Migne Reading Room

PG 47 · cols. 71–76 · Read from the page

On the Life of St John Chrysostom from the historical Dialogue of Palladius, bishop of Helenopolis

On the Life of St John Chrysostom from the historical Dialogue of Palladius, bishop of Helenopolis

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:71Read from the page
τινουπολιτῶν, καὶ ὅπως ἤχθη, καὶ ὅπως συνεσκευάσθη, καὶ πάντα τὰ διὰ μέσου πικρὰ, ἃ παρὰ τῶν πλημμελῶν φιλοπόνως γεγεώργηται, εἰπών τε τὰ κατὰ τὸν Πορφύριον, καὶ τὸν Ἐφέσου Εὐνοῦχον, ἀπάγγειλον ἡμῖν τὰ λείποντα. Τίνες δὲ ἐν φυλακῇ ἐτελεύτησαν; τίνες τε ἐξωρίσθησαν τῶν Ἰωάννου κοινωνικῶν; δίκαιον γὰρ τῶν τοιούτων μνείας ἐπιτελεῖν εἰς προθυμίαν τῶν ζώντων. Εἰ γὰρ ἐν τοῖς βιωτικοῖς τούτοις πράγμασι παῖδες οἱ ὑπὲρ τῶν δεσποτῶν συγκλειόμενοι ἢ τυπτόμενοι ἢ ξεόμενοι, εὐνοίας καὶ ἐλευθερίας παρ' αὐτῶν ἀπολαύουσι, πόσῳ πλέον οἱ διὰ Χριστὸν τιμωρούμενοι, ἄξιοι καὶ τιμῆς ἐκκλησιαστικῆς καὶ εὐνοίας εἰσίν; περὶ ὧν καὶ ὁ Ἀπόστολος λέγει· Τοῖς δεσμίοις ὡς συνδεδεμένοι, τοῖς κακουχουμένοις συγκακουχούμενοι, ὡς καὶ αὐτοὶ ἐν σώματι ὄντες. Τίμιος γὰρ ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Ὁ ἘΠΙΣΚ. Ἄριστα εἶπας· οὐκοῦν ἄκουσον. Οἱ μὲν ἐπίσκοποι, ὡς μὲν ἐν ἀρχαῖς ἡ φήμη περιέδραμεν, εἰς θάλασσαν ἐποντώθησαν· ὡς δὲ ὁ ἀληθὴς περιέχει λόγος, εἰς ἐξορίαν ὑπερόριον ἀπεστάλησαν ἐν ταῖς βαρβαρικαῖς ζώναις, ὑπὸ δημίων εἰσέτι καὶ νῦν φρουρούμενοι. Ἐλθὼν γάρ τις συνοδεύσας αὐτοῖς διάκονος ἀφηγήσατο, Κυριακὸν μὲν τὸν Ἐμέσης ἐνδοτέρω ὀγδοήκοντα σημείων εἰς Παλμῦραν, τὸ τῶν Περσῶν φρούριον, εἶναι· Εὐλύσιον δὲ Βόστρης τῆς Ἀράβων ἐσώτερον ὁδὸν τριῶν ἡμερῶν ὁμοίως εἰς φρούριον Μισφᾶς καλούμενον, πλησίον τῶν Σαρακηνῶν· Παλλάδιον δὲ Βλεμμύων ἢ Αἰθιόπων ἐκ γειτόνων φρουρεῖσθαι Συήνη καλούμενον τὸ χωρίον· Δημήτριον ἔσω εἰς Ὄασιν, τὴν γείτονα τῶν Μαζίκων· εἰσὶ γὰρ καὶ ἄλλαι Ὀάσεις· Σαραπίωνα δὲ, μετὰ μυρίας ἀναποδείκτους συκοφαντίας, ὠμότητι δικαστῶν καθυβρίσαντες αἰκισμοῖς τὸ σῶμα μέχρις ἐκκοπῆς τῶν ὀδόντων, ὡς λόγος, εἰς τὴν ἰδίαν πατρίδα περιώρισαν. Ἱλάριος, ἀνὴρ ἅγιος, γεγηρακὼς, εἰς Πόντον τὴν ἐνδοτάτω ἐξαπεστάλη μετὰ πληγὰς, οὐ δικαστοῦ, ἀλλὰ τοῦ κλήρου, ὃς ὀκτωκαιδέκατον ἔτος ἔχει, μὴ γευσάμενος ἄρτου, ψιλῶν λαχάνων ἢ κολύβων μεταλαμβάνων. Ἀντώνιος ἐν σπηλαίοις τῆς Παλαιστίνης ἑαυτὸν ἐξώρισεν· Τιμόθεος ὁ Μαρωνείας, καὶ Ἰωάννης ὁ τῆς Λυδίας, λέγεται ἐν Μακεδονίᾳ· Ῥόδων ὁ τῆς Ἀσίας, ἐπορεύθη ἐν Μιτυλήνῃ· Γρηγόριος ὁ τῆς Λυδίας, λέγεται ἐν Φρυγίᾳ· Βρίσσων δὲ ὁ ἀδελφὸς Παλλαδίου, ἀποστὰς ἑκουσίως τῆς ἑαυτοῦ Ἐκκλησίας, ἐν τῷ ἀγριδίῳ αὐτοῦ διάγει, ταῖς χερσὶν ἑαυτοῦ τὴν γῆν μεταλλεύων· Λαμπέτιος δὲ, ὥς φασιν, ἐν χωρίῳ Λυδίας παρά τινος Ἐλευθέρου ἐπικουρούμενος, τοῖς ἀναγνώσμασι προσέχει· Εὐγένιός ἐστιν ἐν τῇ πατρίδι· Ἐλπίδιος ὁ μέγας Λαοδικείας τῆς Συρίας ἅμα Πάππῳ, τρία πληροῦνται ἔτη, τὴν κλίμακα τῆς οἰκείας οὐ κατῆλθον, προσευχαῖς σχολάζοντες· Ἡρακλειδᾶς ὁ Ἐφέσιος ἐν τῇ εἱρκτῇ τῆς Νικομηδεῖας ἐγκέκλεισται, τετραετής ἐστι χρόνος. Οἱ δὲ λοιποὶ τῶν κοινωνικῶν ἐπισκόπων, οἱ μὲν ἀνέλπιστα ἐνθυμηθέντες, ἐκοινώνησαν Ἀττικῷ, εἰς ἑτέρας μετατεθέντες Ἐκκλησίας τῆς Θράκης· οἱ δὲ ἄδηλοί εἰσιν· Ἀνατόλιον δέ φασιν εἶναι ἐν Γαλλίαις. Τῶν δὲ πρεσβυτέρων οἱ μὲν εἰς Ἀραβίαν καὶ Παλαιστίνην περιωρίσθησαν· Τίγριος δὲ εἰς τὴν μέσην τὴν Ποταμῶν περιωρίσθη· Φίλιππος ἐτελεύτησε, φυγὼν ἐν Πόντῳ· Θεόφιλος διάγει ἐν Παφλαγονίᾳ· Ἰωάν-
tinopolitans, and how he was brought, and how plots were contrived against him, and all the bitter things in between which have been laboriously cultivated by the transgressors, and having spoken also the matters concerning Porphyrius, and the Eunuch of Ephesus, report to us what remains. Who died in prison; and who were banished of those in communion with John? For it is right to celebrate commemorations of such men for the eagerness of the living. For if in these worldly affairs servants who are shut up or beaten or scraped on behalf of their masters enjoy goodwill and freedom from them, how much more are those who are punished for Christ's sake worthy of both ecclesiastical honour and goodwill? Concerning whom the Apostle also says: To prisoners as bound with them, those who are ill-treated as suffering ill-treatment together with them, since you also are in the body. For precious in the sight of the Lord is the death of His saints. The Bishop. You have spoken most excellently; listen, then. The bishops, as rumour ran about in the beginning, were plunged into the sea; but as the true account holds, they were sent off into exile beyond the frontiers in the barbarian zones, being guarded by executioners even down to this day. For a certain deacon who travelled with them came and recounted that Cyriacus of Emesa is further inland by eighty miles at Palmyra, the fortress