Migne Reading Room

PG 47 · cols. 313–318 · Read from the page

Paraenesis or Exhortation to Theodore the Fallen, two books

Paraenesis or Exhortation to Theodore the Fallen, two books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 47:313Read from the page
λῷ μᾶλλον οἱ ἐν Χριστῷ ζῶντες οὐκ ἂν εἶεν αὐτοὶ τοῦ σώματος αὐτῶν κύριοι. Ὁ καταφρονηθεὶς νῦν αὐτός ἐστιν ὁ τότε δικάζων· τοῦτον ἐννόει δι' ὅλου, καὶ τὸν ποταμὸν τοῦ πυρός· Ποταμὸς γὰρ, φησὶν, εἷλκε πυρὸς πρὸ προσώπου αὐτοῦ· οὐκ ἔστι γὰρ παρ' ἐκείνου παραδοθέντα τῷ πυρὶ προσδοκῆσαι κολάσεως τέλος. Ἀλλ' αἱ μὲν ἄτοποι τοῦ βίου ἡδοναὶ τῶν σκιῶν καὶ ὀνειράτων διαφέρουσιν οὐδέν· πρὶν ἢ γὰρ τελεσθῆναι τὰ τῆς ἁμαρτίας, σβέννυται τὰ τῆς ἡδονῆς· αἱ δὲ ὑπὲρ τούτων κολάσεις πέρας οὐκ ἔχουσιν. Καὶ τὸ μὲν ἡδὺ πρὸς ὀλίγον, τὸ δὲ ἀνιαρὸν αἰώνιον.
more would those who live in Christ not be masters themselves of their own body. He Who is despised now is Himself the One Who judges then; bear Him in mind continually, and the river of fire: For a river of fire, says he, drew along before His face; for it is not possible, once one has been delivered over to the fire by Him, to expect an end of punishment. Yet the absurd pleasures of life differ in nothing from shadows and dreams; for before the things of sin are accomplished, the things of pleasure are quenched; whereas the punishments for these have no limit. And what is pleasant is for a little while, but what is grievous is eternal.
Τί βέβαιον τῶν ἐν τῷ κόσμῳ, εἰπέ μοι; Πλοῦτος ὁ μηδὲ μέχρι τῆς ἑσπέρας μείνας πολλάκις; Ἀλλὰ δόξα; ἀλλ' ἄκουέ τινος λέγοντος δικαίου· Ὁ βίος μου ἐστὶν ἐλαφρότερος δρομέως. Ὥσπερ γὰρ ἐκεῖνοι πρὶν ἢ στῆναι μεταπηδῶσιν, οὕτω καὶ αὕτη πρὶν ἢ παραγενέσθαι ἀφίπταται. Οὐδὲν ψυχῆς τιμιώτερον· καὶ οὐδὲ οἱ μωρίας εἰς ἔσχατον ἐλάσαντες ἠγνόησαν τοῦτο· Ψυχῆς γὰρ οὐδὲν ἀντάξιον, τῶν ἔξωθέν τις ποιητικῶς ἔφη. Οἶδα ὅτι πολὺ πρὸς τὴν τοῦ πονηροῦ πάλην ἀσθενέστερος γέγονας· οἶδα ὅτι ἐν μέσῃ τῶν ἡδονῶν ἔστηκας τῇ φλογί· ἀλλ' ἐὰν εἴπῃς πρὸς τὸν ἐχθρὸν, ὅτι Ταῖς ἡδοναῖς σου οὐ λατρεύομεν, καὶ τῇ ῥίζῃ πάντων τῶν κακῶν σου οὐ προσκυνοῦμεν· ἂν τείνῃς ἄνω τὸ ὄμμα, τινάξει καὶ νῦν τὴν φλόγα ὁ Σωτὴρ, καὶ τοὺς μὲν ἐμβαλόντας σε εἰς τὸ πῦρ κατακαύσει, σοι δὲ ἐν μέσῃ καμίνῳ νεφέλην καὶ δρόσον καὶ πνεῦμα διασυρίζον ἀποστελεῖ, ὡς μηδὲ τῶν λογισμῶν σου καὶ τῆς συνειδήσεώς σου ἅψασθαι τὸ πῦρ· μόνον σεαυτὸν μὴ κατακαύσῃς. Καὶ γὰρ τὰς ὀχυρὰς τῶν πόλεων ὅπλα μὲν πολλάκις καὶ μηχανήματα τῶν ἔξωθεν οὐκ ἴσχυσε καθελεῖν, προδοσία δὲ ἑνὸς ἢ δύο τῶν ἔνδον οἰκούντων πολιτῶν ἀπονητὶ παρέδωκε τοῖς ἐχθροῖς. Καὶ νῦν, εἰ μηδείς σε τῶν ἔνδον προδῷ λογισμῶν, κἂν μυρία προσαγάγῃ μηχανήματα ἔξωθεν ὁ πονηρὸς, προσάξει μάτην.
