πίδες, οἱ τὸν σταυρὸν κελευσθέντες βαστάζειν καὶ ἕπεσθαι τῷ Χριστῷ, ῥίψαντες τὸν σταυρὸν, καθάπερ στρατιῶται μαλακοὶ τὴν ἀσπίδα, ἠλακάτῃ παρακάθησθε καὶ καλαθίσκῳ, δι' ἑτέρας αἰσχροτέρας μεθόδου τὴν εις τὸν παρόντα βίον ἀνοίξαντες θύραν. Οὐ γὰρ οὕτως αἰσχρὸν, τοὺς γεγαμηκότας ταῦτα οἰκονομεῖν, ὡς τοὺς προσποιουμένους ὑμᾶς ἀποπεπηδηκέναι μὲν τῶν παρόντων, δι' ἑτέρου δὲ προσώπου πάλιν αὐτὰ ὑποδυομένους. Διὰ τοῦτο λαιμάργων καὶ παρασίτων καὶ κολάκων καὶ γυναικοδούλων πανταχοῦ δόξαν λαμβάνομεν, ὅτι χαμαὶ τὴν εὐγένειαν ἅπασαν ῥίψαντες τὴν ἄνωθεν δοθεῖσαν ἡμῖν, ἀντικαταλλαττόμεθα τὴν ἀπὸ τῆς γῆς δουλοπρέπειάν τε καὶ εὐτέλειαν. Καὶ χήραις μὲν διανεῖμαι χρήματα οὐχ εἵλοντο οἱ γενναῖοι τότε ἄνδρες ἐκεῖνοι, καὶ ταῦτα τοσαύτης βλασφημίας γενομένης διὰ τὸ μηδένα εἶναι τὸν οἰκονομοῦντα, ἀλλὰ ἔλαττον τῆς αὐτῶν φιλοσοφίας εἶναι τοῦτο νομίσαντες, ἑτέροις ἐπέτρεψαν· ἡμεῖς δὲ οὐκ αιδούμεθα πλοῦτον ἀλλότριον αὔξοντες ἐπὶ λύμῃ τῶν κεκτημένων, τῶν εὐνούχων τῶν περὶ τὰ τοιαῦτα ἐσχολακότων οὐδὲν ἄμεινον διακείμενοι, οἱ καθ' ἑκάστην ἡμέραν τὸ αἷμα καὶ τὰς ψυχὰς ἐπὶ τῶν χειρῶν προσταττόμενοι φέρειν ἀντὶ μεγάλων ὅπλων. Τί οὖν; ἁρπαζόμενα πάντα τὰ τῆς παρθένου χρὴ περιιδεῖν ἀγόμενά τε καὶ περιφερόμενα ὑπὸ συγγενῶν, ὑπὸ οικετῶν, καὶ ἀλλοτρίων, ἢ καὶ οἰκείων; Καλήν γε οὖν ἀποδώσομεν τῇ παρθένῳ τὴν ἀμοιβὴν ἀνθ' ὧν οὐκ ἔγημεν, οὐδὲ τὸν παρόντα κόσμον ἠγάπησεν, ἀλλ' ἀντὶ πάντων εἶλετο τὸν Χριστὸν, ἀφέντες αὐτὴν προκεῖσθαι τοῖς βουλομένοις τῶν ὄντων ἀποστερεῖν. Καὶ πόσῳ βέλτιον ἦν ὁμιλῆσαι γάμῳ, καὶ τῷ συνοικοῦντι πρὸς τὴν τῶν πραγμάτων τούτων οἰκονομίαν κεχρῆσθαι, ἢ μένουσαν ἄγαμον πατῆσαι μὲν τὰς πρὸς τὸν Θεὸν συνθήκας, ὑβρίσαι δὲ εις πρᾶγμα οὕτω σεμνὸν καὶ φρικῶδες, καθελκύσαι δὲ καὶ ἑτέρους πρὸς τὰ ναυάγια τῶν οἰκείων κακῶν; Πῶς δὲ αὐτὴν ἀντὶ πάντων ἑλέσθαι λέγεις τὸν Χριστὸν, τοῦ Χριστοῦ βοῶντος καὶ λέγοντος, Οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμμωνᾷ; πῶς δὲ τὸν κόσμον μισῆσαι καὶ τὰ παρόντα, πρὸς τὰς τοῦ κόσμου πείθων ἐπτοῆσθαι ἐπιθυμίας; Τίνι δέ ποτε τῶν ἄνδρα ἐχουσῶν δυνήσῃ παραινέσαι χρημάτων περιιδεῖν, τῇ παρθένῳ συγκατασκευάζων τὸν πλοῦτον; Αὐτὴν δὲ ταύτην πότε ἀφήσεις εὐπρόσεδρον εἶναι τῷ Κυρίῳ καὶ ἀπερίσπαστον, πάντα τὸν βίον καὶ τὴν σπουδὴν εις τὰ ἐκείνης ἀναλίσκων πράγματα; Πότε δὲ δυνήσεται ἡ παρθένος φιλοσοφῆσαι, σὲ τὸν ἄνδρα ὁρῶσα δεινὸν ἡγούμενον εἶναι, ει τὰ ἐκείνης διασπασθείη χρήματα; πῶς δὲ ἀνέξεται ζημίας ὑπερορᾷν, πάντα σε καὶ ποιοῦντα καὶ πάσχοντα βλέπουσα, ὥστε ἐπιτείνειν αὐτῇ τὸν παρόντα πλοῦτον; Οὐχ οὕτως ἡμᾶς ἀπηλλάχθαι βούλεται πραγμάτων ὁ Θεὸς, ἀλλ' ἐν τῷ τῶν ὄντων καταφρονεῖν, τὸ πάντα ἀπαρνήσασθαι τὰ βιωτικά. Ἀλλ' οὐκ ἐᾶτε ὑμεῖς, οὐδὲ συγχωρεῖτε τοῦ Θεοῦ τὸν νόμον ισχύειν. Τί οὖν, ἂν τῆς ἑτέρων δέηται προστασίας, φησὶ, καὶ πολλὰ ἀνάξια ὑπομείνῃ; νῦν γὰρ οὐκ ἀνάξια ταῦτα τῆς παρθένου; Οὐδὲν οὕτως ἀνάξιον τῆς παρθένου, ὡς τὸ πλουτεῖν καὶ περιβεβλῆσθαι πραγμάτων πλῆθος. Τί δὲ, ει καὶ ἕτερα πρὸς τούτοις κελεύοι, οἷον δανείζειν χρυσίον εἶτα καλέσασα ἡμᾶς εις τὰ συναλλάγματα μὴ πείθοι, καὶ μὴ πείσασα ἑτέρους λάβοι, ἡμεῖς ἐσόμεθα αἴτιοι; Τί δὲ, ει καπηλείας ἄλλας τινὰς ἀνελευθέρους καὶ ἀπρεπεῖς κατασκευάζοι, εἶτα, μὴ βουλομένων ἡμῶν συμπράττειν, ἄλλων δεηθείη
