Migne Reading Room

PG 47 · cols. 471–476 · Read from the page

Exhortatory oration to Stagirius the ascetic vexed by a demon, three books

Exhortatory oration to Stagirius the ascetic vexed by a demon, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:471Read from the page
ψυχῆς. Μετὰ γὰρ τὸ ἐπιλῦσαι τὸ ὄναρ ἔλεγε πρὸς τὸν οἰνοχόον· Ἀλλὰ μνήσθητί μου διὰ σεαυτοῦ, ὅταν εὖ σοι γένηται, καὶ ποιήσεις ἐπ' ἐμὲ ἔλεος, καὶ μνησθήσῃ περὶ ἐμοῦ πρὸς Φαραὼ, καὶ ἐξάξεις με ἐκ τοῦ ὀχυρώματος τούτου, ὅτι κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων, καὶ ὧδε οὐκ ἐποίησα οὐδὲν, ἀλλ' ἐνέβαλόν με εἰς τὸν οἶκον τοῦ λάκκου τούτου. Εἰ γὰρ καὶ τὸ καθεῖρχθαι ἔφερεν εὐκόλως, τὸ γοῦν τοιούτοις συζῇν ἀνδράσι, τυμβωρύχοις, κλέπταις, πατραλοίαις, μοιχοῖς, ἀνδροφόνοις (τούτων γὰρ ἁπάντων καὶ τῶν τοιούτων τὸ οἴκημα τοῦτο ἐμπέπληστο), πάντων αὐτῷ βαρύτερον ἦν. Καὶ οὐ τοῦτο μόνον αὐτὸν ἐλύπει καὶ ἔθλιβεν, ἀλλὰ καὶ τὸ πολλοὺς ὁρᾷν εἰκῆ καὶ μάτην ταριχευομένους ἐκεῖ. Ἀλλ' ὅμως ὁ μὲν οἰκέτης, ὅπερ ἀποδύρῃ καὶ σὺ νῦν, ἀπηλλάττετο τῶν δεσμῶν, ὁ δὲ ἐλεύθερος ἔμενε ταλαιπωρούμενος ἔτι. Εἰ δὲ τὴν βασιλείαν λέγοι τις, πάλιν μοι τὸν ἑσμὸν τῶν φροντίδων καὶ τῆς ἀγρυπνίας καὶ τῶν μυρίων πραγμάτων ἐρεῖ, ἅπερ ἅπαντα τοῖς τὸν ἡσύχιον καὶ ἀπράγμονα βίον ἀσπαζομένοις οὐ σφόδρα
of soul. For after interpreting the dream he said to the cupbearer: But remember me by yourself when it goes well with you, and you shall do mercy upon me, and shall make mention concerning me to Pharaoh, and shall bring me out of this stronghold, because by theft I was stolen out of the land of the Hebrews, and here I did nothing, but they cast me into the house of this pit. For even if he bore being shut up easily, yet living together with such men, grave-robbers, thieves, parricides, adulterers, manslayers (for of all these and such as these this dwelling had been filled), was heavier to him than all things. And not this only grieved and afflicted him, but also seeing many wasting away there idly and in vain. Yet nevertheless the household servant, the very thing which you also now lament, was freed from his bonds, while the free man remained suffering hardship still. And if anyone should speak of the kingship, again he will tell me of the swarm of cares and of sleeplessness and of ten thousand affairs, all of which to those who welcome the quiet and unbusied life are not very
ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΣΤΑΓΕΙΡΙΟΝ ΠΕΡΙ ΑΘΥΜΙΑΣ. ΛΟΓΟΣ ΤΡΙΤΟΣ.
OF THE SAME TO STAGIRIUS ON DESPONDENCY. BOOK THE THIRD.
αʹ. Ἱκανὰ μὲν οὖν καὶ τὰ εἰρημένα σβέσαι τῆς ἀθυμίας τὴν φλόγα, καὶ πεῖσαι ῥᾷον διακεῖσθαι τὴν ψυχήν· ὥστε δὲ ἐκ περιουσίας γενέσθαι τὴν παραμυθίαν, καὶ τοῦτον ἔγνωκά σοι προσθεῖναι τὸν λόγον, ἐκεῖνό σε πρῶτον ἐρόμενος· εἰπὲ γάρ μοι, εἴ τίς σε εἰς βασιλείαν ἐκάλει τὴν ἐν τῇ γῇ, εἶτα πρὶν εἰς τὴν πόλιν εἰσελθεῖν, καὶ τὸν στέφανον ἀναδήσασθαι, ἔμελλες ἐν πανδοχείῳ καταλύειν, ἐν ᾧ καὶ βόρβορος καὶ καπνὸς, καὶ ὁδοιπόρων θόρυβος, καὶ λῃστῶν ταραχὴ, καὶ στενοχωρία καὶ θλῖψις πολλὴ, ἆρα ἂν ἀπεστράφης πρὸς ἐκεῖνα τὰ λυπηρὰ, ἀλλ' οὐκ ἂν ἁπάντων αὐτῶν ὡς οὐδὲν ὄντων κατεφρόνησας; Πῶς οὖν οὐκ ἄτοπον τῆς μὲν γῆς μέλλοντα κρατεῖν μηδενὶ τῶν ἐμπιπτόντων συστέλλεσθαι δυσχερῶν ταῖς τῆς βασιλείας ἐλπίσι γαυρούμενον, πρὸς δὲ τοὺς οὐρανοὺς στελλόμενον καταπίπτειν καὶ θορυβεῖσθαι ἐφ' ἑκάστῳ τῶν ἐν τῷ καταγωγίῳ τούτῳ συμβαινόντων ἡμῖν λυπηρῶν; Καταγωγίου γὰρ καὶ τῆς ἐν πανδοχείῳ μονῆς οὐδὲν αὕτη ἡ τοῦ βίου τούτου κατάστασις διενήνοχεν· καὶ τοῦτο οἱ ἅγιοι δεῖξαι βουλόμενοι ξένους καὶ παρεπιδήμους ἐκάλουν ἑαυτοὺς, διὰ τούτων παιδεύοντες ἡμᾶς τῶν ῥημάτων καὶ τῶν χρηστῶν καὶ τῶν ἀνιαρῶν τῶν ἐν τῷ παρόντι βίῳ καταγελᾷν, καὶ τῆς γῆς ἀπαλλαγέντας ὅλην προσδῆσαι τῷ οὐρανῷ τὴν ψυχήν.
