Migne Reading Room

PG 46 · cols. 1000–1009 · Read from the page

* Epistles

* Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 46:1000Read from the page
μέτρα τὸ πιστὸν ἐν τοῖς λεγομένοις κρίνουσι· τὸ δὲ ὑπερβαῖνον τὴν τοῦ ἀκούοντος δύναμιν, ὡς ἔξω τῆς ἀληθείας, ταῖς τοῦ ψεύδους ὑπονοίαις ὑβρίζουσι. Διὰ παρίημι τὴν ἄπιστον ἐκείνην ἐν τῷ λιμῷ γεωργίαν· πῶς ἐκβαλλόμενος ὁ πρὸς τὴν χρείαν σῖτος, οὐδεμίαν αἴσθησιν ἐποίει τῆς ὑφαιρέσεως, ἐν τῷ ὁμοίῳ διαμένων ὄγκῳ, καὶ πρὶν διαδοθῇ ταῖς τῶν αἰτούντων χρείαις· καὶ μετὰ τοῦτο καὶ ἄλλα τούτων παραδοξότερα· παθῶν ἰάσεις, καὶ δαιμονώντων καθάρσεις, καὶ ἀψευδεῖς προῤῥήσεις τῶν ἐκβησομένων· ἅπαντα τοῖς μὲν δι' ἀκριβείας ἐγνωκόσιν, ἀληθῆ εἶναι πιστεύεται, κἂν ὑπὲρ πίστιν ᾖ· ἐπὶ δὲ τῶν σαρκωδεστέρων, ἔξω τοῦ ἐνδεχομένου νομίζεται, οἳ οὐκ ἴσασιν, ὅτι κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, καὶ ἡ τῶν χαρισμάτων διανομὴ παραγίνεται· μικρὰ μὲν ὀλιγοπίστοις, μεγάλη δὲ τοῖς πολλὴν ἔχουσιν ἐν ἑαυτοῖς τὴν εὐρυχωρίαν τῆς πίστεως. Ὡς ἂν οὖν μὴ βλαβεῖεν οἱ ἀπιστότεροι, ταῖς τοῦ Θεοῦ δωρεαῖς ἀπιστοῦντες· τούτου ἕνεκεν καθεξῆς ἱστορεῖν περὶ τῶν ὑψηλοτέρων θαυμάτων παρῃτησάμην, ἀρκεῖν ἡγούμενος τοῖς εἰρημένοις περιγράψαι τὴν περὶ αὐτῆς ἱστορίαν.
measure judge what is credible in the things that are told, while what surpasses the hearer's capacity they insult with suspicions of falsehood as beyond the truth. Wherefore I pass over that incredible husbandry in the famine: how the wheat cast forth for the need produced no perceptible sign of diminution, remaining in the same bulk as before it was distributed to the needs of those who asked; and after this, other things still more marvellous than these: healings of afflictions, cleansings of the demon-possessed, and unerring foretellings of things to come—all of which, by those who have learned them accurately, are believed to be true, even though they be above belief; whereas among the more fleshly-minded they are deemed outside what is possible, since such men do not know that the distribution of spiritual gifts also takes place in proportion to faith: small for those of little faith, and great for those who have within themselves an ample capacity of faith. Lest, therefore, the more unbelieving be harmed through disbelieving the gifts of God, for this reason I have declined to recount the loftier miracles in order, deeming it sufficient to bound the history concerning her with the things already said.
ΕΠΙΣΤΟΑΗ Αʹ.
Letter 1.
Γρηγόριος ὁ Νύσσης, Φλαβιανῷ.
Gregory of Nyssa, to Flavian.
Οὐκ ἐν καλοῖς, ὦ ἄνθρωπε τοῦ Θεοῦ, τὰ ἡμέτερα. Προϊόντα γὰρ τὰ κακὰ, ἐν τοῖς τὸ ἄδικόν τε καὶ ἀπροφάσιστον καθ' ἡμῶν τιμήσασι μῖσος, οὐκέτι διὰ στοχασμῶν τινων ὑπονοεῖται· ἀλλ' ἐν παῤῥησίᾳ σπουδάζεται, καθάπερ τι τῶν ἀγαθῶν κατορθωμάτων. Ὑμεῖς δὲ, οἱ τέως ἔξω ὄντες τοῦ τοιούτου κακοῦ, καταῤῥᾳθυμεῖτε τοῦ παῦσαι νεμομένην ἐν τῇ γειτονίᾳ τὴν φλόγα· ὥσπερ οὖν οἱ καλῶς περὶ τῶν ἰδίων βουλευόμενοι τὸν τῶν γειτόνων ἐμπρησμὸν ἐν πολλῇ τῇ σπουδῇ καταστέλλουσι, δι' ὧν τοῖς πλησίον βοηθοῦσι, τὸ μὴ δεηθῆναι τῆς ἐπὶ τοῖς ὁμοίοις βοηθείας πραγματευόμενοι. Τί οὖν ἐστιν ὃ λέγω; Ἐπιλέλοιπε τὸν βίον ἡ ὁσιότης· πέφευγεν ἀφ' ἡμῶν ἡ ἀλήθεια· τῆς δὲ εἰρήνης πρότερον μὲν τὸ γοῦν ὄνομα εἴχομεν περιφερόμενον ἐν τοῖς στόμασι, νῦν δὲ οὐ μόνον ἐκείνη οὐκ ἔστιν, ἀλλ' οὐδὲ τὸ ὄνομα αὐτῆς ἡμῖν ὑπολέλειπται. Ὡς δ' ἂν εἰδείης σαφέστερον ὑπὲρ ὧν σχετλιάζομεν, δι' ὀλίγων σοι τὴν τραγῳδίαν ἐκθήσομαι. Ἦσάν τινες, οἱ τὸν αἰδεσιμώτατον Ἑλλάδιον δυσμενῶς πρὸς ἡμᾶς ἔχειν καταμηνύοντες, καὶ πρὸς πάντας διεξιέναι, ὡς τῶν μεγίστων αὐτῷ κακῶν αἴτιος ἦν ἐγώ. Οὐκ ἐπειθόμην τοῖς λεγομένοις, πρὸς ἐμαυτὸν καὶ τὴν ἐν τοῖς πράγμασιν ἀλήθειαν βλέπων. Ὡς δὲ
Our affairs, O man of God, are in no good state. For the advancing evils among those who have honoured an unjust and unprovoked hatred against us are no longer suspected through mere conjectures, but are pursued openly with boldness, just like some virtuous achievement. Yet you, who have hitherto remained outside such an evil, are slothful in quenching the flame that spreads in your neighbourhood—even as men who take good counsel for their own affairs suppress their neighbours' conflagration with great earnestness, contriving by the help they give those near them never to stand in need of help in like calamities. What then is it that I mean? Holiness has failed from life; truth has fled away from us; and whereas formerly we had at least the name of peace carried round upon men's lips, now not only does peace itself not exist, but not even its name is left behind to us. That you may know more clearly over what things we make our grievous complaint, I shall set forth the tragedy to you in a few words. There were certain men who reported that the most reverend Helladius was ill-disposed towards us and was relating to everyone that I was the cause of the greatest evils to him. I did not believe what was said, looking to myself and to the truth in the facts. But when
Notes, col. 1000

