πίστεως ὁμολογοῦμεν, καὶ οὔτε ὑψηλότερον τῆς παραδόσεως ἐκείνης, οὔτε ἀσφαλέστερον ἄλλο τι εἶναι πιστεύομεν. Ἡ δὲ τοῦ Κυρίου διδασκαλία ἐστὶν αὕτη · Πορευθέντες, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Ἐπειδὴ τοίνυν ἡ ζωοποιὸς δύναμις ἐπὶ τῶν ἐκ τοῦ θανάτου πρὸς τὴν αἰώνιον ζωὴν ἀναγεννωμένων, διὰ τῆς ἁγίας Τριάδος περιγίνεται τοῖς μετὰ πίστεως καταξιουμένοις τῆς χάριτος, καὶ ὁμοίως ἀτελὴς ἡ χάρις, ἑνός τινος, οἵου δήποτε, τῶν ἐκ τῆς ἁγίας Τριάδος ὀνομάτων παραλειφθέντος ἐν τῷ σωτηρίῳ βαπτίσματι · οὐ γὰρ χωρὶς Πνεύματος ἐν μόνῳ Υἱῷ, καὶ Πατρὶ τὸ μυστήριον τελεῖται τῆς ἀναγεννήσεως · οὔτε Υἱοῦ σιωπηθέντος, ἐν Πατρὶ, καὶ Πνεύματι τὸ τέλειον τῆς ζωῆς παραγίνεται βαπτίσματι · οὔτε ἐν Πατρὶ, καὶ Υἱῷ, παρεθέντος τοῦ Πνεύματος, ἐκτελεῖται ἡ τῆς ἀναστάσεως χάρις · διὰ τοῦτο πᾶσαν τὴν ἐλπίδα, καὶ τὴν πεποίθησιν τῆς τῶν ψυχῶν ἡμῶν σωτηρίας ἐν ταῖς τρισὶν ὑποστάσεσιν ἔχομεν, διὰ τῶν ὀνομάτων τούτων γνωριζομένην · καὶ πιστεύομεν εἴς τε τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅς ἐστιν ἡ πηγὴ τῆς ζωῆς, καὶ εἰς τὸν μονογενῆ Υἱὸν τοῦ Πατρὸς, ὅς ἐστιν ἀρχηγὸς τῆς ζωῆς, καθά φησιν ὁ Ἀπόστολος, καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, περὶ οὗ εἶπεν ὁ Κύριος, ὅτι Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν. Καὶ ἐπειδὴ τοῖς λυτρωθεῖσιν ἡμῖν ἀπὸ τοῦ θανάτου, ἡ χάρις τῆς ἀφθαρσίας διὰ τῆς εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα πίστεως, ἐν τῷ σωτηρίῳ βαπτίσματι, καθὼς εἰρήκαμεν, παραγίνεται, ἐκ τούτων ὁδηγούμενοι, οὐδὲν δοῦλον, οὐδὲ κτιστὸν, οὐδὲ τῆς μεγαλειότητος τοῦ Πατρὸς ἀνάξιον τῇ ἁγίᾳ Τριάδι συναριθμεῖσθαι πιστεύομεν. Ἐπειδὴ μία ἐστὶν ἡ ζωὴ ἡμῶν, ἡ διὰ τῆς εἰς τὴν ἁγίαν Τριάδα πίστεως παραγινομένη · ἐκ μὲν τοῦ Θεοῦ τῶν ὅλων πηγάζουσα, διὰ δὲ τοῦ Υἱοῦ προϊοῦσα, ἐν δὲ τῷ ἁγίῳ Πνεύματι ἐνεργουμένη. Ταύτην οὖν ἔχοντες τὴν πληροφορίαν βαπτιζόμεθα μὲν, ὡς προετάχθημεν, πιστεύομεν δὲ, ὡς βαπτιζόμεθα, δοξάζομεν δὲ, ὡς πιστεύομεν · ὥστε ὁμοφώνως τὸ βάπτισμα, καὶ τὴν πίστιν, καὶ τὴν δόξαν, εἰς Πατέρα εἶναι, καὶ Υἱὸν, καὶ Πνεῦμα ἅγιον. Εἰ δέ τις δύο, ἢ τρεῖς θεοὺς, ἢ τρεῖς θεότητας λέγει, ἀνάθεμα ἔστω. Καὶ εἴ τις κατὰ τὴν Ἀρείου διαστροφὴν ἐκ μὴ ὄντων λέγει τὸν Υἱὸν, ἢ τὸ Πνεῦμα ἅγιον γεγενῆσθαι, ἀνάθεμα ἔστω. Ὅσοι δὲ τῷ κανόνι τῆς ἀληθείας στοιχήσουσι, καὶ τὰς τρεῖς ὁμολογοῦσιν ὑποστάσεις, εὐσεβῶς ἐν τοῖς ἑαυτῶν ἰδιώμασι γνωριζομένας, καὶ μίαν πιστεύουσιν εἶναι θεότητα, μίαν ἀγαθότητα, μίαν ἀρχὴν, καὶ ἐξουσίαν, καὶ δύναμιν · καὶ οὔτε τὸ τῆς μοναρχίας ἀθετοῦσι κράτος, οὔτε εἰς πολυθείαν ἐκπίπτουσιν, οὔτε τὰς ὑποστάσεις συγχέουσιν, οὔτε ἐξ ἑτερογενῶν, καὶ ἀνομοίων τὴν ἁγίαν Τριάδα συντίθενται · ἀλλ' ἐν ἁπλότητι δέχονται τὸ τῆς πίστεως δόγμα, πᾶσαν τὴν ἐλπίδα τῆς ἑαυτοῦ σωτηρίας ἐν Πατρὶ καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι καταπιστεύοντες, οὗτοι κατὰ τὴν ἡμετέραν κρίσιν, τὰ αὐτὰ φρονοῦσι, μεθ' ὧν καὶ ἡμεῖς ἔχειν ἐν Κυρίῳ μέρος εὐχόμεθα.