What among the things in the world is stedfast, tell me? Wealth, which oftentimes does not abide even until evening? Or glory? Yet hear a certain righteous man saying: My life is swifter than a runner. For just as those men leap past before they stand still, so too does this fly away before it arrives. Nothing is more precious than a soul; and not even those who have driven on to the uttermost point of folly were ignorant of this: For nothing is of equal worth with a soul, said a certain one of those without in poetic fashion. I know that you have become much weaker for the wrestling against the evil one; I know that you stand in the midst of the flame of pleasures; yet if you say to the enemy: We do not serve your pleasures, and we do not worship the root of all your evils; if you lift your eye upward, the Saviour will even now shake off the flame, and will burn up those who cast you into the fire, while to you in the midst of the furnace He will send forth a cloud and dew and a whistling breeze, so that the fire does not touch even your thoughts and your conscience; only do not burn yourself down. For indeed weapons and engines of those without have oftentimes not prevailed to pull down the fortified cities, whereas treachery of one or two of the citizens dwelling within has without toil delivered them up to the enemies. And now, if none of your thoughts within betray you, even if the evil one bring up ten thousand engines from without, he will bring them up in vain.
δʹ. Πολλοὺς ἔχεις Θεοῦ χάριτι καὶ μεγάλους τοὺς συναλγοῦντας, τοὺς ἀλείφοντας, τοὺς ὑπὲρ τῆς σῆς τρέμοντας ψυχῆς, τὸν ἅγιον τοῦ Θεοῦ Βαλέριον, τὸν πάντα αὐτῷ ἀδελφὸν Φλωρέντιον, τὸν τὴν τοῦ Χριστοῦ σοφίαν σοφὸν Πορφύριον, καὶ ἑτέρους πολλούς. Οὗτοι καθ' ἑκάστην ὀλαφύρονται ἡμέραν καὶ εὐχόμενοι οὐκ ἐπαύσαντο· καὶ ἔτυχον ἂν ὧν ἐδέοντο πάλαι, εἰ μικρὸν γοῦν ἀποστῆσαι σαυτὸν ἠθέλησας τῶν τοῦ πολεμίου χειρῶν. Πῶς οὖν οὐκ ἄτοπον ἑτέρους μὲν μηδὲ νῦν ἀπογνῶναί σου τὴν σωτηρίαν, ἀλλὰ δι' ὅλου τὸ μέλος αὐτῶν ἀπολαβεῖν εὔχεσθαι, σὲ δὲ ἅπαξ πεσόντα μὴ θέλειν ἀναστῆναι, ἀλλὰ κεῖσθαι, μονονουχὶ βοῶντα πρὸς τὸν ἐχθρόν· Σφάττε, παῖε, μὴ φείσῃ; Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ὁ θεῖος ἔφη χρησμός. Σὺ δὲ μάχῃ τούτῳ καὶ ἀντιλέγεις· τὸν γὰρ πεσόντα ἀπογνῶναι, οὐδὲν ἄλλο ἐστὶν εἰπεῖν, ἢ ὅτι ὁ πίπτων οὐκ ἀνίσταται. Μὴ, παρακαλῶ, μὴ τοσοῦτον ἀδικήσῃς σαυτόν· μὴ τοσαύτην ἡμῶν καταχέῃς ὀδύνην. Οὐ λέγω νῦν, ὅτε οὔπω εἰκοστὸν ἄγεις ἔτος. ἀλλὰ εἰ πολλὰ ποιήσας, καὶ τὸν ἅπαντα βίον ἐν Χριστῷ ζήσας, ἐν ἐσχάτῳ γήρᾳ ταύτην ἔπαθες τὴν ἐπήρειαν, ἦν μὲν οὐδὲ τότε ἀπογνῶναι καλὸν, ἀλλὰ ἐν νῷ λσβεῖν τὸν ἐν τῷ σταυρῷ δικαιωθέντα λῃστὴν, τοὺς περὶ τὴν ἑνδεκάτην ὥραν ἐργασαμένους, καὶ τῆς ὅλης ἡμέρας ἀπειληφότας τὸν μισθόν. Ὥσπερ δὲ οὐ καλὸν τοὺς ἐν ἐσχάτῳ τέρματι πεσόντας ἀπελπίζειν, ἐὰν σωφρονῶσιν, οὕτως οὐκ ἀσφα-
4. You have many and great men, by the grace of God, who grieve with you, who anoint you for the contest, who tremble for your soul: the holy Valerius of God, Florentius who is in all things a brother to him, Porphyrius who is wise in the wisdom of Christ, and many others. These lament every day and have not ceased praying; and they would long ago have obtained what they besought, if you had been willing to withdraw yourself at least a little from the hands of the foe. How then is it not absurd that others do not even now despair of your salvation, but continually pray to recover their own member, while you, having fallen once, are unwilling to rise up, but lie prostrate, all but crying out to the enemy: Slay, strike, do not spare? Does not he who falls rise up again? said the divine oracle. Yet you fight against this and gainsay it; for for him who has fallen to despair is to say nothing else than that he who falls does not rise up again. Do not, I entreat you, do not wrong yourself so greatly; do not pour down such great sorrow upon us. I do not say now, when you are not yet in your twentieth year, but even if after doing many things, and living your whole life in Christ, in extreme old age you had suffered this assault, not even then would it have been good to despair, but to call to mind the robber justified upon the cross, and those who laboured about the eleventh hour and received the wages of the whole day. Yet just as it is not good for those who have fallen at the last boundary to despair, if they return to sobriety, so it is not safe
Notes, col. 313

On the reading

Printed ὀλαφύρονται, for ὀλοφύρονται.

