Migne Reading Room

PG 47 · cols. 373–378 · Read from the page

Against the opponents of those who introduce the monastic life, three books

Against the opponents of those who introduce the monastic life, three books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:373Read from the page
κακά· οὔτε βιωτικοῦ, οὔτε μονάζοντος ὄνομα τίθησιν, ἀλλ' ἀπὸ τῆς τῶν ἀνθρώπων διανοίας οὗτος εἰσενήνεκται ὁ διορισμός. Αἱ δὲ Γραφαὶ οὐδὲν ἴσασι τούτων, ἀλλ' ἅπαντας τὸν τῶν μοναχῶν βούλονται βίον ζῆν, κἂν γυναῖκας ἔχοντες τύχωσιν. Ἄκουσον γοῦν καὶ ὁ Παῦλος τί φησιν· ὅταν δὲ Παῦλον εἴπω, τὸν Χριστὸν λέγω πάλιν. Οὗτος τοίνυν ἐπιστέλλων ἀνθρώποις γυναῖκας ἔχουσι καὶ παιδία τρέφουσι, πᾶσαν τὴν τοῖς μοναχοῖς προσήκουσαν ἀκρίβειαν αὐτοὺς ἀπαιτεῖ. Τὴν γὰρ τρυφὴν ἐκκόπτων ἅπασαν, καὶ τὴν ἐν τοῖς ἱματίοις, καὶ τὴν ἐν τοῖς ἐδέσμασι, ταῦτα ἐπιστέλλει τὰ ῥήματα· Γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ· καὶ πάλιν, Ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκε· καὶ πάλιν, Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Τί τούτων παρὰ τῶν μοναζόντων πλέον ἀπαιτήσειεν ἄν τις; Γλώττης δὲ παιδεύων κρατεῖν ἑτέρους, ἀκριβεῖς πάλιν τίθησι νόμους, καὶ τοιούτους οἵους καὶ τοῖς μοναχοῖς ἀνύσαι ἔργον ἐστίν. Οὐ γὰρ αἰσχρότητα καὶ μωρολογίαν μόνον, ἀλλὰ καὶ εὐτραπελίαν ἀναιρεῖ· οὐ θυμὸν καὶ ὀργὴν καὶ πικρίαν μόνον, ἀλλὰ καὶ κραυγὴν ἐκκόπτει τοῦ τῶν πιστῶν στόματος. Πᾶς γὰρ, φησὶ, θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν σὺν πάσῃ κακίᾳ. Ἆρά σοι μικρὰ ταῦτα εἶναι δοκεῖ; Οὐκοῦν ἀνάμεινον, καὶ τὰ πολλῷ μείζονα τούτων ἀκούσῃ, ἃ περὶ ἀνεξικακίας διατάττεται πᾶσιν. Ὁ ἥλιος, φησὶ, μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδώσει· ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας. Καὶ πάλιν· Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Εἶδες πρὸς αὐτὴν τὴν κορυφὴν ἀναβαίνουσαν τὴν τῆς φιλοσοφίας καὶ μακροθυμίας ἐπίτασιν; Ἄκουσον καὶ ὅσα περὶ ἀγάπης διατάττεται τοῦ κεφαλαίου τῶν ἀγαθῶν· ἐπάρας γὰρ αὐτὴν καὶ τὰ κατορθώματα αὐτῆς εἰπὼν, ἐδήλωσεν ὅτι ταύτην ἀπαιτεῖ παρὰ τῶν βιωτικῶν ἣν παρὰ τῶν μαθητῶν ὁ Χριστός. Ὥσπερ γὰρ ὁ Σωτὴρ τοῦτον ἔσχατον ὅρον ἔφησεν ἀγάπης εἶναι, τὸ τὴν ψυχὴν αὐτοῦ θεῖναι ὑπὲρ τῶν φίλων αὐτοῦ, οὕτω καὶ ὁ Παῦλος τὸ αὐτὸ τοῦτο ᾐνίξατο εἰπών· Ἡ ἀγάπη οὐ ζητεῖ τὰ ἑαυτῆς· καὶ τὴν τοιαύτην κελεύει διώκειν. Ὥστε εἰ καὶ τοῦτο μόνον εἴρητο, ἱκανὸν τεκμήριον ἦν τοῦ τὰ αὐτὰ ἀπαιτεῖσθαι τοὺς βιωτικοὺς τοῖς μοναχοῖς. Ὁ γὰρ σύνδεσμος καὶ ἡ ῥίζα τῆς πολλῆς ἀρετῆς αὕτη ἐστί· νυνὶ δὲ καὶ κατὰ μέρος αὐτὴν τίθησι. Τί τοίνυν μεῖζον ταύτης τῆς φιλοσοφίας ζητήσειεν ἄν τις; Ὅταν γὰρ καὶ ὀργῆς καὶ θυμοῦ καὶ κραυγῆς, καὶ χρημάτων ἐπιθυμίας, καὶ γαστρὸς, καὶ πολυτελείας, καὶ δόξης κενῆς, καὶ τῶν ἄλλων τῶν βιωτικῶν ἀνωτέρους εἶναι κελεύῃ, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τὴν γῆν, ὅταν νεκρῶσαι τὰ μέλη προστάττῃ, εὔδηλον ὅτι τὴν αὐτὴν ἡμᾶς ἀκρίβειαν ἀπαιτεῖ, ὅσην τοὺς μαθητὰς ὁ Χριστὸς, καὶ πρὸς τὰ ἁμαρτήματα οὕτως εἶναι βούλεται νεκροὺς, ὡς τοὺς ἀποθανόντας καὶ ταφέντας ἤδη. Διὰ τοῦτο γάρ φησιν· Ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Ἔστι δὲ ὅπου καὶ εἰς τὸν τοῦ Χριστοῦ ζῆλον διὰ τῆς παρακλήσεως ἡμᾶς ἄγει, οὐχὶ πρὸς τὸν τῶν μαθητῶν μόνον. Καὶ γὰρ ὅταν ἀγαπᾷν παραινῇ, ἐκεῖθεν φέρει τὰ ὑποδείγματα, καὶ ὅταν μὴ μνησικακεῖν, καὶ ὅταν μετριάζειν. Ὅταν οὖν μὴ μοναχοὺς μόνον, μηδὲ τοὺς μαθητὰς, ἀλλὰ καὶ
evil things; He sets down the name neither of worldling nor of monk, but from the mind of men has this distinction been brought in. Yet the Scriptures know nothing of these things, but will all men to live the life of the monks, even if they happen to have wives. Hear, then, what Paul too says; and when I say Paul, I mean Christ again. This man, then, writing to men having wives and rearing children, demands of them all the exactness befitting monks. For cutting off all luxury, both that in garments and that in meats, he sends these words: That women adorn themselves in orderly attire with modesty and sobriety, not in braided hair, or gold, or pearls, or costly raiment; and again, Yet she who lives in wanton luxury has died while living; and again, And having nourishment and coverings, with these we shall be content. What more than these things could one demand from those who live as monks? And training others to master the tongue, he again lays down strict laws, and such as are a labour even for monks to accomplish. For he abolishes not filthiness and foolish talk alone, but also jesting; he cuts off from the mouth of believers not wrath and anger and bitterness alone, but also clamour. For let all wrath, he says, and anger and clamour and blasphemy be taken away from you, with all malice. Do these things seem small to you? Wait then, and you will hear things much greater than these, which he ordains for all concerning forbearance. Let not the sun, he says, go