παρ' ἑκατέρων ἡ περὶ ἡμᾶς φιλοφροσύνη ἐγένετο. Ἐμοί τε καὶ ὁ σὸς ἀδελφὸς μένειν ἐνεκελεύετο, καὶ μετασχεῖν τῆς φιλοσόφου τραπέζης· ἥ τε μακαρία τὴν ἐμὴν γαμετὴν οὐ μεθίει, ἀλλ' ἐν κόλποις ἔχουσα τὸ θυγάτριον, οὐ πρότερον ἔλεγεν ἀποδώσειν, πρὶν τράπεζαν αὐταῖς παραστήσασθαι, καὶ τῷ τῆς φιλοσοφίας δεξιώσασθαι πλούτῳ· φιλοῦσα δὲ, οἷα εἰκὸς, τὸ παιδίον, καὶ προσάγουσα τὸ στόμα τοῖς ὀφθαλμοῖς, επειδὴ εἶδε τὸ περὶ τὴν κόρην πάθος, Ἐάν μοι, φησὶ, δῶτε τὴν χάριν, καὶ τῆς τραπέζης ἡμῖν κοινωνήσητε, ἀντιδώσω μισθὸν ὑμῖν τῆς τοιαύτης τιμῆς οὐκ ἀνάξιον. Τίνα δὴ τοῦτον, εἰπούσης τῆς τοῦ παιδίου μητρός; Ἔστι μοι φάρμακον, ἡ Μεγάλη φησὶν, ὃ δυνατῶς ἔχει τὸ κατὰ τὸν ὀφθαλμὸν ἰάσασθαι πάθος. Ἐπὶ δὲ τούτοις, δηλώματός μοι παρὰ τῆς γυναικωνίτιδος ἥκοντος ὑπὸ τὴν ὑπόσχεσιν ἐκείνην καταμηνύσαντος, ἄσμενοι παρεμείναμεν· μικρὰ φροντίσαντες τῆς ἐπειγούσης ἡμᾶς πρὸς τὴν ὁδοιπορίαν ἀνάγκης.
on the part of both arose their kindliness towards us. Both your brother urged me to stay and partake of the philosophic table, and the blessed one would not let my wife go, but holding our little daughter in her arms, said she would not give her back before setting a table before them and entertaining them with the wealth of philosophy; and kissing the child, as was natural, and bringing her lips to her eyes, when she saw the affliction around the pupil, 'If you grant me this favour,' says she, 'and share our table with us, I shall give you in return a reward not unworthy of such honour.' 'What then may this be?' said the child's mother. 'I possess a medicine,' says the Great One, 'which has the power to heal the affliction of the eye.' Upon this, when a message came to me from the women's quarters reporting that promise, we gladly remained, paying little heed to the necessity pressing us on towards our journey.
« Ὡς δὲ τέλος εἶχεν ἡ εὐωχία, καὶ πλήρης ἦν ἡμῖν ἡ εὐχὴ, τοῦ μὲν μεγάλου Πέτρου ταῖς οἰκείαις χερσὶν εὐωχοῦντος ἡμᾶς, καὶ φαιδρύνοντος, τῆς δὲ ἁγίας Μακρίνης, διὰ πάσης εὐπρεποῦς θυμηδίας τὴν ὁμόζυγον ἡμῖν ἀνιείσης· οὕτω φαιδρύνοντες καὶ γεγηθότες, τὴν αὐτὴν ὁδὸν ἐπανῄειμεν, διήγημα τῷ ἑτέρῳ τὰ καθ' ἑαυτὸν ἑκάτερος ἐν τῇ ὁδοιπορίᾳ ποιούμενοι· κἀγὼ μὲν διεξῄειν τὰ ἐκ τοῦ ἀνδρῶνος, ὅσα τε εἶδον, καὶ ὅσα ἤκουσα· ἐκείνη δὲ τὰ καθ' ἕκαστον ἐκδιηγουμένη, καθάπερ ἐφ' ἱστορίας, οὐδὲν ᾤετο δεῖν, οὐδὲ τῶν μικρῶν, παραλανθάνειν· ἀκολούθως δὲ πάντα καθάπερ ἐπὶ συζυγίᾳ τῆς συγγραφῆς διεξιοῦσα· ὡς κατὰ τὸ μέρος γέγονεν ἐκεῖνο, ἐν ᾧ ἡ ὑπόσχεσις ἦν τῆς τοῦ ὀφθαλμοῦ θεραπείας, ἐκκόψασα τὴν διήγησιν, Τί τοῦτο, φησὶ, πεπόνθαμεν; Πῶς τῆς ὑποσχέσεως ἠμελήσαμεν, τὸ ἐπαγγελθὲν ἡμῖν ἐκεῖνο ἐν κολλυρίῳ φάρμακον; Κἀμοῦ συνδυσχεραίνοντος ἐπὶ τῇ ἀμελείᾳ, καί τινα διὰ τάχους ἐκδραμεῖν ἐπὶ τὸ φάρμακον ἐγκελευσαμένου, βλέπει κατὰ τὸ συμβὰν πρὸς τὴν μητέρα ἐν ταῖς χερσὶν ὂν τῆς τιθηνουμένης τὸ νήπιον, καὶ ἡ μήτηρ τοῖς ὀφθαλμοῖς τοῦ νηπίου ἐνατενίσασα, Παύου, φησὶ, δυσχεραίνων ἐπὶ τῇ ἀμελείᾳ. Μεγάλῃ τοῦτο φωνῇ ὑπὸ χαρᾶς ἅμα καὶ ἐκπλήξεως