ὢν ἔτι περίεστιν, ὀψόμεθά ποτε αὐτὸν, ἀδελφοὶ, κατὰ τὸν Ἰωσὴφ ἐπὶ τοῦ θρόνου καθήμενον, καὶ σιτοδοτοῦντα πᾶσι τὴν πνευματικὴν τροφήν. Εἰ δὲ ὄντως ἐπὶ τὴν ἀληθινὴν μετέστη ζωὴν, καὶ πρὸς τὸν ποθούμενον ἐπανέδραμε Χριστὸν, ἔχομεν πρεσβεύοντα ὑπὲρ ἡμῶν μάρτυρα. Δεξάμενος δὲ οὑτοσὶ (Ἀττικὸς) τὴν ποθητὴν ἀκοὴν, καὶ προσθεὶς ἡδονὴν τῷ τοῦ σώματος ὄγκῳ, φιλανθρωπίαν ἐνδὺς, ἤρξατο περιτρέχειν ἅπαντας, ἀλείφειν τε καὶ θεραπεύειν λόγοις, οὓς κατέτεμεν ἔργοις, ἀργύριόν τε τοῖς δεομένοις διδόναι, γονάτων τε ἅπτεσθαι καὶ προκυλινδεῖσθαι, οἷς οὐδὲν ἕτερον ἔχειν ἐπέπειστο παρέχειν, ἀξιῶν λῦσαι μὲν τὴν πρὸς αὐτὸν ἔχθραν δικαίαν, τὴν δὲ ἀθέμιτον ἐκείνην ὑπεισελθεῖν φιλίαν.
still living and survives, we shall one day behold him, brethren, seated like Joseph upon the throne, and dispensing as corn to all the spiritual nourishment. But if he has indeed departed to the true life, and hastened back to the longed-for Christ, we have a martyr interceding on our behalf. Yet when this man (Atticus) received the welcome report, and adding pleasure to the swelling of his body, clothing himself in benevolence, he began to run round to everyone, to anoint and soothe with words those whom he had lacerated by deeds, to give silver to the needy, and to clasp knees and grovel before those to whom he was persuaded he had nothing else to offer, entreating them to dissolve their just enmity towards him and to enter into that unlawful friendship.
εʹ. Ἐγὼ δὲ ἡδέως ἂν εἶπον πρὸς αὐτὸν, ὅτι Ὦ τύραννε, φαίνῃ γάρ μοι δι' ὧν ἐγχειρεῖς ἥδεσθαι τῇ τοιαύτῃ προσηγορίᾳ, ποίοις ὀφθαλμοῖς προσφέρεις φάρμακα τραύμασιν οἷς εἰργάσω; ἢ κολακεύειν εἰδὼς, διὰ τοῦτο ἐλύπεις πρότερον, ἵνα ἔχῃς ὅπου χρήσῃ τῇ τέχνῃ; ταυτὸν ποιῶν οἷον ἂν εἴ τις ἰατρὸς βοτάνας συναγαγὼν μυρίας, καὶ καταδύσας ῥακίῳ, τοῦτο μὲν ἐν τῇ εὐωνύμῳ φέρει χειρὶ, τῇ δεξιᾷ δὲ ἄνδρα ῥοπάλῳ παίων, λέγει πρὸς αὐτόν· Ὦ φίλτατε, θάρσει· καὶ γὰρ μετὰ χεῖρας ἔχω τὴν θεραπείαν. Ἀλλ' εἶπεν ἂν ἐκεῖνος δικαίως· Ὦ κάκιστε, τί γὰρ κατασκευάζεις τῷ φαρμάκῳ τὴν χρείαν; πῶς δέ σοι τὴν ἰατρείαν ἐμπιστεύσω σώματος ἠσθενηκότος, ὅπερ ὑγιὲς λαβὼν οὕτως ἀθλίως διέθηκας; Ἐμοὶ μὲν οὖν δοκοῦσιν οἱ διὰ τὴν κοίμησιν τοῦ μακαρίου τῇ κοινωνίᾳ προσιόντες τῇ τούτων, πάλαι αὐτοὺς ἐπὶ τὸν φόνον ὠθεῖν, διδάσκειν τε τοὺς μετὰ ταῦτα ἅπαντας, εἰκὸς δὲ πολλοὺς ὡς ἐν τοιούτῳ βίῳ δειχθήσεσθαι τοιούτους, ἵν' ὅταν θέλωσιν ἀπελάσαι δίκαιον, καὶ λυπῆσαν τὸ πρᾶγμα διασπείρῃ τὰ πρόβατα, ταχέως αὐτὸν ἀνέλωσιν, ὥστε τῇ ἀναιρέσει συναχθῆναι τὰ ποίμνια. Τί λέγεις, ἄνθρωπε; Οὐκ ἐκοινώνεις διὰ τὴν ἀδικίαν, καὶ κοινωνεῖς μετὰ τὴν φόνον, ὥσπερ τοῦ φόνου ἀποσμήξαντος ἐκείνην; Ἢ καὶ τὴν Ἰεζάβελ μέχρι τῆς τοῦ Ναβουθὲ ἀμπελῶνος ἁρπαγῆς, διὰ τοῦτο ἐμίσεις, ἐπειδὴ δὲ αὐτὸν ἀνεῖλε, τῇ ζωῇ ἐκείνου τὸ πρὸς ταύτην συγκατέλυσας μῖσος; Τί οὖν ἔχομεν, φησὶ, ποιῆσαι, τοῦ ἀνδρὸς ἀποθανόντος; Τὴν ἀπὸ τοῦ Χριστοῦ δικαίαν κρίσιν περιμεῖναι· πάντως δὲ ἔσται, καὶ μηδεὶς ἀμφιβαλέτω· οὐ γὰρ ἐν τῇ τῶν ἀνθρώπων ζωῇ, καὶ τὸ τῶν πραγμάτων τέλος περικλείειν εἴωθεν ὁ δεσπότης· τοὐναντίον δὲ μᾶλλον ἀπὸ τῆς τελείας αὐτῶν ἀπογνώσεως φιλεῖ τῶν τοιούτων τὰ προοίμια ποιεῖσθαι· καὶ τούτων ἀπὸ τῶν θείων Γραφῶν τὴν μαρτυρίαν παρέξομαι.