down upon your provocation. See that none render evil for evil to anyone; but always pursue what is good, both towards one another and towards all. And again: Be not overcome by evil, but overcome evil with good. Have you seen the intensity of philosophy and long-suffering ascending to the very summit? Hear also all that he ordains concerning love, the chief of good things; for having exalted it and spoken of its rightly accomplished deeds, he made plain that he demands from worldlings that very love which Christ demanded from His disciples. For just as the Saviour declared this to be the utmost limit of love, to lay down His life on behalf of His friends, so Paul too indicated this very thing, saying: Love does not seek its own; and such love he bids us pursue. So that even if this alone had been said, it was a sufficient proof that the same things are demanded of worldlings as of monks. For this is the bond and the root of much virtue; and now he sets it forth part by part as well. What, then, greater than this philosophy could one seek? For when he bids us be superior to anger and wrath and clamour, and desire for money, and the belly, and luxury, and vainglory, and other worldly things, and have nothing in common with the earth, when he enjoins us to put to death our members, it is manifest that he demands of us the very same exactness as Christ demanded of His disciples, and wills us to be as dead towards sins as those who have already died and been buried. For on this account he says: For he who has died has been justified from sin. And there are places where through his exhortation he leads us even to emulation of Christ, not merely to that of the disciples. For when he exhorts us to love, from there he brings his examples, and when not to bear malice, and when to practise moderation. When, then, not monks alone, nor the disciples, but also
PG 47:374Read from the page
αὐτὸν μιμεῖσθαι κελεύῃ τὸν Χριστὸν, καὶ τοῖς μὴ ζηλοῦσι κόλασιν τίθησι μεγίστην, πόθεν ἐκεῖνο μεῖζον ἔφης εἶναι τὸ ὕψος; Τὸ γὰρ αὐτὸ πάντας ἀνθρώπους ἀναβῆναι δεῖ· καὶ τὸ πᾶσαν ἀνατρέψαν τὴν οἰκουμένην, τοῦτό ἐστιν, ὅτι μείζονος οἰόμεθα δεῖν ἀκριβείας τῷ μονάζοντι μόνῳ, τοῖς δὲ λοιποῖς ἐξεῖναι ῥᾳθύμως ζῆν. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν, ἀλλὰ τὴν αὐτὴν ἀπαιτούμεθα, φησὶ, πάντες φιλοσοφίαν· καὶ σφόδρα φαίην ἂν ἔγωγε, μᾶλλον δὲ οὐκ ἐγὼ, ἀλλ' αὐτὸς ὁ μέλλων κρίνειν ἡμᾶς. Εἰ δὲ θαυμάζεις ἔτι καὶ διαπορεῖς, φέρε σοι πάλιν τὴν ἀκοὴν ἀπὸ τῶν αὐτῶν ἀντλήσωμεν ναμάτων, ὥστε σοι τέλεον ἐκπλυθῆναι τῆς ἀπιστίας τὴν κακίαν ἅπασαν. Ποιήσομαι δὲ τὴν ἀπόδειξιν ἀπὸ τῶν κολάσεων τῶν κατὰ τὴν ἡμέραν ἐκείνην. Ὁ πλούσιος, οὐκ ἐπειδὴ μονάζων ἦν ὠμὸς, διὰ τοῦτο ἐκολάζετο μειζόνως, ἀλλ', εἰ δεῖ τι καὶ ἐφευρόντα εἰπεῖν, ἐπειδὴ βιωτικὸς ὢν, καὶ ἐν πλούτῳ ζῶν καὶ ἐν πορφύρᾳ, περιεώρα τὸν Λάζαρον ἐν ἐσχάτῃ πενίᾳ. Πλὴν οὔτε τοῦτο οὔτε ἐκεῖνο ἐρῶ, ἀλλ' ὅτι μόνον ὠμὸς ἦν, διὰ τοῦτο ἔκειτο μειζόνως κολαζόμενος ἐν τῷ πυρί. Καὶ αἱ παρθένοι δὲ, ἐπειδὴ περὶ τὴν φιλανθρωπίαν ὑστέρησαν, διὰ τοῦτο ἀπηλάθησαν ἀπὸ τοῦ νυμφῶνος· καὶ εἰ χρή τι καὶ παρ' ἑαυτῶν εἰπεῖν, οὐ μόνον αὐταῖς οὐκ ἐπετείνετο τὰ τῆς κολάσεως διὰ τὴν παρθενίαν, ἀλλὰ τάχα καὶ ἡμερώτερα διὰ ταύτην ἐγένετο. Οὐ γὰρ ἤκουσαν, Πορεύεσθε εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ἀλλὰ μόνον· Οὐκ οἶδα ὑμᾶς. Εἰ δὲ λέγει τις ταυτὸν εἶναι τοῦτο ἐκείνῳ, οὐδὲν ἀντερῶ. Τὸ γὰρ σπουδαζόμενόν μοι δεῖξαι νῦν, ὅτι οὐχ ὁ τῶν μοναχῶν βίος χαλεπωτέρας ποιεῖ τὰς κολάσεις, ἀλλὰ τῶν αὐτῶν εἰσιν ὑπεύθυνοι καὶ οἱ βιωτικοὶ, τὰ αὐτὰ ἁμαρτάνοντες ἐκείνοις. Καὶ ὁ τὰ ῥυπαρὰ ἐνδεδυμένος ἱμάτια, καὶ ὁ τὰ δηνάρια τὰ ἑκατὸν ἀπαιτῶν, οὐκ ἐπειδὴ μονάζοντες ἦσαν, ἔπασχον ἅπερ ἔπασχον· ἀλλ' ὁ μὲν διά τὴν παρνείαν, ὁ δὲ διὰ τὴν μνησικακίαν ἀπώλοντο. Καὶ τοὺς ἄλλους δὲ εἴ τις ἐπέλθοι τοὺς τότε κολαζομένους, ἀπὸ τῶν ἁμαρτημάτων μόνον ὄψεται τὴν τιμωρίαν ὑπέχοντας. Οὐκ ἐν ταῖς τιμωρίαις δὲ μόνον, ἀλλὰ καὶ ἐν ταῖς νουθεσίαις τοῦτο εὕροι τις ἄν. Καὶ γὰρ, ὅταν λέγῃ· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, καὶ μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· οὐ τοῖς μονάζουσι διαλέγεται μόνον, ἀλλὰ καὶ πάσῃ τῇ τῶν ἀνθρώπων φύσει. Καὶ ὅταν κελεύῃ διά τῆς στενῆς ὁδεύειν ὁδοῦ, οὐ πρὸς τούτους ἀποτείνει τὸν λόγον μόνους, ἀλλὰ πρὸς πάντας ἀνθρώπους· καὶ μισεῖν δὲ τὴν αὑτῶν ψυχὴν ἐν τῷ κόσμῳ τούτῳ, καὶ τὰ ἄλλα δὲ πάντα τὰ τοιαῦτα πᾶσιν ἐπέταξεν ὁμοίως. Ὅταν δὲ μὴ πᾶσι διαλέγηται μηδὲ νομοθετῇ, δῆλον ἡμῖν αὐτὸ ποιεῖ. Ὅτε γοῦν περὶ παρθενίας ἔλεγεν, ἐπήγαγεν· Ὁ δυνάμενος χωρεῖν χωρείτω, οὔτε τὸ, πᾶς, προσθεὶς, οὔτε ἐν ἐπιτάγματος τάξει τοῦτο εἰσενεγκών. Οὕτω καὶ ὁ Παῦλος· τὸν γὰρ Διδάσκαλον μιμούμενος πανταχοῦ φαίνεται, καὶ εἰς ταύ-
