Migne Reading Room

PG 46 · cols. 864–873 · Read from the page

On the funeral of Pulcheria

On the funeral of Pulcheria

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 46:864Read from the page
λεὺς σκυθρωπάζων ἐπὶ τῷ πάθει, καὶ θρόνου ἐξανιστάμενος· καὶ πόλις ὅλη τῇ πομπῇ τοῦ ἁγίου συμμεταβαίνουσα· καὶ παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις. Καλῶς Σολομὼν ἰατρεύει τὴν λύπην. Κελεύει γὰρ τοῖς ἐν λύπῃ οἶνον διδόναι, πρὸς ἡμᾶς τοῦτο λέγων, τοὺς τοῦ ἀμπελῶνος ἐργάτας. Δότε οὖν τὸν ὑμέτερον οἶνον τοῖς λυπουμένοις, οὐ τὸν τῆς μέθης ἐργάτην, καὶ τῶν φρενῶν ἐπίβουλον, καὶ φθορέα τοῦ σώματος, ἀλλὰ τὸν τὴν καρδίαν εὐφραίνοντα, ὃν ὁ Προφήτης ἡμῖν ἐπεδείκνυε λέγων· Οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Μειζοτέρῳ τῷ κράματι, καὶ ἀφθονωτέραις δεξιοῦσθε τοῦ πνευματικοῦ λόγου ταῖς κύλιξιν, ὥστε ἡμῖν πάλιν εἰς εὐφροσύνην καὶ ἀγαλλίασιν περιστραφῆναι τὸ πένθος, χάριτι τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, δι' οὗ ἡ δόξα τῷ Θεῷ, καὶ Πατρὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ror looking gloomy over the calamity, and rising up from his throne; and the whole city moving along together with the procession of the saint; and comfort one another with these words. Well does Solomon heal grief. For he bids wine to be given to those in grief, saying this to us, the labourers of the vineyard. Give therefore your wine to those who grieve—not that which produces drunkenness, plots against the mind, and destroys the body, but that which gladdens the heart, which the Prophet pointed out to us, saying: Wine gladdens the heart of man. Welcome them with a larger mixing-bowl and more abundant cups of the spiritual word, so that our mourning may be turned round again for us into gladness and exultation, by the grace of the only-begotten Son of God, through Whom be glory to God, even the Father, unto the ages of ages. Amen.
Οὐκ οἶδα ὅπως τῷ λόγῳ χρήσομαι. Διπλῆν τε γὰρ ὁρῶ τὴν ὑπόθεσιν, καὶ σκυθρωπὴν καθ' ἑκάτερον, ὡς μὴ ῥᾴδιον ἔξω δακρύων τὸν λόγον ἐλθεῖν, ὁτιοῦν ἐξ ἀμφοτέρων ἑλόμενον. Ἡ παροῦσα τοῦ χρόνου περίοδος, καθὼς ἡμῖν χθὲς τοῦτο παρὰ τοῦ ποιμένος ἠγγέλτο, σκυθρωπῶν πραγμάτων τῶν τῇ γείτονι πόλει ποτὲ διὰ τοῦ σεισμοῦ συμπεπτωκότων περιέχει τὴν μνήμην. Ἃ τίς ἀδακρυτὶ διεξέλθοι; ἡ δὲ μεγάλη καὶ περιφανὴς αὕτη καὶ τῆς ὑφ' ἡλίῳ πάσης προτεταγμένη καλλίπολις ἄλλον σεισμὸν ὑπέστη, καὶ οὐ μικρὸν ἀπεσυλήθη κόσμον, τοῦ ἐν αὐτῇ λάμψαντος φωστῆρος εἰς προσθήκην τῆς βασιλικῆς εὐκληρίας ἀθρόως ἀφαιρεθεῖσα, καὶ διὰ τοῦτο τῇ κατηφείᾳ τῶν βασιλέων συσκυθρωπάζουσα. Τὸ δὲ λεγόμενον, οὐκ ἀγνοεῖτε πάντως, οἱ πληροῦντες τὸν σύλλογον, ὁρῶντες αὐτόν τε τὸν τόπον τοῦτον ἐν ᾧ συνειλέγμεθα καὶ τὴν ἐν τῷ τόπῳ κατήφειαν. Οὐκ οἶδα τοίνυν πρὸς ποῖον σεισμὸν τρέψω τὸν λόγον, πρὸς τὸν νῦν ἢ τὸν πάλαι γενόμενον; Ἢ καλῶς ἔχει πρὸς τὸ ὑπερβάλλον τοῦ πάθους στῆναι, καὶ καταπραΰνειν τῆς πόλεως τὴν ἰδίαν ἀλγηδόνα λογισμοῖς τισι τὸ πάθος καταφαρμάσσοντα. Εἰ γὰρ καὶ μὴ πάντες οἱ τοῦ κακοῦ συμμετέχοντες τῷ συλλόγῳ πάρεισιν· ἀλλὰ διὰ τῶν παρόντων ἴσως καὶ εἰς τοὺς μὴ παρόντας ὁ λόγος δια-