Printed λσβεῖν, for λαβεῖν.

PG 47:314Read from the page
λὲς ταύτῃ τρέφεσθαι τῇ ἐλπίδι, καὶ λέγειν, ὅτι Ἐνταῦθα τέως μὲν ἀπολαύσω τῶν ἡδέων τοῦ βίου, ὕστερον δὲ ὀλίγον πονέσας χρόνον, τοῦ παντὸς ἀπολήψομαι χρόνου τοὺς μισθούς. Καὶ γὰρ μέμνημαί σου πολλάκις εἰρηκότος, ἡνίκα σοι πολλοὶ παρῄνουν εἰς μουσεῖα φοιτᾶν. Τί δὲ, ἐὰν ἐν τῷ βραχεῖ χρόνῳ κακῶς καταλύσω τὸν βίον, πῶς ἀπελεύσομαι πρὸς τὸν εἰρηκότα, Μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς Κύριον, μηδὲ ἀναβάλλου ἡμέραν ἐξ ἡμέρας; Τοῦτον ἀνάκτησαι τὸν λογισμὸν, καὶ δεῖσον τὸν κλέπτην· οὕτω γὰρ ὁ Χριστὸς τὴν ἐνθένδε ἡμῶν ἔξοδον καλεῖ, διὰ τὸ ἀγνοοῦσιν ἐφίστασθαι. Ἐννόησον τὰς τοῦ βίου φροντίδας τὰς ἰδίᾳ καὶ κοινῇ γινομένας, τοὺς τῶν ἀρχόντων φόβους, τὸν τῶν πολιτῶν φθόνον, τὸν μέχρι τῶν ἐσχάτων πολλάκις ἐπαρτηθέντα κίνδυνον, τοὺς πόνους, τὰς ταλαιπωρίας, τὰς κολακείας τὰς δουλοπρεπεῖς, καὶ οὐδὲ τῶν ἀνδραπόδων τοῖς σπουδαίοις προσηκούσας, τὸ τῶν πόνων τὸν καρπὸν ἐνθάδε τελευτᾷν, οὗ τί ἂν γένοιτο ἀλγεινότερον; Πολλοῖς δὲ οὐδὲ ἀπολαῦσαι ὑπὲρ ὧν ἐπόνεσαν συνέβη, ἀλλὰ τὴν πρώτην ἡλικίαν πόνοις καὶ κινδύνοις ἀναλώσαντες, ἡνίκα ἤλπισαν ἀπολήψεσθαι τοὺς μισθοὺς, ἀπῆλθον μηδὲν ἔχοντες μεθ' ἑαυτῶν. Εἰ γὰρ τὸν ἐπὶ γῆς βασιλέα μετὰ τὸ πολλοὺς μὲν ὑπομεῖναι κινδύνους, πολλοὺς δὲ ἀνύσαι πολέμους, μόλις τις ὄψεται μετὰ παρῥησίας, πῶς τὸν οὐράνιον ἰδεῖν δυνήσεταί τις, τὸν ἅπαντα χρόνον ἑτέρῳ ζήσας καὶ στρατευσάμενος;
to be nourished by this hope, and to say: Here for the meantime I shall enjoy the pleasures of life, and afterwards, having toiled for a little time, I shall receive the rewards of all time. For indeed I remember your having oftentimes said, when many were urging you to frequent the schools of the Muses: What then, if in this brief time I bring my life to an evil end, how shall I depart to Him Who has said, Do not wait to turn back to the Lord, nor put it off from day to day? Recover this thought, and fear the thief; for so Christ calls our departure hence, because it comes upon those who know it not. Consider the cares of life that arise both in private and in public, the fears of rulers, the envy of citizens, the danger oftentimes hanging over one's head even unto extremity, the toils, the hardships, the servile flatteries not fitting even for the worthy among slaves, and the fact that the fruit of one's toils comes to an end here—than which what could be more grievous? And to many it has befallen not even to enjoy the things for which they toiled, but having spent the prime of life in toils and dangers, when they hoped to receive their wages, they departed having nothing with them. For if scarcely will anyone behold the king upon earth with boldness after enduring many dangers and accomplishing many wars, how will anyone be able to see the heavenly King, after living and serving as a soldier for another through all his time?