Christ Himself he bids us imitate, and upon those who do not emulate Him he sets the greatest punishment, whence did you say that height is greater? For all men must ascend the very same height; and what has overturned the whole inhabited world is this, that we suppose greater exactness to be needful for the monk alone, while for the rest it is permitted to live negligently. Yet it is not so, it is not so; rather, he says, the very same philosophy is demanded of us all; and I for my part would stoutly affirm it, or rather not I, but He Himself Who is about to judge us. And if you marvel still and are in doubt, come, let us again draw for your hearing from the same streams, so that all the wickedness of your unbelief may be utterly washed away. And I shall make my proof from the punishments on that day. The rich man was punished more severely not because as a monk he was cruel, but—if one must even invent something to say—because being a worldling, and living in wealth and in purple, he overlooked Lazarus in extreme poverty. Yet I shall say neither this nor that, but only that because he was cruel, on this account he lay more severely punished in the fire. And the virgins too, because they fell short with regard to humanity, on this account were driven away from the bridal chamber; and if one must say something of our own as well, not only were the matters of punishment not intensified for them on account of virginity, but perhaps they even became milder on account of it. For they did not hear, Depart into the fire prepared for the devil and his angels, but only: I know you not. Yet if anyone says that this is the same as that, I shall make no contradiction. For what I am eagerly seeking to show now is that the life of the monks does not make punishments severer, but worldlings too are liable to the very same ones when they commit the same sins as they. Both the man clothed in filthy garments and the man demanding the hundred denarii suffered what they suffered not because they were monks; but the one perished on account of fornication, and the other on account of bearing malice. And if one should go through the others too who were then punished, he will see them undergoing punishment from their sins alone. And not in punishments alone, but also in admonitions would one find this. For when He says: Come unto Me, all you who labour and are burdened, and I will give you rest; take My yoke upon you, and learn from Me, for I am meek and lowly in heart, and you shall find rest for your souls—He converses not with those who live as monks alone, but also with the whole nature of men. And when He bids us travel through the narrow way, He directs His word not to these alone, but to all men; and to hate their own soul in this world, and all other such things too He enjoined upon all alike. Yet when He does not converse with all nor legislate for all, He makes it manifest to us. When, at any rate, He was speaking concerning virginity, He added: Let him who is able to receive it receive it, neither adding the word all, nor introducing this in the rank of a commandment. So too does Paul; for he is seen everywhere imitating the Teacher, and into this
Notes, col. 374

On the reading

Printed διά, for διὰ.

Printed παρνείαν, for πορνείαν.

Printed διά, for διὰ.

PG 47:375Read from the page
την ἐμπεσὼν τὴν ὑπόθεσιν, ἔλεγε· Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω. Ὅτι μὲν οὖν πρὸς τὴν ἴσην φθάσαι κορυφὴν καὶ τὸν βιωτικὸν ἀνάγκη καὶ τὸν μοναχὸν, καὶ ὅτι τὰ αὐτὰ λήψονται τραύματα πεσόντες ἀμφότεροι, οὐδὲ τὸν σφόδρα φιλόνεικον καὶ ἀναίσχυντον οἶμαι λοιπὸν ἀντερεῖν.
subject having fallen, he said: Now concerning virgins I have no commandment of the Lord. That therefore both the worldling and the monk must reach the equal summit, and that both will receive the very same wounds when they fall, not even a vehemently contentious and shameless man, I think, will hereafter gainsay.
ιεʹ. Τούτου δὲ ἀποδειχθέντος σαφῶς, φέρε δὴ κἀκεῖνο ἐξετάσωμεν, τίς εὐκολώτερον καὶ ῥᾷον πεσεῖται· ἢ ἐνταῦθα οὐδὲ ἐξετάσεως ἡμῖν δεῖ. Σωφροσύνην μὲν γὰρ ὁ γυναῖκα ἔχων κατορθώσει ῥᾳδίως, ἅτε πολλῆς ἀπολαύων τῆς παραμυθίας· ἐν δὲ τοῖς ἄλλοις οὐ σφόδρα φαίνεται, πλὴν ἀλλὰ κἀνταῦθα πλείους ἂν ἴδοιμεν τῶν γεγαμηκότων, ἢ τῶν μοναχῶν πίπτοντας. Οὔτε γὰρ τοσοῦτοι πρὸς τὸν γάμον ἀπὸ τῶν μοναστηρίων ἐκβαίνουσιν, ὅσοι πρὸς πόρνας ἀπὸ τῆς εὐνῆς ἀνίστανται τῶν γυναικῶν. Εἰ δὲ ὅπου εὔκολα τὰ τῶν παλαισμάτων αὐτοῖς, μετὰ τοσαύτης πίπτουσιν ὑπερβολῆς, τί ποιήσουσιν ἐν τοῖς ἄλλοις πάθεσιν, ἐν οἷς μᾶλλον ἐνοχλοῦνται τῶν μοναχῶν; Ἡ μὲν γὰρ ἐπιθυμία τούτοις σφοδρότερον ἔπεισιν, ἅτε τὴν πρὸς γυναῖκας οὐκ ἔχουσιν ὁμιλίαν· τὰ δὲ ἄλλα τούτων μὲν οὐδὲ ἐγγὺς γενέσθαι δύναιτ' ἂν, ἐκείνους δὲ κατὰ κράτος ἐλαύνει καὶ ἐπὶ κεφαλὴν ὠθεῖ. Εἰ δὲ ἐν οἷς σφοδρότερον ὁ πόλεμος πνεῖ, μᾶλλον τῶν μὴ τοῦτο πασχόντων κρατοῦσιν, εὔδηλον ὅτι πολλῷ ῥᾷον τούτων ἐν τοῖς ἄλλοις, ἐν οἷς οὐκ ἐνοχλοῦνται, στήσονται. Καὶ γὰρ χρημάτων ἔρως, καὶ τρυφῆς ἐπιθυμία καὶ δυναστείας καὶ τῶν ἄλλων ἁπάντων, εὐκολώτερον ὑπὸ τούτων ἢ τῶν βιωτικῶν ἀνύεσθαι πέφυκεν. Ὥσπερ οὖν ἐν παρατάξει καὶ μάχῃ τοῦτο τοῦ πολέμου τὸ μέρος κουφότερον εἶναι φήσομεν, οὐχ ὅθεν ἐπάλληλοι καὶ συνεχεῖς πίπτουσιν οἱ νεκροὶ, ἀλλ' ὅθεν ὀλίγοι καὶ σπάνιοι, οὕτω καὶ περὶ τούτων ψηφίζεσθαι χρή. Καὶ γὰρ πλεονεξίας οὐχ ὁ στρεφόμενος ἐν τῷ μέσῳ, ἀλλ' ὁ καθήμενος ἐν τοῖς ὄρεσιν εὐκολώτερον περιέσται· ἐπεὶ ἐκεῖνός γε καὶ ἁλώσεται ῥᾳδίως, ἁλόντα δὲ πλεονεξίᾳ μετὰ τῶν εἰδωλολατρῶν ἀριθμεῖσθαι ἀνάγκη. Καὶ τῶν οἰκείων οὗτος μὲν οὐχ αἱρήσεται ὑπεριδεῖν, ἂν ἔχῃ χρήματα, ἀλλ' εὐκόλως αὐτοῖς πάντα προήσεται, ἐκεῖνος δὲ οὐ περιόψεται μόνον αὐτοὺς, ἀλλὰ καὶ ἀδικήσει τῶν ἀλλοτρίων οὐχ ἧττον· τοῦτο δὲ πάλιν ἕτερος εἰδωλολατρείας τρόπος τοῦ προτέρου χαλεπώτερος. Καὶ τί δεῖ τὰ ἄλλα πάντα λέγειν, τὰ τοῖς μονάζουσι μὲν ὄντα εὐκαταγώνιστα, τοὺς δὲ βιωτικοὺς μετὰ πολλῆς καταβάλλοντα τῆς σφοδρότητος; Πῶς οὖν οὐ δέδοικας, οὐδὲ τρέμεις ἐπὶ τοῦτον ἄγων τὸν βίον, ὅθεν ἁλώσιμος ἔσται τῇ κακίᾳ ταχέως; Ἢ μικρὸν εἶναί σοι δοκεῖ εἰδωλολατρεία, καὶ τὸ τῶν ἀπίστων εἶναι χείρω, καὶ τὸ τοῦ Θεοῦ τὴν δουλείαν διὰ τῶν ἔργων ἐξόμνυσθαι, ἅπερ ἅπαντα πείσονται εὐκολώτερον τῶν μοναχῶν οἱ τῷ βίῳ προσδεδεμένοι; Ὁρᾷς ὅτι σκῆψις ὁ φόβος ἐστίν; Εἰ γὰρ δεδοικέναι ἐχρῆν, οὐχ ὑπὲρ τῶν τὰ κλυδώνια φευγόντων, οὐδὲ ὑπὲρ τῶν ἐπὶ τὸν λιμένα σπευδόντων, ἀλλ' ὑπὲρ τῶν ἐν χειμῶνι καὶ τῇ ζάλῃ κλυδωνιζομένων. Ταχύτερον γὰρ ἐκεῖθεν τὰ ναυάγια, τῷ καὶ πλείονα εἶναι τὰ ἐνοχλοῦντα, καὶ ῥᾳθυμοτέρους τοὺς πρὸς ταῦτα στήσεσθαι μέλλοντας. Ἐνταῦθα δὲ οὔτε τοσαῦτα τὰ κύματα, καὶ πολλὴ ἡ γαλήνη, καὶ ἡ σπουδὴ μείζων τῶν πρὸς ταῦτα μαχησομένων. Διὰ τοῦτο καὶ ἡμεῖς ἐπὶ τὴν ἔρημον ἕλκομεν, οὐχ ἵνα σάκκον ἁπλῶς περιβάλωνται, οὐδὲ ἵνα κλοιὰ περιθῶνται,
15. Now that this has been clearly proved, come then, let us examine that point too, who will fall more readily and more easily; or rather, here we have no need even of examination. For he who has a wife will easily accomplish temperance, inasmuch as he enjoys much consolation; while in the other matters it is not very plain, save that even here we would see more of those who have married falling than of the monks. For neither do so many go forth from the monasteries to marriage as rise up from the bed of their wives to harlots. And if where the matters of their wrestlings are easy for them, they fall with such excess, what will they do in the other passions, in which they are more harassed than the monks? For concupiscence on the one hand assails these more vehemently, inasmuch as they do not have intercourse with women; while the other passions could not even come near these, yet drive those worldlings with full force and thrust them headlong. And if in those things in which the war blows more vehemently they prevail more than those who do not suffer this, it is manifest that in the other things, in which they are not harassed, they will stand firm much more easily than these. For love of money, and desire for luxury and for dominion and for all other things, is by nature overcome more easily by these than by worldlings. Just as in battle-line and combat, then, we shall say that this part of the war is lighter, not whence the dead fall one upon another and continually, but whence they fall few and scant, so too must one vote concerning these. For not he who turns about in the midst, but he who sits in the mountains will more easily prevail over covetousness; since that man indeed will be captured easily, and one captured by covetousness must of necessity be numbered with idolaters. And as for his own kinsfolk, this man will not choose to overlook them if he have money, but will easily give up all things to them, whereas that man will not only overlook them, but will even wrong them no less than strangers; and this again is another mode of idolatry, more grievous than the former. And what need is there to speak of all the other things, which to those who live as monks are easily overcome, yet cast down worldlings with great vehemence? Why then do you not fear, nor tremble, when leading him to this life, whence he will quickly be capturable by wickedness? Or does idolatry seem to you a small thing, and being worse than unbelievers, and renouncing by deeds the service of God—all which things those bound to worldly life will suffer more easily than the monks? Do you see that the fear is a pretext? For if one ought to have feared, it was not on behalf of those fleeing the billows, nor on behalf of those hastening to the harbour, but on behalf of those tossed by waves in tempest and squall. For shipwrecks come more quickly from there, in that both the things that harass are more numerous, and those about to stand against them are more indolent. Whereas here neither are the waves so great, and great is the calm, and greater is the eagerness of those who will fight against them. On this account we too draw them to the wilderness, not that they may simply wrap sackcloth about themselves, nor that they may put collars around themselves,
