Migne Reading Room

PG 47 · cols. 489–494 · Read from the page

Exhortatory oration to Stagirius the ascetic vexed by a demon, three books

Exhortatory oration to Stagirius the ascetic vexed by a demon, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:489Read from the page
χρημάτων ζημίας, ἤδη καὶ τοὺς ἄλλους οὕτω διακεῖσθαι νόμιζε· πολλοὺς γὰρ καὶ εἰς παραπληξίαν καὶ εἰς τὴν ἐσχάτην ζημίαν ἡ τούτων ἀφαίρεσις ἤγαγε. Γενναίαν μὲν γὰρ ψυχὴν οὐδέτερον δύναται τούτων καταβαλεῖν· ἡ δὲ ἀσθενὴς καὶ βιωτικώτερον διακειμένη ἐκείνῳ μᾶλλον ἢ τούτῳ δάκνεται. Τί δήποτε; Ὅτι οὐκ ἔστιν ἴσον λιμὸν δεδοικέναι διαπαντὸς καὶ δι' ἡμερῶν τινων διενοχλεῖσθαι παρὰ τοῦ νοσήματος τούτου. Ἐνταῦθα μὲν γὰρ ἐν βραχεῖ καιροῦ μέρει πᾶσά ἐστιν ἡ βία, καθάπερ πυρετοῦ τινος, ἢ φρίκης, ἢ καὶ ἑτέρας προσβαλούσης τινὸς περιόδου, μᾶλλον δὲ καὶ τούτων ἐλάττονα πολλῷ κατέχει καιρόν· εἰ δὲ τῇ σφοδρότητι νικᾷ, πολλοὺς τῶν πυρεττόντων ἔχοιμ' ἂν δεῖξαι ἐγὼ πολλῷ τῶν δαιμονώντων μᾶλλον ἐξισταμένους, ὅταν ἐκείνῳ κατασχεθῶσι τῷ πυρί. Ἐπεὶ δὲ τῆς ἐνδείας ὁ φόβος τῆς τῶν ἀναγκαίων ἀπορίας, καθάπερ σὴς διηνεκὴς, οὕτω διαπαντὸς προσεδρεύων κατεσθίει τὴν τῶν πενομένων ψυχήν. Καὶ τί λέγω πενίαν; Εἰ γὰρ βουλοίμεθα πάσας τὰς τῶν ἀνθρώπων ἀπαριθμεῖν συμφορὰς, οὐχ ἡμεῖς μόνον, ἀλλὰ καὶ αὐτὸς τάχα γελάσεις τοὺς σαυτοῦ θρήνους καὶ τὰς οἰμωγάς. Πάσας μὲν οὖν, μᾶλλον δὲ οὐδὲ τὸ πολλοστὸν μέρος αὐτῶν εἰπεῖν ἡμῖν δυνατόν· οὔτε γὰρ ἴσμεν αὐτὰς, οὔτε, εἰ καὶ ᾔδειμεν, ὅλος ὁ χρόνος ἂν ἡμῖν πρὸς τὴν διήγησιν ἤρκεσεν. Ὀλίγας δὲ ἐκ πολλῶν ἀναλεξάμενος, ἐκ τούτων σοι παρέξω κατὰ δύναμιν καὶ τὰς οὐκ εἰρημένας στοχάσασθαι.
loss of money, suppose forthwith that others also are thus disposed; for the taking away of these things has led many even into madness and into utter ruin. For neither of these can cast down a noble soul; whereas the weak one that is more worldly disposed is stung by that rather than by this. Why ever so? Because it is not equal to fear famine continually and at intervals of certain days to be troubled by this disease. For here all the violence is in a brief part of time, just as of some fever, or ague, or even some other recurring fit that assails one, or rather it occupies a far less time than even these; and if it prevails in vehemence, I myself could show many of those suffering from fever driven out of their senses far more than those possessed by demons, when they are seized by that fire. Whereas the fear of want, of lack of necessities, just like a continual moth, thus sitting beside them always, devours the soul of those who are poor. And why do I speak of poverty? For if we should wish to recount all the calamities of men, not only we, but perhaps you yourself also will laugh at your own laments and wailings. All of them, therefore, or rather not even the smallest fraction of them, is it possible for us to tell; for neither do we know them, nor, even if we knew them, would all time suffice us for the narration. Yet having gathered a few out of many, from these I shall enable you according to my power to conjecture those not mentioned as well.
Ἀναμνήσθητι γὰρ τὸν φίλτατον γέροντα ἐκεῖνον, Δημόφιλον λέγω, τὸν ἐκ τῆς μεγάλης καὶ λαμπρᾶς οἰκίας. Οὗτος πέμπτον καὶ δέκατον ἔτος ἔχει λοιπὸν, ἐξ οὗ τῶν μὲν νεκρῶν οὐδὲν ἄμεινον διάκειται πρὸς τὸ ἐνεργεῖν, πλὴν ὅσον τρέμει διηνεκῶς, καὶ φθέγγεται, καὶ τὴν αἴσθησιν τρανὴν τῶν οἰκείων ἔχει κακῶν· πενίᾳ δὲ ἐσχάτῃ συζῇ, καὶ τὸν διακονούμενον ἔχει νεανίσκον ἕνα, χρηστὸν μὲν καὶ φιλοδέσποτον, οὐ μὴν ἱκανὸν παραμυθήσασθαι τὴν συμφορὰν ἐκείνην· οὔτε γὰρ τῇ πενίᾳ ἀμῦναι ἔχει, οὔτε τὸν τῆς παρέσεως καταπαῦσαι τρόμον, ἀλλὰ ψωμὸν ἐνθεῖναι μόνον τῷ στόματι τοῦ δεσπότου (οὐδὲ γὰρ πρὸς τοῦτο ἀρκοῦσι βοηθῆσαι αἱ χεῖρες αὐτῷ), καὶ κύλικα προσαγαγεῖν, καὶ κορυζῶντα ἀπομύξαι δύναιτ' ἂν, ἕτερον δὲ τούτων εἰσενεγκεῖν πλέον οὐδέν. Ἀλλ' οὗτος μὲν πεντεκαίδεκα ἔτη ἔχει λοιπὸν ταλαιπωρούμενος οὕτως, ὡς ἔφην· ἐγὼ δὲ ἐννοῶ τὸν ὀκτὼ καὶ τριάκοντα ἔτη εἰς τοῦτο καταναλώσαντα τὸ πάθος.
