τισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν. Τί γὰρ ἐλαφρότερον, εἰπέ μοι, τοῦ φροντίδων καὶ πραγμάτων καὶ φόβων, καὶ πόνων ἀπηλλάχθαι, ἔξωθεν δὲ τῶν τοῦ βίου κυμάτων ἑστάναι, καὶ ἐν εὐδίῳ διάγειν λιμένι;
burdened, and I will give you rest; take My yoke upon you, and learn from Me, for I am meek and lowly in heart; for My yoke is kindly, and My burden is light. For what is lighter, tell me, than to have been freed from cares and affairs and fears, and toils, and to stand outside the billows of life, and to pass one's days in a calm haven?
γʹ. Τί σοι δοκεῖ τῶν ἐν κόσμῳ μακαριστὸν εἶναι καὶ ζηλωτόν; Ἀρχὴν πάντως ἐρεῖς καὶ πλοῦτον καὶ τὸ παρὰ ἀνθρώποις εὐδοκιμεῖν. Καὶ τί τούτων ἀθλιώτερον, ὅταν πρὸς τὴν Χριστιανῶν ἐλευθερίαν συγκρίνηται; Ὁ μὲν γὰρ ἄρχων δήμων ὑπόκειται θυμῷ, καὶ πλήθους ὁρμαῖς ἀλόγοις, φόβῳ τε ἀρχόντων μειζόνων, καὶ ταῖς ὑπὲρ τῶν ἀρχομένων φροντίσι, καὶ ὁ χθὲς ἄρχων σήμερον ἰδιώτης· σκηνῆς γὰρ οὐδὲν ὁ παρὼν διενήνοχε βίος· ἀλλὰ καθάπερ ἐκεῖ βασιλέως μὲν οὗτος, στρατηγοῦ δὲ ἐκεῖνος, ἕτερος δὲ στρατιώτου τάξιν πληροῖ, τῆς δὲ ἑσπέρας καταλαβούσης, οὔτε βασιλεὺς ὁ βασιλεὺς, οὔτε ἄρχων ὁ ἄρχων, οὔτε ὁ στρατηγὸς στρατηγὸς, οὕτω καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, οὐκ ἀπὸ τοῦ προσώπου, ἀλλ' ἀπὸ τῶν ἔργων ἕκαστος λήψεται τὴν ἀξίαν ἀμοιβήν. Ἀλλὰ δόξα τίμιον, τὸ καταπῖπτον ὡς ἄνθος χόρτου; Ἀλλὰ πλοῦτος, ὃν οἱ κεκτημένοι ταλανίζονται; Οὐαὶ γὰρ, φησὶ, τοῖς πλουσίοις· καὶ πάλιν, Οὐαὶ οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι! Ὁ Χριστιανὸς οὐδέποτε ἐξ ἄρχοντος ἰδιώτης γίνεται, οὐδὲ ἀπὸ πλουσίου πένης, οὐδὲ ἄδοξος ἀπὸ ἐνδόξου· ἀλλὰ μένει πλουτῶν ὅταν πτωχεύῃ, καὶ ὑψοῦται ὅταν ταπεινοῦν ἑαυτὸν σπουδάζῃ· καὶ τῆς ἀρχῆς ἧς ἄρχει, οὐκ ἀνθρώπων, ἀλλὰ τῶν ἀρχόντων τῆς ἐξουσίας τοῦ κοσμοκράτορος τοῦ σκότους, οὐδεὶς αὐτὸν παραλῦσαι δύναται. Δίκαιος ὁ γάμος, σύμφημι κἀγώ· Τίμιος γὰρ, φησὶν, ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός· σοὶ δὲ οὐκέτι δυνατὸν τὰ δίκαια τοῦ γάμου φυλάξαι. Τὸν γὰρ ἐπουρανίῳ συναφθέντα νυμφίῳ, τοῦτον μὲν ἀφεῖναι, γυναικὶ δὲ ἑαυτὸν συνάψαι, μοιχεία τὸ πρᾶγμα, κἂν μυριάκις αὐτὴ γάμον καλῇς· μᾶλλον δὲ καὶ μοιχείας τοσούτῳ δεινότερον, ὅσῳ κρεῖττων ἀνθρώπων Θεός. Μηδείς σε ἀπατάτω λέγων· Γαμεῖν οὐκ ἐκώλυσεν ὁ Θεός. Οἶδα τοῦτο κἀγώ· γαμεῖν οὐκ ἐκώλυσεν, ἀλλὰ μοιχεύειν ἐκώλυσεν, ὃ σὺ ποιεῖν ἐθέλεις· ὃ μὴ γένοιτο, σὲ ὁμιλῆσαι γάμῳ ποτέ! Καὶ τί θαυμάζεις εἰ γάμος ὥσπερ μοιχεία κρίνεται, ὅταν ἀθετῆται Θεός; Φόνος δικαιοσύνην ἤνεγκε, καὶ φιλανθρωπία φόνου μᾶλλον κατέκρινεν· ἐπειδὴ τὸ μὲν κατὰ γνώμην, τὸ δὲ κωλύοντος ἐγένετα Θεοῦ. Καὶ τῷ μὲν Φινεὲς ἐλογίσθη εἰς δικαιοσύνην τὸ τὴν πορνευομένην γυναῖκα μετὰ τοῦ πορνεύοντος ἐκκεντῆσαι· τὸν δὲ Σαοὺλ ὁ ἅγιος τοῦ Θεοῦ Σαμουὴλ ἐκεῖνος ὅλας νύκτας δακρύων καὶ πενθῶν καὶ παρακαλῶν, οὐκ ἴσχυσεν ἐξελέσθαι τῆς καταδίκης, ἧς ἐξήνεγκε κατ' αὐτοῦ ὁ Θεὸς, ἐπειδὴ τὸν τῶν ἀλλοφύλων βασιλέα, ὃν δέον ἀνελεῖν, ἔσωσε παρὰ γνώμην Θεοῦ. Εἰ τοίνυν φιλανθρωπία μᾶλλον φόνου κατέκρινε διὰ τὸ παρακουσθῆναι Θεὸν, τί θαυμαστὸν εἰ γάμος μοιχείας καταδικάζει μᾶλλον, διὰ τὸ ἀθετηθῆναι τὸν Χριστόν; Ὅπερ γὰρ τὴν ἀρχὴν ἔφην, εἰ μὲν ἰδιώτης ἦς, οὐδεὶς ἄν σε ἀστρατείας ἐγράψατο· νυνὶ δὲ οὐκέτι κύριος εἶ σαυτοῦ, βασιλεῖ τοιούτῳ στρατευόμενος. Εἰ γὰρ ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνὴρ, πολ-