PG 47:376Read from the page
οὐδ' ἵνα σποδὸν ὑποστορέσωνται, ἀλλ' ἵνα πρὸ τῶν ἄλλων ἁπάντων φύγωσι μὲν κακίαν, ἕλωνται δὲ ἀρετήν. Τί οὖν; οἱ γεγαμηκότες, φησὶν, ἀπολοῦνται πάντες; Οὐ τοῦτο λέγω, ἀλλ' ὅτι μειζόνων δεήσονται πόνων, εἰ μέλλοιεν σώζεσθαι, διὰ τὴν ἐνεστῶσαν ἀνάγκην· τοῦ γὰρ δεδεμένου μᾶλλον ὁ λελυμένος δραμεῖται. Οὐκοῦν καὶ πλείονα ἕξει τὸν μισθὸν, καὶ λαμπροτέρους τοὺς στεφάνους; Οὐδαμῶς· ἑαυτῷ γὰρ ταύτην περιτίθησι τὴν ἀνάγκην, ἐξὸν μὴ περιθεῖναι. Ὥστε, ἐπειδὴ σαφῶς ἡμῖν ἀποδέδεικται ὅτι τῶν αὐτῶν ἐσμεν ὑπεύθυνοι τοῖς μοναχοῖς, ἐπὶ τὴν εὐκολωτέραν τρέχωμεν ὁδὸν, καὶ τοὺς υἱοὺς ἐπὶ ταύτην ἕλκωμεν, ἀλλὰ μὴ καταποντίζωμεν, μηδὲ εἰς τὰ τῆς κακίας ἕλκωμεν βάραθρα, καθάπερ ἐχθροὶ καὶ πολέμιοι. Ταῦτα γὰρ εἰ μὲν ἄλλοι τινὲς ἐποίουν, οὐκ ἦν οὕτω δεινόν· ὅταν δὲ οἱ γεγεννηκότες, οἱ τῶν βιωτικῶν πεῖραν εἰληφότες πάντων, οἱ διὰ τῶν ἔργων μαθόντες αὐτῶν ὅτι ψυχρὰ τῶν παρόντων πραγμάτων ἡ ἡδονὴ, οὕτω μαίνωνται, ὡς ἑτέρους ἐπὶ ταῦτα ἕλκειν, ἐπειδὴ λοιπὸν ὑπὸ τῆς ἡλικίας αὐτοὶ κεκώλυνται· καὶ δέον ἑαυτοὺς ἐπὶ τοῖς προτέροις ταλανίζειν, οἱ δὲ καὶ ἑτέρους ἐμβάλλουσι, καὶ ταῦτα ἐγγὺς ἑστῶτες λοιπὸν τῆς τελευτῆς, καὶ τοῦ δικαστηρίου, καὶ τῶν εὐθυνῶν ἐκείνων, ποία αὐτοῖς ἀπολογία λελείψεται, ποία συγγνώμη, ποῖος ἔλεος; Οὐ γὰρ δὴ μόνον τῶν οἰκείων ἁμαρτημάτων δώσουσι δίκην, ἀλλὰ καὶ τῶν τοῖς παισὶ τετολμημένων, ἄν τε δυνηθῶσι τοὺς υἱοὺς ὑποσκελίσαι, ἄν τε μή.
nor that they may spread ashes underneath themselves, but that before all other things they may flee wickedness and choose virtue. What then? Will all those who have married, he says, perish? I do not say this, but that they will need greater labours, if they are to be saved, on account of the present necessity; for the unbound man will run rather than the bound. Will he not then also have a greater reward, and more radiant crowns? By no means; for he places this necessity around himself when it was permitted not to place it around himself. So that, since it has been clearly proved by us that we are liable to the same things as the monks, let us run along the easier way, and draw our sons to it, and not plunge them into the deep, nor draw them into the pits of wickedness, just like enemies and foes. For if certain others did these things, it would not be so dreadful; yet when those who have begotten them, who have taken experience of all worldly things, who have learned through the deeds themselves that the pleasure of present affairs is frigid, are so mad as to draw others to these things, since they themselves have now been hindered by age—and when they ought to count themselves wretched over their former deeds, they cast others in as well, and that too while standing near now to their end, and to the tribunal, and to those accountings—what defence will be left to them, what pardon, what mercy? For indeed they will pay the penalty not only for their own sins, but also for the things dared against their children, whether they be able to trip up their sons or not.
ιϛʹ. Ἀλλὰ παῖδας ἴσως ἐπιθυμεῖτε παίδων ἰδεῖν. Καὶ πῶς, οὔπω γενόμενοι πατέρες αὐτοί; Οὐ γὰρ δὴ τὸ γεννῆσαι πατέρα ποιεῖ· καὶ τοῦτο αὐτοὶ οἱ γεγεννηκότες συνομολογήσαιεν ἂν, οἳ τοὺς υἱεῖς ὅταν ἴδωσιν εἰς ἔσχατον κακίας ἐλαύνοντας, ὡς οὐκ ὄντας αὐτῶν ἐκβάλλουσι καὶ ἀπαλλοτριοῦσι, καὶ οὔτε φύσις, οὔτε γέννησις, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν κατασχεῖν αὐτοὺς δύναιτ' ἄν. Μὴ τοίνυν μηδὲ πατέρες ἀξιούσθωσαν εἶναι οἱ τοιοῦτοι, ὧν πολὺ κατὰ τὸν τῆς φιλοσοφίας λείπονται λόγον· ἀλλ' ἐπειδὰν αὐτοὺς τοῦτον τὸν τρόπον γεννήσωσι, τότε καὶ τοὺς ἐκγόνους ζητείτωσαν· τότε γὰρ αὐτοὺς καὶ ἰδεῖν δυνήσονται μόνον. Εἰσὶ γὰρ αὐτοῖς παῖδες, εἰσὶν, οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐξ αὐτοῦ γεννηθέντες τοῦ Θεοῦ. Οὗτοι οἱ παῖδες οὐχ ὑπὲρ χρημάτων ἀναγκάζουσι κόπτεσθαι τοὺς πατέρας, οὐχ ὑπὲρ γάμου, οὐχ ὑπὲρ ἄλλου τινὸς τοιούτου, ἀλλὰ πάσης αὐτοὺς τῆς φροντίδος ἀτελεῖς ἀφέντες, τῶν φυσικῶν πατέρων μείζονι παρέχουσιν ἐντρυφᾷν ἡδονῇ. Οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς τίκτονταί τε καὶ τρέφονται, οἷσπερ κἀκεῖνοι, ἀλλ' ἐπὶ πολλῷ μείζοσι καὶ λαμπροτέροις· διὸ καὶ μᾶλλον τοὺς γεγεννηκότας εὐφραίνουσι. Χωρὶς δὲ τούτων κἀκεῖνο εἴποιμι ἂν, ὅτι τοὺς μὲν διαπιστοῦντας τῇ ἀναστάσει οὐδὲν ἀπεικὸς ὑπὲρ τούτων θρηνεῖν, ἅτε δὴ ταύτης μόνης καταλειπομένης τῆς παραμυθίας αὐτοῖς· οἱ δὲ τὸν θάνατον ὕπνον ἡγούμενοι, καὶ παιδευόμενοι τῶν ἐνταῦθα πάντων καταφρονεῖν, τίνος ἂν εἴημεν συγγνώμης ἄξιοι θρηνοῦντες ὑπὲρ τούτων, καὶ παῖδας ἐπιζητοῦντες ἰδεῖν καὶ καταλιπεῖν ἐνθάδε, ὅθεν ἀποπηδᾷν ἐπειγόμεθα, καὶ ἐνταῦθα ὄντες στενάζομεν; Καὶ ταῦτα μὲν ἡμῖν πρὸς τοὺς πνευματικωτέρους εἴρηται. Εἰ δέ τινες εἶεν φιλοσώματοι, καὶ σφόδρα τῷ παρόντι προσηλωμένοι βίῳ,