εʹ. Εἴπω βούλει καὶ τὰς οἴκοι φροντίδας τὰς τῆς γυναικὸς, τὰς τῶν παίδων, τὰς τῶν οἰκετῶν; Δεινὸν πενεστέραν λαβεῖν γυναῖκα, δεινὸν εὐπορωτέραν· τὸ μὲν γὰρ εἰς τὴν οὐσίαν ἔβλαψε, τὸ δὲ εἰς αὐθεντίαν καὶ ἐλευθερίαν τὸν ἄνδρα. Ἀλγεινὸν κτήσασθαι παῖδας, ἀλγεινότερον μὴ κτήσασθαι· τὸ μὲν γὰρ μάτην ἐστὶ γεγαμηκέναι, τὸ δὲ πικρὰν ὑπομένειν δουλείαν. Ἠῤῥώστησε τὸ παιδίον, φόβος οὐ μικρός· ἀπῆλθεν ἄωρον, πένθος ἀπαραμύθητον· καὶ καθ' ἑκάστην ἡλικίαν διάφοροι φροντίδες ὑπὲρ αὐτῶν καὶ φόβοι καὶ πόνοι πολλοί. Τί δεῖ λέγειν τὰς τῶν οἰκετῶν μοχθηρίας; Βίος οὖν ἄρα οὗτος, Θεόδωρε, εἰς τοσαῦτα μερίζεσθαι ψυχὴν μίαν, τοσούτοις δουλεύειν, τοσούτοις ζῆν, ἑαυτῷ δὲ μηδέποτε; Οὐδὲν τούτων ἐστὶ παρ' ἡμῖν, ὦ φίλε, καὶ αὐτόν σε μάρτυρα καλῶ. Ὅτε γὰρ τὸν βραχὺν ἐκεῖνον χρόνον ἀνακύψαι τῶν κυμάτων ἠθέλησας, οἶσθα πόσης εὐφροσύνης ἀπέλαυες καὶ χαρᾶς. Οὐ γάρ ἐστιν ἐλεύθερος, ἀλλ' ἢ μόνος ὁ Χριστῷ ζῶν· οὗτος ἀνώτερος ἁπάντων ἕστηκε τῶν δεινῶν· κἂν αὐτὸς ἑαυτὸν ἀδικῆσαι μὴ βούληται, ἕτερος τοῦτο οὐκ ἰσχύσει ποτὲ, ἀλλ' ἔστιν ἀνάλωτος, οὐ ζημίᾳ χρημάτων δακνόμενος· ἔμαθε γὰρ ὅτι οὐδὲν εἰσηνέγκαμεν εἰς τὴν κόσμον τοῦτον, οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα· οὐ πόθῳ φιλοτιμίας ἢ δόξης ἁλισκόμενος· ἔμαθε γὰρ ὅτι ἐν οὐρανῷ ἡμῶν τὸ πολίτευμα· οὐ λοιδορῶν αὐτόν τις λυπεῖ, οὐ τύπτων παροξύνει· μία συμφορὰ Χριστιανῷ μόνη, τὸ προσκροῦσαι Θεῷ· τὰ δὲ ἄλλα, οἷον κτημάτων ἀποβολὴν, πατρίδος στέρησιν, τὸν ὑπὲρ τῶν ἐσχάτων κίνδυνον, οὐδὲ εἶναί τι νομίζει δεινόν· καὶ ὃ πάντες πεφρίκασι,
5. Do you wish that I speak also of the cares at home—those of a wife, those of children, those of household servants? It is a dreadful thing to take a poorer wife, a dreadful thing to take a wealthier one; for the former harms a man in regard to his substance, and the latter in regard to his authority and freedom. It is grievous to acquire children, more grievous not to acquire them; for the one is to have married in vain, and the other is to endure bitter servitude. The little child falls sick: no small fear; it departs untimely: inconsolable mourning; and at every time of life there are diverse cares on their behalf and fears and many toils. What need is there to speak of the wickednesses of household servants? Is this, then, life, Theodore, for one soul to be divided among so many things, to serve so many, to live for so many, and for itself never? None of these things exists with us, O friend, and I call you yourself as witness. For when for that brief time you wished to lift your head above the billows, you know how great gladness and joy you enjoyed. For no one is free, save him alone who lives for Christ; this man stands superior to all dreadful things; even if he himself does not wish to wrong himself, another will never have strength to do this, but he is impregnable, not stung by loss of money—for he has learned that we brought nothing into this world, neither are we able to carry anything out; not captivated by desire for ambition or glory—for he has learned that our citizenship is in heaven; no one who reviles him grieves him, no one who strikes him provokes him; there is one calamity alone for a Christian, to offend against God; while the other things, such as loss of possessions, deprivation of fatherland, danger to his very life, he does not even account to be anything dreadful; and at what all men have shuddered,
Notes, col. 314

On the reading

Printed τὴν, for τὸν.