3. What among the things in the world seems to you to be blessed and enviable? Rule, by all means you will say, and wealth, and being held in esteem among men. And what is more wretched than these, when it is compared with the freedom of Christians? For he who rules over peoples is subject to their wrath, and to the irrational impulses of a multitude, and to fear of greater rulers, and to cares on behalf of those who are ruled, and he who yesterday was a ruler is today a private citizen; for the present life differs in nothing from a stage, but just as there this man fills the rank of a king, that man of a general, and another of a soldier, yet when evening overtakes them, neither is the king a king, nor the ruler a ruler, nor the general a general, so too in that day, not from his outward person, but from his works shall each receive his worthy recompense. Or is glory precious, which falls away like a flower of grass? Or wealth, in regard to which those who possess it are counted wretched? For Woe, says He, to the rich; and again, Woe to those who trust in their strength, and boast in the multitude of their riches! The Christian never becomes a private citizen out of a ruler, nor poor from being rich, nor inglorious from being glorious; but he abides wealthy when he lives in poverty, and is exalted when he is eager to humble himself; and from the dominion which he holds, not over men, but over the rulers of the authority of the world-ruler of darkness, no one is able to depose him. Marriage is righteous, I too agree: For marriage, it says, is honourable, and the bed undefiled; but fornicators and adulterers God will judge; yet for you it is no longer possible to keep the rights of marriage. For when one has been united to a heavenly Bridegroom, to leave Him, and to join oneself to a wife, the deed is adultery, even if ten thousand times you call it marriage; nay rather, it is even so much more dreadful than adultery, by as much as God is greater than men. Let no one deceive you, saying: God did not forbid marrying. I too know this: He did not forbid marrying, but He forbade committing adultery, which you wish to do; which God forbid, that you should ever enter into marriage! And why do you marvel if marriage is judged just like adultery, when God is set at naught? Murder brought righteousness, and humanity condemned more than murder; since the former was according to God's mind, while the latter came to pass with God forbidding it. And to Phinehas it was reckoned unto righteousness to pierce through the woman committing fornication together with the fornicator; whereas that holy Samuel of God, weeping and mourning and entreating for whole nights, did not prevail to rescue Saul from the condemnation which God pronounced against him, since he spared against the mind of God the king of the foreigners, whom he ought to have slain. If, therefore, humanity condemned more than murder because God was disobeyed, what marvel is it if marriage condemns more than adultery, because Christ has been set at naught? For as I said at the beginning, if you had been a private citizen, no one would have indicted you for evasion of military service; but now you are no longer master of yourself, since you serve as a soldier under such a King. For if the wife has not authority over her own body, but the husband, much