On the reading

Printed ΕΠΙΣΤΟΑΗ, for ΕΠΙΣΤΟΛΗ.

Printed ἐμαυτὸν, for ἐμαυτὸν.

PG 46:1001Read from the page
παρὰ πάντων ὁμοφώνως τὰ αὐτὰ πρὸς ἡμᾶς ἀπηγγέλλετο, καὶ συνέβαινε ταῖς φήμαις τὰ πράγματα, πρέπειν ᾠήθην μὴ περιϊδεῖν ἀθεράπευτον τὴν ἄῤῥιζον καὶ ἀφύτευτον ταύτην δυσμένειαν. Διὸ καὶ πρὸς τὴν σὴν ἐπιστείλας θεοσέβειαν, καὶ πολλοὺς ἄλλους τοὺς δυναμένους συμβαλέσθαι τι πρὸς τὸ προκείμενον, ἐπὶ τὴν σπουδὴν ταύτην παρώρμησα. Καὶ τέλος, τὴν μνήμην τοῦ μακαριωτάτου Πέτρου παρὰ Σεβαστηνοῖς πρώτως ἀγομένην ἐπιτελέσας, καὶ τὰς συνήθως παρ' αὐτῶν ἐπιτελουμένας τῶν ἁγίων μαρτύρων μνήμας, τὸν αὐτὸν χρόνον συνδιαγαγόντων ἐκείνῃ· ἐπὶ τὴν ἐμαυτοῦ πάλιν Ἐκκλησίαν ὑπέστρεφον. Καί τινος μηνύσαντος κατὰ τὴν ὀρεινὴν αὐτὸν ἐνορίαν διάγειν μαρτύρων ἐπιτελοῦντα μνήμας, τὰ μὲν πρῶτα τῆς ὁδοῦ εἰχόμην, εὐπρεπέστερον εἶναι κρίνων ἐπὶ τῆς μητροπόλεως γενέσθαι τὴν συντυχίαν. Ὡς δέ τις τῶν γνησίων κατὰ σπουδήν μοι συντετύχηκε, καὶ ἀῤῥωστεῖν αὐτὸν διεβεβαιώσατο· καταλιπὼν ἐν τῷ τόπῳ τὸ ὄχημα, ἐν ᾧ παρὰ τῆς τοιαύτης κατελήφθην φήμης, ἵππῳ τὸ μεταξὺ διῆλθον διάστημα, κρημνῶδες καὶ ὀλίγου ἀπόρευτον ταῖς τραχυτάταις ἀνόδοις. Ἦν δὲ πεντεκαίδεκα σημεῖα, οἷς τὸ ἐν τῷ μέσῳ διεμετρεῖτο διάστημα. Τούτων τὰ μὲν ἐκ ποδὸς, τὰ δὲ διὰ τοῦ ἵππου μόλις διελθὼν, ὄρθριος, μέρει τινὶ καὶ τῆς νυκτὸς συγχρησάμενος, κατὰ τὴν πρώτην τῆς ἡμέρας ὥραν ἐφίσταμαι τοῖς Ἀνδουμοκίνοις. Οὕτω γὰρ ὀνομάζεται τὸ χωρίον, ἐν ᾧ ἦν ἐκκλησιάζων ἐκεῖνος μετὰ ἄλλων ἐπισκόπων δύο. Ἄπωθεν δὲ κατιδόντες ἐξ αὐχένος τινὸς ὑπερκειμένου τῆς κώμης τὴν ἐν τῷ ὑπαίθρῳ τῆς ἐκκλησίας συνδρομὴν, βάδην τὸν μεταξὺ διήλθομεν τόπον, ἐκ ποδός τε προϊόντες ἐγὼ καὶ ἡ μετ' ἐμοῦ συνοδία, καὶ τοὺς ἵππους διὰ χειρὸς ἐφελκόμενοι. Ὥστε φθάσαι ὁμοῦ τὰ δύο γενέσθαι, ἐκεῖνόν τε ἐκ τῆς ἐκκλησίας ἐπὶ τὴν οἰκίαν ὑποστρέψαι, καὶ ἡμᾶς πλησιάσαι τῷ μαρτυρίῳ. Μηδεμιᾶς δὲ γενομένης ἀναβολῆς, ἐπέμφθη παρ' ἡμῶν ὁ μηνύσων αὐτῷ τὴν παρουσίαν· καὶ μικροῦ διαγεγονότος διαστήματος, ὁ ὑπηρετούμενος αὐτῷ διάκονος συνέτυχεν ἡμῖν, ὃν παρεκαλέσαμεν διὰ τάχους μηνῦσαι, ὥστε ἐπὶ πλέον αὐτῷ συνδιαγαγεῖν, ἐφ' ᾧ τε καιρὸν εὑρεῖν, πρὸς τὸ μηδὲν περιοφθῆναι τῶν ἐν ἡμῖν ἀθεράπευτον. Μετὰ τοῦτο ἐγὼ μὲν ἐκαθήμην κατὰ τὸ ὕπαιθρον, ἀναμένων τὸν εἰσκαλοῦντα, καὶ προεκείμην ἄκαιρον θέαμα τοῖς ἐπιδημοῦσι κατὰ τὴν σύνοδον. Καὶ χρόνος διεγένετο οὐκ ὀλίγος, καὶ νυσταγμὸς ἐπὶ τούτοις, καὶ ἀκηδία, καὶ ὁ ἐκ τῆς ὁδοῦ κόπος ἐπιτείνων τὴν ἀκηδίαν, καὶ τὸ θάλπος ἰσχυρὸν, καὶ οἱ πρὸς ἡμᾶς ἀποβλέποντες, καὶ ἀλλήλοις διὰ τῶν δακτύλων ὑποδεικνύοντες. Καὶ ἅπαντα τὰ τοιαῦτα οὕτω μοι βαρέα ἦν, ὡς ἀληθεύειν ἐπ' ἐμοῦ τὸ τοῦ Προφήτου, ὅτι « Ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου. » Καὶ πρὸς μεσημβρίαν ἤδη προελθούσης τῆς ὥρας εισηνέχθην, πολλὰ μεταμεληθεὶς καὶ τῆς συντυχίας, ὡς ἐμαυτῷ τῆς ἀτιμίας ἐκείνης παρασχὼν τὴν αἰτίαν.
the same things were reported to us with one voice by all, and the deeds agreed with the rumours, I thought it fitting not to overlook unhealed this rootless and unplanted ill-will. Wherefore, writing to your Godliness, and to many others who were able to contribute something towards the matter in hand, I urged them on to this endeavour. And at last, having celebrated the memorial of the most blessed Peter, which was then kept for the first time among the people of Sebaste, and the memorials of the holy martyrs customarily celebrated by them—since they had lived at the same time with that one—I was returning again to my own Church. And when someone gave word that he was staying in the mountainous district celebrating memorials of martyrs, at first I kept to my road, judging it more seemly that our meeting should take place in the metropolis. But when one of my relatives met me in haste and assured me that he was ill, leaving my carriage on the spot where I was overtaken by such a report, I traversed the intervening distance on horseback—precipitous and almost impassable by reason of the roughest ascents. There were fifteen milestones by which the distance in between was measured. Having barely passed through these, partly on foot and partly on horseback, at dawn, after making use also of some part of the night, at the first hour of the day I arrived at Andoumokinoi—for so the place is named in which he was holding church assembly with two other bishops. Catching sight from afar, from a certain ridge overlooking the village, of the gathering of the church in the open air, we passed at a walk across the ground between, both I and my company advancing on foot and leading our horses by hand; so that both things came to pass at once: he returned from the church to his house, and we drew near to the martyr's shrine. With no delay at all, one was sent by us to announce our arrival to him; and when a brief interval had passed, the deacon who ministered to him met us, whom we entreated to bear word quickly, so that we might spend longer time with him and thereby find opportunity that nothing between us might be overlooked unhealed. After this I sat in the open air, awaiting one to call me in, and was set forth as an unseasonable spectacle to those visiting for the synod. And no little time went by, and drowsiness came upon these things, and weariness of spirit, and the fatigue from the journey intensifying my weariness, and fierce heat, and people staring at us and pointing us out to one another with their fingers. And all such things weighed so heavily upon me that the saying of the Prophet came true of me: "My spirit grew faint within me." And when the hour had already advanced towards midday, I was brought in, deeply regretting even the meeting, as having myself furnished the cause of that dishonour to myself.
Notes, col. 1001