PG 47:315Read from the page
τὸ ἐνθένδε ἐκεῖ ἀπελθεῖν, τοῦτο ἐκείνῳ τοῦ ζῇν ἥδιον. Ὥσπερ γὰρ ἄν τις εἰς ἄκρον σκόπελον ἀνελθὼν θεωρῇ τὴν θάλασσαν, καὶ τοὺς αὐτὴν πλέοντας, τοὺς μὲν ὑπὸ κυμάτων βαπτιζομένους, τοὺς δὲ ὑφάλοις προσαράσσοντας, ἄλλους δὲ ἑτέρωθι μὲν σπεύδοντας, ἑτέρωθι δὲ ἀγομένους ὥσπερ δεσμίους τῇ τοῦ πνεύματος ῥύμῃ, καὶ πολλοὺς μὲν ὑποβρυχίους γινομένους, καὶ τοὺς μὲν ἀντὶ πλοίου καὶ πηδαλίου ταῖς χερσὶ χρωμένους μόναις, πολλοὺς δὲ ἐπὶ σανίδος μιᾶς ἢ ἀπό τινος τῶν τοῦ πλοίου φερομένους, ἄλλους νεκροὺς ἐπιπλέοντας, πολυειδῆ τινα καὶ πολυπρόσωπον συμφοράν· οὕτω δὴ καὶ ὁ Χριστῷ στρατευόμενος, τῆς ταραχῆς τοῦ βίου καὶ τῶν κυμάτων ἑαυτὸν ὑπεξαγαγὼν, κάθηται ἐπ' ἀσφαλεῖ καὶ ὑψηλῷ χωρίῳ. Τί γὰρ ἀσφαλέστερον καὶ ὑψηλότερον τοῦ μίαν ἔχειν φροντίδα, Πῶς ἀρέσαι δεῖ τῷ Θεῷ; Εἶδες, Θεόδωρε, τὰ ναυάγια τῶν ταύτην τὴν θάλατταν πλεόντων; Διὸ, παρακαλῶ, φύγε τὸ πέλαγος, φύγε τὰ κύματα, καὶ ὑψηλὸν κατάλαβε χωρίον, ὅθεν οὐκ ἔστιν ἁλῶναι· ἀνάστασίς ἐστι, κρίσις ἐστὶ, κριτήριον ἡμᾶς φοβερὸν ἔνθεν ἐξελθόντας μένει· Πάντας παραστῆναι δεῖ τῷ βήματι τοῦ Χριστοῦ. Οὐ μάτην ἠπείληται γέεννα, οὐκ εἰκῇ τοσαῦτα ἡτοίμασται ἀγαθά. Σκιὰ καὶ σκιᾶς οὐδαμινέστερα τὰ τοῦ βίου πράγματα, πολλῶν μὲν γέμοντα φόβων, πολλῶν δὲ κινδύνων, ἐσχάτης δὲ δουλείας. Μὴ δὴ ζημιωθῇς κἀκεῖνον καὶ τοῦτον τὸν αἰῶνα, ἐξὸν ἀμφοτέρους κερδᾶναι, εἰ βούλοιο. Ὅτι δὲ καὶ τὰ ἐνθάδε κερδανοῦσιν οἱ ἐν Χριστῷ ζῶντες, διδάσκει Παῦλος λέγων· Ἐγὼ δὲ ὑμῶν φείδομαι· καὶ πάλιν, Τοῦτο δὲ λέγω πρὸς τὸ ὑμῶν συμφέρον. Ὁρᾷς ὅτι καὶ ἐνταῦθα τοῦ γεγαμηκότος ἀνώτερος ὁ τὰ τοῦ Κυρίου μεριμνῶν; Οὐκ ἔστιν ἀπελθόντα ἐκεῖ μετανοῆσαι· οὐδεὶς ἀθλητὴς, ἐπειδὰν ἐξέλθῃ τὸ στάδιον, καὶ λυθῇ τὸ θέατρον, παλαίειν δύναται.
to depart hence thither, this to him is sweeter than living. For just as if anyone were to go up to the top of a crag and survey the sea, and those sailing upon it—some whelmed by billows, others dashing against sunken reefs, others hastening one way while carried off another way like prisoners by the rush of the wind, and many sinking beneath the waters, and some using their hands alone in place of ship and rudder, many again borne along upon a single plank or upon some fragment of the ship, and others floating dead upon the waters, a manifold and many-faced calamity—even so he who serves as a soldier for Christ, having withdrawn himself from the tumult of life and its billows, sits in a safe and lofty place. For what is safer and loftier than to have one care: How one must please God? Have you seen, Theodore, the shipwrecks of those sailing upon this sea? Wherefore, I entreat you, flee the ocean, flee the billows, and seize upon a lofty place, whence it is not possible to be captured; there is a resurrection, there is a judgement, a fearful tribunal awaits us when we depart hence: All must stand before the tribunal of Christ. Not in vain has Gehenna been threatened, not without purpose have so many good things been prepared. Shadow and more worthless than shadow are the affairs of life, teeming with many fears, and with many dangers, and with uttermost servitude. Do not, then, suffer the loss both of that age and of this one, when it is in your power to gain both, if you should wish. And that those who live in Christ will gain the things here also, Paul teaches, saying: Yet I spare you; and again, And this I say for your own advantage. Do you see that here too he who cares for the things of the Lord is superior to him who has married? It is not possible, after departing thither, to repent; no athlete, once he has left the stadium, and the theatre has been dismissed, is able to wrestle.