1. What has been said, then, is also sufficient to quench the flame of despondency, and to persuade the soul to be more easily disposed; but so that the consolation might become abundant, I have resolved to add this discourse also for you, asking you this first: tell me, if someone were calling you to the kingship on earth, and then, before entering into the city and binding on the crown, you were about to lodge in an inn, in which there were both mire and smoke, and tumult of wayfarers, and disturbance of robbers, and much crowding and affliction, would you have turned back at those painful things, and would you not rather have despised them all as being nothing? How then is it not absurd that one who is about to rule the earth is cast down by none of the hardships that befall him, exulting in the hopes of the kingship, whereas one being sent towards the heavens sinks down and is troubled at each of the painful things that happen to us in this lodging-place? For this condition of the present life differs in nothing from a lodging-place and a stay in an inn; and wishing to show this, the saints called themselves strangers and sojourners, training us through these words to laugh down both the pleasant and the grievous things in the present life, and, freed from the earth, to bind our whole soul fast to heaven.
Φέρε οὖν ἐπ' αὐτοὺς τοὺς ἁγίους ἔλθωμεν, ἀπὸ τοῦ Ἰωσὴφ ἐπὶ τὸν Μωσέα μεταθέντες τὸν λόγον. Οὗτος γὰρ ὁ πάντων πραότατος τῶν ἐπὶ τῆς γῆς τίκτεται μὲν τῶν οἰκείων πραττόντων κακῶς, ἀλλοτριωθεὶς
Come then, let us go to those saints themselves, transferring our discourse from Joseph to Moses. For this man, the meekest of all those upon the earth, is born when his kinsfolk are faring ill, and being estranged
PG 47:472Read from the page
ἐστὶ καθ' ἡδονήν. Χωρὶς δὲ τούτων ἐκείνοις μὲν εἰ καί τι χρηστὸν ἐγίνετο, ἀλλ' οὔπω τῆς βασιλείας τετρανωμένης, οὐδὲ τῆς τῶν μελλόντων ἐπαγγελίας οὔσης φανερᾶς· ἐνταῦθα δὲ ἔνθα τοσαῦτα πρόκειται ἀγαθὰ, καὶ πᾶσι τὸ πρᾶγμα δῆλόν ἐστιν, ἀλγήσει τις, εἰπέ μοι, εἰ καὶ μηδενὸς κατὰ τὸν παρόντα βίον ἀπολαύσεται χρηστοῦ, ὅλως δὲ χρηστὸν ἡγήσεταί τι τῶν ἐνθάδε γινομένων ἐκεῖνα εἰδώς; Καὶ τί ταύτης ταπεινότερον γένοιτ' ἂν τῆς ψυχῆς, εἰ προσδοκῶσα μικρὸν ὕστερον μεταναστήσεσθαι πρὸς τὸν οὐρανὸν, τὰς ἐνταῦθα ἀνέσεις ἐπιζητοίη, καὶ τὴν σκιᾶς οὐδὲν διαφέρουσαν εὐθυμίαν; Ματαιότης γὰρ, φησὶ, ματαιοτήτων, τὰ πάντα ματαιότης. Εἰ δὲ ὁ μάλιστα πάντων ἀνθρώπων πεῖραν τῆς τοῦ βίου λαβὼν ἡδονῆς, τοιαύτην ἐξήνεγκε κατ' αὐτῆς τὴν ἀπόφασιν, πολλῷ μᾶλλον ἡμᾶς οὕτω διακεῖσθαι καὶ φρονεῖν χρὴ, τοὺς οὐδὲν μὲν κοινὸν πρὸς τὴν γῆν ἔχοντας, εἰς δὲ τὴν ἄνω πόλιν ἐγγραφέντας, καὶ πάντα μετοικίσαι τὸν νοῦν κελευσθέντας ἐκεῖ.
according to pleasure. And apart from these things, for those men, even if some good thing came to pass, yet the kingdom had not yet been made clear, nor was the promise of the things to come manifest; but here, where such great goods lie before us, and the matter is plain to all, will anyone grieve, tell me, even if he shall enjoy no good thing during the present life, or will one who knows those things esteem anything at all of the things that come to pass here as good? And what could be lowlier than this soul, if, expecting a little later to migrate towards heaven, it should seek after the relaxations here, and the cheerfulness that differs in nothing from a shadow? For vanity of vanities, says he, all things are vanity. And if he who most of all men took experience of the pleasure of life brought forth such a verdict against it, much more ought we to be so disposed and so minded, we who have nothing in common with the earth, and have been enrolled in the city above, and have been commanded to remove our whole mind thither.
δὲ τῶν τεκόντων αὐτὸν, καὶ τοὺς γεννησαμένους ἀγνοήσας πᾶσαν τὴν πρώτην ἡλικίαν ὑπὸ βαρβάρων ἀνδρῶν ἀνατρέφεται· οὗ τί γένοιτ' ἂν χαλεπώτερον Ἑβραίῳ μειρακίῳ καὶ νοῦν ἔχοντι, κἂν μυριάκις εἶναι δοκῇ βασιλέως υἱός; Τότε δὲ οὐ τοῦτο μόνον ἦν τὸ δεινὸν, ἀλλ' ὅτι καὶ τὸ ὁμόφυλον ἅπαν ἐν ταῖς ἐσχάταις ἑώρα συμφοραῖς. Ὁ γὰρ μηδὲ ζῇν ἀνασχόμενος, μηδὲ ἐν τῇ βίβλῳ γεγράφθαι τοῦ Θεοῦ τῆς σωτηρίας τῆς ἐκείνων χωρὶς, πῶς ἂν τῶν ἐν τοῖς βασιλείοις ἀπέλαυσε καλῶν ἐν τοσούτῳ κλύδωνι κειμένους ὁρῶν ἅπαντας; Εἰ γὰρ ἡμᾶς τοὺς μετὰ τοσοῦτον χρόνον γεγενημένους καὶ οὐδὲν τοιοῦτο δικαίωμα συμπαθείας πρὸς Ἰουδαίους ἔχοντας τοσοῦτος ἔλεος εἰσέρχεται τῆς παιδοκτονίας ἐκείνης, τί οὐκ ἂν ὁ μακάριος ἐκεῖνος ἔπαθε, πολλῷ μὲν τῷ πόθῳ πρὸς πᾶν τὸ ἔθνος συνδεδεμένος, ὄψεσι δὲ τὰς ἐκείνων παραλαμβάνων συμφορὰς, καὶ τοὺς ταῦτα ἐργαζομένους τὰ κακὰ γονεῖς ἐπιγράφεσθαι ἀναγκαζόμενος; Ἐγὼ γὰρ αὐτὸν καὶ τῶν τεκόντων μᾶλλον τοὺς ἀθλίους παῖδας ἐκείνους οἶμαι τότε πενθεῖν· καὶ τοῦτο δῆλον ἐξ ὧν μετὰ ταῦτα ἔπραξεν. Ἐπειδὴ γὰρ οὔτε πείθειν εἶχεν, οὔτε ἀναγκάζειν ἠδύνατο τὸν δοκοῦντα εἶναι πατέρα καταλύειν τὸ θηριῶδες καὶ τυραννικὸν ἐπίταγμα, αὐτὸς ὁμόσε λοιπὸν τοῖς ἐκείνων ἐχώρει κακοῖς. Καὶ οὐ τοῦτο θαυμάζω τοσοῦτον νῦν, ἀλλ' ἀπὸ τοῦ φόνου στοχαζόμενος ὅσην ἐν τῷ παρελθόντι χρόνῳ φλόγα ἀθυμίας ἔτρεφε, ταύτην μᾶλλον ἐκπλήττομαι. Ὁ γὰρ εἰς φόνον ἀποῤῥήξας τὴν ὠδῖνα ἐκείνην, ἐδήλωσε διὰ τῶν ἐσχάτων τὰ πρότερα. Οὐ γὰρ ἂν μετὰ τοσαύτης αὐτοῖς σφοδρότητος ἤμυνεν, εἰ μὴ τῶν πατέρων μᾶλλον τοῖς ἐκείνων ἐτήκετο κακοῖς. Τί οὖν ἐπειδὴ ἤμυνε, καὶ τὴν ψυχὴν ἀνέπαυσε μικρὸν ἀπὸ τῆς ἀθυμίας ἐκείνης; ἆρα ἠδυνήθη τέλεον ἀπο-