On the reading

Printed εισηνέχθην, for εἰσηνέχθην.

PG 46:1004Read from the page
Καὶ χαλεπώτερον τῆς παρὰ τῶν ἐχθρῶν μοι γενομένης ὕβρεως, ὁ ἐμός με λογισμὸς ἠνία, μαχόμενος τρόπον τινὰ πρὸς ἑαυτὸν, καὶ μεταγινώσκων ἐν ὑστεροβουλίᾳ ὑπὲρ ὧν προέθετο. Ὡς δ' οὖν μόλις ἠνοίγη ἡμῖν τὰ ἀνάκτορα, καὶ τῶν ἀδύτων ἐντὸς ἐγενόμεθα· οἱ μὲν πολλοὶ ἀπεκλείσθησαν τῆς εἰσόδου· ὁ δὲ ἐμὸς συνεισῆλθε διάκονος, ὃς τῇ χειρὶ τὸ σῶμα ὑπήρειδε πεπονηκὸς ἐκ τοῦ κόπου. Ἐγὼ δὲ προσειπὼν αὐτῷ, καὶ ἐπ' ὀλίγον σταθεὶς, ὥστε μοι γενέσθαι προτροπὴν εἰς καθέδραν, ὡς οὐδὲν τούτων ἐγίνετο, ἐπί τινος τῶν πόῤῥωθεν βάθρων διατραπεὶς ἀνεπαυσάμην, ἀναμένων εἰ ἄρα τι φθέγξαιτο πρὸς ἡμᾶς εὐμενὲς, ἤ τι φιλάνθρωπον, ἢ ταῖς γοῦν ὀφρύσι λοιπὸν ἐπινεύσειεν. Ἀλλ' ἀπ' ἐναντίων τῇ ἐλπίδι τὰ πάντα. Σιωπὴ γὰρ ἦν τὸ ἀπὸ τούτου νυκτερινὴ, καὶ κατήφεια τραγικὴ, καὶ θάμβος, καὶ ἔκπληξις, καὶ παντελὴς ἀφωνία, καὶ χρόνος οὐκ ἐν μικρῷ διαστήματι καθάπερ ἐν μελαίνῃ νυκτὶ δι' ἡσυχίας παρατεινόμενος. Ἐγὼ δὲ τούτοις ἐναποπλαγεὶς τὴν διάνοιαν, διὰ τὸ μηδὲ τῆς κοινῆς αὐτὸν ἐθελῆσαι μεταδοῦναι φωνῆς, διὰ τῶν κατημαξευμένων τούτων τὴν συντυχίαν ἀφοσιουμένων· οἷον τὸ, « Εὖ ἥκεις, ἢ πόθεν ἥκεις; ἢ ὑπὲρ τίνος; ἢ τίς ἡ τῆς παρουσίας σπουδή; » τὴν ἡσυχίαν ἐκείνην τῆς ἐν ᾅδου διαγωγῆς ἐποιούμην εἰκόνα. Μᾶλλον δὲ καταγινώσκω τοῦ ὑποδείγματος. Ἐν ᾅδου γὰρ ἰσονομία πολλὴ, μηδενὸς τῶν ὑπὲρ γῆς τὴν περὶ τὸν βίον τραγῳδίαν ἐργαζομένων, ἐκείνην τὴν διαγωγὴν διοχλοῦντος. Οὐ γὰρ ουγκαταβαίνει, καθά φησιν ὁ Προφήτης, τοῖς ἀνθρώποις ἡ δόξα· ἀλλὰ καταλιποῦσα ἡ ἑκάστου ψυχὴ τὰ νῦν σπουδαζόμενα τοῖς πολλοῖς, ὕβριν λέγω καὶ ὑπερηφανίαν καὶ τύφον, ἁπλῆ καὶ ἀκατάσκευος ἐπιχωριάζει τοῖς κάτω, ὡς μηδὲν τῶν τῇδε μοχθηρῶν καὶ παρ' ἐκείνοις εἶναι. Πλὴν ἀλλ' ἐμοὶ ᾅδης ἢ δεσμωτήριον ἀφεγγὲς, ἢ ἄλλο τι σκυθρωπὸν κολαστήριον ἐδόκει τὰ παρόντα εἶναι, λογιζομένῳ ὅσων ἀγαθῶν ἐγενόμεθα παρὰ τῶν πατέρων ἡμῶν διάδοχοι, καὶ οἷα διηγήματα τοῖς μεθ' ἡμᾶς καταλείψομεν. Τί δὲ λέγω τῶν πατέρων τὴν ἀγαπητικὴν πρὸ; ἀλλήλους σχέσιν; Θαυμαστὸν γὰρ οὐδὲν, ἀνθρώπους ὄντας ἐν ὁμοτίμῳ τῇ φύσει, μηδὲν ἐθέλειν πλέον ἀλλήλων ἔχειν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγεῖσθαι ἑαυτῶν ὑπερέχειν. Ἀλλ' ἐκεῖνο μάλιστά μου τῆς διανοίας καθήπτετο, ὅτι ὁ πάσης κτίσεως Δεσπότης, ὁ μονογενὴς Υἱὸς, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, ὁ ἐν ἀρχῇ ὢν, ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων, ὁ τὰ σύμπαντα φέρων τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, οὐκ ἐν τούτῳ μόνον ἐταπείνωσεν ἑαυτὸν, ἐν τῷ διὰ σαρκὸς ἐπιδημῆσαι τῇ ἀνθρωπίνῃ φύσει· ἀλλὰ καὶ τὸν προδότην ἑαυτοῦ Ἰούδαν τῷ ἰδίῳ στόματι, διὰ φιλήματος προσεγγίζοντα δέχεσθαι, καὶ εισελθὼν εἰς τὴν οἰκίαν Σίμωνος τοῦ λεπροῦ, τὸ μὴ φιληθῆναι παρ' αὐτοῦ, ὡς φιλάνθρωπος, ὀνειδίζειν. Ἐγὼ δὲ οὔτε ἀντὶ τοῦ λεπροῦ ἐλογίσθην· τῷ τίνι; Ὁ τίς; Τὴν διαφορὰν εὑρεῖν οὐκ ἔχω. Τῷ πόθεν καταβεβηκότι; Ὅπου κείμενος; Εἴγε τὰ τοῦ κόσμου βλέποι τις τούτου. Εἰ μὲν γὰρ τὰ τῆς σαρκὸς ἐξετάζοι τις, τοσοῦτον ἴσως ἀνεπαχθές ἐστι λέγειν, ὅτι ὁμότιμα ἐπ' ἀμφοτέρων τὸ εὐγενὲς καὶ ἐλεύθερον.