PG 47:316Read from the page
Ταῦτα ἀεὶ λογίζου, καὶ τὴν ὀξεῖαν τοῦ πονηροῦ μάχαιραν σύντριψον, δι' ἧς πολλοὺς ἀναιρεῖ. Αὕτη δέ ἐστιν ἡ ἀπόγνωσις, ἣ τοὺς καταβληθέντας ἐκκόπτει τῆς ἐλπίδος. Ἰσχυρὸν τοῦτο τοῦ ἐχθροῦ τὸ ὅπλον, καὶ τοὺς ἁλόντας ἑτέρως οὐ κατέχει, ἀλλ' ἢ τούτῳ δεσμεύων τῷ δεσμῷ, ὃν ἐὰν ἐθέλωμεν, Θεοῦ χάριτι διαῤῥῆξαι δυνησόμεθα ταχέως. Οἶδα τὸ μέτρον ἐξελθὼν τῆς ἐπιστολῆς, ἀλλὰ σύγγνωθι· οὐ γὰρ ἑκὼν τοῦτο ἔπαθον, ἀλλ' ὑπὸ τῆς ἀγάπης καὶ λύπης ἀναγκασθεὶς, δι' ἣν καὶ ταύτην ἐβιασάμην ἐμαυτὸν γράψαι τὴν ἐπιστολὴν, πολλῶν κωλυόντων. Παῦσαι ματαιοπονῶν, καὶ κατὰ πετρῶν σπείρων, ἔλεγόν μοι πολλοί. Ἐγὼ δὲ οὐδενὸς ἤκουσα· Ἐλπὶς γὰρ, ἔφην πρὸς ἐμαυτὸν, Θεοῦ θέλοντος, ἀνύσειν τι τὰ γράμματα· εἰ δὲ ὅπερ ἀπευχόμεθα συμβαίη, τῷ γοῦν ἑαυτοῖς σιγὴν μὴ δύνασθαι ἐγκαλεῖν κερδανοῦμεν, καὶ οὐκ ἐσήμεθα τῶν τὴν θάλασσαν πλεόντων χείρους, οἳ τοὺς ὁμοτέχνους ὅταν ἴδωσι, τῆς νηὸς ὑπὸ τῶν πνευμάτων καὶ τῶν κυμάτων διαλυθείσης, ἐπὶ σανίδος φερομένους, ἱστία καθελόντες, καὶ ἀγκύρας χαλάσαντες, καὶ εἰς ἀκάτιον ἐμβάντες, ἀνθρώπους ἀγνώστους, ἀπὸ δὲ τῆς συμφορᾶς γινωσκομένους μόνον, διασώζειν ἐπιχειροῦσιν. Εἰ δὲ μὴ βούλοιντο ἐκεῖνοι, οὐδεὶς ἂν αὐτῶν τῆς ἀπωλείας τοὺς ἐπιχειρήσαντας σῶσαι αἰτιάσαιτο. Ταῦτα τὰ παρ' ἡμῶν· πιστεύομεν δὲ ὅτι Θεοῦ χάριτι ὑπάρξει καὶ τὰ παρὰ σοῦ, καὶ πάλιν σε διαπρέποντα κατὰ τὴν ἀγέλην ὀψόμεθα τοῦ Χριστοῦ. Ὑγιαίνοντά σε τὴν ἀληθῆ ὑγίειαν, θᾶττον ἀπολάβοιμεν εὐχαῖς ἁγίων, ὦ φίλη κεφαλή. Εἴ τίς σοι λόγος ἡμῶν ἐστι, καὶ μὴ πάντη τῆς μνήμης ἡμᾶς ἐξέβαλες τῆς σῆς, ἀντιγράψαι ἀξίωσον ἡμῖν· πάνυ γὰρ ἡμᾶς εὐφρανεῖς ἐν τούτῳ.
Ponder these things always, and shatter the sharp sword of the evil one, whereby he slays many. And this is despair, which cuts off from hope those who have been cast down. Strong is this weapon of the enemy, and those who have been captured he holds fast in no other way save by binding them with this bond, which, if we are willing, by the grace of God we shall be able to burst asunder speedily. I know that I have gone beyond the due measure of a letter, yet pardon me; for not willingly did I suffer this, but compelled by love and sorrow, on account of which I also forced myself to write this letter, although many were hindering me. Cease labouring in vain, and sowing upon rocks, many were saying to me. Yet I listened to no one: For there is hope, I said to myself, if God wills, that my letter will accomplish something; and if what we pray may not happen should befall, we shall gain at least this, that we cannot reproach ourselves with silence, and we shall not be worse than those who sail the sea, who, when they see their fellow-mariners—their ship having been broken up by the winds and the billows—borne along upon a plank, taking down their sails, and letting down their anchors, and embarking in a skiff, attempt to rescue men unknown to them, known only from their calamity. And if those men should not be willing, no one would blame for their destruction those who attempted to save them. These things are from our side; and we believe that by the grace of God the things from your side also will be forthcoming, and once again we shall behold you shining forth among the flock of Christ. May we speedily receive you back enjoying true health, through the prayers of the saints, O dear soul! If you have any regard for us, and have not altogether cast us out of your remembrance, vouchsafe to write back to us; for you will gladden us exceedingly herein.
Notes, col. 316

On the reading

Printed ἐσήμεθα, for ἐσόμεθα.