from those who begot him, and not knowing his parents, he is reared throughout all his earliest age by barbarian men; than which what could be harsher for a Hebrew youth who had sense, even though ten thousand times over he might be thought to be the king's son? Nor was this alone the dreadful thing then, but that he also beheld his whole kindred race in the utmost calamities. For he who could bear neither to live nor to have been written in the book of God apart from their salvation, how could he have enjoyed the good things in the royal palace when he saw them all lying in so great a tempest? For if so great a pity for that slaughter of children enters into us who were born after so long a time and have no such claim of sympathy towards the Jews, what must that blessed man not have suffered, bound as he was by much yearning towards the whole nation, taking in their calamities with his own eyes, and forced to inscribe as parents those who wrought these evils? For I suppose that he mourned those wretched children then even more than those who begot them; and this is plain from what he did afterwards. For since he was neither able to persuade nor capable of compelling him who was thought to be his father to annul the savage and tyrannical decree, from that point he himself went straight into fellowship with their evils. And I do not marvel at this so much now, but conjecturing from the slaying how great a flame of despondency he had been feeding in the time past, at this I am far more astonished. For he who burst forth with that birth-pang into slaying revealed the earlier things through the latter. For he would not have defended them with such vehemence had he not wasted away at their evils more than their fathers did. What then, after he defended them, and gave his soul a little rest from that despondency? Was he able completely to en-
PG 47:473Read from the page
λαῦσαι τῆς παραμυθίας ἐκείνης τῆς ἀπὸ τῆς ἐκδικήσεως γεγενημένης; Δευτέρα μὲν οὖν οὐκ ἔφθασεν ἡμέρα, καὶ τῆς προτέρας ἑτέρα χαλεπωτέρα διεδέχετο τὸν μακάριον ἐκεῖνον ὀδύνη, καὶ φόβος τοσοῦτος, ὡς καὶ ἀπελάσαι τῆς Αἰγύπτου πάσης αὐτόν. Δεινὸν μὲν οὖν καὶ τὸ ὑφ' ὁτουοῦν ἀκούειν κακῶς, ὅταν δὲ καὶ τῶν εὐεργετηθέντων τις ὁ τοῦτο ποιῶν ᾖ, καὶ τὰς εἰς αὐτὸν εὐεργεσίας ὀνειδίζῃ καὶ προφέρῃ, Μὴ ἀνελεῖν με γὰρ σὺ, φησὶ, θέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; τότε δὴ, τότε ἡ ὕβρις ἀφόρητος γίνεται, καὶ δύναιτ' ἂν καὶ ἀποπνίξαι τὸν ὑβριζόμενον· τοσοῦτον μετὰ τῆς ἀθυμίας ἐπάγει καὶ τὸν θυμόν. Ἐπὶ δὲ τοῦ Μωσέως καὶ τρίτον ἕτερον τούτοις προσῆν, ὁ τοῦ βασιλέως φόβος, ὃς οὕτως ἐκράτησε τῆς τοῦ δικαίου ψυχῆς, ὡς καὶ τῆς χώρας ἁπάσης αὐτὸν ἐκβαλεῖν. Γίνεται δὴ οὖν φυγὰς ὁ τοῦ βασιλέως υἱός· ὥστε εἴ τις αὐτὸν μακαρίζει διὰ τὴν ἐν τοῖς βασιλείοις ἀνατροφὴν, νῦν μνημονευέτω τῆς ἀφθονίας ἐκείνης, καὶ μυρίας αὐτὴν ὄψεται ἀθυμίας καὶ δυσκολίας ὑπόθεσιν τῷ δικαίῳ γεγενημένην. Οὐ γάρ ἐστιν ἴσον ἐν ἰδιωτικῇ τραφέντα οἰκίᾳ, καὶ πολλοὺς μὲν μόχθους, πολλὰς δὲ ἀποδημίας καὶ ταλαιπωρίας ὑπομείναντα πλάνας ἀνέχεσθαι μακρὰς, καὶ τὰ τῆς ἀλλοτρίας ὑπομένειν τε κακὰ, καὶ μηδὲ εἰς βραχεῖαν πεῖραν τούτων ἐλθόντα ποτὲ, ἀλλ' ἐν πολυτελείᾳ διατελέσαντα τὸν ἅπαντα χρόνον τὸ αὐτὸ δὴ τοῦτο παθεῖν· πολλῷ γὰρ οὗτος ἐκείνου χαλεπωτέρας αἰσθήσεται τῆς φυγῆς, εἴ ποτε εἰς ταύτην καταστῆναι συμβαίη τὴν ἀνάγκην αὐτῷ· ὃ δὴ κἀκείνῳ τότε συνέβαινε. Καὶ γενόμενος φυγὰς, κατάγεται μὲν παρὰ ἀνδρὶ εἰδωλολάτρῃ καὶ ἀλλοφύλῳ· καὶ τοῦτο δὲ εἰς ἀθυμίας λόγον οὐ μικρὸν, ξενίζεσθαι παρὰ τῷ δαιμονίοις ἱερωμένῳ χρόνον οὕτω μακρόν. Ἐγχειρισθεὶς δὲ τὴν τῶν ποιμνίων ἐπιμέλειαν τῶν ἐκείνου, οὕτω τὰ τεσσαράκοντα ἔτη διετέλεσεν. Εἰ δέ τινι τοῦτο μηδὲν εἶναι δοκεῖ δεινὸν, ἐξετάσωμεν τοὺς μὴ διὰ φόβον καὶ δέος ἀποδημοῦντας καὶ κρυπτομένους, ἀλλὰ τοὺς ἑκοντὶ μικρὸν τῆς οἰκίας διασπωμένους, πῶς ἀλύουσι, πῶς δυσχεραίνουσι, πόσων ἀγαθῶν τὴν ἐπάνοδον τίθενται. Ὅταν δὲ καὶ φόβος προσῇ καὶ βίος ταλαίπωρος, καὶ τὰ φορτικὰ ταῦτα καὶ ἐπαχθῆ τῆς ἡδίστης ἐπανόδου κουφότερα φαίνηται, θέα μοι τὸ ποικίλον τῆς συμφορᾶς. Μὴ γὰρ ἁπλῶς ἀκούσῃς τὸ, ἐποίμαινεν, ἀλλ' ἀναμνήσθητι νῦν τῶν ῥημάτων τοῦ Ἰακὼβ, ὧν πρὸς τὸν κηδεστὴν ἀπωδύρετο λέγων· Ἐγὼ ἀπετίννυον παρ' ἐμαυτοῦ κλέμματα ἡμέρας καὶ κλέμματα νυκτός· ἐγενόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι, καὶ τῷ παγετῷ τῆς νυκτὸς, καὶ ἀφίστατο ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου. Ταῦτα γὰρ ἅπαντα καὶ τούτῳ συμβαίνειν εἰκὸς ἦν, ἐπὶ πλείοσιν ἔτεσι καὶ μετὰ μείζονος τῆς σφοδρότητος, ὅσῳ καὶ ἡ χώρα τῆς χώρας ἐρημοτέρα. Εἰ δὲ μὴ ἀπωδύρατο ταῦτα ὁ Μωϋσῆς, οὐδὲ γὰρ ὁ μακάριος ἐκεῖνος εἶπεν ἂν, εἰ μὴ εἰς πολλὴν τοῦ πράγματος κατέστη τὴν ἀνάγκην, καὶ ὑπὸ τῆς ἀγνωμοσύνης τοῦ κηδεστοῦ εἰς ταῦτα ἐλθεῖν ἐβιάσθη τὰ ῥήματα. Ἱκανὴ μὲν οὖν καὶ αὐτὴ καθ' ἑαυτὴν ἡ ἀλλοτρία ταπεινῶσαι τὸν ἄνδρα, τὸν καὶ χρείας ἕνεκεν ἀποδημοῦντα μόνον. Ὡς γὰρ ὄρνεον, φησὶν, ὅταν ἐκπετασθῇ ἐκ τῆς νοσσιᾶς αὐτοῦ, οὕτως ἄνθρωπος δουλοῦται, ὅταν ἀποξενωθῇ ἀπὸ τῶν ἰδίων