I do not know how I shall employ my discourse. For I see that the subject is twofold, and gloomy on either side, so that it is not easy for the discourse to proceed without tears, whichever of the two it may choose. The present recurrence of the season, just as was announced to us yesterday by our shepherd, holds the memory of gloomy events that once befell the neighbouring city through the earthquake. And who could recount those things without tears? Yet this great and illustrious fair city, set at the head of the whole world under the sun, has suffered another earthquake, and has been despoiled of no small ornament, suddenly bereft of the luminary that shone in her for the increase of the imperial good fortune, and therefore sharing in gloom with the dejection of the emperors. What is meant, you who fill this assembly certainly are not ignorant of, seeing both this very place in which we are gathered and the dejection in the place. I do not know, therefore, to which earthquake I should turn my discourse: to the one now, or to the one that happened of old? Truly it is well to take a stand against the excess of the affliction, and to soothe the city's own pain, assuaging the affliction with certain reflections as with a remedy. For even if not all who share in the calamity are present at the assembly, yet through those who are present the discourse will perhaps be trans-
PG 46:865Read from the page
δοθήσεται. Καὶ γὰρ καὶ τῶν ἰατρῶν ἐκεῖνοι σοφοὶ, οἱ πρὸς τὸ πλεονάζον τῶν ἀλγηδόνων διὰ τῆς τέχνης ἱστάμενοι, τῶν δὲ ἧττον ὀδυνηρῶν τὴν θεραπείαν ὑπερτιθέμενοι. Ὥσπερ δέ φασιν οἱ περὶ ταῦτα δεινοὶ, εἰ δύο κατὰ ταὐτὸν ἑνὶ σώματι πόνοι συμπέσοιεν, μόνου τοῦ ὑπερβάλλοντος τὴν αἴσθησιν γίνεσθαι, ἐν τῷ πλεονάζοντι τῆς ἐπικρατούσης ἀλγηδόνος ἐκκλεπτομένης τῆς ἥττονος· οὕτω καὶ ἐπὶ τοῦ παρόντος βλέπω. Τὸ γὰρ νέον τε καὶ ἡμέτερον ἄλγημα, τῶν διὰ τῆς μνήμης ἀλγυνόντων ἡμᾶς ἐστιν ἐπικρατέστερον. Πῶς γὰρ οὐκ ἄν τις ἐπὶ τοῖς συμβεβηκόσι πάθοι; Τίς οὕτως ἀπαθὴς τὴν ψυχήν; Τίς οὕτως τὸν τρόπον σιδήρεος, ὡς ἀναλγητὶ τὸ συμβὰν δέξασθαι; Ἔγνωτε πάντως τὴν νέαν ταύτην περιστερὰν τὴν ἐντρεφομένην τῇ βασιλικῇ καλιᾷ, τὴν ἄρτι μὲν πτερουμένην ἐν λαμπρῷ τῷ πτερῷ, ὑπερβᾶσαν δὲ τὴν ἡλικίαν ταῖς χάρισιν, ὅπως ἀφεῖσα τὴν καλιὰν οἴχεται· ὅπως ἔξω τῶν ὀφθαλμῶν ἡμῶν ἀπέπτη, ὅπως αὐτὴν ἀθρόως ὁ φθόνος τῶν χειρῶν ἡμῶν ἀφήρπασεν· εἴτε περιστερὰν χρὴ λέγειν ταύτην, εἴτε νεοθαλὲς ἄνθος, ὃ οὔπω μὲν