5. Yet I would gladly have said to him: O tyrant — for by what you attempt you appear to me to delight in such an appellation — with what eyes do you bring remedies to the wounds which you wrought? Or skilled in flattery, did you therefore inflict pain beforehand so that you might have wherein to ply your art? Doing the very same thing as if some physician, having gathered myriad herbs and wrapped them in a rag, carries this in his left hand, whilst with his right hand striking a man with a club, and says to him: Be of good courage, dearest friend; for I have the cure in hand! Yet that man would justly say: O most vile wretch, why then do you manufacture the need for the remedy? And how shall I entrust to you the cure of a weakened body, which, having received it sound, you have reduced to so wretched a plight? To me, then, those who on account of the dormition of the blessed man approach the communion of these men seem long ago to have been thrusting them on to the murder, and to teach all who come after these things — and it is likely that many in such a life will be shown to be such — so that when they wish to drive away a righteous man, and the affair, having caused grief, scatters the sheep, they may swiftly destroy him, so that by his destruction the flocks may be gathered together! What are you saying, O man? You did not hold communion on account of the iniquity, and you hold communion after the murder, as though the murder had wiped that away? Or did you also hate Jezebel only up to the seizure of Naboth's vineyard, for that reason, whereas after she slew him, you ended your hatred towards her along with that man's life? What then, one says, have we to do, now that the man has died? To await the just judgement from Christ: and it shall assuredly be, and let no one doubt; for the Master is not accustomed to enclose the end of affairs also within the life of men; on the contrary, rather from their complete despair He is wont to make the beginnings of such things: and of these things I shall furnish the testimony from the divine Scriptures.
ϛʹ. Κατέφαγέ ποτε τὸν Ἰωσὴφ θηρίον πονηρὸν, τῷ τῶν ἀδελφῶν παρὰ τῷ πατρὶ λόγῳ· τοὺς τὸ μὲν εἰπόντας, τὸ δὲ ἐργασαμένους, ὑποχειρίους εἶχε, καὶ προσκυνοῦντας ἑώρα, τὸ σύγκριμα τῶν παλαιῶν δεχομένους ἐνυπνίων. Καὶ μετὰ τὴν πιστευθεῖσαν παρὰ
6. An evil wild beast once devoured Joseph, according to his brothers' report to their father; yet those who had spoken the one thing and wrought the other he held subject under his hand, and saw them doing obeisance, receiving the fulfilment of the ancient dreams. And after his believed