of the Persians; Eulysius of Bostra in Arabia likewise further inland by a three days' journey at a fortress called Misphas, near the Saracens; Palladius is guarded in the neighbourhood of the Blemmyes or Ethiopians at the place called Syene; Demetrius inward at Oasis, the neighbour of the Mazices — for there are also other Oases; and Serapion, after ten thousand unproven false accusations, having outrageously maltreated his body with tortures through the cruelty of judges even to the knocking out of his teeth, as report goes, they confined to his own fatherland. Hilarius, a holy man, grown old, was sent off into innermost Pontus after stripes, not from a judge, but from the clergy — a man who is in his eighteenth year without tasting bread, partaking of bare herbs or boiled pulse. Antonius banished himself in caves of Palestine; Timothy of Maroneia, and John of Lydia, are said to be in Macedonia; Rhodon of Asia travelled to Mitylene; Gregory of Lydia is said to be in Phrygia; and Brisson, the brother of Palladius, having voluntarily withdrawn from his own Church, dwells on his own small farm, digging the earth with his own hands; Lampetius, as they say, in a village of Lydia, assisted by a certain Eleutherius, devotes himself to reading; Eugenius is in his fatherland; the great Elpidius of Laodicea in Syria together with Pappus — three years are now being completed that they have not come down the staircase of their house, devoting their leisure to prayers; Heraclidas of Ephesus has been shut up in the prison of Nicomedia — it is now a four-year span. As for the rest of the bishops in communion [with him], some, having harboured hopeless thoughts, entered into communion with Atticus, being transferred to other Churches of Thrace; while others remain unknown; and Anatolius they say is in Gaul. And of the presbyters, some were confined to Arabia and Palestine; Tigrius was confined to Mesopotamia; Philip died as an exile in Pontus; Theophilus dwells in Paphlagonia; Jo-
Notes, col. 71

On the reading

Printed Νικομηδεῖας, for Νικομηδείας.

PG 47:72Read from the page
νης ὁ τοῦ Αἰθρίου μοναστήριον συνεκρότησεν ἐν Καισαρείᾳ· Στέφανον εἰς Ἀραβίαν ἐξορισθέντα τῶν δημίων ἀπέσπασαν οἱ Ἴσαυροι, ἀπολύσαντες ἀνὰ τὸν Ταῦρον· Σαλούστιόν φασιν ἐν τῇ Κρήτῃ· Φίλιππον τὸν ἀσκητὴν, καὶ πρεσβύτερον τῶν σχολῶν, ἤκουσα ἀῤῥωστοῦντα ἐν Καμπανίᾳ. Σωφρόνιος ὁ διάκονος ἐν φυλακῇ ἐστι τῆς Θηβαῗδος· Παῦλος ὁ διάκονος, ὁ βοηθὸς τοῦ οἰκονόμου, λέγεται ἐν Ἀφρικῇ· ἄλλος Παῦλος, ὁ τῆς Ἀναστασίας, ἐστὶν ἐν Ἱεροσολύμοις· Ἑλλάδιος ὁ πρεσβύτερος, ὁ τοῦ Παλατίου, διάγει ἐν ἀγριδίῳ τῆς Βιθυνίας ἰδίῳ. Πλείους δὲ κρύπτονται ἐν Κωνσταντινουπόλει, ἄλλοι δὲ ἀπῆλθον εἰς τὰς πατρίδας. Σιλβανὸς δὲ ὁ ἅγιος ἐπίσκοπος ἐν Τρωάδι ἐστὶν, ἁ⟨λι⟩εύων καὶ ζῶν· Στέφανος ὁ ἀσκητὴς, ὁ τὰς Ῥωμαίων ἐπιστολὰς διακομίσας, ἐν Κωνσταντινουπόλει, τούτου αὐτοῦ ἕνεκεν τυπτηθεὶς, ἐπὶ μῆνας δέκα εἰς τὴν εἱρκτὴν ἐβλήθη. Προταθείσης δ' αὐτῷ κοινωνίας, ὡς οὐκ ἐπείσθη, ξεσθεὶς εἰσάγαν τάς τε πλευρὰς καὶ τὸ στῆθος, ὧν ἐγὼ αὐτόπτης ἐγενόμην, τῇ τοῦ Χ⟨ρι⟩στοῦ ἐπιμελείᾳ διασωθεὶς ἴσως εἰς δευτέρους ἀγῶνας, μετὰ δέκα μῆνας τῆς θεραπείας ἐξωρίσθη εἰς τὸ Πηλούσιον. Προβικιάλιός τις στρατιώτης τῶν περὶ τὸν βασιλέα σχολῶν, διαβληθεὶς ὡς φιλητὴς Ἰωάννου, μετὰ πληγὰς πολυτρόπους καὶ ξεσμὸν ἀφειδῆ ἐξωρίσθη εἰς Πέτρας. Οἰκέτης δὲ Ἐλπιδίου τοῦ πρεσβυτέρου, μισθωθεὶς, ὥς φασι, πεντήκοντα νομισμάτων, ἵνα τὸν ἅγιον Ἰωάννην δολοφονήσῃ, φωραθεὶς ἐπὶ τούτῳ τρεῖς ἔχων ῥομφαίας, ἔπαισε τοὺς κατέχοντας αὐτὸν κατὰ μέρος ἑπτά· ὧν οἱ μὲν τέσσαρες παραυτίκα ἐτάφησαν· οἱ δὲ τρεῖς ἐπὶ ἱκανὸν χρόνον ἐπιμεληθέντες ἐσώθησαν, τοῦ φονέως ἀπολυθέντος. Εὐτρόπιος ὁ μακάριος, ἄφθορος ἀπὸ γυναικῶν, ψάλτης, τυπτηθεὶς καὶ ξεσθεὶς εἰσάγαν τὰς πλευρὰς σὺν τῷ μετώπῳ, ὡς καὶ τὰς ὀφρῦς κατασπασθῆναι, λαμπάδων αὐτῷ τελευταῖον ταῖς πλευραῖς ἀμφοτέρωθεν γυμνοῖς ὀστέοις προσπιλωθεισῶν ἐλαιοκομουσῶν, προσεκπνέει τῷ ξύλῳ, ταφεὶς μεσονυκτίῳ παρὰ τῶν τοῦτο δρασάντων ἱερατικῶν, συνεπιμαρτυρήσαντος τοῦ Θεοῦ τῷ θανάτῳ ὀπτασίᾳ ψαλλόντων διὰ τὸ σύμμορφον τοῦ σωτηρίου πάθους. Διηγήσατο δὲ ὁ ἀναλύσας διάκονος ἀπὸ τῶν ἐπισκόπων ὅτι οἱ ἐπαρχικοὶ οἱ διάγοντες αὐτοὺς ἐπὶ τοσοῦτον ἔθλιψαν κατ' ἐντολάς τινων, ὡς εὔχεσθαι αὐτοὺς θάνατον ἐπελθεῖν, καὶ τὸ ζῆν παραιτεῖσθαι. Τὰ μὲν γὰρ ἐν ἀργυρίοις ἀναλώματα, ἃ κατὰ τὴν ὁδὸν εἰλήφεισαν, ὑφ' ἓν ἀποσπάσαντες, εἰς ἀλλήλους διεμερίσθησαν, ξηροῖς δὲ τοῖς ὀνοζυγίοις ἐπιῤῥίπτοντες, τῶν δύο ἡμερῶν τὴν ὁδὸν μίαν ἐποίουν, βαθεῖαν ἑσπέραν εἰσάγοντες, καὶ ὄρθρῳ σκοτεινῷ ἐξάγοντες, ὡς μηδὲ τὰς ἀθλίας τροφὰς κατέχειν τὸν στόμαχον. Ῥήμασί τε αἰσχροῖς καὶ ἀσέμνοις βάλλοντες οὐκ ἐφείδοντο. Παλλαδίου δὲ καὶ τὸν παῖδα ἀφείλαντο, βιασάμενοι αὐτὸν καὶ γραμματεῖον ἐκθέσθαι. Δημήτριον δὲ εἰς τοσοῦτον ἔθλιψεν εἷς τῶν διαγόντων, ὡς καὶ Ζιβύνῃ βαθεῖαν ἑσπέραν ἐπελθεῖν, ὃς παρὰ πόδας εἰς τὸ σῶμα ἐβασανίσθη, ἐπωδύνως τὸ ζῆν ἀποῤῥήξας, ὡς τοὺς ἐπιθειάζοντας γνωρίζειν τὴν τῶν ὕβρεων ποινήν· προειπόντος αὐτῷ καὶ Παλλαδίου, ὡς ὁ ἐλθὼν διηγήσατο συστρατιώτης, ὅτι Ἄλλην ὁδὸν οὐχ ὁδεύσεις, οἰκτρῶς τελευτήσας. Ἐκκλησίᾳ μὲν γὰρ