ὅλον τῶν καλύκων ἐξέλαμψεν, ἀλλὰ τὸ μὲν ἔλαμπεν ἤδη, τὸ δὲ λάμψειν ἠλπίζετο· καὶ ὅμως ἐν τῷ μικρῷ τε καὶ ἀτελεῖ ὑπερέλαμπεν· ὅπως ἀθρόως ἐναπέσβη τῇ κάλυκι, καὶ πρὶν εἰς ἀκμὴν προελθεῖν, καὶ ὅλον εὐωδίᾳ πετάσαι τὸ ἄνθος, αὐτὸ περὶ ἑαυτὸ κατεῤῥύη καὶ κόνις ἐγένετο, ὃ οὔτε ἐδρέψατό τις, οὔτε ἐστεφανώσατο· ἀλλὰ μάτην ἡ φύσις ἐπόνησεν· οὗ τὸ μὲν ἀγαθὸν ἐν ἐλπίσιν ἦν, ὁ δὲ φθόνος ξίφους δίκην πλάγιος ἐμπεσὼν τὴν ἐλπίδα διέκοψεν. Σεισμός τις ἦν ἄντικρυς, ἀδελφοὶ, τὸ γενόμενον· σεισμὸς, οὐδὲν τῶν χαλεπῶν συμπτωμάτων φιλανθρωπότερος. Οὐ γὰρ ἄψυχον οἰκοδομημάτων κάλλος διελυμήνατο· οὐδὲ εὐανθεῖς γραφὰς, ἢ λίθων περικαλλῆ θεάματα εἰς γῆν κατέβαλεν· ἀλλ' αὐτῆς τῆς φύσεως τὸ οἰκοδόμημα λαμπρὸν τῷ κάλλει, ὑπεραστράπτον ταῖς χάρισιν, ἀθρόως προσπεσὼν ὁ σεισμὸς οὗτος διέλυσεν.
mitted. For indeed those physicians too are wise who stand against the predominant pains by means of their art, while postponing the treatment of the less painful ones. And just as those skilled in these matters say that if two pains should befall one body at the same time, perception occurs of the excessive one alone, the lesser pain being stolen away in the excess of the prevailing pain: so too do I see in the present case. For our new and own grief prevails more strongly than the things that pain us through memory. For how could anyone not be moved at what has happened? Who is so impassive of soul? Who is so iron in character as to receive what has befallen without feeling pain? You certainly knew this young dove nurtured in the imperial nest, just now fledging in bright plumage, and surpassing her age in graces: how she has left the nest and is gone; how she flew away out of our sight, how envy suddenly snatched her from our hands—whether one must call her a dove, or a newly blooming flower, which had not yet shone forth wholly from its calyces, but in part was shining already, and in part was hoped to shine; and yet in what was small and imperfect it shone beyond measure: how it was suddenly quenched within the calyx, and before advancing to its prime and spreading open the whole flower in fragrance, shed its petals round about itself and became dust, which neither did anyone pluck nor crown himself with; rather, nature laboured in vain: whose good lay in hopes, while envy, falling upon it sideways like a sword, cut off the hope. What happened was downright an earthquake, brethren: an earthquake no whit more humane than grievous calamities. For it did not mar the lifeless beauty of buildings, nor cast to the ground brightly coloured paintings or exquisite spectacles of stones; but the very building of nature itself, resplendent in beauty, outshining in graces, this earthquake, falling suddenly upon it, dissolved.