16. Yet perhaps you desire to see children's children. And how so, when you yourselves have not yet become fathers? For indeed begetting does not make a father; and this the very men who have begotten them would acknowledge, who, when they see their sons driving on to the utmost extreme of wickedness, cast them out and disown them as not being theirs, and neither nature, nor begetting, nor any other such thing could hold them back. Let not such men, then, deem themselves worthy even to be fathers of those to whom they are far inferior by the standard of philosophy; but when they have begotten them in this manner, then let them seek grandchildren also; for then alone will they be able to see them too. For they have children, they do have them, born not of bloods, nor of the will of the flesh, nor of the will of man, but of God Himself. These children do not compel their fathers to beat their breasts over money, nor over marriage, nor over any other such thing, but leaving them exempt from all anxiety, afford them a greater pleasure to revel in than natural fathers have. For they are neither born nor reared for the same ends as those others, but for ends much greater and more splendid; wherefore also they gladden more those who have begotten them. And apart from these things I would say this too, that for those who disbelieve in the resurrection it is not at all unreasonable to mourn over these things, inasmuch as this consolation alone is left to them; yet we who deem death to be sleep, and are trained to despise all things here, of what pardon would we be worthy when mourning over these things, and eagerly seeking to see children and leave them behind here, whence we hasten to leap away, and groan while we are here? Now these things have been said by us to the more spiritual. Yet if some should be lovers of the body, and vehemently riveted to the present life,
PG 47:377Read from the page
ἐκεῖνο ἂν εἴποιμι πρὸς αὐτοὺς, ὅτι πρῶτον ἄδηλον, εἰ καὶ παῖδες ἕψονται τῷ γάμῳ πάντως· δεύτερον, ὅτι καὶ γενομένων μείζων ἡ ἀθυμία· οὐ γὰρ τοσαύτην καρπούμεθα εὐφροσύνην, ὅσην λύπην ἀπὸ τῆς καθημερινῆς φροντίδος καὶ τῆς ἀγωνίας καὶ τῶν φόβων τῶν δι' αὐτούς. Καὶ τίνι, φησὶ, καταλείψομεν τοὺς ἀγροὺς καὶ τὰς οἰκίας καὶ τὰ ἀνδράποδα καὶ τὸ χρυσίον; καὶ γὰρ καὶ ταῦτα ἀκούω θρηνούντων αὐτῶν. Τῷ καὶ πρὸ τούτων μέλλοντι κληρονομήσειν αὐτὰ, καὶ τοσούτῳ μᾶλλον νῦν ἢ πρότερον, ὅσῳ καὶ φύλαξ καὶ κύριος ἀσφαλέστερος αὐτῶν ἔσται νῦν. Τότε μὲν γὰρ πολλὰ ἦν αὐτοῖς τὰ λυμαινόμενα· καὶ γὰρ σῆτες, καὶ χρόνος μακρὸς, καὶ λησταὶ, καὶ συκοφάνται, καὶ βάσκανοι, καὶ τὸ τοῦ μέλλοντος ἄδηλον, καὶ τὸ τῶν ἀνθρώπων εὐμετάβλητον, καὶ τέλος ὁ θάνατος, καὶ τῶν χρημάτων, καὶ τῶν κτημάτων τούτων ἀπεστέρησεν ἂν τὸν υἱόν· νυνὶ δὲ πάντων τούτων ἀνωτέρω τὸν πλοῦτον ἀπέθετο, τόπον εὑρὼν ἄσυλον, καὶ οὗ μηδενὶ τῶν εἰρημένων ἐπιβῆναι θέμις. Τοιοῦτον γὰρ χωρίον ὁ οὐρανὸς, πάσῃ μὲν ἄβατος ὢν ἐπιβουλῇ, πάσης δὲ εὐφορώτερος γῆς, καὶ μετὰ πολλῆς τῆς ἀφθονίας τῶν ἐν αὐτῷ τεθέντων χρημάτων παρέχων τοῖς παρακαταθεμένοις ἀμᾶσθαι τοὺς καρπούς. Ὥστε οὐχὶ νῦν ταῦτα ἔδει λέγειν, ἀλλ' εἰ βιωτικὸν ἔμελλεν ἔσεσθαι τὸ παιδίον, τότε θρηνεῖν, καὶ ταῦτα φθέγγεσθαι· Τίνι τοὺς ἀγροὺς καταλείπωμεν, τίνι τὸ χρυσίον, τίνι τὰ λοιπὰ χρήματα;
that point I would say to them: first, that it is uncertain whether children will by all means follow upon the marriage; second, that even when they are born, the despondency is greater; for we do not reap so much gladness as grief from daily anxiety and agony and fears on their account. And to whom, he says, shall we leave our fields and our houses and our slaves and our gold? For I hear them mourning over these things too. To Him Who even before these is about to inherit them, and all the more now than before, inasmuch as He will now be both a safer guardian and lord of them. For then many were the things that marred them: for moths, and long time, and brigands, and sycophants, and malicious men, and the uncertainty of the future, and the mutability of men, and at last death, would have deprived the son both of the money and of these possessions; whereas now he has laid up his wealth above all these things, having found an inviolable place, and one upon which it is lawful for none of the things mentioned to tread. For such a place is heaven, untrodden by every plot, and more fertile than every land, and granting with great abundance to those who have deposited money therein to reap the fruits of the money laid up in it. So that one ought not now to say these things, but if the little child had been about to be a worldling, then to mourn, and to utter these words: To whom shall we leave our fields, to whom our gold, to whom our remaining money?
