εὑρεθῆναί τινα τῶν περιφανεστέρων τῷ βίῳ κατὰ τὸν πλοῦτον τῆς ψυχῆς ὑψηλότερον), ὕβριν ᾠήθη τις τῶν προεστηκότων τῆς ψήφου καὶ χλευασμὸν τὴν τοιαύτην τοῦ μεγάλου κρίσιν, εἰ, τῷ λόγῳ καὶ τῷ ἀξιώματι καὶ τῇ φαινομένῃ τοῦ βίου μαρτυρίᾳ κεκριμένων τῶν ἄλλων, μηδενὸς ἐπὶ τὴν ἱερωσύνην παραδεχθέντος, ἐκ τῶν βαναύσων πρὸς τοιαύτην χάριν νομίζοιντό τινες ἀξιώτεροι· καὶ ἅμα κατειρωνευόμενος προσελθὼν πρὸς αὐτὸν, Εἰ ταῦτα κελεύεις, φησὶ, τούτους μὲν τοιούτους ὄντας περιοφθῆναι τοὺς πάσης ἐξειλεγμένους τῆς πόλεως, ἐκ δὲ τῶν συρφετῶν εἰς προστασίαν τῆς ἱερωσύνης ἀναληφθῆναί τινα, ὥρα σοι λοιπὸν τὸν ἀνθρακέα καλεῖν ἐπὶ τὴν ἱερωσύνην Ἀλέξανδρον· καὶ μεταβάντες ἐπὶ τοῦτον, εἰ δοκεῖ, συμφωνήσωμεν πρὸς ἀλλήλους ταῖς ψήφοις ἡ πόλις πᾶσα. Ὁ μὲν οὖν ταῦτα ἐφθέγγετο τὴν γνώμην διαβάλλων αὐτοῦ, καὶ διὰ τῆς εἰρωνικῆς ταύτης ψήφου τὴν ἐπὶ τοῖς προλαβοῦσιν ἀκρίβειαν καταμεμφόμενος. Τῷ δὲ μεγάλῳ γίνεται διὰ τῶν εἰρημένων ἐνθύμιον, μὴ ἀθεεὶ τὸν Ἀλέξανδρον ἐν μνήμῃ τῶν ψηφιζομένων καὶ εἰρημένων γενέσθαι. Καὶ τίς οὗτος, φησὶν, ὁ Ἀλέξανδρος, οὗ τὴν μνήμην πεποίησθε; Εἶτά τινος τῶν συμπαρόντων ἐν γέλωτι παραγαγόντος εἰς μέσον τὸν μνημονευθέντα, ῥακίοις πιναροῖς ἠμφιεσμένον, οὐδὲ ὅλῳ τῷ σώματι, καὶ ἅμα δεικνύντα τῷ φαινομένῳ τὴν ἐργασίαν χερσί τε καὶ προσώπῳ, καὶ τῷ λοιπῷ σώματι κατεῤῥυπωμένον τῇ ἐργασίᾳ τῶν ἀνθράκων, τοῖς μὲν λοιποῖς γέλωτος ἦν ὑπόθεσις, ἐν μέσοις τοιοῦτος ἑστὼς ὁ Ἀλέξανδρος, τῷ δὲ διορατικῷ ἐκείνῳ ὀφθαλμῷ πολλὴν παρεῖχεν ἔκπληξιν τὸ γινόμενόν τε καὶ ὁρώμενον· ἀνὴρ ἐν ἐσχάτῃ πενίᾳ, καὶ ἀπημελημένῳ τῷ σώματι πρὸς ἑαυτὸν βλέπων, καὶ οἷον ἐπαγαλλόμενος τούτῳ τῷ σχήματι, ὃ τοῖς ἀπαιδεύτοις ὀφθαλμοῖς ἦν ἐπιγέλαστον. Καὶ γὰρ οὕτως ἔχει. Καὶ οὐκ ἀνάγκῃ πενίας ἐπὶ τὸν τοιοῦτον ἐληλύθει βίον, ἀλλὰ καὶ φιλόσοφός τις ἦν ὁ ἀνὴρ, ὡς ὁ μετὰ ταῦτα βίος ἐγνώρισε, καὶ τῶν λοιπῶν ὑψηλότερος, ὡς καὶ μέχρι μαρτυρίου φθάσαι, διὰ πυρὸς τελειώσας τὸν δρόμον. Τὸ δὲ λανθάνειν ἐπεχείρησεν, ἢ μᾶλλον ἐπετήδευσε, κρείττων ὑπάρχων τῆς ἐσπουδασμένης παρὰ τῶν πολλῶν εὐκληρίας, καὶ ἀντ' οὐδενὸς τὸν βίον ποιούμενος, τῆς ὑψηλοτέρας τε καὶ ἀληθοῦς ζωῆς τὴν ἐπιθυμίαν ἔχων. Καὶ ὡς ἂν μάλιστα τὸν πρὸς ἀρετὴν σκοπὸν κατορθώσειε, λανθάνειν ἐμηχανᾶτο τοιοῦτος ὢν, τῷ ἀτιμοτέρῳ τῶν ἐπιτηδευμάτων οἷον εἰδεχθεῖ προσωπείῳ ὑποκρυπτόμενος. Ἄλλως δὲ, καὶ ὑπερανθῶν τῇ νεότητι, σφαλερὸν ἡγεῖτο τῷ τῆς σωφροσύνης σκοπῷ, φανερὸν ποιεῖν τὸ κάλλος τοῦ σώματος αὐτοῦ, ὥσπερ ἐμπομπεύων τῇ εὐκληρίᾳ τῆς φύσεως· ᾔδει γὰρ χαλεπῶν καταπτωμάτων ἀφορμὴν τοῖς πολλοῖς τὸ τοιοῦτον γινόμενον.