For call to mind that dearest old man, Demophilus I mean, the one from the great and illustrious house. This man is now in his fifteenth year since he has been no better disposed than the dead for action, save in so far as he trembles continually, and utters speech, and has a keen perception of his own evils; and he lives in extreme poverty, and has one young man serving him, kindly indeed and fond of his master, yet not sufficient to assuage that calamity; for neither is he able to ward off poverty, nor to stop the trembling of palsy, but would be able only to place a morsel in his master's mouth (for not even for this do his hands suffice to help him), and to bring a cup near, and to wipe his running nose, yet to contribute nothing further beyond these things. Still, this man now has fifteen years suffering hardship thus, as I said; whereas I think upon him who spent thirty-eight years in this affliction.
Σὺ δέ μοι πρὸς τούτοις καὶ Ἀριστόξενον λόγισαι τὸν Βιθυνόν· τούτῳ γὰρ τὸ μὲν σῶμα οὐ διαλέλυται καθάπερ ἐκείνῳ τῷ γέροντι, νόσος δὲ ἐπίκειται πολλῷ τῆς παραλύσεως ἐκείνης χαλεπωτέρα. Διὰ γὰρ τοῦ ἤτρου σπασμοί τινες καὶ πάσης ἀλγηδόνος πικρότεροι πόνοι ποτὲ μὲν ὀβελίσκων χεῖρον διαπείροντες, ποτὲ δὲ πυρὸς σφοδρότερον διατρώγοντες, καὶ καθ' ἑκάστην ἡμέραν καὶ νύκτα διενοχλοῦντες, παρὰ τοῖς οὐκ εἰδόσι τὸ πάθος μαινομένου περιτιθέασι δόξαν αὐτῷ· οὕτω διαστρέφοντες τὰς κόρας, οὕτω στραγγαλοῦντες τὰς χεῖρας μετὰ τῶν ποδῶν, τιθέασιν ἄφωνον. Αἱ δὲ κραυγαὶ καὶ οἱ κωκυτοὶ (καὶ γὰρ καὶ ἀνακράζει πολλάκις μετὰ τὴν ἀφωνίαν ἐκείνην) τὰς τῶν ὠδινουσῶν νικῶσιν ὀλολυγὰς, καὶ πολλάκις τῶν πόρῥωθεν οἰκούντων ἀρῥώστους ἔχοντες, καὶ ὑπὸ πολλῆς ἀγρυπνίας ἐνοχλουμένους, ἔπεμψαν ἐγκαλοῦντες ὑπὲρ τῶν καμνόντων, ὡς χεῖρον ὑπὸ τῆς
And besides these, pray reckon for me Aristoxenus the Bithynian also; for this man's body has not been unstrung just like that old man's, yet a disease lies upon him far more grievous than that paralysis. For certain spasms through the abdomen and pangs more bitter than any agony, sometimes piercing worse than spits, sometimes gnawing through more fiercely than fire, and harassing him every day and night, invest him with the repute of a madman among those who do not know the affliction; so twisting his pupils, so twisting his hands together with his feet, they render him speechless. And his shrieks and wailings (for he also cries aloud often after that speechlessness) surpass the shrieks of women in travail, and often some of those dwelling at a distance, having sick persons and being troubled by much sleeplessness, sent bringing complaints on behalf of those who were ailing, as being treated worse by
PG 47:490Read from the page
τούτου διατεθέντων φωνῆς. Γίνεται δὲ αὐτῷ οὐκ ἐν διαλειμμάτων μακρῶν, ἀλλὰ πολλάκις μὲν τῆς ἡμέρας, πολλάκις δὲ τῆς νυκτὸς, καὶ λοιπὸν ἕκτος οὗτός ἐστιν ἐνιαυτὸς, ἐξ οὗ τῇ πονηρᾷ ταύτῃ παραδέδοται μάστιγι, καὶ οὔτε οἰκέτης πάρεστιν ὁ θεραπεύσων αὐτὸν, οὔτε ἰατρὸς παραμυθησόμενος, τοῦτο μὲν διὰ τὴν πενίαν, τοῦτο δὲ διὰ τὸ τὴν τέχνην αὐτοῖς ἐλεγχθῆναι τῷ πάθει· πολλὰ γὰρ πολλοὶ καμόντες (καὶ γὰρ ἔτυχε πρὸ τούτου πολλὰ χρήματα ἔχων ἐκεῖνος) ὤνησαν οὐδέν. Καὶ τὸ δὴ δεινότερον, οὐδὲ τῶν φίλων τις αὐτὸν ὁρᾷν ἐθέλει λοιπὸν, ἀλλὰ πάντες αὐτὸν ἐγκατέλιπον καὶ τῶν πολλὰ πρότερον εὐεργετηθέντων παρ' αὐτοῦ. Εἰ δέ τις καὶ εἰσέλθοι ποτὲ, εὐθέως ἀπεπήδησε· τοσαύτης δυσωδίας τὸ δωμάτιον ἐμπέπλησται, τῷ μηδένα τὸν ἐπιμελούμενον εἶναι. Μία γὰρ αὐτῷ παιδίσκη παρακάθηται μόνη τοσαῦτα διακονοῦσα, ὅσα εἰκὸς δύνασθαι γυναῖκά τε οὖσαν, καὶ μόνην, καὶ ἐκ τῆς ἐργασίας διατρεφομένην τῶν χειρῶν. Πόσων οὖν δαιμόνων χαλεπώτερα τὰ ἐκείνου κακά! Ει γὰρ καὶ μηδὲν αὐτῷ ἠνώχλει τούτων, τί οὐκ ἂν ἔπαθεν ἐννοῶν τὸν χρόνον τὸν μακρὸν, ὃν ἐπὶ τῆς κλίνης κατάκειται, τὴν δαπάνην τὴν πολλὴν καὶ εἰς ἐσχάτην αὐτὸν ἐμβαλοῦσαν πενίαν, τῶν φίλων τὴν καταφρόνησιν, τῶν θεραπευσόντων τὴν ἐρημίαν, τὸ μηδὲ εἰ στήσεταί ποτε τὰ δεινὰ ταῦτα εἰδέναι, ὅπερ ἀεὶ σὺ πενθεῖς, μᾶλλον δὲ τὸ πεπεῖσθαι ἀκριβῶς, ὅτι οὐδὲ στήσεταί ποτε, ζῶντος αὐτοῦ καὶ ἐμπνέοντος ἔτι; Ἡ γὰρ ἐπίτασις τοῦ νοσήματος καὶ τὸ καθ' ἑκάστην ἡμέραν ἐπὶ τὸ χεῖρον αὐτῷ προβαίνειν τὸ δεινὸν, ταὐτό φησιν.