Εἶδον ἐγὼ καὶ τὸ ὑψηλὸν ἔρνος, τὸν ὑψίκομον φοίνικα (τὸ βασιλικόν φημι κράτος) τὸν ταῖς βασιλικαῖς ἀρεταῖς οἷόν τισι κλάδοις πάσης ὑπερανεστῶτα τῆς οἰκουμένης καὶ πάντα διαλαμβάνοντα· εἶδον αὐτὸν τῶν μὲν ἄλλων κρατοῦντα, τῇ δὲ φύσει καμπτόμενον, καὶ πρὸς τὴν ἀποβολὴν τοῦ ἄνθους ἐπικλινόμενον. Εἶδον καὶ τὴν εὐγενῆ κληματίδα τὴν περιειλημμένην τῷ φοίνικι, τὴν τὸ ἄνθος ἡμῖν τοῦτο ὠδίνασαν, οἵας ὑπέστη ἐκ δευτέρου πάλιν ὠδῖνας ἐν ψυχῇ, οὐκ ἐν σώματι, ὅτε αὐτῆς οὗτος ὁ βλαστὸς ἀπετίλλετο· Τίς ἀστενάκτως τὸ πάθος παρέδραμεν; Τίς τὴν τοῦ βίου ζημίαν οὐκ ὠλοφύρατο; Τίς οὐκ ἐπαφῆκε τῷ πάθει δάκρυα; Τίς οὐ κατέμιξε τῇ κοινῇ συνῳδίᾳ τοῦ θρήνου τὰς ἰδίας φωνάς; Εἶδον θέαμα πιστὸν, ὃ οὐκ ἂν εἰς πίστιν ἔλθοι τοῖς ἀκοῇ παραδεχομένοις τὰ θαύ-
I myself saw also the lofty shoot, the high-crested palm-tree (I mean the imperial sovereignty), which by imperial virtues as by branches towers above the whole inhabited world and embraces all things; I saw him mastering all else, yet bending to nature, and bowing down at the loss of the flower. I saw also the noble vine-branch twined round the palm-tree, which travailed to bring forth this flower for us, what pangs she endured a second time over again in soul, not in body, when this offshoot was plucked away from her. Who passed by the affliction without a groan? Who did not bewail the loss to life? Who did not shed tears over the affliction? Who did not mingle his own cries with the common chorus of lamentation? I saw a trustworthy spectacle, which would not come to be believed by those who receive by hearsay the mar-
PG 46:868Read from the page
ματα. Εἶδον ἐξ ἀνθρώπων πέλαγος τῇ πυκνότητι τῶν συνεστώτων, οἷόν τι ὕδωρ κατὰ πᾶν μέρος τοῖς ὀφθαλμοῖς προφαινόμενον, πλήρης ὁ ναός· πλῆρες τοῦ ναοῦ τὸ προαύλιον, ἡ ἐκδεχομένη πλατεῖα, τὰ ἄμφοδα, ἡ μέση, τὰ πλάγια, ἡ ἐπὶ τῶν δωμάτων εὐρυχωρία· πᾶν τὸ ὁρώμενον ἀνθρώπων πλήρωμα ἦν, ὥσπερ πάσης τῆς οἰκουμένης εἰς ταὐτὸν συνδραμούσης ἐπὶ τῷ πάθει. Θέαμα δὲ προέκειτο πᾶσι τὸ ἱερὸν ἄνθος ἐκεῖνο ἐπὶ κλίνης χρυσῆς κομιζόμενον. Πῶς κατηφῆ πάντων ἦν τῶν προσορώντων τὰ πρόσωπα! Πῶς δεδακρυμένα τὰ ὄμματα! χεῖρες ἀλλήλαις συναρασσόμεναι! στεναγμοὶ πρὸς τούτοις τὴν ἐγκάρδιον ὀδύνην καταμηνύοντες! Οὔ μοι ἔδοξε κατὰ τὴν ὥραν ἐκείνην (τάχα δὲ οὐδὲ τοῖς ἄλλοις τῶν τότε παρόντων) τὴν ἐκ φύσεως χάριν ὁ χρυσὸς ἀποστίλβειν, ἀλλὰ καὶ αἱ τῶν λίθων αὐγαὶ, καὶ τὰ ἐκ χρυσοῦ ὑφάσματα, καὶ αἱ τοῦ ἀργύρου μαρμαρυγαὶ, καὶ τὸ ἐκ τοῦ πυρὸς φῶς, πολύ τε καὶ ἄφθονον κατὰ τὰ πλάγια ἑκατέρωθεν τῇ συνεχείᾳ τῶν ἐκ τοῦ κηροῦ λαμπάδων παρατεινόμενον· πάντα τῷ πένθει συνεμελαίνετο, καὶ πάντα μετεῖχε τῆς κοινῆς κατηφείας. Τότε καὶ ὁ μέγας Δαβὶδ τὰς ἰδίας ὑμνῳδίας τοῖς θρήνοις ἔχρησεν, καὶ ἀντὶ φαιδρᾶς χοροστασίας μεταλαβὼν τὴν γοεράν τε καὶ πένθιμον, ἐξεκαλεῖτο τοὺς θρήνους τοῖς μέλεσιν. Πάσης δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον ἡδονῆς τῶν ψυχῶν ἀπελαθείσης, μόνον ἦν ἐν ἡδονῇ τοῖς ἀνθρώποις τὸ δάκρυον.