hn, the son of Aethrius, organized a monastery in Caesarea; Stephen, banished to Arabia, the Isaurians wrested from the executioners, releasing him along the Taurus; Sallustius they say is in Crete; Philip the ascetic, and presbyter of the schools, I heard is ailing in Campania. Sophronius the deacon is in prison in the Thebaid; Paul the deacon, the assistant of the steward, is said to be in Africa; another Paul, of the Anastasia, is in Jerusalem; Helladius the presbyter, of the Palace, dwells on a small farm of his own in Bithynia. Many lie hidden in Constantinople, while others departed to their fatherlands. Silvanus the holy bishop is in the Troad, f[ish]ing and living thereby; Stephen the ascetic, who carried across the letters of the Romans, in Constantinople, beaten on account of this very thing, was cast into prison for ten months. And when communion was offered to him, since he was not persuaded, having been scraped exceedingly upon both his sides and his chest, of which things I myself became an eyewitness, preserved by the care of Ch[ri]st perhaps for second contests, after ten months of medical treatment he was banished to Pelusium. A certain Provincialis, a soldier of the schools about the emperor, denounced as a lover of John, after manifold stripes and unsparing scraping was banished to Petra. And a household servant of Elpidius the presbyter, hired, so they say, for fifty gold pieces in order to murder Saint John by treachery, caught in the act upon this with three swords, struck seven of those holding him one by one: of whom four were buried on the spot; while the three, tended for a considerable time, were saved, the murderer being acquitted. The blessed Eutropius, undefiled by women, a chanter, having been beaten and scraped exceedingly upon his sides together with his forehead, so that his eyebrows also were torn down, when torches steeped in oil were at last pressed close on both sides to the bare bones of his ribs, breathes his last upon the rack, being buried at midnight by the clerics who had perpetrated this, while God bore joint witness to his death by a vision of chanters on account of its conformity to the saving Passion. And the deacon who returned from the bishops related that the prefectural guards conducting them afflicted them to such a degree by the orders of certain persons that they prayed for death to come upon them, and begged off from living. For snatching away all at once the travel allowances in silver which they had received along the road, they divided them among one another, and hurling them upon lean pack-asses, they made a two days' journey into one, bringing them in late in the evening, and leading them out in dark dawn, so that the stomach could not even retain their wretched food. And pelting them with shameful and indecent words, they did not spare them. And from Palladius they also took away his servant, forcing him also to put forth a written deed. And one of the guards conducting them afflicted Demetrius to such a degree that he even reached Zibyne late in the evening, who straightway was tormented in his body, breaking off his life in agony, so that those who recognized divine judgement knew the punishment of his outrages; Palladius also having foretold to him, as the fellow soldier who came related: Another road you shall not travel, having died pitiably. For to a Church
PG 47:73Read from the page
τὸ σύνολον πλησιάζειν οὐκ εἴων, καταλύοντες ἢ ἐν πανδοχείοις, ἔνθα ἑταιρίδων πλῆθος, ἢ ἐν ταῖς συναγωγαῖς Σαμαρειτῶν ἢ Ἰουδαίων, μάλιστα ἀπὸ Ταρσοῦ, καὶ ἐκεῖ ὡς στενοχωρουμένους αὐτοὺς, καὶ ἕτερόν τι ἐννοεῖν, ὃ ἦν ἀπρονόητον. Λέγει δὲ εἷς τῶν ἐπισκόπων· Τί λυπούμεθα περὶ τῶν καταγωγίων; μὴ γὰρ ἐφ' ἡμῖν ἐστι ποῦ μεῖναι, ἵνα οἰκείᾳ αἱρέσει ἀσχημονοῦντες, δίκας ὀφλήσωμεν; ἢ οὐκ οἴδατε, ὅτι ταῦτα πάντα καὶ γεγένηται καὶ γενήσεται, τοῦ Θεοῦ διὰ πάντων δοξσζομένου; Πόσαι τούτων τῶν ἑταιρίδων λήθην Θεοῦ λαβοῦσαι, ἢ τὴν ἀρχὴν μηδὲ γνοῦσαι, ἡμᾶς οὕτω θεασάμεναι, εἰς φόβον Θεοῦ καὶ ἔννοιαν ἦλθον, ἴσως ἐπὶ τὸ κρεῖττον τραπεῖσαι, ἢ κἂν ἐπὶ τὸ χεῖρον μὴ καταῤῥεύσασαι; Οὐ μικρὸν δὲ ψυχῇ λογικῇ ὑπὸ πάθους κακουμένῃ καὶ μικρὸν ἀναπνεῦσαι, ὅπερ ἐστὶν ἔναυσμα σωφροσύνης· ὡς ταῦτα ὑποστάντα εἰπεῖν τὸν ἱεροφάντην Παῦλον· Χριστοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, διὰ τὸ θέατρον γεγενῆσθαι ἀγγέλοις τε καὶ ἀνθρώποις. Εἰς