joy that consolation which had come from the vengeance? Second day did not overtake him before another grievouser pain succeeded the former for that blessed man, and a fear so great as even to drive him out of all Egypt. Now it is a dreadful thing even to be spoken ill of by anyone whomsoever; but when one of those who have received kindnesses is the one doing this, and reproaches and casts in his teeth the kindnesses done to him—Do you wish to slay me, says he, in the manner in which you slew the Egyptian yesterday?—then indeed, then the insolence becomes unbearable, and might even choke the one insulted; so great a wrath does it bring on together with the despondency. And in the case of Moses a third further thing was added to these, the fear of the king, which so mastered the righteous man's soul as even to cast him out of the whole country. So then the king's son becomes a fugitive; so that if anyone counts him blessed on account of his upbringing in the royal palace, let him now remember that abundance, and he will see that it became an occasion of ten thousand despondencies and difficulties for the righteous man. For it is not equal for one reared in a private house, and having endured many toils and many journeys abroad and hardships, to bear long wanderings and to endure the evils of a foreign land, and for one who had never come even to a brief experience of these things, but had passed the whole time in luxury, to suffer this very same thing; for this man will feel the exile far harsher than that man, if ever it should befall him to be brought into this necessity; which indeed was happening to him also then. And having become a fugitive, he lodges with a man who is an idolater and a foreigner; and this too counts for no small ground of despondency, to be entertained as a guest for so long a time with one consecrated to demons. And entrusted with the care of that man's flocks, thus he passed the forty years. And if to anyone this seems to be nothing dreadful, let us examine those who go abroad and hide themselves not through fear and dread, but those who of their own accord are torn away a little from their home, how restless they are, how ill they bear it, above how many good things they set their return. Now when both fear is present and a wretched life, and these burdensome and grievous things appear lighter than the sweetest return, behold, I pray, the manifoldness of the calamity. For do not hear merely the word, he shepherded, but call to mind now the words of Jacob, which he lamented to his father-in-law, saying: I paid back from myself the thefts of the day and the thefts of the night; by day I was scorched by the heat, and by the frost of the night, and sleep departed from my eyes. For all these things were likely to befall this man also, for more years and with greater severity, inasmuch as the country also was more desolate than that country. And if Moses did not lament these things—for neither would that blessed man have spoken them, had he not stood in great necessity of the matter, and been forced by the ingratitude of his father-in-law to come to these words. Sufficient then even of itself is a foreign land to humble a man, even one who goes abroad only for the sake of need. For as a bird, says he, when it flies forth out of its nest, so a man is enslaved when he is estranged from his own
PG 47:474Read from the page
τόπων. Τότε δὲ πρὸς τούτῳ οὐδὲ ὑπὲρ τῆς ἰδίας σωτηρίας εἶχε θαῤῥεῖν, ἀλλ' ὥσπερ τις οἰκέτης ὠμὸν δεσπότην ἀποδρὰς τρέμει διαπαντὸς, καὶ δέδοικε μὴ ἁλῷ· οὕτω καὶ ὁ μακάριος Μωσῆς φόβῳ συνέζη διηνεκεῖ· καὶ δῆλον ἐξ ὧν καὶ τοῦ Θεοῦ μετὰ τοσοῦτον χρόνον κελεύοντος ἀπελθεῖν, ἀναδύεται καὶ ὀκνεῖ, καὶ ταῦτα ἀκούσας ὅτι Ὁ ζητῶν τὴν ψυχὴν αὐτοῦ τέθνηκεν.
places. And at that time, in addition to this, neither could he take courage concerning his own safety, but just as some household servant who has run away from a cruel master trembles continually, and fears lest he be caught, so also the blessed Moses lived with perpetual fear; and this is plain from the fact that even when God after so long a time commands him to depart, he shrinks back and hesitates, and that after hearing that He who sought his life has died.
βʹ. Ἐπειδὴ δέ ποτε ἐπείσθη καὶ ἀπῆλθε, καὶ τὴν γυναῖκα καὶ τοὺς παῖδας ἠναγκάσθη καταλιπεῖν, πάλιν μέμψεις καὶ ὕβρεις καὶ ἀπειλαὶ παρὰ τοῦ κρατοῦντος τῆς Αἰγύπτου τότε, κατηγορίαι δὲ καὶ ἀραὶ παρὰ τῶν εὐεργετουμένων αὐτῶν. Ὁ μὲν οὖν ἔλεγεν· Ἱνατί, Μωσῆ καὶ Ἀαρὼν, διαστρέφετε τὸν λαὸν ἀπὸ τῶν ἔργων αὐτῶν; Ἀπέλθετε ἕκαστος ὑμῶν πρὸς τὰ ἔργα αὐτοῦ· οἱ δὲ Ἰσραηλῖται· Ἴδοι, φασὶν, ὁ Θεὸς ὑμᾶς καὶ κρίναι, ὅτι ἐβδελύξατε τὴν ὀσμὴν ἡμῶν ἐνώπιον Φαραὼ, καὶ ἐνώπιον τῶν θεραπόντων αὐτοῦ, δοῦναι ῥομφαίαν εἰς τὰς χεῖρας αὐτῶν ἀποκτεῖναι ἡμᾶς. Λυπηρὰ μὲν οὖν ταῦτα καὶ ἐπαχθῆ, τὸ δὲ πάντων φορτικώτερον ἐκεῖνο ἦν, ὅτι εἰσελθὼν καὶ μυρία ἐπαγγειλάμενος ἀγαθὰ, ἐλευθερίαν, ἀπαλλαγὴν τῶν ἐπικειμένων κακῶν, ἔδοξεν εἶναι ἀπατεών. Οὐ γὰρ μόνον αὐτοῖς οὐκ ἐπεκουφίσθη τὸ τῆς ἐπικειμένης δουλείας βάρος, ἀλλὰ καὶ πρὸς τὸ χαλεπώτερον ἐπετείνετο, καὶ ὁ προσδοκηθεὶς ἐλευθερωτὴς ἔσεσθαι τοῦ παντὸς ἔθνους, καὶ τοῦτο ἐπαγγειλάμενος, τῶν στρεβλώσεων καὶ τῶν μαστίγων αἴτιος ἔδοξεν εἶναι, καὶ ἐπίβουλος καὶ λυμεών. Τίς οὐκ ἂν ὑπὸ τῆς ἀθυμίας κατεπόθη ῥᾳδίως, ὑποσχόμενος μὲν λύσιν τῶν τοσούτων κακῶν, μετὰ δὲ τὴν ὑπόσχεσιν προσθήκην ἑτέρων χαλεπωτέρων ἰδών; Ἠθύμει μὲν οὖν ὡς ἀθυμεῖν εἰκὸς τὸν ταῦτα ἀκούοντα καὶ ὁρῶντα, οὐ παρετρέπετο δὲ ὑπὸ τοῦ πάθους, ἀλλ' ἔμενεν ἀκλινὴς, καίτοι ταῖς ἐπαγγελίαις τῶν γινομένων οὐ συμβαινόντων, ἀλλὰ καὶ μαχομένων. Προσελθὼν δὲ τῷ Θεῷ, καὶ διαλεχθεὶς ὑπὲρ τούτων, καὶ ἀποδυράμενος πολλά· εἶπε γὰρ, φησὶ, Κύριε, διὰ τί ἐκάκωσας τὸν λαόν σου, καὶ ἱνατί ἀπέστειλάς με; καὶ ἀφ' οὗ εἰσπεπόρευμαι πρὸς Φαραὼ λαλῆσαι ἐπὶ τῷ σῷ ὀνόματι, ἐκάκωσε τὸν λαὸν τοῦτον, καὶ οὐκ ἐῤῥύσω τὸν λαόν σου· ταῦτα δὴ οὖν θρηνήσας, καὶ τὰ αὐτὰ πάλιν ἀκούσας ἅπερ καὶ πρότερον, ἀπαγγέλλει μὲν αὐτὰ τοῖς Ἰσραηλίταις πάλιν, οὐ παραδέχονται δὲ ἐκεῖνοι τῷ κρατεῖσθαι τὰς ψυχὰς ὑπὸ τοῦ καμάτου καὶ τῆς ἀθυμίας. Οὐκ εἰσήκουσαν γὰρ Μωσέως, φησὶν, ἀπὸ τῆς ἀθυμίας καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν. Καὶ τοῦτο δὲ οὐχ ὡς ἔτυχεν αὐτὸν ἔθλιβεν. Ὡς δὲ ἐπὶ τῶν σημείων ἐγίνετο, καὶ πολλάκις ὑπὸ τοῦ Φαραὼ διαπαιχθεὶς ἤνεγκε γενναίως καὶ ταύτην τὴν χλευασίαν, ἀπαλλαγεὶς τῆς Αἰγύπτου, καὶ θαῤῥήσας μετὰ τῶν Ἰουδαίων λοιπὸν, πρὶν ἀναπνεῦσαι τέλεον, τῷ προτέρῳ, μᾶλλον δὲ καὶ πολλῷ μείζονι τοῦ προτέρου κατελαμβάνετο φόβῳ. Οὔπω γὰρ ὅλαι τρεῖς ἡμέραι, καὶ τοὺς βαρβάρους ἅπαντας μετὰ τῶν ὅπλων εἶδον πλησίον ἑστῶτας αὐτῶν, καὶ ταυτὸν ἔπασχον, οἷον εἰ δραπέται τινὲς ἐπὶ τῆς ἀλλοτρίας ἄφνω τοῖς τῶν δεσποτῶν ἐμπεσόντες ὀφθαλμοῖς· ἢ εἰ καθάπερ αὐτοὶ δὴ οὗτοι εἴποτε συμβὰν χρηστοῖς ὀνείρασιν ἐντρυφήσαντες, καὶ ταύτην φαντασθέντες τὴν ἀπαλλαγὴν, εἶτα διεγερθέντες εὗρον ἑαυτοὺς ἐν Αἰγύπτῳ πάλιν, καὶ τοῖς ὁμοίοις κακοῖς. Μᾶλλον δὲ οὐκ οἶδα τί ἄν τις αὐτοὺς φαίη νομίζειν ὄναρ, τὰς τρεῖς ἡμέρας τῆς ἀπαλλαγῆς, ἢ τὴν παροῦσαν ὄψιν ἐκείνην τὴν φρικώδη καὶ φοβεράν· τοσαύτη κατεσκεδάσθη τοῖς ἁπάντων ὀφθαλμοῖς ἀθυμίας ἀχλύς. Ὁ δὲ Μωσῆς
2. And when at length he was persuaded and departed, and was forced to leave behind his wife and children, again there were blamings and insults and threats from him who then ruled Egypt, and accusations and curses from the very ones receiving kindnesses. For the one said: Why, Moses and Aaron, do you turn the people away from their works? Depart each of you to his works; while the Israelites say: May God look upon you and judge, because you have made our savour abominable before Pharaoh and before his servants, to put a sword into their hands to slay us. Painful then were these things and grievous, yet more burdensome than all was this, that having come in and promised ten thousand good things—freedom, deliverance from the evils lying upon them—he seemed to be a deceiver. For not only was the weight of the slavery lying upon them not lightened for them, but it was even stretched to something harsher, and he who had been expected to be the liberator of the whole nation, and had promised this, seemed to be the cause of the rackings and the scourgings, and a plotter and destroyer. Who would not easily have been swallowed up by despondency, having promised release from such great evils, and after the promise seeing an addition of other harsher ones? Now he was despondent, as it was natural for one hearing and seeing these things to be despondent, yet he was not turned aside by the passion, but remained unswerving, although what was happening did not accord with the promises, nay even warred against them. And coming to God, and conversing concerning these things, and lamenting much—for he