this man's voice. And it befalls him not at long intervals, but many times by day and many times by night, and this is now the sixth year since he has been given over to this wicked scourge, and neither is any household servant present who will tend him, nor a physician who will bring relief, partly owing to poverty, and partly because their art has been baffled by the affliction; for many having laboured much (for before this that man chanced to have much wealth) profited nothing. And what is indeed more dreadful, not even one of his friends wishes to see him anymore, but all have forsaken him, even of those who formerly received many benefits from him. And if anyone should even enter at any time, he straightway leaps away; with so great a stench has the chamber been filled, because there is no one who cares for him. For one maidservant alone sits beside him, ministering just so much as it is likely she can, being a woman, and alone, and supported from the work of her hands. More grievous than how many demons, then, are that man's evils! For even if none of these things troubled him, what would he not have suffered pondering the long time during which he lies upon his bed, the great expense that has cast him into extreme poverty, the scorn of his friends, the lack of those who will tend him, his not even knowing whether these terrors will ever stop—which you are always mourning—or rather his being thoroughly persuaded that they will never stop at all while he still lives and breathes? For the intensification of the disease and the fact that every day the terror advances for the worse for him say the very same thing.
ιγʹ. Ἵνα δὲ μὴ καθ' ἕκαστον τοὺς τὰ τοιαῦτα δεδυστυχηκότας ἀπαριθμῶν δόξω τοὺς ἀκούοντας ἀποκναίειν, ἄπιθι πρὸς τὸν ἐπιτραπέντα τὴν τοῦ ξενῶνος ἐπιστασίαν, καὶ κέλευσον εἰσαγαγεῖν σε πρὸς τοὺς κατακειμένους ἐκεῖ, ἵνα πᾶσαν ῥίζαν ἴδῃς παθῶν, καὶ ξένους νοσημάτων τράπους, καὶ παντοδαπὰς ἀθυμίας ὑποθέσεις. Ἐκεῖθεν εἰς τὸ δεσμωτήριον ἐλθὼν, καὶ πάντα τὰ ἐν τῷ οἰκήματι τούτῳ καταμαθὼν, βάδισον ἐπὶ τὰ προπύλαια τῶν βαλανείων, ἔνθα καὶ κόπρῳ καὶ καλάμῃ ἀντὶ ἱματίων καὶ οἴκων κεχρημένοι τινὲς κατάκεινται γυμνοὶ, κρυμῷ καὶ νόσῳ καὶ λιμῷ πολιορκούμενοι διηνεκεῖ, τῇ ὄψει μόνῃ καὶ τῷ τρόμῳ τοῦ σώματος καὶ τῷ ψόφῳ τῶν συγκρουόντων ὀδόντων παρακαλοῦντες τοὺς παριόντας, καὶ οὔτε φωνὴν ἀφεῖναι, οὔτε χεῖρας ἐκτεῖναι δυνάμενοι τῷ σφόδρα ἤδη τοῖς τοσούτοις ἐκτετῆχθαι κακοῖς. Ἀλλὰ μηδὲ μέχρι τούτων στῇς, ἀλλὰ καὶ πρὸς τὸ τῶν πτωχῶν καταγώγιον τὸ πρὸ τῆς πόλεως ἔξιθι, καὶ τότε ὄψει καλῶς, ὅτι ἡ δοκοῦσά σε συνέχειν ἀθυμία νῦν λιμήν ἐστιν εὔδιος. Τί γὰρ ἄν τις εἴποι τοὺς ἐλεφαντίᾳ κατὰ μικρὸν ἀναλισκομένους ἄνδρας, τὰς καρκίνῳ κατεσθιομένας γυναῖκας; Ταῦτα γὰρ ἀμφότερα τὰ νοσήματα μακρά τέ ἐστι καὶ ἀνίατα· θάτερον δὲ αὐτῶν καὶ τῆς πόλεως ἀπελαύνει τοὺς ἔχοντας, καὶ οὔτε λουτροῦ, οὔτε ἀγορᾶς, οὔτε ἄλλου τινὸς τῶν ἔνδον αὐτοῖς μετασχεῖν θέμις ἐστίν. Καὶ οὐ τοῦτο μόνον τὸ δεινὸν, ἀλλ' ὅτι οὐδὲ ὑπὲρ τῆς τῶν ἀναγκαίων ἔχουσιν ἀφθονίας θαρῥεῖν. Τί δὲ οἱ τὰ μέταλλα πολλάκις εἰκῇ καὶ μάτην καταδικασθέντες οἰκεῖν; Οὗτοι γὰρ ἅπαντες πολλῷ μείζονα τῶν δαιμο-
13. Yet lest by recounting one by one those who have suffered such misfortunes I should seem to wear out my hearers, go off to him who has been entrusted with the superintendence of the hospice, and bid him lead you in to those lying there, so that you may see every root of afflictions, and strange modes of diseases, and all manner of occasions of dejection. Having gone from there into the prison, and having thoroughly observed all things in this building, walk to the vestibules of the baths, where certain men lie naked, using both dung and straw in place of garments and houses, besieged by continual frost and sickness and hunger, entreating passers-by by their sight alone and by the trembling of their body and by the sound of their chattering teeth, and able neither to utter a voice nor to stretch out their hands because they have already been utterly wasted away by such great evils. Yet do not stop even as far as these, but go out also to the lodging-place of the poor before the city, and then you will see well that the dejection which seems to hold you fast now is a calm haven. For what could one say of the men wasted away little by little by elephantiasis, of the women devoured by cancer? For both these diseases are at once long and incurable; and one of them drives those who have it even out of the city, and it is lawful for them to share neither in bath, nor in marketplace, nor in any other of the things within. And not this alone is the dreadful thing, but that not even concerning plenty of necessities are they able to feel confident. And what of those who have often been condemned rashly and in vain to inhabit the mines? For all these far greater than the demon-possessed
Notes, col. 490

On the reading

Printed Ει, for Εἰ.

Printed τράπους, for τρόπους.