vels. I saw a sea of men in the density of those gathered together, appearing before the eyes like water in every part: full was the temple; full was the forecourt of the temple, the adjoining square, the streets, the middle way, the side ways, the wide space upon the rooftops; all that was seen was a fulness of men, as though the whole inhabited world had run together to the same spot over the affliction. And set forth as a spectacle for all was that sacred flower, borne upon a golden couch. How downcast were the faces of all who looked on! How tear-stained their eyes! Hands dashed against one another! Groans besides these betraying the grief deep in the heart! Gold did not seem to me at that hour (and perhaps not to the rest either of those then present) to flash forth its natural grace, nay, both the gleams of stones, and the fabrics of gold, and the glitterings of silver, and the light from the fire, much and abundant, stretching out along the sides on either hand in the continuity of the torches of wax: all things grew dark together with the mourning, and all things shared in the common dejection. Then great David too lent his own psalm-singing to the lamentations, and taking up a mournful and funereal choir-standing instead of a radiant one, called forth lamentations by his melodies. And all pleasure having been driven away from souls at that season, tears alone were a pleasure to men.
Ἐπειδὴ τοίνυν τοσοῦτον ἡττήθη τοῦ πάθους ὁ λογισμὸς, καιρὸς ἂν εἴη τὸ κεκμηκὸς τῆς διανοίας διὰ τῆς τῶν λογισμῶν συμβουλῆς ὡς ἔστι δυνατὸν ἀναῤῥώννυσθαι. Κίνδυνος γὰρ οὐ μικρὸς, παρακούσαντας ἐν τούτῳ τῆς τοῦ Ἀποστόλου φωνῆς συγκατακριθῆναι τοῖς ἀνελπίστοις. Φησὶ γὰρ, καθὼς τοῦ ὑπαναγινώσκοντος ἀρτίως ἠκούσαμεν, μὴ δεῖν ἐπὶ τῶν κεκοιμημένων λυπεῖσθαι. Μόνων γὰρ τοῦτο τῶν οὐκ ἐχόντων ἐλπίδα τὸ πάθος εἶναι. Ἀλλ' εἴποι τις ἂν, οἶμαι, τῶν μικροψυχοτέρων, ἀδύνατα κελεύειν τὸν θεῖον Ἀπόστολον, καὶ ὑπερβαίνειν τὴν φύσιν τοῖς ἐπιτάγμασι. Πῶς γάρ ἐστι δυνατὸν ὑπεραρθῆναι τοῦ πάθους τὸν ἐν τῇ φύσει ζῶντα, καὶ μὴ κρατηθῆναι τῇ λύπῃ ἐπὶ τοιούτῳ θεάματι, ὅταν μὴ καθ' ὥραν ἐν γήρᾳ συμπέσῃ ὁ θάνατος, ἀλλ' ἐν τῇ πρώτῃ ἡλικίᾳ κατασβεσθῇ μὲν τῷ θανάτῳ ἡ ὥρα, καλυφθῇ δὲ τοῖς βλεφάροις ἡ τῶν ὀμμάτων ἀκτὶς, μεταπέσῃ δὲ εἰς ὠχρότητα τῆς παρειᾶς