PG 47:317Read from the page
IN TRIA SEQUENTIA OPUSCULA MONITUM
ADMONITION ON THE THREE FOLLOWING TREATISES
Res est explorata, haec tria, de quibus jam quaestio est, opuscula, inter priores Chrysostomi nostri fetus locanda esse, neque minus conspicuum videtur edita fuisse priusquam ille in presbyterum cooptaretur. Annum vero statuere jam oportet. Certum quidem est ad id muneris praestandum ab amico inductum fuisse Chrysostomum, cum publica magistratuum auctoritate monachi extrema paterentur, ex sedibus et cellulis suis violenter abducti, in forum raptati, verberati, in carcerem trusi. Haec porro dira monachorum vexatio tam aperta, principis decreto facta, nonnisi ad tempus Valentis imperatoris reduci posse videtur, qui cum in Arianorum haeresin descivisset, in Catholicos omnes grassabatur. Defuncto autem Valentiniano fratre, pio catholicoque principe, cum nihil ulterius infestum ejus in sanctos viros animum retardaret, eo processit amentiae ut monachos omnes sedibus pelli et in militiam conscribi jusserit. Obiit Valentinianus anno Domini 374, atque adeo ad annum 375 vel 376 quadrare possunt hi tres sancti doctoris libri.
It is an established fact that these three treatises, which are now in question, are to be placed among the earlier offspring of our Chrysostom, nor does it seem less manifest that they were published before he was chosen to be a presbyter. Yet we must now determine the year. It is certain indeed that Chrysostom was induced by a friend to undertake this duty when, by public authority of the magistrates, the monks were suffering extremities, violently dragged away from their abodes and cells, haled into the market-place, scourged, thrust into prison. Moreover, this dire and so open harassment of the monks, carried out by decree of the sovereign, seems referable only to the time of the emperor Valens, who, after he had fallen away into the heresy of the Arians, raged against all Catholics. And when his brother Valentinian, a pious and catholic sovereign, had died, since nothing further restrained his hostile spirit towards the holy men, he proceeded to such a pitch of madness that he ordered all the monks to be driven from their abodes and enrolled into military service. Valentinian died in the year of the Lord 374, and accordingly these three books of the holy doctor may fit the year 375 or 376.
Hanc tamen chronologiae rationem aliquot argumentis impeti posse putat vir cl. Tillemontius. Etenim, inquit ille, tunc editus fuit liber primus, cum adhuc daemonibus sacrificare liceret : at postremis Valentiniani et Valentis annis sacrificia hujusmodi ab iisdem imperatoribus prohibita sunt, unde sequitur ante annum 374, quo mortuus est Valentinianus, vel ad summum anno ipso 374, haec scripsisse Chrysostomum. Alia item difficultas emergit, inquit, ex Chrysostomi verbis, qui dicit hanc monachorum vexationem inductam esse sub piis imperatoribus, εὐσεβῶν, quae sane laus ad Valentem, imperatorem Arianum Catholicisque infensum, quadrare non posse videtur. Demum, quae longe gravior, ait, difficultas videtur, cum Chrysostomus de curandis filiorum moribus Paulum inducit parentes monentem his verbis : Patres, educate filios vestros in disciplina et correptione Domini, ita prosequitur : Si enim nos jubemur vigilare pro animabus eorum tanquam rationem reddituri, multo magis pater, qui genuit, qui educavit, qui cum illo domi semper manet ; si enim hic Chrysostomus ex se et ex persona sua loquatur, presbyterum saltem fuisse oportuit qui rationi pro animabus reddendae obnoxius esset ; sin dicatur hic Chrysostomum loqui in persona Pauli, magna vis seriei inferatur necesse est : quantacunque tamen sit illa vis, mavult Tillemontius illam admittere, quam Chrysostomum tunc presbyterum fuisse putare.
Yet the illustrious Tillemont thinks that this reckoning of the chronology can be assailed by several arguments. For, says he, the first book was published at a time when it was still permitted to sacrifice to demons; whereas in the last years of Valentinian and Valens sacrifices of this kind were prohibited by those same emperors, whence it follows that Chrysostom wrote these things before the year 374, in which Valentinian died, or at the utmost in the very year 374. Another difficulty likewise emerges, says he, from the words of Chrysostom, who says that this harassment of the monks was introduced under pious emperors, men of godliness, a praise which indeed seems unable to fit Valens, an Arian emperor and hostile to Catholics. Finally, what seems a far graver difficulty, says he, when Chrysostom, in treating of the care of children's morals, introduces Paul admonishing parents in these words: Fathers, bring up your children in the discipline and admonition of the Lord, he proceeds thus: For if we are commanded to watch over their souls as being about to render an account, much more the father, who begot him, who brought him up, who remains always at home with him; for if Chrysostom here speaks of himself and in his own person, he must at least have been a presbyter to be liable to rendering an account for souls; whereas if it be said that Chrysostom here speaks in the person of Paul, great violence must necessarily be done to the context; yet however great that violence may be, Tillemont prefers to admit it rather than to suppose that Chrysostom was then a presbyter.