PG 47:491Read from the page
νώντων τὴν ὀδύνην ἔχουσιν. Εἰ δὲ ἀπιστεῖς, οὐδὲν θαυμαστόν. Οὐ γὰρ τῇ αὐτῇ γνώμῃ τά τε οἰκεῖα καὶ τὰ ἀλλότρια κρίνειν εἰώθαμεν κακὰ, ἀλλ' ἐκεῖνα μὲν λόγῳ καὶ ὄψει μόνον μαθόντες, ταῦτα δὲ τῇ πείρᾳ καὶ τῇ αισθήσει καὶ μετὰ τῆς συμπαθείας τῆς ἑαυτῶν· διόπερ αὐτὰ ἀφορητότερα εἶναι ἐκείνων νομίζομεν, κἂν λίαν ᾖ κοῦφα καὶ φορητά. Εἰ δέ τις τούτων πάντων ἀπαλλαγεὶς τήν τε φύσιν αὐτῶν καταμάθοι, τούς τε ἐμπεσόντας αὐτοῖς διασκέψαιτο, οὗτος ἀδέκαστον ὑπὲρ τούτων οἴσει τὴν ψῆφον ἡμῖν. Ἀλλ' ἴσως ἐκεῖνο ἐρεῖς, ὅτι πάντα μὲν ἐκεῖνα τὰ πάθη περὶ τὸ σῶμα στρέφεται μόνον, αὕτη δὲ τῆς ψυχῆς ἅπτεται ἡ νόσος, καὶ τούτων πάντων ἐστὶ χαλεπωτέρα. Αὐτῷ μὲν οὖν τούτῳ μάλιστα αὐτὴν εὑρήσομεν ἐκείνων κουφοτέραν τυγχάνουσαν. Αὕτη μὲν γὰρ οὐδὲ τὸ σῶμα διαφθείρει, καθάπερ ἐκεῖναι, καὶ τῇ ψυχῇ πρὸς βραχὺν ἐνοχλεῖ χρόνον· ἃς δὲ ἀπηριθμησάμεθα νῦν, φύονται μὲν ἐν τῇ σαρκὶ, τὴν δὲ λύμην ἅπασαν οὐ μέχρις ἐκείνης ἱστῶσιν, ἀλλὰ καὶ ἐπὶ τὴν ψυχὴν παραπέμπουσι, στρεβλοῦσαι αὐτὴν συνεχῶς καὶ διαφθείρουσαι διὰ τῆς ὀδύνης καὶ τῆς ἀθυμίας τῆς πολλῆς. Ὥσπερ γὰρ, φησὶν, ὄξος ἕλκει ἀσύμφορον, οὕτω προσπεσὸν πάθος ἐν σώματι καρδίαν λυπεῖ. Μὴ τοίνυν ὅτι ἀπὸ τοῦ σώματος τοῦτο τίκτεται λέγε μόνον, ἀλλ' εἰ μὴ παραπέμπει τὴν λύμην ἅπασαν καὶ τὴν φθορὰν τῇ ψυχῇ, τοῦτο ἐπίδειξον. Ἐπεὶ καὶ ὁ λοιμὸς οὐκ ἀπὸ τῶν σωμάτων τικτόμενος φθείρει τὰ σώματα, καὶ ὁ τῶν ἑρπετῶν ἰὸς πρόεισι μὲν ἐξ ἐκείνων, λυμαίνεται δὲ ἡμᾶς· οὕτω καὶ ἐπὶ τούτων τῶν παθῶν· τίκτεται μὲν ἀπὸ τοῦ σώματος, τὸν δὲ ἰὸν τῆς οἰκείας κακίας εἰς τὴν ψυχὴν τὴν ἡμετέραν ἐκχεῖ. Πάσης γὰρ δαιμονικῆς ἐνεργείας βλαβερώτερον ἡ τῆς ἀθυμίας ὑπερβολή· ἐπεὶ καὶ ὁ δαίμων ἐν οἷς ἂν κρατῇ, διὰ ταύτης κρατεῖ· κἂν ταύτην ἀφέλῃς, οὐδὲν παρ' ἐκείνου πείσεταί τις δεινόν. Καὶ πῶς ἔνι μὴ ἀθυμεῖν, φησίν; Ἐγὼ δέ σε ἐρήσομαι, πῶς οὐκ ἔνι μὴ ἀθυμεῖν; Ει μὲν γὰρ μοιχεία καὶ φόνος, ἢ ἄλλο τί σοι τοιοῦτον τετόλμηται τῶν ἐκκλειόντων τῆς βασιλείας τῶν οὐρανῶν, ἀθύμει καὶ πένθει, ὁ κωλύσων οὐδείς· ει δὲ τούτων τῇ τοῦ Θεοῦ χάριτι πάντων πόῤῥωθεν ἕστηκας, τί μάτην κόπτεις σαυτόν;
have the pain. And if you disbelieve, it is nothing wonderful. For we are not accustomed to judge our own and another's ills with the same mind, but having learned the latter by report and sight alone, yet the former by experience and perception and with fellow-feeling for ourselves; wherefore we suppose these to be more unendurable than those, even if they be exceedingly light and bearable. Yet if anyone, freed from all these things, should thoroughly learn their nature and examine those who have fallen into them, this man will cast an unbiased vote concerning them for us. But perhaps you will say this, that all those afflictions turn round the body alone, whereas this malady fastens upon the soul, and is more grievous than all of them. Yet by this very fact above all we shall find it to be lighter than those. For this indeed neither corrupts the body, just as those do, and it troubles the soul for a brief time; whereas those which we have just enumerated grow up indeed in the flesh, yet do not halt their whole ruin as far as that, but transmit it also to the soul, racking it continually and destroying it through the pain and the great despondency. For just as vinegar, it says, is unsuited to a sore, so an affliction befalling the body grieves the heart. Do not therefore say only that this is begotten from the body, but show this: whether it does not transmit all the harm and corruption to the soul. Since pestilence also, though not begotten from bodies, destroys bodies, and the venom of reptiles issues forth from them, yet injures us; so also in the case of these afflictions: it is begotten indeed from the body, yet pours out the venom of its own malignity into our soul. For more harmful than any demonic working is the excess of despondency; since the demon also, in whomsoever he prevails, prevails through this; and if you take this away, one will suffer nothing dreadful from him. And how is it possible not to be despondent, he says? Yet I shall ask you, how is it not possible not to be despondent? For if adultery and murder, or some other such thing has been dared by you of those that shut out from the kingdom of the heavens, be despondent and mourn, there is none who will hinder; yet if by the grace of God you stand far off from all these things, why do you beat yourself in vain?