said, says Scripture: Lord, why hast Thou afflicted Thy people, and wherefore hast Thou sent me? For ever since I went in to Pharaoh to speak in Thy name, he has afflicted this people, and Thou hast not delivered Thy people—having mourned these things, then, and having heard again the same things as before, he announces them again to the Israelites, but they do not accept them, because their souls were held fast by toil and despondency. For they did not hearken to Moses, says he, out of despondency and out of the hard works. And this too afflicted him in no ordinary way. And when he came to the signs, and, often mocked by Pharaoh, nobly bore this scoffing also, once freed from Egypt and having taken courage with the Jews from then on, before taking breath completely, he was overtaken by the former fear, or rather by one much greater than the former. For not yet were three whole days past, when they saw all the barbarians with their arms standing near them, and they suffered the very same thing as if certain runaway slaves in a foreign land had suddenly fallen before the eyes of their masters; or just as if these very men, should it so befall, after revelling in pleasant dreams and imagining this deliverance, had then awoken and found themselves in Egypt again and in the like evils. Or rather, I do not know which one would say they thought a dream, the three days of the deliverance, or that present dreadful and fearful sight; so great a mist of despondency was shed over the eyes of all. But Moses
PG 47:475Read from the page
καὶ μείζονι σκότῳ συνεχόμενος ἦν. Οὐ γὰρ τοὺς Αἰγυπτίους ἐδεδοίκει μόνον, καθάπερ καὶ οἱ λοιποὶ Ἰσραηλῖται, ἀλλὰ καὶ τούτους μετ' ἐκείνων. Ἀμφότεροι γὰρ ὡς ἀπατεῶνι καὶ εἴρωνι προσεῖχον λοιπὸν, οἱ μὲν μετὰ τοῦ καταγελᾷν καὶ ἐπεμβαίνειν, οἱ δὲ μετὰ τοῦ δάκνεσθαι καὶ ἀθυμεῖν. Ἀλλὰ τί χρὴ τούτοις τεκμαίρεσθαι τὴν ἀθυμίαν τοῦ ἀνδρὸς, παρὸν ἐκ τῆς ἄνωθεν ἐνεχθείσης φωνῆς πᾶσαν αὐτοῦ τὴν ὀδύνην καταμαθεῖν; Σιγῶντι γὰρ καὶ μηδὲ διᾶραι τὰ χείλη τολμῶντι, φησὶν ὁ Θεός· Τί βοᾷς πρὸς μέ; τὸν θόρυβον τῆς ψυχῆς αὐτοῦ δι' ἑνὸς ῥήματος τούτου ἐμφαίνων ἡμῖν.
and was held fast in greater darkness. For he feared not the Egyptians alone, even as the rest of the Israelites did, but these men also together with those. For both sides henceforth regarded him as an impostor and a dissembler, the one side with derision and trampling upon him, and the other with vexation and despondency. Yet why must we conjecture the man's dejection from these things, when it is possible to learn all his grief from the voice borne down from above? For while he kept silent and did not even dare to part his lips, God says: Why criest thou unto Me? showing us the tumult of his soul by this single word.
γʹ. Ἐπειδὴ δὲ καὶ τοῦτο ἐλύθη τὸ δέος, καὶ μείζονα πάλιν ἤρετο τὰ δεινά. Καὶ γὰρ καὶ τῶν Αἰγυπτίων καὶ τοῦ Φαραὼ χαλεπώτερον αὐτῷ δι' ὅλης ἐκέχρηντο τῆς ὁδοῦ οἱ παρ' αὐτοῦ δημαγωγούμενοι καὶ δι' αὐτοῦ μυρίων ἀπολαύσαντες ἀγαθῶν. Καὶ πρῶτον μὲν ἐπέκειντο σφοδρῶς ἄγχοντες, καὶ κρέα ἀπαιτοῦντες αὐτὸν τὰ ἐν Αἰγύπτῳ, καὶ τοῖς μὲν παροῦσιν ἀχαριστοῦντες, τὰ δὲ πρότερα ἐπιζητοῦντες, ὃ πάντων βαρύτερον ἦν. Τί γὰρ χαλεπώτερον ἂν ἔπαθεν, εἰ μαινομένων καὶ παραπαιόντων ἀνδρῶν ἐπετέτραπτο στρατηγεῖν; Ἀλλ' ὅμως ταῦτα πάντα γενναίως ἔφερεν ὁ μακάριος ἐκεῖνος ἀνήρ· καὶ εἰ μὲν μὴ φιλοστόργως εἶχε πρὸς αὐτοὺς, φορητὸν ἂν ἦν τὸ δεινὸν, καὶ ὑπὲρ τῶν εἰς αὐτὸν γινομένων μόνον παρεῖχεν ἀλγεῖν· νῦν δὲ τῶν γονέων μᾶλλον περὶ αὐτοὺς διατεθεὶς, ἀπὸ τῆς κηδεμονίας ταύτης καὶ ἑτέραν εἶχεν ἀθυμίας ἀνάγκην, τὴν ὑπὲρ τῆς ἐκείνων διαστροφῆς καὶ μιαρίας. Οὐδὲ γὰρ οὕτως αὐτὸν ἔδακνε τὸ ὑβρίζεσθαι, ὡς τὸ ἐκείνους εἶναι τοὺς ὑβριστάς. Δεινὸν μὲν οὖν καὶ τὸ πρὸ τῆς χορηγίας τῆς παραδόξου τροφῆς ἐκείνης ἀχαριστεῖν· οἱ δὲ καὶ ἐν μέσοις τοῖς θαύμασι τὴν κακίαν ἐπεδείκνυον τὴν αὐτῶν, καὶ τὴν παρανομίαν καὶ τὴν πλεονεξίαν τὴν περὶ τὴν συλλογὴν, καὶ μικρὸν προελθόντες πάλιν ἐγόγγυζον, πάλιν ἐμέμφοντο ταῖς εὐεργεσίαις τοῦ Θεοῦ· καθ' ἕκαστον δὲ τούτων μᾶλλον τῶν ἁμαρτανόντων ὁ μακάριος ἐκεῖνος ἐκόπτετο καὶ ἠθύμει. Καὶ γὰρ ὅτε τὸν μόσχον εἰργάσαντο, αὐτοὶ μὲν ἔπαιζον καὶ ἐτρύφων· ὁ δὲ πενθῶν καὶ ἀνιώμενος καὶ καταρώμενος ἑαυτῷ τὴν χαλεπὴν ἐκείνην ἀρὰν Μωσῆς ἦν, καὶ οὐδὲν αὐτὸν ὅλως ἔπειθεν ἀποστῆναι τῆς συμπαθείας τῆς πρὸς αὐτούς. Τοὺς οὖν οὕτως ὑπ' αὐτοῦ ποθουμένους ἐπὶ τὸ χεῖρον ἀεὶ προβαίνοντας ὁρῶν, πόσῃ λύπῃ, πόσοις δὲ ἄρα συνανεστρέφετο δάκρυσιν! Εἰ γὰρ ἕνα τις υἱὸν ἔχων οὐκ ἂν δύναιτο ζῇν, εἴ ποτε αἴσθοιτο πρὸς κακίαν αὐτὸν