Νῦν γὰρ τοσαύτη τῆς κυριότητος ἡ περιουσία, ὡς μηδὲ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἐκπίπτειν τῆς δεσποτείας αὐτῶν, ἀλλὰ τότε μάλιστα τοῦ κέρδους αὐτῶν ἀπολαύειν, ὅταν ἐντεῦθεν ἀπέλθωμεν. Εἰ δὲ καὶ ἐνταῦθα βούλει κύριον ὄντα ἰδεῖν, καὶ τοῦτο τῷ μοναχῷ μᾶλλον, ἢ τῷ βιωτικῷ συμβαῖνον ἴδοι τις ἄν. Τίς γὰρ, εἰπέ μοι, κυριώτερος; ὁ δαπανῶν καὶ διδοὺς μετὰ ἀδείας πολλῆς, ἢ ὁ μηδὲ ἅψασθαι τολμῶν ὑπὸ τῆς φειδωλίας, ἀλλὰ κατορύττων αὐτὰ, καὶ ὡς ἀλλοτρίων ἀπεχόμενος τῶν αὑτοῦ; ὁ μάτην ἀναλίσκων καὶ εἰκῆ, ἢ ὁ δεόντως τοῦτο ποιῶν; ὁ σπείρων τὴν γῆν, ἢ ὁ τοῦτο ἐργαζόμενος ἐν οὐρανῷ; ὁ μὴ πάντα συγχωρούμενος τὰ ἑαυτοῦ διδόναι, οἷς ἂν ἐθέλοι, ἢ ὁ πάντων ἀπηλλαγμένος τῶν ἀπαιτούντων τὰς τοιαύτας συνεισφοράς; Γεωργοῦντι μὲν γὰρ καὶ πραγματευομένῳ πολλοὶ πανταχόθεν ἐφίστανται, φόρους ἀναγκάζοντες κατατιθέναι, καὶ τὸ ἑαυτοῦ μέρος ἕκαστος ἀπαιτοῦντες· τῷ δὲ εἰς τοὺς δεομένους ἀναλίσκειν ἐπιθυμοῦντι οὐδεὶς οὐδαμόθεν φανεῖται ταῦτα ἀπειλῶν· ὥστε καὶ ἐνταῦθα κυριώτερος οὗτός ἐστιν. Ἢ ἂν μὲν πόρναις ἀναλίσκῃ καὶ γαστρὶ καὶ παρασίτοις καὶ κόλαξι, καὶ καταισχύνῃ τὴν ἑαυτοῦ δόξαν, καὶ ἀπολλύῃ τὴν σωτηρίαν, καὶ καταγέλαστος γίνηται, κύριον αὐτὸν εἶναι φῂς τῶν δαπανωμένων· ἂν δὲ εἰς δόξαν τὴν ἀληθῆ καὶ ὠφέλειαν καὶ τὸ τῷ Θεῷ δοκοῦν μετὰ πολλῆς αὐτὰ δαπανᾷ τῆς συνέσεως, οὐκέτι; Οὐκοῦν ὅμοιον ποιήσεις, ὥσπερ ἂν εἰ εἰς μὲν ὀχετοὺς ἀμαρῶν ὁρῶν τινα ἐμβάλλοντα τὰ ἑαυτοῦ, κύριος φῂς εἶναι, εἰς δὲ χρείας ἀναγκαίας τοῦτο ποιοῦντα, ὡς οὐκ ἔχοντα τῶν ἀναλισκομένων ἐξουσίαν θρηνεῖς. Μᾶλλον δὲ οὐ τοῖς ἁπλῶς δαπανωμένοις, ἀλλὰ καὶ τοῖς ἐπὶ κακῷ τῶν ἑαυτοῦ κεφαλῶν τοὺς τοιούτους παραβάλλειν χρή. Ἐκεῖναι μὲν γὰρ αἱ δαπάναι λαμπρότερον καὶ εὐπορώτερον καὶ ἀσφαλέστε-
For now so great is the superabundance of lordship that not even after our departure hence do we fall from mastery over them, but then most of all do we enjoy the gain of them, when we depart hence. And if even here you wish to see him being lord, one would see this too befalling the monk rather than the worldling. For who, tell me, is more truly lord? He who spends and gives with great freedom, or he who does not even dare to touch them out of parsimony, but buries them, and abstains from his own things as though they were another's? He who expends in vain and at random, or he who does this duly? He who sows the earth, or he who works this in heaven? He who is not permitted to give all his own things to whomsoever he may wish, or he who has been freed from all who demand such contributions? For upon one tilling the soil and engaging in business many stand over him from every side, compelling him to pay tributes and each demanding his own share; whereas to one desiring to expend upon the needy no one from anywhere will appear threatening these things; so that here too this man is more truly lord. Or if he expends upon harlots and the belly and parasites and flatterers, and puts his own repute to shame, and destroys his salvation, and becomes ridiculous, do you say that he is lord of the things spent; yet if he spends them with great understanding for true glory and benefit and what pleases God, no longer so? You will do the like, then, just as if, upon seeing someone casting his own goods into channels of sewers, you say that he is lord, yet when one does this for necessary needs, you mourn over him as not having authority over the things expended. Or rather, one must compare such men not to those who simply spend, but even to those who spend to the mischief of their own heads. For those outlays—more radiant and more affluent and more secure
Notes, col. 377

On the reading

Printed κύριος, for κύριον.

PG 47:378Read from the page
ρον ποιοῦσιν, αὗται δὲ οὐκ αἰσχρὸν μόνον οὐδὲ ἐπονείδιστον, ἀλλὰ καὶ ἀπωλείας ὑπεύθυνον τρόπῳ παντί.
they render him, whereas these render him not only shameful and reproachful, but also liable to destruction in every way.