ιδʹ. Τὴν γὰρ ἀθυμίαν ἐνέθηκεν ἡμῶν ὁ Θεὸς τῇ φύσει, οὐχ ἵνα ἁπλῶς καὶ ἀκαίρως καὶ ἐν τοῖς ἐναντίοις αὐτῇ χρώμεθα πράγμασιν, οὐδ' ἵνα φθείρωμεν ἑαυτοὺς, ἀλλ' ἵνα τὰ μέγιστα κερδάνωμεν ἐξ αὐτῆς. Πῶς δὲ κερδᾶναι ἔστιν; Ὅταν εἰς καιρὸν αὐτὴν παραλαμβάνωμεν· καιρὸς δ' ἀθυμίας οὐχ ὅταν πάσχωμεν κακῶς, ἀλλ' ὅταν δρῶμεν κακῶς· ἡμεῖς δὲ τὴν τάξιν ἀνεστρέψαμεν, καὶ τοὺς καιροὺς ἀντηλλαξάμεθα, καὶ ποιοῦντες μὲν μυρία κακὰ, οὐδὲ πρὸς βραχὺ συστελλόμεθα· ἢν δὲ μικρόν τι παρ' ὁτουοῦν πάθωμεν, καταπίπτομεν, ἰλιγγιῶμεν, ἀπαλλαγῆναι καὶ ἀποστῆναι τοῦ βίου σπεύδομεν.
14. For God implanted despondency in our nature, not that we might use it simply and unseasonably and in opposite matters, nor that we might destroy ourselves, but that we might gain the greatest things from it. And how is it possible to gain? When we take it up in season; and the season for despondency is not when we suffer ill, but when we do ill; yet we have overturned the order, and exchanged the seasons, and while doing ten thousand evils, we are not humbled even for a brief while; whereas if we suffer some small thing from whomsoever, we sink down, grow dizzy, and hasten to be rid of and depart from life.
Τοιγάρτοι διὰ τοῦτο φορτικὸν καὶ βαρὺ τὸ πρᾶγμα εἶναι ἡμῖν δοκεῖ, ὥσπερ οὖν καὶ ὁ θυμὸς καὶ ἡ ἐπιθυμία. Καὶ γὰρ καὶ ταῦτα οἱ μὴ χρησάμενοι καλῶς μηδὲ εἰς δέον διέβαλον· καὶ συμβαίνει ταυτὸ, οἷον ἐπὶ τῶν φαρμάκων τῶν παρὰ τῶν ἰατρῶν διδομένων· καὶ
Wherefore on this account the matter seems to us to be burdensome and heavy, just as indeed both anger and desire do. For these also those who did not use them well nor as was fitting slandered; and the same thing happens as in the case of the medicines given by physicians; for
Notes, col. 491

On the reading

Printed αισθήσει, for αἰσθήσει.

Printed Ει, for Εἰ.

Printed ει, for εἰ.

PG 47:492Read from the page
γὰρ ἐκεῖνα ὅταν μὴ τοῖς καταλλήλοις, καὶ ὑπὲρ ὧν κατεσκευάσται, ἀλλ' ἑτέροις ἀνθ' ἑτέρων ἐπιτεθῇ πάθεσιν, οὐ μόνον οὐκ ἀπήλλαξε τοῦ λυποῦντος τὸν κάμνοντα, ἀλλὰ καὶ μᾶλλον ἐπέτριψε τὸ νόσημα· ὅπερ οὖν καὶ ἡ ἀθυμία ποιεῖ, καὶ εἰκότως. Αὐστηρὸν γὰρ οὖσα καὶ διαβρωτικὸν φάρμακον, καὶ ὡς ἂν εἴποι τις καθαρτήριον τῆς πονηρίας τῆς ἐν ἡμῖν, ὅταν μὲν ἀργούσῃ ψυχῇ καὶ τρυφώσῃ καὶ πολὺν ἐχούσῃ τὸν τῶν ἁμαρτημάτων φορυτὸν παρέχηται, μέγιστα τὸν δεξάμενον ὤνησεν· ὅταν δὲ ἀθλούσῃ καὶ ἀγωνιζομένῃ καὶ πονούσῃ καὶ μεμεριμνημένῃ καὶ πασχούσῃ κακῶς, πρὸς τῷ μηδὲν ὠφελῆσαι, καὶ μεγάλα ἔβλαψεν, ἀσθενεστέραν ἐργασαμένη καὶ εὐκαταγώνιστον. Διὰ τοῦτο τοῖς μὲν ἑστηκόσι καὶ ἀγωνιζομένοις γράφων ὁ Παῦλος ἔλεγε, Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε· τοῖς δὲ διαχυθεῖσι καὶ πολλὴν ἔχουσι τὴν φλεγμονὴν, Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε. Ὁ μὲν γὰρ λιπαινόμενος τῷ τῶν ἁμαρτημάτων λιπασμῷ, ἰσχνούσθω καὶ καταξαινέσθω τῷ φαρμάκῳ τούτῳ· ὁ δὲ εὐεκτῶν καὶ ἐν τῇ προσηκούσῃ καταστάσει διατηρῶν ἑαυτὸν, τίνος ἕνεκεν φθείροι τὴν εὐεξίαν διὰ τῆς ἀθυμίας; Οὕτω γάρ ἐστιν αὕτη δραστήριος, ὡς καὶ τοῖς δεομένοις αὐτῆς πλείονα τοῦ δέοντος ἐπιτεθεῖσα χρόνον μεγάλα ἐργάσασθαι κακά. Ὅπερ καὶ ὁ μακάριος Παῦλος δεδοικὼς, ταχέως αὐτὴν ἐκέλευσεν ἀφελεῖν μετὰ τὸ πρᾶξαι τὸ ἑαυτῆς, καὶ τὴν αἰτίαν προσετίθει ταύτην, ἣν ἐγὼ λέγω νῦν· Μήπως γὰρ, φησὶ, τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Εἰ δὲ τοὺς ἐν χρείᾳ καθεστῶτας οἶδεν ἀπολλύναι προσπεσοῦσα μεθ' ὑπερβολῆς, τί ποτε ἐργάσεται τοὺς οὐδὲ ὅλως δεομένους αὐτῆς, ὅταν αὐτὴν πολλὴν ἐπισπάσωνται; Ναὶ, φησὶν, οἶδα τοῦτο καὶ αὐτὸς, ἀλλὰ πῶς αὐτὴν ἀποκρούσομαι, καὶ ἀποστήσω τῆς ἐμαυτοῦ ψυχῆς, οὐκ οἶδα. Καὶ ποίας τοῦτο δυσκολίας, ὦ φίλε; Εἰ μὲν γὰρ ἐπιθυμία τις ἦν, καὶ σωμάτων ἔρως ἄτοπος, ἢ κενοδοξίας τυραννὶς, τὸ δυσκαταγώνιστον κακὸν, ἢ ἄλλο τι τῶν τοιούτων παθῶν, καλῶς ἂν ἠπόρεις ὑπὲρ τῆς ἀπαλλαγῆς· τοὺς γὰρ τοιούτοις ἁλόντας ἀδύνατον μὲν οὐδαμῶς, δύσκολον δὲ ὅμως ἀποδρᾶναι τὰ δίκτυα. Τί δήποτε; Ὅτι τὴν ἡδονὴν ἔχουσι συμπράττουσαν καὶ βοηθοῦσαν αὐτοῖς· καὶ αὕτη ἐστὶν ἡ τὰ πολλὰ πανταχόθεν περιβάλλουσα τοῖς ἑαλωκόσι σχοινία· καὶ τοῦτο πρῶτον ἔχει πρὸς τὸ κατορθωθῆναι χαλεπὸν, πεῖσαι τὴν ψυχὴν ὅλως θελῆσαι καὶ βουληθῆναι τὴν ἀπαλλαγήν· καὶ γίνεται παρόμοιον, ὥσπερ ἂν εἴ τις ψώραν ἢ κνησμονὴν ἀποθέσθαι ὀφείλων ἐνηδύνοιτο τῷ νοσήματι, καὶ εἴσω τοῦ πάθους ἑαυτὸν εἰσωθοῖ. Πρὸς δὲ τὴν τῆς λύπης ἀναχώρησιν οὐ μικρὸν ἡμῖν τοῦτο ἤνυσται, τὸ τέως ἀηδῶς ἔχειν πρὸς αὐτήν. Ὁ γάρ τινι βαρυνόμενος, καὶ ἀποῤῥῖψαι σπουδάσει ταχέως αὐτό. Τί οὖν, ἂν σπεύδῃ μὲν, μὴ δύνηται δέ; Μὴ παυέσθω σπουδάζων, καὶ ταχέως δυνήσεται. Ἐννόησον γὰρ ὅτι τὸν Χριστιανὸν, εἴ ποτε λυποῖτο, δύο μόνον ὑποθέσεις ἀθυμίας ἔχειν δεῖ, ἢ ὅταν αὐτὸς, ἢ ὅταν ὁ πλησίον προσκρούσῃ Θεῷ· τῆς δὲ παρούσης λύπης οὐδεμίαν τῶν προφάσεων τούτων ῥίζαν ἐχούσης, εἰκῆ σαυτὸν