ἀποκλίναντα, καὶ εἰ πάντων αὐτὸς πονηρότερος ὢν τύχοι, τὸν μυριάδας τοσαύτας ἐν τάξει παίδων κεκτημένον, μᾶλλον δὲ καὶ ὑπὲρ παῖδας φιλοῦντα· οὐδεὶς γὰρ ἂν ηὔξατο πατὴρ συναπολέσθαι παιδὶ μηδὲν ἡμαρτηκὼς, καθάπερ ἐκεῖνος· τὸν δὴ οὕτω παῖδας κεκτημένον τοσούτους, μισοπόνηρόν τε ὄντα καὶ φιλάγαθον, τί οἴει πάσχειν πάντας αὐτοὺς ὥσπερ ἔκ τινος συνθήματος εἰς τὸν τῆς κακίας κρημνὸν καταδραμόντας ἰδόντα; Οὐ γὰρ ἂν εἰ μὴ σφόδρα αὐτὸν ἐσκότωσε καὶ ἐκ βάθρων αὐτοῦ τὴν ψυχὴν ἀνέτρεψεν ὁ τῆς ἀθυμίας ἐκείνης ἴλιγγος, τὰς πλάκας ἂν ἔῤῥιψεν ἀπὸ τῶν χειρῶν καὶ συνέτριψεν, ἀλλ' ἰάσατο ταχέως την συμφοράν. Ἀλλὰ τί ποιήσας, εἰπέ; καὶ γὰρ ὁ τῆς ἰατρείας τρόπος, εἰ καὶ παρεμυθήσατο τὸ γεγονὸς, ἀλλ' ὅμως καὶ αὐτὸς πολλῶν ἔγεμε δακρύων· καὶ οὐδεὶς οὕτω λίθινος ἦν, ὡς μηδὲν παθεῖν
3. And when this fear too was dispelled, greater terrors again were raised up. For even more harshly than the Egyptians and Pharaoh did those led by him and enjoying myriad blessings through him treat him throughout the whole journey. And first they pressed hard upon him, choking him violently, and demanding of him the meats of Egypt, being ungrateful for things present, and seeking after things former, which was heavier than all. For what harsher thing would he have suffered, if he had been appointed to command raving and deranged men? Yet nevertheless that blessed man nobly bore all these things; and if he had not been tenderly disposed towards them, the dreadful trial would have been bearable, and would have given him pain only over the things done against himself; but as it was, being disposed towards them more than parents are, from this solicitude he had also another constraint of despondency, that over their perversity and defilement. For being insulted did not sting him so much as that they were the insulters. Dreadful indeed, then, was even their ingratitude before the provision of that marvellous nourishment; yet even in the midst of the miracles they displayed their own wickedness, and their transgression and greediness concerning the gathering, and having advanced a little way, they murmured again, again found fault with the benefits of God; and at each of these things that blessed man beat his breast and grieved more than those who sinned. For when they fashioned the calf, they for their part sported and revelled; whereas Moses was mourning and grieving and imprecating upon himself that grievous curse, and nothing at all persuaded him to depart from his sympathy towards them. Seeing, therefore, those thus cherished by him advancing ever towards the worse, in how great sorrow, in how many tears indeed was he immersed! For if someone having a single son could not bear to live, should he ever perceive him turning aside towards wickedness, even if he himself chanced to be more wicked than all men, what think you did he suffer who possessed so many myriads in the rank of children, nay rather loved them even beyond children—for no father having sinned in nothing would have prayed to perish together with his child, even as he did—he, I say, who thus possessed so many children, and was a hater of evil and a lover of good, when he saw them all rushing down as if by some watchword towards the precipice of wickedness? For had not the dizziness of that despondency vehemently darkened him and overturned his soul from its foundations, he would not have hurled the tablets from his hands and shattered them, yet he swiftly healed the calamity. But by doing what, tell me? For even the manner of the healing, although it assuaged what had happened, nevertheless was itself also full of many tears; and no one was so stony as to suffer nothing
Notes, col. 475

On the reading

Printed την, for τὴν.

PG 47:476Read from the page
ἀδελφοὺς καὶ συγγενεῖς ὑπὸ τῶν οἰκείων σφαττομένους ὁρῶν, καὶ εἰς τρισχιλίων σωμάτων ἀριθμὸν τὴν ἐλεεινὴν ταύτην ἐκτεινομένην σφαγήν. Καὶ γὰρ ἡμεῖς τοὺς παῖδας τοὺς ἑαυτῶν ὅταν ἐπί τινι λαμβάνωμεν δεινῷ, στρεβλοῦμεν μὲν, καὶ μαστιγοῦμεν, οὐκ ἀναλγητὶ δὲ τοῦτο πράττομεν, ἀλλὰ μετὰ θλίψεως οὐκ ἐλάττονος τῶν πασχόντων αὐτῶν.
when seeing brothers and kinsmen slaughtered by their own household, and this pitiable slaughter extending to the number of three thousand bodies. For we ourselves also, when we catch our own children in some grave offence, put them to the rack indeed and scourge them, yet we do not do this without feeling, but with affliction no less than that of the sufferers themselves.