τοσοῦτον δὲ ὠμότητος οἱ κατὰ τόπον ἤκμασαν ἐπίσκοποι τῶν κοινωνικῶν Θεοφίλου κατὰ τὴν Ἀνατολὴν πᾶσαν, ὡς ἔλεγεν ὁ ἐλθὼν ἀσκητὴς, ὡς τινὰς αὐτῶν οὐχὶ μόνον μὴ ἐνδείξασθαι τὴν ὀφειλομένην σωφροσύνην, ἀλλὰ καὶ μετὰ δώρων πείθειν τοὺς ἐπαρχικοὺς τάχιον ἐξελαύνειν τῶν πόλεων. Εἰσὶ δὲ οἱ μάλιστα τοῦτο πεποιηκότες, ὁ Ταρσοῦ καὶ ὁ Ἀντιοχείας, καὶ Εὐλόγιος ὁ Καισαρείας τῆς Παλαιστίνης, ὅ τε Ἀγκύρας πρὸ πάντων, καὶ Ἀμμώνιος ὁ τοῦ Πηλουσίου, τοῦτο μὲν δόμασι, τοῦτο δὲ ἀπειλαῖς πλέον κατ' αὐτῶν τοὺς διάγοντας στρατιώτας ἐξαγριοῦντες, ἵνα μήτε τοὺς τῶν βουλομένων λαϊκῶν ἐπιδέχεσθαι αὐτοὺς συγχωρῶσιν, καθὼς ἐν ταῖς καθολικαῖς γράφει Γαῗῳ ὁ μακάριος Ἰωάννης κατά τινος ἐπισκόπου, ἀποδεχόμενος τοῦ Γαῗου τὸ ξενοδόχον, παρακαλῶν αὐτὸν μὴ μιμεῖσθαι τοὺς πονηροὺς τῶν ἐπισκόπων. Ἔχει δέ πως ἡ λέξις· Γαΐῳ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ. Ἀγαπητὲ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή. Ἐχάρην γὰρ λίαν, ἐρχομένων τινῶν καὶ διηγουμένων μοι, ὅτι ἐν ἀληθείᾳ περιπατεῖς, καὶ ἐφ' οἷς ἀνέπαυσας τοὺς ἁγίους. Μείζονα ταύτης χαρὰν οὐκ ἔχω. Ἐπιφέρει δὲ μετὰ τοῦτο· Ἔγραψα τῇ Ἐκκλησίᾳ· ἀλλ' ὁ φιλοπρωτεύων αὐτῶν Διοτρεφὴς, οὐκ ἐπιδέχεται ἡμᾶς, λόγοις πονηροῖς φλυαρῶν· καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις, οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς, καὶ τοὺς βουλομένους κωλύει, καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει. Εἶθ' ὕστερον παραινεῖ, λέγων· Ἀγαπητὲ, μὴ μιμοῦ τὸ κακόν· ὁ γὰρ ἀγαθοποιῶν ἐκ τοῦ Θεοῦ ἐστιν· ὁ κακοποιῶν οὐχ ἑώρακε τὸν Θεόν. Ἐμνημονεύσαμεν δὲ τοῦ ῥητοῦ ὅλου τῆς παλαιᾶς πονηρίας, ἵνα τῶν νῦν Διοτρεφῶν παραστήσωμεν τὴν γνώμην.
did they suffer them to approach at all, lodging them either in inns, where there was a throng of courtesans, or in the synagogues of Samaritans or Jews, especially from Tarsus onward, so that even there, being hemmed in, they might think of something else as well, which was unpremeditated. Yet one of the bishops says: Why are we grieved over the lodgings? Is it in our power where to stay, that we should incur penalty as though acting unseemlily by our own choice? Or do you not know that all these things both have happened and will happen, while God is glorified through all things? How many of these courtesans, having fallen into forgetfulness of God, or not even having known Him from the beginning, upon beholding us thus, came to the fear and thought of God, perhaps turning towards the better, or at least not slipping down towards the worse? And it is no small thing for a rational soul maltreated by passion to catch its breath even a little, which is a spark of temperance; so that the hierophant Paul, having endured these things, said: We are the sweet fragrance of Christ among those who are being saved and among those who are perishing, because we have become a spectacle both to angels and to men. And to such a pitch of cruelty did the local bishops of those in communion with Theophilus flourish throughout the whole East, as the ascetic who came was saying, that certain of them not only failed to display due moderation, but even with gifts persuaded the prefectural guards to drive them out of the cities more swiftly. Those who most of all did this are the bishop of Tarsus and the bishop of Antioch, and Eulogius of Caesarea in Palestine, and above all the bishop of Ancyra, and Ammonius of Pelusium, partly by gifts, and partly by threats, still more enraging the soldiers conducting them against them, so that they would not even permit such of the laity as wished it to receive them, just as in the Catholic Epistles the blessed John writes to Gaius against a certain bishop, welcoming Gaius's hospitality, and exhorting him not to imitate the wicked among the bishops. The wording runs somewhat thus: To Gaius the beloved, whom I love in truth. Beloved, concerning all things I pray that you may prosper and be in good health, just as your soul prospers. For I rejoiced exceedingly when certain persons came and related to me that you walk in truth, even as you refreshed the saints. Greater joy than this I do not have. And after this he adds: I wrote to the Church; but Diotrephes, who loves to hold first place among them, does not receive us, prattling with wicked words; and not content with these things, neither does he himself receive the brethren, and those who wish to do so he hinders, and casts them out of the church. Then afterwards he exhorts, saying: Beloved, do not imitate what is evil; for he who does good is of God; he who does evil has not seen God. And we have recalled the whole passage concerning ancient wickedness, in order that we may set forth the mind of the Diotrepheses of the present day.