And more grievously than the insolence inflicted upon me by my enemies, my own reasoning distressed me, fighting in a manner against itself and repenting in afterthought over what it had purposed. When at length the halls were barely opened to us and we came within the inner sanctuary, the multitude was shut out from entering, while my deacon came in with me, supporting with his hand my body worn out from the toil. Having addressed him and stood for a little while so that an invitation to a seat might be made to me, when nothing of the sort happened, I turned aside and rested upon one of the benches far off, waiting to see whether perhaps he might utter some kindly or humane word to us, or at least give a nod at last with his brows. Yet everything turned out contrary to hope. For from that moment there was a nocturnal silence, and tragic gloom, and stupor, and dismay, and utter speechlessness, and time drawn out quietly over no brief interval just as in black night. Struck in mind by these things, because he would not impart even ordinary speech through those hackneyed words that acquit a meeting of its formalities—such as, "Well come!" or "Whence have you come?" or "For what cause?" or "What is the urgency of your presence?"—I likened that silence to an image of the way of life in Hades. Nay rather, I condemn the comparison! For in Hades there is great equality, with none of the things that work the tragedy of life upon earth troubling that state of existence. For glory does not descend with men, just as the Prophet says; rather, each man's soul, leaving behind the things now eagerly pursued by the many—I mean insolence and arrogance and haughtiness—comes plain and unadorned among those below, so that none of the wretched ills of this world exists among them either. Yet to me the present scene seemed to be Hades, or a lightless prison, or some other grim place of punishment, as I reflected of how great blessings from our fathers we had become successors, and what sort of stories we shall leave behind to those after us. Why do I speak of our fathers' loving disposition towards one another? For it is no marvel at all that men, sharing a nature of equal honour, should wish to hold no advantage over one another, but through humility should esteem one another superior to themselves. Rather, what gripped my mind most of all was this: that the Master of all creation, the Only-begotten Son, Who is in the bosom of the Father, Who was in the beginning, Who subsists in the form of God, Who upholds all things by the word of His power, humbled Himself not in this alone—in sojourning through the flesh in human nature—but even received with His own mouth His own betrayer Judas approaching with a kiss, and, when He entered into the house of Simon the leper, gently reproached him, as Lover of mankind, for His not having been kissed by him. Whereas I was not even reckoned on a par with the leper! By whom? And who am I? I cannot find the difference! By one descended whence? And where did I lie, if indeed one were to look at the things of this world? For if one were to examine the matters of the flesh, this much perhaps may be said without offence: that nobility and freedom of birth are of equal honour in us both.
Notes, col. 1004

On the reading

Printed ουγκαταβαίνει, for συγκαταβαίνει.

