάντα τὰ ἐν τῷ ἐπισκοπίῳ, καὶ λοιπὸν μελλόντων περὶ τὰ (f. 71 a) κειμήλια χωρεῖν, Νικόλαος ὁ ἄρχων τὸν κίνδυνον φοβηθεὶς, κατέδραμεν ἐπ' αὐτοὺς, καὶ ἐζήτει ἀπολογήσασθαι τῷ δήμῳ· οἱ δὲ οὐ κατεδέξαντο, κράζοντες καὶ θόρυβον ἐγείροντες κατὰ Θεοφίλου, ἀσιωπίστως φωνοῦντες κατ' αὐτοῦ. Ὁ δὲ ἄρχών ἐν ἀγωνίᾳ μεγάλῃ ὢν, ἐδοκίμαζεν ἐξεάσαι εἰς χεῖρας αὐτῶν τὸν Θεόφιλον· ἐκρύβη δὲ Θεόφιλος ἐν τῇ κολυμβήθρᾳ ἐπόψην. Ὁ δὲ ἄρχων ἐνδύσας τοὺς μοναχοὺς ἱμάτια, ἐπεβίβασεν αὐτοὺς τῷ ὀχήματι, καὶ αὐτὸς πεζεύων προῆγεν αὐτοὺς εἰς τὸ πραιτώριον. Κἀκεῖ πάλιν οἱ δῆμοι τὰ ἱμάτια ἑαυτῶν εἰς τὸν οὐρανὸν ἔῤῥιπτον, ἐξομνυομένου αὐτοῖς τοῦ ἄρχοντος κατὰ τῶν βασιλέων, ὅτι Οὐκ ἐξεῖπέν μοι τὴν κακὴν αὐτοῦ βουλὴν, ἀλλὰ προφάσει τινῶν λῃστῶν τὰ μοναστήρια ἐπηρεαζόντων, ἔλαβεν μεθ' ἑαυτοῦ τοὺς στρατιώτας εἰς συμμαχίαν. Εἰ δὲ τὸν πρεσβύτερον Ἰσίδωρον θέλετε ποιμένα ἀντὶ Θεοφίλου, ποιήσω
10. Now the aforesaid monks lost their habit of endurance; they went up into Alexandria, girded about with linen cloths, and went round the whole broad street weeping. When the citizens saw them, since they recognized what sort of men they were, they were exceedingly grieved on their account; and all the multitude gathered together with fire, and began to burn the place where Theophilus was staying. When they had plundered everything in the episcopal residence, and were next about to advance upon the (fol. 71a) treasures, Nicholas the governor, fearing the danger, ran down to them and sought to make his defence to the people; yet they would not accept it, crying out and raising a tumult against Theophilus, shouting unceasingly against him. The governor, being in great distress, was inclined to abandon Theophilus into their hands; however, Theophilus hid himself in the cistern until evening. Then the governor, having clothed the monks in garments, set them upon his carriage, and walking on foot himself conducted them to the praetorium. And there again the crowds kept tossing their garments into the sky, while the governor swore an oath to them by the emperors: "He did not disclose his wicked design to me, rather under pretext of certain brigands harassing the monasteries he took the soldiers with him as support. If you wish the presbyter Isidore as shepherd instead of Theophilus, I shall perform
Notes, col. LX

On the reading

Printed ἄρχών, for ἄρχων.