hopes, you who, having been commanded to take up the cross and follow Christ, have flung away the cross, just as soft soldiers fling away their shield, and sit beside distaff and wool-basket, having opened the door to the present life by another more shameful method. For it is not so shameful for married men to manage these things as for you, who pretend to have leapt away from present things, yet under another's person slip back into them again. On this account we everywhere acquire the reputation of gluttons and parasites and flatterers and slaves of women, because, having flung to the ground all the nobility given us from above, we take in exchange the servility and meanness that are from the earth. And to distribute money to widows those noble men of old did not choose, even though so great a reproach arose because there was no one managing it, but deeming this beneath their philosophy, they entrusted it to others; whereas we are not ashamed to increase another's wealth to the ruin of its possessors, being in no better state than eunuchs busied about such things, we who are ordered every day to carry our blood and our souls in our hands instead of great weapons. What then? Must we overlook all the virgin's goods being plundered, led off and carried about by kinsfolk, by household slaves, and by strangers, or even by her own people? A fine recompense, then, shall we render to the virgin in return for her not marrying, nor loving the present world, but choosing Christ instead of all things, if we leave her exposed to those who wish to rob her of her possessions! And how much better had it been for her to enter into marriage, and make use of her housemate for the management of these affairs, than, while remaining unmarried, to trample under foot her covenants with God, and act insolently against a matter so venerable and awesome, and drag others also down to the shipwrecks of her own evils! And how do you say that she chose Christ instead of all things, when Christ cries aloud and says, You cannot serve God and mammon? And how that she hated the world and present things, when you persuade her to be fluttered over the desires of the world? And whom of married women will you ever be able to exhort to disregard money, while helping to build up wealth for the virgin? And when will you allow this very woman to attend well upon the Lord without distraction, while you spend all your life and zeal upon her affairs? And when will the virgin be able to practise philosophy, when she sees you, a man, deeming it a terrible thing if her money should be torn apart; and how will she endure to overlook loss, when she sees you both doing and suffering all things so as to stretch out her present wealth for her? Not thus does God will us to be rid of affairs, but in despising possessions to renounce all things of this life. Yet you do not allow it, nor suffer the law of God to prevail. What then, says he, if she needs the protection of others, and endures many things unworthy? Why, are not these things now unworthy of the virgin? Nothing is so unworthy of the virgin as to be rich and to be wrapped in a multitude of affairs. And what if besides these things she should also bid us do other things, such as to lend gold at interest, and then, having called us to the contracts, should not persuade us, and not having persuaded us, should take others—shall we be to blame? And what if she should contrive certain other illiberal and unseemly hucksterings, and then, when we are unwilling to take part with her, should have need of