τὸ ἐρύθημα, κρατηθῇ δὲ τῇ σιωπῇ τὸ στόμα, μελαίνηται δὲ τὸ ἐπὶ τοῦ χείλους ἄνθος, χαλεπὸν δὲ μὴ μόνον τοῖς γεννησαμένοις τοῦτο δοκῇ, ἀλλὰ καὶ παντὶ τῷ πρὸς τὸ πάθος βλέποντι; Τί οὖν πρὸς τούτους ἡμεῖς; Οὐχ ἡμέτερον ἐροῦμεν, ἀδελφοὶ, λόγον, ἀλλὰ τὴν ἀναγνωσθεῖσαν ἡμῖν ἐκ τοῦ Εὐαγγελίου ῥῆσιν παραθησόμεθα. Ἠκούσατε γὰρ λέγοντος τοῦ Κυρίου· Ἄφετε τὰ παιδία, καὶ μὴ κωλύετε αὐτὰ ἔρχεσθαι πρὸς μέ· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. Οὐκοῦν εἰ καὶ σοῦ ἀπεφοίτησε τὸ παιδίον,
Since, therefore, reason has been so greatly overcome by the affliction, it would be seasonable for the wearied state of our understanding to be restored to strength, so far as is possible, through the counsel of reasonings. For the danger is no small one lest, by disregarding in this matter the voice of the Apostle, we be condemned along with those without hope. For he says, just as we heard a moment ago from the reader, that we ought not to grieve over those who have fallen asleep; for this passion belongs only to those who have no hope. Yet someone, I suppose, among the more faint-hearted might say that the divine Apostle commands impossible things, and steps beyond nature in his injunctions. For how is it possible for one living in nature to be lifted above passion, and not be mastered by grief at such a spectacle, when death does not befall seasonably in old age, but in the first bloom of youth beauty is quenched by death, the beam of the eyes is veiled by the eyelids, the blush of the cheek turns to pallor, the mouth is held fast by silence, the bloom upon the lip grows dark, and this seems grievous not only to the parents, but also to everyone who looks upon the affliction? What then shall we say to these? We shall speak no word of our own, brethren, but shall set forth the saying read to us out of the Gospel. For you heard the Lord saying: Suffer the little children, and do not hinder them from coming unto Me; for of such is the kingdom of heaven. Therefore, even if your little child has departed from you,
PG 46:869Read from the page