Printed πρὸ;, for πρὸς.

Printed εισελθὼν, for εἰσελθὼν.

PG 46:1005Read from the page
Ει δὲ τὴν ἀληθῆ τις ἐπιζητοίη τῆς ψυχῆς ἐλευθερίαν τε καὶ εὐγένειαν, ἐπίσης δοῦλοι τῆς ἁμαρτίας ἀμφότεροι, ἐπίσης τοῦ αἴροντος τὰς ἁμαρτίας δεόμεθα· ἄλλος ἐστὶν, ὁ τῷ ἰδίῳ αἵματι τοῦ θανάτου καὶ τῶν ἁμαρτιῶν ἡμᾶς λυτρωσάμενος, ὃς καὶ ἐξηγόρασεν ἡμᾶς, καὶ ὑπερηφανίαν τινὰ κατὰ τῶν ἐξαγορασθέντων οὐκ ἐπεδείξατο, νεκροὺς εἰς ζωὴν ἀνακαλούμενος, ὁ πᾶσαν ἐξιώμενος ἀῤῥωστίαν καὶ ψυχῶν καὶ σωμάτων.
But if one were to seek out true freedom and nobility of soul, both of us are equally slaves of sin, and equally stand in need of Him Who takes away sins; another is He Who by His own blood ransomed us from death and sins, Who also redeemed us and displayed no arrogance against those whom He had redeemed, calling the dead back to life and healing every infirmity of both souls and bodies.
Ἐπεὶ οὖν ὁ καθ' ἡμῶν τύφος καὶ ὁ τῆς ὑπερηφανίας ὄγκος μικροῦ δεῖν τῷ οὐρανίῳ ὕψει στενοχωρούμενος ἦν, ὕλην δέ τινα καὶ ἀφορμὴν πρὸς τὴν νόσον οὐδεμίαν ἑώρων, ὅθεν συγγνωστὸν γίνεται τὸ τοιοῦτον πάθος, ἐπὶ τῶν ἐκ περιστάσεώς τινος ταύτην ἀναλαμβανόντων τὴν νόσον, ὅταν ἢ γένος, ἢ παίδευσις, ἢ ἀξιωμάτων ὑπεροχὴ τὰ χαυνότερα ἤθη διαφυσήσῃ· οὐκ εἶχον ὅπως ἐμαυτὸν ἀτρεμεῖν νουθετήσω, διοιδούσης μοι πρὸς τὴν ἀλογίαν τῶν γινομένων ἔνδοθεν τῆς καρδίας, καὶ τοὺς ὑπὲρ τῆς ὑπομονῆς λογισμοὺς διαπτυούσης. Ὅτε καὶ μάλιστα τὸν θεῖον ἠγάσθην Ἀπόστολον, οὕτως ἐναργῶς τὸν ἐμφύλιον ἐν ἡμῖν διαγράφοντα πόλεμον, λέγοντα εἶναί τινα ἐν τοῖς μέλεσι νόμον ἁμαρτίας, τὸν ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοὸς, καὶ ποιοῦντα πολλάκις ἑαυτῷ τὸν νοῦν αἰχμάλωτόν τε καὶ ὑποχείριον. Ταύτην ἐμαυτῷ βλέπων τῶν δύο λογισμῶν τὴν ἐξ ἐναντίου παράταξιν, τοῦ τε χαλεπαίνοντος πρὸς τὴν ἐκ τῆς ὑπερηφανίας ὕβριν, καὶ τοῦ τὸ διοιδοῦν καταστέλλοντος· ἐπειδὴ κατὰ Θεοῦ χάριν οὐκ ἐκράτησεν ἡ χείρων ῥοπὴ, τότε πρὸς αὐτὸν εἶπον ἐγώ· « Μὴ ἄρα τί σοι τῶν περὶ τὴν θεραπείαν τοῦ σώματος σπουδαζομένων τῇ παρουσίᾳ μου βλάπτεται, καὶ ὑπεξελθεῖν ἐστιν εὔκαιρον; » Τοῦ δὲ εἰπόντος μὴ χρῄζειν τοῦ θεραπευθῆναι τὸ σῶμα, εἶπόν τινας λόγους θεραπευτικοὺς πρὸς αὐτὸν, ὡς οἷόν τε ἦν. Κἀκείνου δι' ὀλίγων τὸ ἐπὶ πολλοῖς ἀδικήμασι τὴν καθ' ἡμῶν ἔχειν λύπην ἐνδειξαμένου, ταῦτα πρὸς αὐτὸν ἀπεκρινάμην ἐγώ· « Ὅτι ἐν ἀνθρώποις πολλὴν ἔχει δύναμιν πρὸς ἀπάτην τὸ ψεῦδος· τὸ δὲ θεῖον κριτήριον τὸν ἐξ ἀπάτης παραλογισμὸν οὐ προσδέχεται. Ἐμοὶ δὲ τοσοῦτο πέποιθεν ἐν τοῖς πρὸς σὲ πράγμασιν ἡ συνείδησις, ὡς εὔχεσθαι τῶν μὲν ἄλλων ἁμαρτιῶν γενέσθαι μοι τὴν συγχώρησιν· εἰ δέ τι κατὰ σοῦ πέπρακταί μοι, τοῦτο μεῖναι εἰς τὸ διηνεκὲς ἀσυγχώρητον. » Σχετλιάσας δὲ τῷ λόγῳ, οὐκέτι προστεθῆναι τὰς ἀποδείξεις τοῖς εἰρημένοις ἐδέξατο. Ὥρα ἦν πλείων ἢ κατὰ τὴν ἕκτην· καὶ τὸ λουτρὸν εὐπρεπὲς, καὶ ἐν παρασκευῇ ἡ ἑστίασις, καὶ Σάββατον ἡ ἡμέρα, καὶ μαρτύρων τιμή. Καὶ πάλιν ὁ ⟨…⟩ητὴς τοῦ Εὐαγγελίου πῶς μιμεῖ⟨…⟩ου Δεσπότην; ὁ μὲν μετὰ ⟨…⟩ ἐσθίων καὶ
Since, then, the haughtiness against us and the bulk of his arrogance were all but cramped by the height of heaven, while I saw no matter or occasion at all for the malady—whence such a passion becomes pardonable in those who contract this malady from some circumstance, whenever birth, or culture, or pre-eminence of dignities puffs up shallower characters—I did not know how to admonish myself to keep calm, as my heart swelled up within me against the unreasonableness of what was happening and spurned away thoughts of patience. Then most of all did I marvel at the divine Apostle, who so vividly depicts the civil war within us, saying that there is a certain law of sin in our members warring against the law of the mind, and often making the mind captive and subject to itself. Beholding within myself this opposing battle-line of the two thoughts—the one chafing at the insult springing from arrogance, and the other checking what swelled up—when by the grace of God the worse inclination did not prevail, then I said to him: "Is perhaps something of the measures being taken for the care of your body hindered by my presence, and is it opportune for me to withdraw?" And when he said that his body had no need of being tended, I spoke some healing words to him, so far as was possible. And when in a few words he indicated that he held grief against us over many wrongs, I made this reply to him: "Among men falsehood has great power for deceit, whereas the divine tribunal does not admit fallacious misreckoning born of deceit. As for me, my conscience has such confidence in my dealings towards you that I pray forgiveness may be granted me for my other sins, but if anything has been done by me against you, that this may remain unforgiven for ever." Chafing at my speech, he would no longer suffer proofs to be added to what had been said. The hour was past the sixth; the bath was well prepared, the banquet was in readiness, the day was the Sabbath, and there was a commemoration of martyrs. And again, how does the [...] of the Gospel imitate [...] Master? For the one, eating with [...] and
Notes, col. 1005