Ἐπῄνει δὲ καὶ ἐθαύμαζε τῆς δευτέρας Καππαδοκίας τοὺς ἐπισκόπους, ὡς πολὺ συναλγήσαντας μετὰ δακρύων τοῖς ἐξορισθεῖσιν ἐπισκόποις, μάλιστα τὸν ἐπιεικέστατον Θεόδωρον τῶν Τυάνων, καὶ Βοσπόριον Κολωνείας, τεσσαρακοστοόγδοον ἔτος ἔχοντα ἐν τῇ
Yet he also praised and marvelled at the bishops of Second Cappadocia, as having sympathized greatly with tears with the banished bishops, especially the most gentle Theodore of Tyana, and Bosporius of Colonia, who was in his forty eighth year in the
Notes, col. 73

On the reading

Printed δοξσζομένου, for δοξαζομένου.

PG 47:74Read from the page
ἐπισκοπῇ, καὶ Σεραπίωνα τὸν Ὀστρακίνης, τεσσαρακοστὸν πέμπτον ἔτος ἔχοντα ἐν τῇ τῆς ἐπισκοπῆς λειτουργίᾳ. Ἐνεὸς δὲ γενόμενος ἐπιπολὺ ὁ Θεόδωρος εἶπε· Τί οὖν ἐροῦμεν πρὸς ταῦτα, Πάτερ; Μὴ ἄρα ἐσχάτη ὥρα ἐστὶν, καὶ ἡ ἀποστασία, κατὰ τὸν Παῦλον, διὰ τούτων λαμβάνει τὴν εἴσοδον, ἵνα λοιπὸν ἀποκαλυφθῇ ὁ υἱὸς τῆς ἀπωλείας ὁ ἀντικείμενος; Τὸ γὰρ τοὺς κακοὺς εὐημερεῖν καὶ διαπράττεσθαι ταῦτα καὶ χρονίζειν καὶ ἰσχύειν, καὶ τοὺς καλοὺς θλίβεσθαι καὶ λεηλατεῖσθαι, εἰς φρίκην με ἄγει τοῦ πλησιάζειν ἐκεῖνον. Ὁ ἘΠΙΣΚ. Μάλιστα μὲν οὖν, συνετώτατε, ἐγγύς ἐστι τὸ τέλος, κατὰ τὸν εἰπόντα· Παιδία, ἐσχάτη ὥρα ἐστίν· καὶ κατὰ τὸ, Ἐξῆλθε δὲ ὁ οἰκοδεσπότης περὶ ὥραν ἑνδεκάτην μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα· ἡ δὲ ἐσχάτη τῶν δώδεκα ἐστὶν ἡ τελευταία. Εἰ δὲ πρὸ τετρακοσίων ἐτῶν εἴρηται παρὰ τοῦ Ἀποστόλου ἐσχάτη, πολλῷ μᾶλλον νῦν διὰ πάντα. Ἔπειτα δὲ ἀπ' ἀρχῆς ἐστι ταῦτα κατὰ συγχώρησιν τοῦ Κυρίου εἰς γυμνάσιον τῶν ἁγίων, ἐξαιτοῦντος αὐτοὺς τοῦ διαβόλου, καθὼς λέγει ὁ σωτήριος λόγος· Σίμων, Σίμων, ἐξῃτήσατο ὑμᾶς ὁ Σατανᾶς, τοῦ σινιάσαι ὡς τὸν σῖτον· ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. Καὶ οὐ πάντως περὶ μόνου Πέτρου δεδέηται Ἰησοῦς· ἀλλὰ περὶ πάντων τῶν τὴν Πέτρου πίστιν ἐχόντων, οὐδὲν ἕτερον αἰνισσομένου τοῦ κοσκίνου, ἢ τὸν περίγειον κύκλον ἡδονῶν καὶ ὀδυνῶν πεπληρωμένον, δι' ὧν ὡς δι' ὀπῶν ἐκπίπτουσιν οἱ γεώδεις ἀπὸ τοῦ τροφίμου σίτου ἐπὶ τὸν ᾅδην, ὡς ἀπὸ τρυπημάτων διαχωριζόμενοι· τῶν μὲν διαῤῥεόντων ὡς δι' ὀπῆς τῆς γαστριμαργίας, ὧν ὁ Θεὸς ἡ κοιλία· τῶν δὲ διὰ φιληδονίας, περὶ ὧν ὁ προφήτης λέγει· Πνεύματι πορνείας ἐπλανήθησαν· οὔτε γὰρ πόρνοι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν· τῶν δὲ διὰ φιλαργυρίας, ὅσοι τὴν τῆς εἰδωλολατρείας ὁμόζυγον ἐμνηστεύσαντο· τῶν δὲ δι' ὀργῆς καὶ θυμοῦ, ὅσοι τὸ θηριῶδες σκότος ἠγάπησαν, περὶ ὧν Ἰωάννης φησίν· Ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, ἐν σκοτίᾳ ἐστὶν ἕως ἄρτι· Ὀργὴ γὰρ, φησὶν ὁ Παροιμιαστὴς, ἀπόλλυσι καὶ φρονίμους· τῶν δὲ δι' ἀκηδίας καὶ λήθης, μὴ προσκαρτερούντων τῇ ἀγρυπνίᾳ τῆς μνήμης, καὶ δεομένων τὸ, Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας· οὓς ταλανίζων ὁ λόγος, φησίν· Οὐαὶ ὑμῖν, τοῖς ἀπολελωκόσι τὴν ὑπομονὴν, καὶ τί ποιήσετε, ὅταν ἐπισκέψηται ὁ Κύριος; ἄλλων δι' εὐδοξίας ἀλόγου, περὶ ὧν ὁ ᾠδικὸς προανεφώνει, Ὅτι διεσκόρπισεν ὁ Θεὸς ὀστᾶ ἀνθρωπαρέσκων· ἑτέρων δι' ἀλαζονείας ἢ τύφου, ὅ ἐστιν ὑπεροψία, οὓς μέμφεται ὁ προφήτης ὡς λιποτάκτας· Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα· ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα. Ἑκάστῃ δὲ τούτων τῶν κακιῶν παρέπονται πλείους, τῷ τύφῳ ὁ φθόνος, τῇ πλεονεξίᾳ τὸ μῖσος καὶ ἀνελευθερία καὶ ψεῦδος, τῷ θυμῷ ὀργὴ ἢ μῆνις, αἱ ὕβρεις, οἱ φθόνοι· τῇ πορνείᾳ ἡ λήθη, ἡ ἀφοβία, ὁ ὄκνος, ἡ ἀζηλία, ἡ ἀνόνητος ἀγρυπνία· τῇ κενοδοξίᾳ αἱ πολυπραγμονίαι, δωροδοκίαι, φαντασίαι, ὑποκρίσεις, προσωποληψίαι, φενακισμοί· τῇ ὑπερηφανίᾳ αἱ ἀπόνοιαι, αἱ ἀσπλαγχνίαι, ἀνοσιουργίαι, ἐκστάσεις φρενῶν· καὶ ἄλλῃ ἄλλαι, ἵνα μὴ πλείους εἴπω, φορτίζων τὸν λόγον, εὐαποδείκτου ὄντος τοῦ εἰρημένου. Τούτων ἑκάστῃ τῶν κανιῶν ὁ Θεὸς ἀν-
episcopate, and Serapion of Ostracine, who was in his forty fifth year in the ministry of the episcopate. Having stood speechless for a long while, Theodore said: What then shall we say to these things, Father? Can it be that it is the last hour, and the apostasy, according to Paul, takes its entrance through these events, so that hereafter the son of perdition, the adversary, may be revealed? For that the wicked prosper and perpetrate these things and endure long and grow strong, while the good are afflicted and plundered, brings me to shuddering at the thought that he is drawing near. The Bishop. Most certainly, O most prudent man, the end is near, according to him who said: Little children, it is the last hour; and according to the saying: The master of the house went out about the eleventh hour to hire labourers into the vineyard; and the last of the twelve is the final one. Now if four hundred years ago it was called the last by the Apostle, much more so now on account of all things. And besides, from the beginning these things take place by permission of the Lord as a training ground for the saints, when the devil demands them, just as the saving word says: Simon, Simon, Satan has demanded you, to sift you like wheat; but I have prayed for you, that your faith may not fail. And Jesus has by no means prayed for Peter alone, but for all who hold the faith of Peter, the sieve riddling nothing else than the earthly circle filled with pleasures