ἀλλὰ πρὸς τὸν Δεσπότην ἀπέδραμεν· σοὶ τὸν ὀφθαλμὸν ἔκλεισεν, ἀλλὰ τῷ φωτὶ τῷ αἰωνίῳ διήνοιξεν· τῆς σῆς ἀπέστη τραπέζης, ἀλλὰ τῇ ἀγγελικῇ προσετέθη· ἔνθεν τὸ φυτὸν ἀνεσπάσθη, ἀλλὰ τῷ παραδείσῳ ἐνεφυτεύθη, ἐκ βασιλείας εἰς βασιλείαν μετέστη· ἐξεδύσατο τὸ τῆς πορφύρας ἄνθος, ἀλλὰ τῆς ἄνω βασιλείας τὴν περιβολὴν ἐνεδύσατο. Εἴπω σοι τὴν ὕλην τοῦ θείου ἐνδύματος· οὐ λίνον ἐστὶν, οὐδὲ ἔριον, οὐδὲ τὰ ἐκ σηρῶν νήματα. Ἄκουσον τοῦ Δαβὶδ, ὅθεν ἐξυφαίνεσθαι λέγει τῷ Θεῷ τὰ ἐνδύματα· Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ὁρᾷς οἷα ἀνθ' οἵων ἠλλάξατο; Λυπεῖ σε τὸ τοῦ σώματος κάλλος μηκέτι φαινόμενον, οὐ γὰρ ὁρᾷς αὐτῆς τὸ ἀληθινὸν τῆς ψυχῆς κάλλος, ὃ νῦν ἐν τῇ πανηγύρει τῶν οὐρανίων ἀγάλλεται. Ὡς καλὸς ἐκεῖνος ὁ ὀφθαλμὸς ὁ τὸν Θεὸν βλέπων! ὡς ἡδὺ τὸ στόμα ταῖς θείαις ὑμνῳδίαις καλλωπιζόμενον! Ἐκ στόματος γὰρ, φησὶ, νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Ὡς καλαὶ αἱ χεῖρες αἱ μηδέποτε τὸ κακὸν ἐνεργήσασαι! ὡς ὡραῖοι οἱ πόδες, οἱ μὴ ἐπιβάντες κακίας, μηδὲ τῇ ὁδῷ τῶν ἁμαρτωλῶν τὸ ἴχνος ἑαυτῶν ἐπιστήσαντες! ὡς καλὴ πᾶσα τῆς ψυχῆς ἐκείνης ἡ ὄψις, οὐ λίθων αὐγαῖς κεκοσμημένη, ἀλλ' ἁπλότητι καὶ ἀκακίᾳ ἐκλάμπουσα! Ἀλλὰ λυπεῖ σε τυχὸν τὸ μὴ εἰς γῆρας ἐλθεῖν. Τί γὰρ, εἰπέ μοι, καλὸν ἐνορᾷς τῷ γήρᾳ; Ἆρα καλὸν τὸ κνίζεσθαι τὰ ὄμματα, τὸ ῥυσοῦσθαι τὴν παρειὰν, τὸ ἀποῤῥεῖν τοὺς ὀδόντας τοῦ στόματος, καὶ ψελλισμὸν ἐμποιεῖν τῇ γλώσσῃ, τὸ ὑποτρέμειν τῇ χειρὶ, καὶ εἰς γῆν κύπτειν, καὶ ὑποσκάζειν τῷ ποδὶ, καὶ χειραγωγοῖς ἐπερείδεσθαι, καὶ παρανοεῖν τῇ καρδίᾳ, καὶ παραφθέγγεσθαι τῇ φωνῇ, οἷα τῇ ἡλικίᾳ ταύτῃ κατ' ἀνάγκην συμβαίνει πάθη; Καὶ ὑπὲρ τούτου ἀγανακτοῦμεν, ὅτι μὴ ἀφίκετο εἰς τὴν τῶν τοιούτων πεῖραν; Καὶ μὴν συγχαίρειν προσήκει ἐκείνοις, ὧν ἡ ζωὴ τὴν τῶν σκυθρωπῶν πεῖραν οὐ παρεδέξατο, καὶ οὔτε ἐνταῦθα τῶν λυπηρῶν ᾔσθετο, οὔτε τι τῶν ἐκεῖ σκυθρωπῶν ἐπιγνώσεται. Ἡ γὰρ τοιαύτη ψυχὴ ἡ οὐκ ἔχουσα ἐφ' ὅτῳ εἰς κρίσιν ἔλθῃ, γέενναν οὐ φοβεῖται, κρίσιν οὐ δέδοικεν· ἄφοβος διαμένει καὶ ἀκατάπληκτος, οὐδενὸς πονηροῦ συνειδότος τὸν τῆς κρίσεως φόβον ἐπάγοντος. Ἀλλ' ἔδει, φησὶν, αὐτὴν εἰς μέτρον ἡλικίας ἐλθεῖν, καὶ νυμφικῷ θαλάμῳ ἐμφαιδρυνθῆναι. Ἀλλ' ἐρεῖ σοι πρὸς τοῦτο ὁ ἀληθινὸς νυμφίος, ὅτι κρείττων ἡ οὐρανία παστὰς, προτιμότερος ἐκεῖνος ὁ θάλαμος, ἐν ᾧ χηρείας φόβος οὐκ ἔστιν. Τίνος οὖν, εἰπέ μοι, τῶν καλῶν ἀπεστέρηται τὸν σάρκινον τοῦτον ἐκδυσαμένη βίον; Εἴπω σοι τὰ τοῦ βίου καλά· λύπαι καὶ ἡδοναὶ, θυμοὶ καὶ φόβοι, ἐλπίδες καὶ ἐπιθυμίαι· ταῦτά ἐστι καὶ τὰ τοιαῦτα οἷς κατὰ τὴν παροῦσαν ζωὴν συμπεπλέγμεθα.