On the reading

Printed Ει, for Εἰ.

PG 46:1008Read from the page
πίνων, ἀπελογεῖτο τοῖς ὀνειδίζουσιν, ὡς κατὰ φιλανθρωπίαν τοῦτο ποιῶν. Ὁ δὲ ἄγος κρίνει καὶ μίασμα, τὴν ἐπὶ τραπέζης κοινωνίαν, μετὰ τὸν κόπον ἐκεῖνον, ὃν ἐκ τῆς ὁδοιπορίας ὑπέστημεν· μετὰ τὸ θάλπος τὸ τοσοῦτον, ἐν ᾧ ὑπαίθριοι ταῖς θύραις αὐτοῦ προσκαθεζόμενοι κατεφρύγημεν· μετὰ τὴν σκυθρωπὴν ἐκείνην κατήφειαν, ἣν ἐν ὀφθαλμοῖς αὐτοῦ γεγονότες ἀνέτλημεν· καὶ ἀποπέμπεται ἡμᾶς πάλιν ἐπὶ τὸ αὐτὸ διάστημα, διὰ τῆς αὐτῆς ὁδοῦ, ταλαιπωροῦντας ἐν ἐκλελοιπότι ἤδη καὶ καταπεπονημένῳ τῷ σώματι· ὥστε μόλις ἡμᾶς περὶ δείλην ὀψίαν πολλὰ διὰ μέσου κακοπαθήσαντας καταλαβεῖν τὴν συνοδίαν. Καὶ γάρ τι καὶ νέφος ἐκ λαίλαπος κατὰ τὸ ἀθρόον ἐν τῷ ἀέρι γενόμενον, αὐτῶν τῶν μυελῶν ἡμᾶς λάβρῳ τῷ ὄμβρῳ καθίκετο. Ἀπαράσκευοι γὰρ ἦμεν διὰ τὸ ὑπερβάλλον θάλπος, ὡς πρὸς ὑετοῦ φυλακήν. Πλὴν ἀλλὰ κατὰ Θεοῦ χάριν, ὡς οἱ ἀπὸ κλύδωνος ἢ ναυαγίου περισωθέντες, ἄσμενοι τὴν συνοδίαν ἡμῶν κατελάβομεν· καὶ ἀναπαυσάμενοι τὴν νύκτα μετὰ ἀλλήλων, ζῶντες μέχρι τῶν ἡμετέρων διεσώθημεν τόπων· τοῦτο προσλαβόντες ἐκ τῆς συντυχίας, ὅτι πάντων τῶν πρότερον γεγονότων, ἡ ἔναγχος γενομένη καθ' ἡμῶν ὕβρις τὴν μνήμην ἀνενεώσατο. Καί τοι ἀναγκαζόμεθα λοιπὸν καὶ ὑπὲρ ἡμῶν βουλεύσασθαι· μᾶλλον δὲ ὑπὲρ αὐτοῦ ἐκείνου. Τὸ γὰρ μὴ ἀνακοπῆναι τὴν αὐτοῦ προαίρεσιν ἐν τοῖς πρότερον γεγενημένοις, εἰς ταύτην αὐτὸν ἤγαγε τοῦ τύφου τὴν ἀμετρίαν. Οὐκοῦν ὡς ἂν κἀκεῖνος ἑαυτοῦ γένοιτο κρείττων, τάχα τι προσήκει καὶ παρ' ἡμῶν γενέσθαι, ὡς ἂν μάθῃ ἄνθρωπος ὢν, καὶ οὐδεμίαν κατὰ τῶν ὁμοφρόνων τε καὶ ὁμοτίμων ὕβρεώς τε καὶ ἀτιμίας τὴν αὐθεντίαν ἔχων. Ἰδοὺ γὰρ ἀληθὲς εἶναι δεδόσθω, (λέγω καθ' ὑπόθεσιν) γεγενῆσθαι παρ' ἐμοῦ τι λυπηρὸν κατ' ἐκείνου· ποῖον συνέστη καθ' ἡμῶν ἐπὶ τοῖς γινομένοις, ἢ ὑπονοουμένοις κριτήριον; Τίς ἀπόδειξις τὴν ἀδικίαν ἀπήλεγξε; Τίνες κανόνες καθ' ἡμῶν ἀνεγνώσθησαν; Ποία ἔννομος ἐπισκόπου ἀπόφασις τὴν καθ' ἡμῶν κρίσιν ἐκύρωσεν; Ει δέ τι καὶ ἐγεγόνει τούτων ἐννόμως, πάντως ἂν περὶ τὸν βαθμὸν ὁ κίνδυνος ἦν. Ὕβριν δὲ κατὰ τῶν ἐλευθέρων, καὶ ἀτιμίαν κατὰ τῶν ὁμοτίμων, ποῖοι κανόνες ἐνομοθέτησαν; Κρῖμα δίκαιον κρίνατε, οι πρὸς Θεὸν ὁρῶντες, ἐν τίνι συγγνωστὸν ἡγεῖσθε τὴν καθ' ἡμῶν ἀτιμίαν; Εἰ κατὰ τὴν ιερωσύνην τὸ ἀξίωμα κρίνοιτο, ἴση παρὰ συνόδου καὶ μία γέγονεν ἀμφοτέρων ἡμῶν ἡ προνομία, μᾶλλον δὲ ἡ φροντὶς τῆς τῶν κοινῶν διορθώσεως, ἐν τῷ τὸ ἴσον ἔχειν. Εἰ δέ τινες ἡμᾶς γυμνοὺς τοῦ κατὰ τὴν ιερωσύνην ἀξιώματος ἐφ' ἑαυτοὺς βλέποιεν, τί τοῦ ἑτέρου πλεῖον ἔχει ὁ ἕτερος; γένος; παίδευσιν; ἐλευθερίαν πρὸς τοὺς ἀρίστους τε καὶ εὐδοκίμους; γνῶσιν; Ταῦτα ἢ ἐν τῷ ἴσῳ καὶ παρ' ἡμῖν ἔστιν εὑρεῖν, ἢ πάντως οὐκ ἐν ἐλάσσονι. Ἀλλὰ πλοῦτον λέγει; Μὴ γένοιτο εἰς ἀνάγκην ἐλθεῖν, ταῦτα περὶ αὐτοῦ διηγήσασθαι ἢ τοσοῦτον ἀρκεῖ μόνον εἰπεῖν, ὅσος ἦν τὸ καταρχὰς, καὶ νῦν ὅσος ἐγένετο, καὶ καταλιπεῖν ἄλλοις ἀναζητῆσαι τῆς αὐξήσεως τοῦ πλούτου τὰς ἀφορμὰς, τοῦ μέχρι τοῦ παρόντος καὶ καθ' ἑκάστην μικροῦ δεῖν ἡμέραν διὰ τῶν καλῶν ἐπιτηδευμάτων αὐξανομένου τε καὶ