those indeed, when they are applied not to the suitable afflictions and those for which they have been prepared, but to others instead of others, not only do not rid the sufferer of what grieves him, but even wear down the sickness all the more; which very thing despondency also does, and reasonably so. For being an austere and corrosive medicine, and as one might say a purgative of the wickedness within us, when indeed it is supplied to an idle soul, living in luxury and having a great heap of refuse of sins, it benefits him who received it most greatly; but when to a soul contending and struggling and toiling and burdened with cares and suffering ill, besides benefiting nothing, it also harms greatly, rendering it weaker and easy to overcome. Wherefore Paul, writing to those who stood firm and were struggling, said, Rejoice in the Lord always; again I will say, rejoice; whereas to those who were dissolute and had great inflammation, And you are puffed up, and did not rather mourn. For let him who is fattened with the fatness of sins be thinned down and carded away by this medicine; yet he who is in good habit and preserves himself in the fitting state, on what account should he corrupt his good condition through despondency? For so potent is this, that even when applied to those who stand in need of it for a greater time than is needful, it works great ills. Which very thing the blessed Paul also fearing, quickly bade them remove it after it had done its own work, and added this cause which I now state: Lest perhaps, he says, such a one be swallowed up by overmuch sorrow. And if when falling upon them with excess it knows how to destroy even those who stand in need of it, what pray will it do to those who do not need it at all, when they draw much of it upon themselves? Yes, he says, I know this myself also, but how I shall beat it off and remove it from my own soul, I do not know. And of what difficulty is this, O friend? For if it were some desire, and an improper passion for bodies, or a tyranny of vainglory, that evil hard to overcome, or some other of such passions, you would rightly be at a loss concerning deliverance; for those caught by such things find it by no means impossible indeed, yet difficult nevertheless to escape the nets. Why pray? Because they have pleasure cooperating with and helping them; and it is this that casts the many cords from every side round those who have been captured; and this has as its first difficulty towards being set right: to persuade the soul at all to wish and will its deliverance; and it becomes similar, just as if one who ought to put off a scab or itching should take pleasure in the sickness, and thrust himself within the affliction. Yet towards the departure of sorrow no small thing has been accomplished for us in this: that meanwhile we feel displeased towards it. For he who is weighed down by anything will also be eager quickly to cast it off. What then, if he is eager indeed, yet is not able? Let him not cease being eager, and he will quickly be able. For consider that the Christian, if ever he be grieved, must have only two grounds for despondency: either when he himself or when his neighbour has offended God; but since the present sorrow has none of these pretexts as its root, in vain do you
PG 47:493Read from the page
ὀδυνᾷς. Καὶ πόθεν τοῦτο δῆλον, φησὶν, ὅτι οὐ προσκρουσμάτων ταύτην τίνομεν δίκην; Μάλιστα μὲν δῆλόν ἐστι, πλὴν τέως οὐκ ἰσχυρίζομαι τοῦτο. Ἀλλ' ἔστω, εἰ βούλει, μηδὲ ἄδηλον, ὡς ἔφης, ἀλλὰ καὶ σφόδρα δῆλον, ὅτι τῶν ἁμαρτημάτων ἐστὶ τοῦτο ἀνταπόδοσις· διὰ τοῦτο οὖν ἀλγεῖς, εἰπέ μοι; Καὶ μὴν εὐθυμίας ἄξιον τὸ ἐνταῦθα διαλύσασθαι τὰ ἁμαρτήματα, καὶ μὴ σὺν τῷ κόσμῳ κατακρίνεσθαι. Τὸν γὰρ ἀλγοῦντα οὐχ ὑπὲρ ὧν κολάζεται, ἀλλ' ὑπὲρ ὧν ἁμαρτάνων παροξύνει τὸν Θεὸν, ἀλγεῖν δεῖ· τὰ μὲν γὰρ ἁμαρτήματα ἀφίστησιν ἡμῶν τὸν Θεὸν καὶ ἐχθρὸν ποιεῖ, τὰ δὲ τῶν κολάσεων καταλλάττει τε αὐτὸν ἡμῖν καὶ παρασκευάζει ἵλεων εἶναι καὶ ἐγγύς. Ὅτι δὲ οὔτε ἁμαρτημάτων ἐστὶν ἀντίδοσις, ἀλλὰ στεφάνων καὶ βραβείων ὑπόθεσις οὗτος ὁ ἱδρὼς καὶ ὁ πόνος, δῆλον ἐκεῖθεν. Εἰ μὲν γὰρ αἰσχρῶς καὶ ἀσώτως τὸν πρότερον βίον βιοὺς, οὕτως ἐπὶ τὴν τῶν μοναχῶν πολιτείαν μετέθηκας σεαυτὸν, ἦν μὲν οὐδὲ οὕτω ταύτην ὑποπτεῦσαι τὴν ὑποψίαν. Εἰ γὰρ διὰ τοῦτο ἐπάγει τὰς τιμωρίας ὁ Θεὸς, ἵνα τρέψῃ πρὸς μετάνοιαν τοὺς ἀνενδότως ἔχοντας, τῆς μετανοίας ἐπιδειχθείσης, περιττὰ λοιπὸν τὰ τῆς τιμωρίας τούτου γε ἕνεκέν ἐστι. Τοσοῦτον γὰρ ἀπέχει τοῦ βούλεσθαι κολάζειν ἡμᾶς ὁ Θεὸς, ὡς καὶ πολλάκις τιμωρίας ἄξια πράττοντας, καὶ πολλῆς δεομένους ἐπιστροφῆς, δι' ἀπειλῆς μόνον καὶ ῥημάτων φοβερῶν σωφρονίζειν ἡμᾶς. Καὶ τοῦτο ἴδοις ἂν ἐπί τε τοῦ Ἰσραὴλ, ἐπί τε τῆς πόλεως τῶν Νινευϊτῶν. Οὐ γὰρ μόνον τὴν τιμωρίαν οὐκ ἐπήγαγε, τὴν μετάνοιαν ἐπιδειξαμένων ἐκείνων, ἀλλὰ καὶ τὴν ἀπειλὴν εὐθέως ἔλυσε. Πολλῷ γὰρ ἡμῶν αὐτῶν αὐτὸς βούλεται μᾶλλον μηδὲν ἡμᾶς πάσχειν κακὸν, καὶ οὐδεὶς οὕτως ἑαυτοῦ φείσαιτ' ἂν, ὡς πάντων ἡμῶν ὁ Θεός. Εἶτα ὁ τοὺς πολλάκις μὲν ἡμαρτηκότας ῥήμασι φοβῶν, οὐ κολάζων, μετανοήσαντας δὲ καὶ ταύτης ἀπαλλάττων τῆς ἀγωνίας, σὲ τὸν τοσαύτην ἐπιδειξάμενον εὐλάβειάν τε καὶ ἀρετὴν οὐ μόνον τῆς ἀπειλῆς οὐκ ἀπήλλαξεν, ἀλλὰ καὶ τῇ διὰ τῶν ἔργων παρεδίδου κολάσει; καὶ πῶς ἄν τις τοῦτο πιστεύσειε; Πλὴν ἀλλ' εἰ μὲν διέφθαρτό σοι καὶ πονηρὸς, ὅπερ ἔφην, ὁ πρὸ τούτου βίος ἦν, κἂν εἰς ἔννοιαν τοῦτο ἐλθεῖν τινι δυνατὸν ἦν· νῦν δὲ τοῦ μὲν παρόντος ἐλάττων ἐκεῖνος, κόσμιος δὲ καὶ αὐτὸς καὶ πολλῆς γέμων
pain yourself. And whence is this manifest, he says, that we are not paying this penalty for offences? It is most manifest indeed, yet meanwhile I do not insist upon this. But let it be, if you wish, not even uncertain, as you said, but even exceedingly manifest, that this is a recompense for sins; on this account therefore do you grieve, tell me? And yet it is worthy of good cheer that sins be done away with here, and that one not be condemned with the world. For he who grieves ought to grieve not over the things for which he is chastised, but over the things whereby in sinning he provokes God; for sins set God apart from us and make Him an enemy, whereas the matters of chastisements both reconcile Him to us and prepare Him to be gracious and near. And that this sweat and toil is neither a requital of sins, but the ground of crowns and prizes, is manifest from thence. For if, having lived your former life shamefully and profligately, you had thus transferred yourself to the way of life of the monks, not even so was it possible to suspect this suspicion. For if God brings on punishments on this account, that He may turn towards repentance those who remain unyielding, once repentance has been shown, the matters of punishment are henceforth superfluous for the sake of this at least. For so far is God from wishing to chastise us, that even when we often do things worthy of punishment, and stand in need of great conversion, He chastens us through threat alone and fearful words. And you might see this both in the case of Israel, and in the case of the city of the Ninevites. For not only did He not bring on the punishment, when they had shown repentance, but He also straightway loosed the threat. For He Himself wishes far more than we ourselves that we suffer no ill, and no one would so spare himself as God spares us all. Then He Who frightens with words those who have sinned many times, without chastising them, and rids them when they have repented even of this agony, did He not only not rid you, who have shown so great reverence and virtue, of the threat, but even hand you over to chastisement through deeds? And how could anyone believe this? Yet if your life before this had been corrupt and wicked, as I said, it would at least have been possible for this to come into someone's thought; but as it is, that life was inferior indeed to the present one, yet orderly itself also and full of much
IN DUO SEQUENTIA OPUSCULA.
ON THE TWO FOLLOWING SHORT WORKS.
In editione Morelli haec duo opuscula inverso ordine jacent; nam quod ad virgines canonicas dirigitur, priore ponitur loco, reclamante licet ipso Chrysostomo, qui numero 4 ait: Et jam quidem demonstratum est, cum de viris diceremus, quod non solum qui maledicunt, sed et qui occasiones temere praebent, etc. Unde liquet sermonem qui de viris subintroductas virgines habentibus agebat, praeivisse ei qui de virginibus subintroductos viros habentibus disserit. Quare Savilii editionem secuti ambos suo ordini restituimus.
In Morel's edition these two short works lie in reversed order; for the one that is addressed to canonical virgins is placed in the former place, even though Chrysostom himself protests, who at number 4 says: And indeed it has already been shown, when we were speaking concerning the men, that not only those who speak ill, but also those who rashly afford occasions, etc. Whence it is clear that the discourse which treated of men having subintroduced virgins preceded that which discusses virgins having subintroduced men. Wherefore, following Savile's edition, we have restored both to their proper order.