and pains, through which as through holes earthly men fall out from the nourishing wheat down to Hades, separated off as through perforations: some slipping through as through the hole of gluttony, whose god is the belly; others through love of pleasure, concerning whom the prophet says: By a spirit of fornication they were led astray; for neither fornicators, nor adulterers, nor the effeminate, shall inherit the kingdom of God; others through love of money, all who have espoused the yokefellow of idolatry; others through wrath and anger, all who loved the beastly darkness, concerning whom John says: He who hates his brother is in darkness until now; For wrath, says the Proverbist, destroys even the prudent; others through listlessness and forgetfulness, not persevering in the vigilance of memory, and needing the saying: My soul slumbered from listlessness; deploring whom as wretched, the word says: Woe to you who have lost endurance, and what will you do when the Lord visits? others through irrational repute, concerning whom the psalmist proclaimed beforehand: For God scattered the bones of menpleasers; others through boastfulness or haughtiness, which is disdain, whom the prophet blames as deserters from the ranks: The proud transgressed exceedingly; yet from Thy law I did not swerve. And upon each of these vices more attend: upon haughtiness envy, upon covetousness hatred and meanness and falsehood, upon anger wrath or rage, insults, envies; upon fornication forgetfulness, fearlessness, sloth, lack of zeal, profitless wakefulness; upon vainglory meddlesomeness, briberies, showiness, hypocrisies, partialities, deceits; upon arrogance madnesses, pitilessness, unholy deeds, derangements of mind; and upon one vice others, lest I name still more, burdening the discourse, since what has been said is easily demonstrated. To each of these vices an ad-
Notes, col. 74

On the reading

Printed ἀπολελωκόσι, for ἀπολωλεκόσι.

Printed κανιῶν, for κακιῶν.

PG 47:75Read from the page
τίδικον ἔταξεν ἀρετὴν, ὡς τῇ λαγνείᾳ τὴν σωφροσύνην, τῇ λαιμαργίᾳ τὴν ἐγκράτειαν, τῇ πλεονεξίᾳ τὴν δικαιοσύνην, τῇ ὀργῇ τὴν πραΰτητα, τῇ λύπῃ τὴν χαρὰν, τῇ λήθῃ τὴν μνήμην, τῇ ἀκηδίᾳ τὴν ὑπομονὴν, τῇ ἀφροσύνῃ τὴν φρόνησιν, τῇ δειλίᾳ τὴν ἀνδρείαν, τῇ κενοδοξίᾳ τὴν ταπεινοφροσύνην, καὶ ἄλλῃ ἄλλην· πάσαις δὲ τὴν θείαν Γραφήν· μόνῳ δὲ τῷ τύφῳ οὐκ ἔδωκεν ἀρετὴν ἀντικειμένην διὰ τὴν ὑπερβάλλουσαν κακίαν, ἑαυτὸν αὐτῇ φυλάξας, καθὼς εἴρηκεν· Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται· ὡς ὁ αὐτὸς ἱκετεύει προφήτης, λέγων· Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος· καὶ πάλιν, Ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις. Καὶ ὥσπερ ἀπὸ τοῦ καρποῦ τὸ δένδρον γνωρίζεται, ὡς ὁ Κύριος εἶπεν· Ἐκ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς· οὕτως ἕκαστος τῶν ἀνθρώπων, εἴτε ὄντων ἁγίων, εἴτε καὶ λεγομένων. Οὕτω δὲ πάντοτέ εἰσιν αἱ τῶν κακῶν ἄσειστοι εὐημερίαι, τοῦ Θεοῦ ἐπ' αὐτοῖς μακροθυμοῦντος. Τοῦτο γὰρ αὐτῷ πρέπει, ὡς τοὺς ἁγίους αὐτὸ τοῦτο ἐκ προσώπου τῶν θλιβομένων προαναφωνεῖν, εἰς ἡμῶν τῶν νῦν πασχόντων παράκλησιν. Πρῶτος ὁ τῆς ὑπομονῆς υἱὸς Ἰὼβ τί φησι μετὰ πολλά; τί γάρ; Μὴ ἐξ ἀνθρώπου ἡ ἔλεγξίς μου; τὸ ἄμεμπτον αἰνιττόμενος. Ἢ διὰ τί οὐ θυμωθήσομαι; εἰσβλέψαντες εἰς ἐμὲ, θαυμάσατε, χεῖρα θέντες ἐπὶ σιαγόνι. Ἐάν τε γὰρ μνησθῶ, ἐσπούδακα, ἔχουσι δέ μου τὰς σάρκας ὀδύναι. Διὰ τί ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ ἐν πλούτῳ; Ὁ σπόρος αὐτῶν κατὰ ψυχὴν, τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς· οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν, φόβος δὲ οὐδαμοῦ· μάστιξ Κυρίου οὐκ ἔστιν ἐπ' αὐτούς. Ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησεν· διεσώθη δὲ ἀπὸ καύματος· ἐν γαστρὶ ἔχουσα οὐκ ἔσφαλεν. Μένουσι δὲ ὥσπερ πρόβατα αἰώνια. Τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν, ἀναλαβόντα ψαλτήριον καὶ κιθάραν, καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ· συνετέλεσαν ἐν ἀγαθοῖς τὴν ζωὴν αὐτῶν, ἐν δὲ τῇ ἀναπαύσει τοῦ ᾅδου ἐκοιμήθησαν. Λέγει δὲ τῷ Κυρίῳ, Ἀπόστα ἀπ' ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι. Τούτῳ συνῳδὰ ὁ ἀνεξίκακος, καὶ τῶν θείων ᾀστὴς κριμάτων, κατὰ τὸ, Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε, Δαυῒδ φησιν. Ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραὴλ τοῖς εὐθέσι τῇ καρδίᾳ. Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες· παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου. Διὰ τί; Ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν. Καὶ ἐν ἑτέρῳ πάλιν τὸν πλοῦτον αὐτῶν διαβάλλων λέγει· Οἱ βόες αὐτῶν παχεῖς, τὰ πρόβατα αὐτῶν πολυτόκα, πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν· τὰ ταμεῖα αὐτῶν πλήρη, ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο· αἱ θυγατέρες αὐτῶν κεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ. Ἀλλὰ καὶ τὴν κακὴν αὐτῶν ὁμόνοιαν καὶ εἰρήνην θαυμάζων, ἐπιφέρει· Οὐκ ἔστι κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν, οὐδὲ κατάπτωμα φραγμοῦ ἐν τοῖς οἴκοις αὐτῶν. Εἶτα τὴν τῶν πολλῶν διαβάλλων διεφθαρμένην δόξαν, φησίν· Ἐμακάρισαν τὸν λαὸν, ᾧ ταῦτά ἐστιν. Καὶ ἐπιφέρει· Μακάριος ὁ λαὸς, οὗ Κύριος ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ. Καὶ ἵνα μὴ μέχρι τούτου στήσας τὰς μαρτυρίας, ἐπικίνδυνον ἀποδείξω τῇ ἀτελείᾳ τὸν λόγον, ἄκουε πάλιν μετὰ στερνοκτυπίας τινὸς ἐπὶ τοῖς τοιούτοις τὸν Ἀμβακοὺμ ἀποδυσφοροῦντα, καὶ λέγοντα· Ἕως πότε, Κύριε, κεκράξομαι ἀδικούμενος, καὶ οὐ μὴ εἰσακούσῃ; ἰδίας γὰρ ἀδικίας τὰς τοῦ πλη-