drinking, defended Himself to those who reproached Him, as doing this out of love for mankind. Whereas this man judges fellowship at table an abomination and defilement—after that toil which we had endured from the journey, after so great a heat in which we were parched sitting in the open air at his doors, after that grim gloom which we suffered once we came before his eyes—and sends us away again over the same distance, along the same road, suffering hardship in a body already spent and worn out, so that barely towards late evening, after enduring many ills in the meantime, did we overtake our company. For indeed a cloud out of a squall, gathering all at once in the air, pierced us to our very marrow with a violent downpour; for we were unprepared, by reason of the excessive heat, with any shelter against rain. Yet by the grace of God, like men rescued from the surge or a shipwreck, we gladly overtook our company; and having rested through the night with one another, we reached our own regions alive and safe, gaining this much besides from the encounter: that the recent outrage against us renewed the memory of all that had happened before. And yet we are compelled henceforth to take counsel on our own behalf too—or rather on behalf of that man himself. For the fact that his wilfulness was not checked in former occurrences has led him to this excess of haughtiness. That he too, therefore, may become better than himself, perhaps something ought to be done on our part as well, so that he may learn that he is a man, and holds no authority for outrage and dishonour against those of like mind and equal honour. For behold, let it be granted to be true (I speak by way of supposition) that something grievous against him had come to pass from me: what tribunal was convened against us over the things done or suspected? What proof convicted our wrongdoing? What canons were read out against us? What lawful sentence of a bishop ratified the judgement against us? Even if any of these things had taken place lawfully, the peril would surely have concerned ecclesiastical rank. But outrage against free men, and dishonour against equals in rank—what canons ever enacted these? Judge a righteous judgement, you who look towards God: on what ground do you deem the dishonour against us pardonable? If dignity were to be judged by priesthood, one and equal from the synod has been the privilege of us both—or rather our care for the amendment of common affairs—in holding an equal share. And if some should look upon us stripped of the dignity of the priesthood in our own persons, wherein does the one possess more than the other? Birth? Education? Freedom of converse with the noblest and most esteemed men? Knowledge? These may be found in us either in equal measure, or at all events in none less. Or does he speak of wealth? Far be it that we should come under necessity to relate these matters concerning him—or rather it suffices to say only thus much: how great it was at the outset, and how great it has now become, and to leave to others to inquire into the sources of this increase of wealth, which down to the present and almost day by day through fine pursuits is both increasing and
Notes, col. 1008

On the reading

Printed Ει, for Εἰ.

Printed οι, for οἱ.

Printed ιερωσύνην, for ἱερωσύνην.