δʹ. Πολλοῦ δὴ τότε πένθους αὐτὸν καὶ τὸ στρατόπεδον ἔχοντος, ἑτέρα πάλιν ἀγωνία προσετίθετο. Οὐκ ἔτι γὰρ αὐτοῖς στρατηγήσειν, ἀλλ' ἐγκαταλείψειν αὐτὸν, καὶ ἀγγέλῳ παραδώσειν τὴν προστασίαν αὐτῶν ἠπείλησεν ὁ Θεὸς, ὃ πάντων ἀφορητότερον ἦν τῷ Μωσῇ. Ἄκουσον γοῦν οἷά φησι πρὸς τὸν Θεόν· Εἰ μὴ σὺ αὐτὸς συμπορεύῃ μοι, μὴ ἀναγάγῃς με ἐντεῦθεν. Ὁρᾷς πῶς φόβοι φόβους, καὶ λῦπαι διεδέχοντο λύπας; Καὶ οὐδὲ μέχρι τούτων ἵστατο τὸ δεινόν· ἀλλ' ἐπειδὴ καὶ τοῦτο ἔπεισε τὸν Θεὸν, καὶ ἐπένευσεν ὁ φιλάνθρωπος, καὶ τὴν χάριν ἔδωκε, πάλιν ἑτέραις αὐτὸν περιέβαλλον ὀδύναις, τὸν ἵλεων γενόμενον παροξύνοντες, καὶ ταῖς ἐσχάταις ἑαυτοὺς περιπείροντες συμφοραῖς. Μετὰ γὰρ τὴν σφαγὴν τὴν πολυδάκρυτον οὕτω προσέκρουσαν πάλιν, ὡς ἐκκαλέσασθαι καθ' ἑαυτῶν τὸν ἐμπρησμὸν ἐκεῖνον, ὃς μικροῦ πάντας ἀνήλωσεν ἂν, εἰ μὴ καὶ οὕτω πολλῇ περὶ αὐτοὺς φιλανθρωπίᾳ ἐχρήσατο. Τῷ δὲ Μωϋσῇ διπλῆν ἐν ἅπασι τὴν ἀθυμίαν εἶναι συνέβαινε, τῷ τε ἐκείνους ἀπόλλυσθαι, καὶ τῷ τοὺς ὑπολειπομένους ἀδιορθώτους μένειν καὶ μηδὲν ἐκ τῆς ἐκείνων κερδαίνειν συμφορᾶς. Οὔπω γὰρ τέλος εἶχεν ἐκεῖνος ὁ θάνατος, καὶ οἱ περιλειφθέντες τῶν κρομμύων ἐμέμνηντο, καὶ τοῖς παροῦσιν ἐδυσχέραινον λέγοντες· Τίς ἡμᾶς ψωμιεῖ κρέας; Ἐμνήσθημεν γὰρ τοὺς ἰχθύας, οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ, καὶ τοὺς σικυοὺς καὶ τοὺς πέπονας καὶ τὰ πράσα καὶ τὰ κρόμμυα καὶ τὰ σκόροδα. Νῦν δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος, οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν. Ἔνθα μηκέτι φέρων τὴν ἀγνωμοσύνην αὐτῶν ὁ Μωϋσῆς, παραιτεῖται τὴν προστασίαν νικηθεὶς ὑπὸ τῆς ἀθυμίας, καὶ θάνατον εὔχεται ἀντὶ τῆς πικρᾶς ἐκείνης ζωῆς. Ἐπάκουσον δὴ καὶ τῶν ῥημάτων αὐτῶν· Καὶ εἶπε Μωϋσῆς, φησὶ, πρὸς τὸν Θεόν· Ἰνατί ἐκάκωσας τὸν θεράποντά σου, καὶ διὰ τί οὐχ εὕρηκα χάριν ἐναντίον σοῦ, ἐπιθεῖναι τὴν ὁρμὴν τοῦ λαοῦ τούτου ἐπ' ἐμέ; Μὴ ἐγὼ ἐν γαστρὶ ἔλαβον πάντα τὸν λαὸν τοῦτον ἢ ἐγὼ ἔτεκον αὐτὸν, ὅτι λέγεις μοι, Λάβε αὐτὸν εἰς τὸν κόλπον σου, ὡσεὶ ἄραι τιθηνὸς τὸν θηλάζοντα, εἰς τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν; Πόθεν μοι κρέα δοῦναι παντὶ τῷ λαῷ τούτῳ, ὅτι κλαίουσιν ἐπ' ἐμοὶ λέγοντες, Δὸς ἡμῖν κρέα, ἵνα φάγωμεν; Οὐ δυνήσομαι ἐγὼ μόνος φέρειν τὸν λαὸν τοῦτον, ὅτι βαρύτερόν μοι ἐστὶ τὸ ῥῆμα τοῦτο· εἰ δὲ οὕτως οὐ ποιεῖς μοι, ἀπόκτεινόν με ἀναιρέσει, εἰ εὕρηκα χάριν ἐναντίον σου. Ταῦτα ἐκεῖνος ἐφθέγξατο ὁ εἰπὼν, Καὶ νῦν, εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψόν με ἐκ τῆς βίβλου ἧς ἔγραψας. Οὕτως αὐτὸν ἡ ἀθυμία περιέτρεψεν. Ὅπερ πάσχουσι καὶ γονεῖς πολλάκις δυσανασχετοῦντες τοῖς γινομένοις ὑπὸ τῶν παιδίων. Ὅτι γὰρ καὶ μετὰ τὰ
4. When great mourning then held him and the camp, another agony again was added. For God threatened that He would no longer lead them, but would forsake them Himself, and hand over the leadership of them to an angel, which was more unbearable than all things to Moses. Hear at least what he says unto God: If Thou goest not Thyself with me, bring me not up from hence. Do you see how fears succeeded fears, and griefs succeeded griefs? And not even up to these things did the dreadful trial stand still; but when in this too he had prevailed upon God, and the Lover of mankind had assented, and had granted the favour, again they encompassed him with other pains, provoking Him Who had become propitious, and piercing themselves about with the utmost calamities. For after that much-lamented slaughter they so offended again as to call down upon themselves that conflagration, which would almost have consumed them all, had He not even thus employed great loving-kindness towards them. And for Moses it came to pass that in all things his despondency was twofold: both because those men perished, and because those left behind remained uncorrected and gained nothing from the calamity of those men. For not yet had that death come to an end, when those who survived remembered the onions, and chafed at things present, saying: Who shall feed us with flesh? For we remember the fish which we ate in Egypt, and the cucumbers and the melons and the leeks and the onions and the garlic. But now our soul is parched; our eyes look upon nothing save the manna. Thereupon Moses, no longer bearing their ingratitude, begs off from the leadership, overcome by despondency, and prays for death instead of that bitter life. Listen indeed to the very words themselves: And Moses said, it says, unto God: Wherefore hast Thou afflicted Thy servant, and why have I not found favour before Thee, that Thou shouldest lay the onrush of this people upon me? Did I conceive all this people in the womb, or did I beget them, that Thou sayest unto me, Take them into thy bosom, as a nurse would lift up the suckling, into the land which I swore unto their fathers? Whence have I flesh to give unto all this people, because they weep unto me, saying, Give us flesh, that we may eat? I alone shall not be able to bear this people, because this thing is too heavy for me; and if Thou doest thus unto me, slay me utterly, if I have found favour before Thee. These things did that man utter who had said, And now, if Thou wilt forgive them their sin, forgive it; but if not, blot me out of the book which Thou hast written. Thus did despondency overwhelm him. Which very thing parents also often suffer when exasperated at the things done by their little children. For that even after these
Notes, col. 476

On the reading

Printed Ἰνατί, for Ἱνατί.