someone were found more exalted in riches of soul than those more distinguished in outward life), one of those presiding over the vote deemed such a judgement of the great man an insult and a mockery, if, after the others had been judged by their speech, their dignity, and the visible testimony of their life, and none of them had been admitted to the priesthood, certain men from among menial artisans should be thought worthier of such a grace; and at the same time coming up to him in ironic derision, "If you bid this," says he, "that these men, such as they are, chosen out of the whole city, should be passed over, and that someone from the rabble should be taken up to preside over the priesthood, it is time for you next to summon Alexander the charcoal-burner to the priesthood; and passing over to him, if you please, let us all, the whole city, agree with one another in our votes." Now he spoke thus to traduce his opinion, finding fault through this ironic vote with his strictness towards the earlier candidates. To the great man, however, the thought occurred through what had been said that it was not without God that Alexander had come into the remembrance and speech of the voters. "And who," says he, "is this Alexander, whom you have mentioned?" Then, when one of those present with laughter brought the man mentioned into their midst, clad in filthy rags not even covering his whole body, and at the same time showing his trade by his appearance on both hands and face, and soiled over the rest of his body with the working of charcoal, to the rest Alexander standing thus in their midst was a matter for laughter, whereas to that clear-sighted eye what was taking place and being seen afforded great amazement: a man in extreme poverty and unkempt body looking towards himself, and as though exulting in this guise which to untutored eyes was laughable. And indeed so it is. Nor had he come to such a way of life from compulsion of poverty, but the man was in fact a philosopher, as his subsequent life made known, and loftier than the rest, so as even to attain to martyrdom, finishing his course through fire. And he endeavoured, or rather practised, remaining unnoticed, being superior to the prosperity eagerly pursued by the multitude, and counting earthly life as nought since he held the desire for the loftier and true life. And in order that he might best achieve his aim of virtue, being such a man he contrived to go unnoticed, hiding himself beneath the meaner sort of pursuits as though beneath an unsightly mask. Besides, blooming exceedingly in youth, he deemed it hazardous to his aim of temperance to display the beauty of his body openly, as though parading the good fortune of nature; for he knew that such a thing becomes for most people an occasion of grievous falls.