ιζʹ. Τί δαὶ, μετὰ γάμον, φησὶ, καὶ παῖδας, οὐκ ἔνι ταύτης ἐπιλαβέσθαι τῆς φιλοσοφίας ἐν αὐτῷ τῷ γήρᾳ γενόμενον; Καὶ τίς ἡμῖν ἐγγυήσεται, πρῶτον μὲν, ὅτι εἰς ἔσχατον ἥξομεν γῆρας, δεύτερον δὲ, ὅτι ἐλθόντες πάντως ταύτην διατηροῦμεν τὴν γνώμην; Οὔτε γὰρ τῆς ἐν τῇ ζωῇ κύριοι προθεσμίας ἐσμέν· καὶ τοῦτο ἐπαίδευσεν ὁ Παῦλος λέγων· Ἡ ἡμέρα Κυρίου, ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται· οὔτε ἐπὶ τῆς αὐτῆς ἀει προθυμίας μένει τὰ τῶν λογισμῶν ἡμῖν. Καὶ διὰ τοῦτο σοφός τις παραινεῖ λέγων· Μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς Κύριον, μηδὲ ἀναβάλλου ἡμέραν ἐξ ἡμέρας, μή ποτε ὡς μέλλεις ἐκτριβήσῃ, καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ. Εἰ δὲ καὶ μηδὲν τούτων ἄδηλον ἦν, οὐδὲ οὕτως ἀναβάλλεσθαι ἔδει τοὺς υἱεῖς, οὐδὲ τοσαύτην γινομένην ζημίαν περιορᾷν. Καὶ γὰρ τῆς ἐσχάτης ἀλογίας ἂν εἴη, ὅταν μὲν δέηται βοηθείας ὁ νέος, καὶ σφοδρὸς ὁ ἀνταγωνιστὴς ἐφεστήκῃ, κελεύειν τοῖς τοῦ βίου ἐμφύρεσθαι πράγμασιν, ὥστε γενέσθαι εὐχείρωτον· ὅταν δὲ λάβῃ μυρία τραύματα, καὶ μηδὲ τὸ τυχὸν ἔχῃ μέρος ὑγιὲς, τότε καθοπλίζειν καὶ διεγείρειν κείμενον ἤδη καὶ ἐξησθενηκότα. Ναὶ, φησί· τότε γὰρ εὔκολος ἡ πάλη, τότε ῥᾴων ἡ μάχη, τῶν ἐπιθυμιῶν σβεσθεισῶν. Ποία μάχη, οὐδενὸς ὄντος ἡμῖν τοῦ πυκτεύοντος; Διὰ γὰρ τοῦτο οὐδὲ οἱ στέφανοι λαμπροὶ λοιπὸν ἔσονται. Μακάριος γὰρ ὃς ἦρε ζυγὸν ἐκ νεότητος αὐτοῦ· καθίσεται κατὰ μόνας, καὶ σιωπήσεται. Οὗτος μυρίων ἐπαίνων ἄξιος καὶ μακαρισμῶν καὶ εὐφημιῶν, ὁ μαινομένην χαλινῶν τὴν φύσιν, καὶ ἐν αὐτῇ τοῦ χειμῶνος τῇ ἀκμῇ διασώζων τὸ σκάφος. Πλὴν ἀλλὰ μηδὲν ὑπὲρ τούτων φιλονεικῶμεν, ἀλλ' ἔστω μάχη καὶ τότε, εἰ βούλει. Ἀλλ' εἰ μὲν ἐφ' ἡμῖν ἔκειθ' ὁ τοῦ ἀγῶνος καιρὸς, καλῶς ἐκεῖνον ἀνεμένομεν τὸν χρόνον· εἰ δὲ πάντα τὸν παρόντα βίον ἀγωνίζεσθαι χρὴ, ἐκ πρώτης ἡλικίας ἀρξάμενον εὐθέως, καὶ δεκαετῆ γεγονότα (καὶ γὰρ ἐξ ἐκείνης ἀνάγκη τῆς ἡλικίας ἀπαιτεῖσθαι τῶν ἁμαρτημάτων εὐθύνας, καὶ δηλοῦσι τὰ καταβρωθέντα ὑπὸ τῶν ἄρκτων παιδία ἐπὶ τοῖς εἰς τὸν Ἐλισσαῖον σκώμμασι), καὶ νῦν ἐκ ταύτης παλαίειν χρὴ τῆς ἡλικίας, ἐν ᾗ καὶ ἐφέστηκεν ὁ πόλεμος χαλεπὸν πνέων καθ' ἡμῶν, πόθεν οὖν σὺ τὸν καιρὸν ἐκεῖνον τοῖς ἀγῶσιν ὁρίζεις; Εἰ μὲν γὰρ καὶ τῷ διαβόλῳ κύριος ἦς ἐπιτάττειν μὴ ἐπικεῖσθαι μηδὲ πυκτεύειν, εἶχεν ἄν τινά σοι λόγον αὕτη ἡ παραίνεσις· εἰ δὲ ἐκεῖνον ἀφεὶς ἀγωνίζεσθαι καὶ τύπτειν, ἐμοὶ νομοθετεῖς ἡσυχάζειν, μᾶλλον δὲ καὶ ὑποκατακλίνεσθαι ἑκόντα, τί ταύτης τῆς ἐπηρείας χεῖρον γένοιτ' ἂν, τοῦ πολεμίου μαινομένου, τὸν πολεμούμενον ἀφοπλίζειν, καὶ οὕτω ταῖς ἐκείνου χερσὶ παραδιδόναι; Νέος ἐστὶ καὶ ἀσθενής; οὐκοῦν διὰ τοῦτο πλείονος ἀσφαλείας δεῖται· ἀσφαλείας δὲ δεόμενος, καὶ ἐπιμελείας δεήσεται πλείονος. Τὸν δὲ τοιοῦτον ἐν γαλήνῃ διαπαντὸς καὶ ἡσυχίᾳ εἶναι δεῖ, οὐκ εἰς πράγματα ἐμβάλλεσθαι, οὐδὲ ἐν τῷ μέσῳ στρέφεσθαι, ἔνθα πολὺς ὁ θόρυβος καὶ ἡ ταραχή. Σὺ δὲ οἷς ὁ πόλεμος χαλεπώτερος καὶ διὰ τὴν ἡλικίαν, καὶ διὰ τὴν ἀσθένειαν, καὶ διὰ τὴν ἀπειρίαν,
17. Why now, he says, after marriage and children, is it not possible to lay hold of this philosophy upon arriving at old age itself? And who will guarantee to us, first, that we shall arrive at extreme old age, and second, that upon arriving we shall by all means preserve this resolve? For neither are we masters of the appointed term in life—and Paul taught this, saying: The day of the Lord, like a thief in the night, so it comes—nor do the matters of our reasonings remain for us upon the very same eagerness always. And on this account a certain wise man exhorts, saying: Do not wait to turn to the Lord, nor put off from day to day, lest as you delay you be worn away, and in the season of vengeance you perish utterly. And even if none of these things were uncertain, not even so ought one to put off one's sons, nor overlook so great a loss taking place. For it would be of the utmost unreason, when on the one hand the youth needs aid, and the adversary stands over him vehement, to bid him be mired in the affairs of life, so as to become easily subdued; yet when on the other he receives ten thousand wounds, and does not even have any chance part sound, then to arm him fully and rouse him up when he already lies prostrate and utterly enfeebled. Yes, he says; for then the wrestling is easy, then the battle is easier, now that the desires have been quenched. What sort of battle, when there is no one boxing with us? For on this account neither will the crowns be radiant hereafter. For blessed is he who has taken up a yoke from his youth; he shall sit alone, and keep silence. This man is worthy of ten thousand praises and blessings and acclamations, who bridles nature when it is raging, and preserves the vessel safe in the very height of the tempest. Yet let us not contend at all over these things, but let there be a battle even then, if you wish. Yet if the season of the contest lay in our power, we would rightly await that time; yet if one must contend throughout all the present life, beginning straightway from one's first age, and upon becoming ten years old (for from that age accountings for sins must of necessity be demanded, and the children devoured by the bears over their jeers at Elisha make it plain), and now one must wrestle from this age, in which the war also stands over us blowing grievously against us, whence then do you fix that season for the contests? For if you were master to command the devil also not to press on nor to box, this exhortation would have some reason for you; yet if, leaving him free to contend and strike, you legislate for me to keep quiet, or rather even to lie down beneath him willingly, what could become worse than this abuse—when the enemy is raging, to disarm the one warred against, and thus deliver him into that one's hands? Is he young and weak? Therefore on this account he needs greater safety; and needing safety, he will also need greater care. And such a one must be in calm continually and in quiet, not be cast into affairs, nor turn about in the midst, where great is the tumult and confusion. Yet as for those to whom the war is more grievous both on account of age, and on account of weakness, and on account of inexperience,
Notes, col. 378

On the reading

Printed ἀει, for ἀεὶ.