PG 47:318Read from the page
Mihi vero haec argumenta prorsus levia esse videntur : nam quod primo affertur, librum primum scriptum fuisse, cum adhuc daemonibus sacrificare liceret, hoc uno loco nititur, num. 2, ubi de monachorum exagitatoribus haec leguntur : Quid vero, si his quoque mirabiliora didiceris, quod scilicet horum auctores pii videri velint, et Christianos se nuncupent, plurimi autem ex illis etiam initiati sint : imo eorum quidam, diabolo vehementer afflante, exsecranda lingua sua dicere ausus sit, se a fide recessurum et daemonibus immolaturum : suffocari enim se videndo homines liberos, nobiles, vitamque deliciis plenam agere valentes, ad hanc duram vitae rationem adduci. Non video autem quid ex hujusmodi hominis furiosi dicto inferri possit, qui, ut ex serie arguitur, interminantis solum more ea quae minime facturus erat se facturum jactitat : nisi fortasse cum desperatos quosdam homines se daemonibus devoventes audimus, hinc arguamus id per leges publicas licitum esse. Alioquin autem cum imperatores leges quaspiam emitterent, non statim ubique in omnibusque imperii finibus eae obtinebant : saepeque necesse erat ut nova lege prioris legis firmitati prospiceretur, ut saepe videas in Codice Theodosiano.
Yet to me these arguments seem altogether slight; for what is brought forward in the first place, that the first book was written when it was still permitted to sacrifice to demons, rests upon this single passage, section 2, where these things are read concerning the harassers of the monks: Yet what if you should learn things more astonishing even than these—namely that the authors of these deeds wish to seem pious, and call themselves Christians, and very many of them have even been initiated: nay more, that a certain one of them, as the devil vehemently breathed upon him, dared to say with his execrable tongue that he would depart from the faith and sacrifice to demons; for he was choking at seeing free and noble men, able to lead a life full of delights, brought to this harsh way of life. Yet I do not see what can be inferred from the saying of a furious man of this sort, who, as is proved from the context, after the manner only of one uttering threats, boasts that he will do those things which he was by no means about to do; unless perhaps, when we hear certain desperate men devoting themselves to demons, we should argue hence that this is permitted by the public laws. Moreover, when the emperors issued any laws, they did not at once prevail everywhere and in all the bounds of the empire; and often it was necessary that by a new law provision should be made for the validity of an earlier law, as you may often see in the Theodosian Code.
Circa illud autem quod dicitur Valenti imperatori palam Ariano non competere vocem εὐσεβής, pius, quam tamen imperatoribus illius temporis tribuit Chrysostomus : nempe libro primo, num. 2, ubi ait : Nostri vero (imperatores) contraria penitus, ut mihi ipse persuadeo, et cupiunt et optant. Quapropter magno stupore plenus sum quod imperatoribus piam religionem sectantibus, ἐν εὐσεβείᾳ ζώντων, haec in mediis urbibus impune fieri dicas : et libro secundo, num. 9 : Neve putes haec ideo contingere, quod imperatores piam religionem colant, βασιλέων ὄντων εὐσεβῶν : etiamsi enim imperium decidat, et imperantes in infidelitatem labantur : notes velim hic et alibi frequenter apud Chrysostomum, εὐσεβῶν et ἐν εὐσεβείᾳ ζώντων, pro Christianis tantum accipi : quod maxime liquet in his duobus locis; in primo namque ἐν εὐσεβείᾳ ζῶντας, piam religionem sectantes opponit regibus Persarum, qui infideles erant; in secundo autem ὄντων εὐσεβῶν, piam religionem colentibus, palam opponit principibus infidelibus. Imperatores igitur simul Valentem, Gratianum et Valentinianum secundum, εὐσεβεῖς, seu piae religionis cultores, sive Christianos vocat. Sic etiam Gregorius Nazianzenus, Orat. contra Julianum, Constantium imperatorem εὐσεβῆ vocat, scilicet Christianum, etsi
Concerning what is said, moreover, that the word eusebes, pious, does not befit the emperor Valens, who was openly an Arian, which Chrysostom nevertheless bestows upon the emperors of that time—namely in the first book, section 2, where he says: Yet our (emperors), as I persuade myself, both desire and pray for the very opposite. Wherefore I am filled with great amazement that, while our emperors follow pious religion, living in piety, you say that these things are done with impunity in the midst of the cities; and in the second book, section 9: Nor suppose that these things befall because the emperors reverence pious religion, the emperors being pious; for even if the empire should fall, and the rulers slip into unbelief—I would have you note that here and elsewhere frequently in Chrysostom, eusebon and en eusebeia zonton are taken only for Christians, which is most clear in these two passages; for in the first he opposes en eusebeia zontas, those following pious religion, to the kings of the Persians, who were unbelievers; while in the second he openly opposes onton eusebon, those reverencing pious religion, to unbelieving princes. Accordingly he calls the emperors Valens, Gratian, and Valentinian the Second together eusebeis, that is, worshippers of pious religion, or Christians. Thus also Gregory Nazianzen, in his Oration against Julian, calls the emperor Constantius eusebe, namely a Christian, even though