PG 46:1009Read from the page
τρεφομένου. Τίς οὖν τῆς καθ' ἡμᾶς ὕβρεως ἡ ἐξουσία, εἰ μήτε γένους ὑπεροχὴ, μήτε ἀξιώματος περιφάνεια, μήτε δύναμις ὑπερβάλλουσα λόγῳ, μήτ' εὐεργεσία τις προϋπάρξασα; ὁπότε καὶ εἰ ταῦτα ἦν, καὶ οὕτως ἂν τὸ κατὰ τὴν ὕβριν ἐπὶ τῶν ἐλευθέρων, ἀσύγγνωστον. Μηδενὸς δὲ τούτων ὄντος, οὐκ οἶμαι καλῶς ἔχειν τὴν τοσαύτην τοῦ τύφου νόσον περιϊδεῖν ἀθεράπευτον. Θεραπεία δέ ἐστι τὸ ἐπικλῖναι τὴν ὑπερηφανίαν, καὶ διαστεῖλαι τὸν διάκενον ὄγκον, μικρὸν διαπνευσθέντος τοῦ κατὰ τὸν τύφον φυσήματος. Ὅπως δ' ἂν γένοιτο τοῦτο, Θεῷ μελήσει.
being nourished. What then is his authority for his insolence against us, if there is neither superiority of birth, nor splendour of dignity, nor surpassing power in speech, nor any prior benefaction?—since even if these things existed, even so insolence towards freemen would be unpardonable. Yet when none of these things exists, I do not think it well to overlook so great a disease of pride uncured. And the cure is to bend down arrogance and to compress the empty swelling, the inflation of pride being a little breathed out. How this may come to pass will be God's care.
ΕΠΙΣΤΟΛΗ Βʹ.
EPISTLE II.
Reprehendit abusus tunc temporis in peregrinationibus ad loca sancta obvios.
He rebukes the abuses commonly met with at that time in pilgrimages to the holy places.
Περὶ τῶν ἀπιόντων εἰς Ἱεροσόλυμα.
On those who depart for Jerusalem.
Ἐπειδήπερ ἠρώτησας, ὦ φίλε, διὰ τοῦ γράμματος, πρέπειν ᾠήθην περὶ πάντων σοι καθεξῆς ἀποκρίνασθαι. Ἐγὼ τοὺς ἅπαξ ἀνατεθεικότας ἑαυτοὺς τῇ ὑψηλῇ πολιτείᾳ, καλῶς ἔχειν φημὶ πρὸς τὰς τοῦ Εὐαγγελίου διὰ παντὸς ἀποβλέπειν φωνάς· καὶ ὥσπερ οἱ τῷ κανόνι τὸ ὑποκείμενον ἀπευθύνοντες, κατὰ τὴν ἐπὶ τοῦ κανόνος εὐθεῖαν τὰ σκολιὰ τὰ ἐν χερσὶν εἰς εὐθύτητα μεταβάλλουσιν· οὕτως προσήκειν ἡγοῦμαι οἷόν τινα κανόνα ὀρθὸν καὶ ἀδιάστροφον, τὴν εὐαγγελικὴν λέγω δὴ πολιτείαν, τούτοις ἐπιβάλλοντας, κατ' ἐκείνην πρὸς τὸν Θεὸν ἀπευθύνεσθαι. Ἐπεὶ τοίνυν εἰσί τινες τῶν τὸν μονήρη καὶ ἰδιάζοντα βίον ἐπανηρημένων, οἷς ἐν μέρει εὐσεβείας νενόμισται τὸ τοὺς ἐν Ἱεροσολύμοις τόπους ἰδεῖν, ἐν οἷς τὰ σύμβολα τῆς διὰ σαρκὸς ἐπιδημίας τοῦ Κυρίου ὁρᾶται, καλῶς ἂν ἔχοι πρὸς τὸν κανόνα βλέπειν· καὶ εἰ ταῦτα βούλεται ἡ παρὰ τῶν ἐντολῶν χειραγωγία, ποιεῖν τὸ ἔργον, ὡς πρόσταγμα Κυρίου. Εἰ δὲ ἔξω ἐστὶ τῶν ἐντολῶν τοῦ Δεσπότου, οὐκ οἶδα τί ἐστι τὸ διατεταγμένον τι θέλειν ποιεῖν αὐτὸν ἑαυτοῦ τοῦ καλοῦ νόμον γινόμενον. Ὅπου προσκαλεῖται πρὸς τὴν κληρονομίαν τῆς βασιλείας τῶν οὐρανῶν ὁ Κύριος τοὺς εὐλογημένους, τὸ ἀπελθεῖν εἰς Ἱεροσόλυμα ἐν τοῖς κατορθώμασιν οὐκ ἀπηρίθμησεν· ὅπου τὸν μακαρισμὸν διαγγέλλει, τὴν τοιαύτην σπουδὴν οὐ περιέλαβεν. Ὃ δὲ μήτε μακάριον ποιεῖ, μήτε πρὸς τὴν βασιλείαν εὔθετον, ἀντὶ τίνος σπουδάζεται, ὁ νοῦν ἔχων ἐπισκεψάσθω. Καὶ εἰ μὲν ἐπωφελὲς ἦν τὸ γινόμενον, οὐκ ἦν οὐδὲ οὕτως καλὸν παρὰ τῶν τελείων σπουδάζεσθαι.
Since you asked, O friend, through your letter, I deemed it fitting to answer you on all points in order. I say that it is well for those who have once for all dedicated themselves to the lofty way of life to look continually to the voices of the Gospel; and just as those who straighten their material by a rule transform the crooked things in their hands into straightness according to the straight line upon the rule, so I hold it fitting that, applying as it were a straight and unwarped rule—I mean indeed the evangelical way of life—to these matters, we should be directed towards God according to it. Since therefore there are some among those who have taken up the solitary and separate life, by whom it has been esteemed a part of piety to see the places in Jerusalem in which the tokens of the Lord's sojourn in the flesh are beheld, it would be well to look to the rule; and if the guidance from the commandments wills these things, to perform the work as an ordinance of the Lord. But if it is outside the commandments of the Master, I do not know what is prescribed in someone's wishing to do something when he makes himself his own law of the good. Where the Lord summons the blessed to the inheritance of the kingdom of heaven, He did not reckon departing for Jerusalem among righteous deeds; where He proclaims the beatitude, He did not include such zeal. Let him who has mind examine for what end that which neither makes one blessed nor fits one for the kingdom is eagerly pursued. And even if what was done were beneficial, not even so would it be noble for it to be eagerly pursued by the perfect.