PG 47:494Read from the page
σεμνότητος ἦν, ὥστε τοῦτο πάντοθεν ἡμῖν εἶναι φανερὸν, ὅτι στεφάνων καὶ μείζονος ὑποθέσεώς ἐστι ταυτὶ τὰ παλαίσματα. Δεῖ μὲν οὖν, ὅπερ ἔφην, καὶ τούτους καὶ τοὺς τοιούτους ἀνακινεῖν λογισμοὺς, δεῖ δὲ μετὰ τούτων, μᾶλλον δὲ καὶ πρὸ τούτων, εὐχαῖς καὶ ἱκετηρίαις τοῦτο διασκεδάζειν τὸ σκότος. Καὶ γὰρ ὁ μακάριος Δαυῒδ, ὁ θαυμαστὸς ἐκεῖνος καὶ μέγας ἀνὴρ, τούτοις ἐχρήσατο τοῖς φαρμάκοις συνεχῶς, καὶ οὕτω τὰς πολλὰς τῶν θλίψεων ἀπεκρούετο ὀδύνας, νῦν μὲν εὐχόμενος καὶ λέγων· Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν· ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με· νῦν δὲ λογισμοὺς ἀνακινῶν εὐσεβεῖς· Ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἱνατί συνταράττεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ. Καὶ πάλιν, ἀπὸ τῶν λογισμῶν τρεπόμενος ἐπὶ τας εὐχάς· Ἄνες μοι, φησὶν, ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν, καὶ οὐκέτι οὐ μὴ ὑπάρξω· καὶ ἀπὸ τῶν εὐχῶν ἐπὶ τοὺς λογισμούς· Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; Οὕτω καὶ ὁ Ἰὼβ πρὸς μὲν τὴν γυναῖκα παραινοῦσαν τὰ σατανικὰ ῥήματα λογισμοῖς ἀπεμάχετο καὶ ἐπετίμα λέγων· Ἱνατί ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν, οὕτως ἐλάλησας; Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Πρὸς δὲ τὸν Θεὸν ἱκετηρίαις ἐκέχρητο. Καὶ ὁ μακάριος δὲ Παῦλος ἀμφοτέροις τούτοις ἐβοήθει τοῖς ἐν θλίψεσιν οὖσι καὶ πειρασμοῖς, νῦν μὲν λέγων· Εἰ δὲ ἐκτός ἐστε παιδείας, ἄρα νόθοι ἐστὲ, καὶ οὐχ υἱοί· τίς γάρ ἐστιν υἱὸς, ὃν οὐ παιδεύει πατήρ; νῦν δὲ εὐχόμενος, Πιστὸς γὰρ, φησὶν, ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε· καὶ πάλιν, Εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν. Ἂν οὖν τούτοις καὶ αὐτὸς θέλῃς χρῆσθαι τοῖς ὅπλοις, καὶ περιφράξῃς σεαυτὸν πανταχόθεν καλῶς, τοῖς μὲν λογισμοῖς ἀποτειχίζων τῆς ἀθυμίας τὴν ἔφοδον, ταῖς δὲ εὐχαῖς καὶ ταῖς σαυτοῦ καὶ ταῖς ἑτέρων τοῦτο ἰσχυρὸν τὸ τεῖχος ποιῶν, ταχέως αἰσθήσῃ τῶν καρπῶν τῆς παιδείας. Οὐ γὰρ τοῦτο μόνον κερδανεῖς τὸ τὰ παρόντα γενναίως ἐνεγκεῖν, ἀλλ' ἐγγυμνασάμενος αὐτοῖς καλῶς, καὶ πρὸς ἅπαντα λοιπὸν ἀνάλωτος ἔσῃ τὰ τοῦ βίου λυπηρά.
gravity, so that from every side this is clear to us, that these wrestlings are the ground of crowns and of a greater matter. One must therefore, as I said, stir up both these and suchlike reasonings, and with these, or rather even before these, one must scatter this darkness by prayers and supplications. For the blessed David also, that wonderful and great man, used these medicines continually, and thus beat off the many pains of afflictions, now praying and saying: The afflictions of my heart have been multiplied; bring me out of my distresses; and now stirring up godly reasonings: Why are you exceedingly sorrowful, O my soul, and why do you trouble me? Hope in God, for I shall give thanks to Him. And again, turning from reasonings to prayers: Spare me, he says, that I may be refreshed before I go hence, and I shall be no more; and from prayers to reasonings: For what is there for me in heaven, and besides Thee what have I willed upon the earth? Thus Job also fought off with reasonings his wife advising satanic words and rebuked her, saying: Why have you spoken thus like one of the foolish women? If we have received good things from the hand of the Lord, shall we not endure evil things? Yet towards God he used supplications. And the blessed Paul also helped with both of these those who were in afflictions and trials, now saying: But if you are outside chastening, then you are illegitimate, and not sons; for who is a son whom a father does not chasten? and now praying, For faithful, he says, is God, Who will not allow you to be tried beyond what you are able; and again, Since indeed it is righteous with God to repay affliction to those who afflict you, and to you who are afflicted, relief. If therefore you yourself also are willing to use these weapons, and fence yourself round well from every side, walling off with reasonings the onset of despondency, and making this wall strong by prayers both your own and those of others, you will quickly perceive the fruits of the chastening. For you will not only gain this, to bear present things nobly, but having trained yourself well in them, you will henceforth be impregnable also towards all the grievous things of life.
Hosce Chrysostomum cum diaconus esset edidisse testatur Socrates lib. VI, cap. 3: « Nec multo post, inquit, diaconi dignitatem a Meletio consecutus libros De sacerdotio scripsit, itemque ad Stagirium: ad haec De incomprehensibili, et l⟨ ⟩bros De subintroductis, καὶ τοὺς Περὶ τῶν συνεισάκτων. » Verum pro more suo non accurate loquitur cum dicit eum, cum diaconus esset, libros De incomprehensibili edidisse: certum quippe est ipsum jam presbyterum conciones De incomprehensibili apud populum Antiochenum habuisse, ut infra suo loco declarabitur.
That Chrysostom published these when he was a deacon, Socrates testifies in Book VI, Chapter 3: "And not long after, he says, having obtained the dignity of deacon from Meletius, he wrote the books On the Priesthood, and likewise those to Stagirius; besides these, On the Incomprehensible, and the books On the Subintroduced, that is, those On the Subintroduced." Yet after his own manner he does not speak accurately when he says that he published the books On the Incomprehensible while he was a deacon; for it is certain that when already a presbyter he delivered the discourses On the Incomprehensible before the people of Antioch, as will be shown below in its proper place.
Notes, col. 494

On the reading

Printed τας, for τὰς.