λέγουσα. Ἰδοὺ γὰρ οὐδὲν ἐλλέλειπται ἡμῖν τῶν ἐπηγγελμένων· ἀλλὰ τὸ ἀληθινὸν ἐκείνης φάρμακον, τὸ τῶν παθημάτων ἰατρικὸν, ὅπερ ἐστὶν ἡ ἐκ τῶν εὐχῶν θεραπεία, καὶ ἔδωκε, καὶ ἐνεργὸν ἤδη γέγονε, καὶ ὑπολέλειπται τῆς κατὰ τὸν ὀφθαλμὸν ἀῤῥωστίας οὐδοτιοῦν, τῷ θείῳ ἐκείνῳ φαρμάκῳ κεκαθαρμένον. Καὶ ἅμα ταῦτα διεξιοῦσα, αὐτή τε τὸ παιδίον ἐνηγκαλίζετο, καὶ ταῖς ἐμαῖς ἐνετίθει χερσί. Κἀγὼ τότε τὰ ἀπιστούμενα κατὰ τὸ Εὐαγγέλιον θαύματα, τῇ διανοίᾳ λαβὼν, Τί μέγα, εἶπον, διὰ χειρὸς Θεοῦ τυφλοῖς τὰς ὄψεις ἀποκαθίσασθαι· ὁπότε νῦν ἡ δούλη αὐτοῦ, τὰς ἰάσεις ἐκείνας κατορθοῦσα τῇ εἰς αὐτὸν πίστει, κατείργασται πρᾶγμα οὐ πολὺ τῶν θαυμάτων ἐκείνων ἀπολειπόμενον; » Ταῦτα λέγων μεταξὺ λυγμῷ τὴν φωνὴν ἐνεκόπτετο, τῶν δακρύων ἐπιῤῥυέντων τῷ διηγήματι. Τὰ μὲν οὖν παρὰ τοῦ στρατιώτου, ταῦτα.
"When the feast came to an end and our prayer was fulfilled—the great Peter having feasted us with his own hands and cheered us, and Saint Macrina having sent my consort back to us with every befitting gladness—thus cheered and rejoicing, we returned by the same road, each of us making what had happened to himself a story for the other along the journey; and I for my part recounted the matters from the men's quarters, both all that I saw and all that I heard, while she, relating each detail one by one as in a history, thought that nothing ought to go unnoticed, not even the smallest points; and going through everything in sequence as if from a written composition, when she reached that part in which stood the promise of the healing of the eye, breaking off her narrative, 'What is this,' says she, 'that has happened to us? How did we neglect her promise, that medicine in an eye-salve which was promised to us?' And as I shared her vexation at our neglect and ordered someone to run back quickly for the medicine, the infant, being in the arms of its nurse, chanced just then to look towards its mother; and the mother, gazing intently into the infant's eyes, says, 'Cease being vexed over our neglect!'—speaking this in a loud voice out of joy and amazement at once—'For behold, nothing of what was promised to us has been left undone; nay, her true medicine, that which heals afflictions, which is the cure wrought by prayers, she has both given and it has already proved effective, and not a trace of the illness in the eye remains, all having been cleansed away by that divine medicine.' And even as she recounted these things, she took the child in her arms and placed her into my hands. And I, calling to mind then the miracles in the Gospel that seem past belief, said, 'What marvel is it that sight was restored to the blind by the hand of God, when now His handmaid, accomplishing those healings by faith in Him, has wrought a deed not far inferior to those miracles?'" As he spoke these things, his voice was broken midway by a sob, as tears poured forth over his narrative. Such, then, were the things told by the soldier.