versary virtue He appointed: as against lewdness, chastity; against gluttony, self-control; against covetousness, righteousness; against wrath, meekness; against sorrow, joy; against forgetfulness, remembrance; against listlessness, endurance; against folly, prudence; against cowardice, courage; against vainglory, lowliness of mind, and to another vice another virtue; and to all of them divine Scripture; whereas to pride alone He assigned no opposing virtue on account of its surpassing wickedness, reserving Himself against it, just as He has declared: God sets Himself against the proud; as the same prophet entreats, saying: Lift up Thy hands against their arrogance unto the end; and again, Render a recompense to the proud. And just as the tree is recognized from its fruit, as the Lord spoke: By their fruits you shall recognize them; so too each among men, whether they are truly saints or merely called such. Yet thus ever unshaken is the prosperity of the wicked, while God shows long-suffering towards them. For this befits Him, that the saints should proclaim this very thing beforehand in the person of the afflicted, for the comfort of us who now suffer. First, Job, the son of endurance, what does he say after many things? What indeed? Is my reproof from man? — hinting at his blamelessness. Or why shall I not be moved to wrath? Looking upon me, marvel, laying a hand upon the jaw. For if I remember, I am troubled, and pains seize my flesh. Why do the ungodly live, and grow old in wealth? Their seed is according to their desire, and their children are before their eyes; their houses prosper, and fear is nowhere; the scourge of the Lord is not upon them. Their cow does not cast her calf; she is preserved safe from heat; being with young, she does not miscarry. They abide like eternal sheep. Their little ones sport, taking up psaltery and harp, and rejoice at the sound of psalmody; they finished their life in good things, and fell asleep in the rest of Hades. Yet he says to the Lord: Depart from me, I do not wish to know Thy ways. In harmony with this, the patient David, singer of the divine judgements, according to the verse, Mercy and judgement I shall sing to Thee, O Lord, says: How good is God to Israel, to the upright of heart! As for me, my feet were almost shaken; my steps were well-nigh poured out. Why? Because I grew jealous over the lawless, beholding the peace of sinners. And in another place again, denouncing their wealth, he says: Their oxen are fat, their sheep prolific, multiplying in their goings forth; their storehouses are full, pouring forth from this into that; their daughters are decked out, adorned like the likeness of a temple. Moreover, marvelling also at their wicked concord and peace, he adds: There is no outcry in their streets, nor breach of a fence in their houses. Then, censuring the corrupt opinion of the multitude, he says: They called blessed the people to whom these things belong. And he adds: Blessed is the people whose helper is the Lord, the God of Jacob. And lest, stopping the testimonies at this point, I show the discourse perilous through incompleteness, hear again Habakkuk chafing with a certain beating of the breast over such things, and saying: How long, O Lord, shall I cry out while suffering wrong, and Thou wilt not hear? — for the wrongs done to his neigh-
PG 47:76Read from the page
σίον ὠνόμαζεν. Καὶ φιλάδελφος ὢν, ἐπιφέρει· Βοήσομαι πρὸς σὲ, καὶ οὐ μὴ σώσῃς. Ἱνατί μοι ἔδειξας κόπους, καὶ πόνους ἐπιβλέπειν ἐπὶ ταλαιπωρίαν καὶ ἀσέβειαν; ἐξ ἐναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει. Διὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρῖμα, ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον. Τῷ αὐτῷ πνεύματι ὁ συμπαθέστατος τῶν ἁγίων Ἱερεμίας, ἐπαπορῶν ὑπὲρ ἄλλων, βοᾷ· Δίκαιος εἶ, Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ· πλὴν κρίματα λαλήσω πρὸς σὲ, Κύριε. Τί ὁδὸς ἀσεβῶν εὐοδοῦται; εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα, ἐφύτευσας αὐτοὺς, καὶ ἐῤῥιζώθησαν· ἀντὶ τοῦ, ἀκωλύτως διάγουσι· καὶ ἐποίησαν καρπὸν, οὐ πάντως πνεύματος. Ἐγγὺς εἶ τοῦ στόματος αὐτῶν, καὶ πόῤῥω ἀπὸ τῶν νεφρῶν αὐτῶν. Ἄντικρυς δὲ ἰσοδυναμοῦντα τούτοις ὁ σοφὸς Σοφονίας ὁ προφήτης, ὡς κακηγόρους τοὺς ἀνθρώπους διαβάλλων, ὡς τὴν πρόνοιαν μεμφομένους, καὶ τοὺς ἁγίους ταλανίζοντας, ἐκ προσώπου Κυρίου φησίν· Ἐβαρύνατε ἐπ' ἐμὲ τοὺς λόγους ὑμῶν, λέγει Κύριος, καὶ εἴπατε, Ἐν τίνι κατελαλήσαμεν κατὰ σοῦ; Εἴπατε, Μάταιος ὁ δουλεύων Θεῷ· καὶ τί πλέον, ὅτι ἐφυλάξαμεν τὰ προστάγματα αὐτοῦ, καὶ διότι ἐπορεύθημεν ἱκέται ἀπὸ προσώπου Κυρίου παντοκράτορος; Καὶ νῦν ἡμεῖς μακαρίζομεν ἀλλοτρίους, καὶ ἀνοικοδομοῦνται πάντες ποιοῦντες ἀνομήματα, καὶ ἀντέστησαν Θεῷ, καὶ ἐσώθησαν. Ταῦτα κατελάλησαν οἱ φοβούμενοι τὸν Κύριον, ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ. Οἷς τὰ αὐτὰ ἐπιφέρει ὁ κῆρυξ τῆς εὐσεβείας, Παῦλος· Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. Εἶτα τὴν εὐτέλειαν τῶν ἁγίων σημαίνει, λέγων· Δοκῶ γὰρ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἐπέδειξεν, ὡς ἐπιθανατίους· ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Μέχρι γὰρ τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν, ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· τὰς σωματικὰς καταλέγων ταλαιπωρίας. Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν, ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι· τοῦ ἀγαθοῦ καὶ δικαίου Θεοῦ κατὰ τινὰς ἀποῤῥήτους λόγους, σταδίου δίκην, τὸν κόσμον ἐκτείνοντος, καὶ αὐτεξουσίους ἡμᾶς ποιήσαντος, ἵνα οἰκείᾳ αἱρέσει τοῖς πράγμασιν ἐπιβάλλοντες, δικαίας τὰς εὐθύνας παράσχωμεν, καθὼς ὁ νόμος λέγει· Τέθεικα πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον, ἔκλεξαι ὃ θέλεις. Διὰ τί δὲ τέθεικεν, οὐ τοῦ παρόντος καιροῦ τὸ λέγειν, πλὴν ὅτι τέθεικεν; Οὐ γὰρ σοφὸν ἦν τὸ ἀτρέπτους ἡμᾶς γενέσθαι, ἄθλων οὐ προκειμένων, καὶ γνώμης οὐ κατορθούσης, μόνῳ τῷ θείῳ καὶ ἀϊδίῳ προσαρμόσαντος τοῦ ἀτρέπτου. Ὁ ΔΙΑΚ. Εὖ γε καὶ φιλοσόφως ὑπήντησας, Πάτερ, ὀμματώσας τὴν ψυχὴν τῶν παρόντων, ἐν τούτοις ἀεὶ προσκοπτόντων διὰ Γραφῶν ἀπειρίαν· καὶ ὅτι γυμνάσιον ὑπέστη διὰ μακρῶν τῶν χρόνων ἡ Ἐκκλησία, ἀναδείξασα τοὺς ἑαυτῆς στεφανίτας, ἄνδρας τε καὶ γυναῖκας, οὐ δωρεὰν ἐν τοῖς ὀπίσω χρόνοις Χριστοῦ σαρκὸς καταφαγόντας. Λυπεῖ δὲ ἡμᾶς ἡ ὑμῶν ἀκαταστασία, καὶ ἡ τῶν Ἐκκλησιῶν κατάλυσις. Ὁ ἘΠΙΣΚ. Θαυμάζω σου, ἀνδρῶν τιμιώτατε Θεόδωρε, τοῦ τὸ πολλοστὸν τὴν ὠφέλειαν ὁμο-
bour he called his own. And as a lover of his brethren, he adds: I shall cry out to Thee, and Thou wilt not save. Why hast Thou shown me labours and toils, to look upon misery and impiety? Judgement has come to be against me, and the judge takes bribes. On this account the law is scattered, and judgement is not carried out to completion, because the ungodly domineers over the righteous. In the same spirit Jeremiah, the most compassionate of the saints, perplexed beyond others, cries out: Righteous art Thou, O Lord, that I should plead my defence before Thee; yet I shall speak judgements unto Thee, O Lord. Why does the way of the ungodly prosper? All who deal treacherously have thriven; Thou hast planted them, and they have taken root — instead of, they live unhindered — and they have produced fruit, though by no means of the spirit. Thou art near to their mouth, and far from their reins. And uttering words quite equivalent to these, the wise prophet Sophonias, censuring men as slanderers, as finding fault with providence, and as counting the saints wretched, speaks in the person of the Lord: You have made your words heavy against Me, says the Lord, and you said: Wherein have we spoken against Thee? You said: Vain is he who serves God; and what profit is there that we have kept His ordinances, and that we have walked as suppliants before the face of the Lord Almighty? And now we count strangers blessed, and all who work lawless deeds are built up, and they withstood God, and were saved. These things those who fear the Lord spoke against Him, each man to his neighbour. To whom Paul, the herald of piety, adds the same things: Wicked men and impostors will advance for the worse, deceiving and being deceived. Then he signifies the low estate of the saints, saying: For I think that God has exhibited us, the apostles, last of all, as men doomed to death; because we have become a spectacle to the world, both to angels and to men. For down to the present hour we both hunger and thirst, and go naked, and are buffeted, and have no fixed abode, and toil, labouring with our own hands — recounting bodily afflictions. Being reviled, we bless; being persecuted, we endure; being slandered, we entreat; we have become like the refuse of the world, the offscouring of all things until now; because the good and righteous God, by certain unutterable reasons, has stretched out the world like a racecourse, and made us masters of our own choice, so that, entering upon affairs by our own free decision, we may render a righteous account, just as the law says: I have set before thy face life and death; choose what thou wilt. Yet why He has set them there belongs not to the present season to state, save only that He has set them? For it was not wise that we should come into being immutable, with no prizes set forth, and no purpose achieving rectitude, since the immutable suits the divine and eternal Being alone. THE DEACON. Nobly and philosophically have you met the point, Father, giving eyes to the soul of those present, who ever stumble at these matters through inexperience of the Scriptures; and showing that the Church stood firm as a training-ground through long ages, displaying her own crowned victors, both men and women, who did not in vain in past times partake of the flesh of Christ. Yet your unsettled state grieves us, and the overthrow of the Churches. THE BISHOP. I marvel at you, Theodore, most honourable of men, for manifoldly the benefit acknowl-