of faith we confess, and we believe that nothing else is either loftier than that tradition or more secure. Now the teaching of the Lord is this: Go, He says, make disciples of all the nations, baptizing them into the name of the Father, and of the Son, and of the Holy Spirit. Since, therefore, in the case of those who are regenerated from death unto eternal life, the life-giving power accrues through the Holy Trinity to those who with faith are deemed worthy of the grace, and in like manner the grace is incomplete if any one whatsoever of the names of the Holy Trinity be omitted in saving baptism—for neither without the Spirit, in the Son and the Father alone, is the mystery of regeneration accomplished; nor, if the Son be passed over in silence, does the perfection of life come to pass in baptism in the Father and the Spirit; nor in the Father and the Son, if the Spirit be set aside, is the grace of the resurrection brought to completion—on this account we possess all the hope and the assurance of the salvation of our souls in the three hypostases, made known through these names; and we believe both in the Father of our Lord Jesus Christ, Who is the fountain of life, and in the only-begotten Son of the Father, Who is the Author of life, even as the Apostle says, and in the Holy Spirit of God, concerning Whom the Lord said, It is the Spirit that gives life. And since to us who have been ransomed from death the grace of incorruption comes to pass, as we have said, through faith in Father, and Son, and Holy Spirit in saving baptism, being guided by these things we believe that nothing servile, nor created, nor unworthy of the majesty of the Father is numbered together with the Holy Trinity. Since our life is one—that which comes to pass through faith in the Holy Trinity—welling up from the God of the universe, advancing through the Son, and wrought in the Holy Spirit: having, therefore, this full assurance, we are baptized as we were enjoined, and we believe as we are baptized, and we glorify as we believe; so that with one accord baptism, and faith, and glorification are unto Father, and Son, and Holy Spirit. Now if anyone speaks of two or three gods, or three divinities, let him be anathema. And if anyone, according to the perversion of Arius, says that the Son or the Holy Spirit has come into being out of things that are not, let him be anathema. But as many as shall walk by the rule of truth, and confess the three hypostases, devoutly recognized in their own distinctive properties, and believe that there is one divinity, one goodness, one sovereignty, and authority, and power, and neither set at naught the might of the monarchy, nor fall away into polytheism, nor confound the hypostases, nor compound the Holy Trinity out of things heterogeneous and unlike, but in simplicity receive the dogma of the faith, entrusting all the hope of their own salvation to Father, and Son, and Holy Spirit—these, according to our judgement, are of the same mind, with whom we also pray to have a part in the Lord.