yet she ran away to the Master; to you she closed her eye, yet opened it to the eternal light; she withdrew from your table, yet was added to the angelic one; from hence the plant was plucked up, yet it was planted in paradise; she passed over from kingdom to kingdom; she put off the bloom of the purple, yet put on the raiment of the kingdom above. Let me tell you the material of that divine garment: it is not flax, nor wool, nor threads from silkworms. Hear David, whence he says that garments are woven for God: Thou hast put on praise and majesty, enveloping Thyself in light as in a mantle. Do you see what things she exchanged for what? Does the beauty of her body, no longer appearing, grieve you? For you do not see her true beauty of soul, which now exults in the festival assembly of heavenly beings. How fair is that eye which beholds God! How sweet the mouth beautified with divine psalm-singings! For out of the mouth of babes and nurslings, he says, Thou hast perfected praise. How fair the hands that never wrought evil! How lovely the feet that did not step upon wickedness, nor set their footprint upon the way of sinners! How fair is the whole aspect of that soul, not adorned with gleams of stones, but shining forth with simplicity and innocence! Yet perhaps it grieves you that she did not come to old age. What good, tell me, do you behold in old age? Is it a good thing for the eyes to itch, for the cheek to wrinkle, for the teeth to fall out of the mouth and produce lisping in the tongue, to tremble slightly in the hand, to stoop towards the ground, to limp slightly in the foot, to lean upon guides, to wander in mind in the heart, and to speak amiss in the voice—such afflictions as necessarily befall that age? And are we indignant over this, that she did not come to the experience of such things? Yet truly it is fitting to rejoice with those whose life did not admit the experience of gloomy things, and neither felt painful things here, nor will come to know any of the gloomy things there. For such a soul, having nothing on account of which it should come into judgement, does not fear Gehenna, does not dread judgement; it remains fearless and undaunted, with no evil conscience bringing upon it the fear of judgement. Yet, one says, she ought to have come to the full measure of age, and to have been gladdened in a bridal chamber. Yet to this the true Bridegroom will say to you that the heavenly bridal canopy is better, more honourable is that chamber in which there is no fear of widowhood. Of which, then, tell me, of good things has she been deprived in putting off this fleshly life? Let me tell you the good things of life: griefs and pleasures, angers and fears, hopes and desires: these and suchlike are the things wherewith we are entangled in the present life.
Τί οὖν κακὸν πέπονθεν ἡ τοσούτων ἀπαλλαγεῖσα τυράννων; Ἕκαστον γὰρ πάθος, ὅταν ἐπικρατῇ, τῆς ψυχῆς τύραννος ἡμῶν γίνεται, τοὺς λογισμοὺς δουλωσάμενον. Ἢ λυπεῖ ἡμᾶς, ὅτι μὴ κατεπονήθη διὰ
What evil, then, has she suffered in being freed from so many tyrants? For each passion, when it prevails, becomes a tyrant over our soul, enslaving our reasonings. Or does it grieve us that she was not worn down through
PG 46:872Read from the page
ὠδίνων, ὅτι μὴ συνετρίβη διὰ φροντίδων παιδοτροφίας· ὅτι μὴ τὰς ὁμοίας ἀλγηδόνας ἐδέξατο, ἃς ἐπ' αὐτῆς οἱ γεγεννηκότες ὑπέμειναν; Ἀλλὰ τὰ τοιαῦτα μακαρισμῶν, οὐκ ὀδυρμῶν ἐστιν ἄξια Τὸ γὰρ ἐν μηδενὶ γενέσθαι κακῷ, κρεῖττον ἢ κατὰ τὴν ἀνθρωπίνην φύσιν ἐστίν. Οὕτως καὶ ὁ σοφὸς Σολομὼν ἐν τῇ ἰδίᾳ Γραφῇ μακαρίζει πρὸ τοῦ περιόντος τὸν κατοιχόμενον. Καὶ ὁ μέγας Δαβὶδ θρήνου καὶ οἰμωγῆς ἀξίαν τὴν ἐν σαρκὶ διαγωγὴν εἶναί φησιν. Καίτοι γε ἀμφότεροι λαμπροὶ κατὰ τὴν βασιλείαν ὑπάρχοντες, πάντων κατ' ἐξουσίαν τῶν κατὰ τὸν βίον ἡδέων μετέχοντες, οὐδὲν πρὸς τὴν παροῦσαν ἀπόλαυσιν ἐπεκλίθησαν· ἀλλὰ τῶν ἀποῤῥήτων ἀγαθῶν τῶν ἐν τῇ ἀσωμάτῳ ζωῇ προκειμένων τὴν ἐπιθυμίαν ἔχοντες, συμφορὰν ἐποιοῦντο τὴν ἐν σαρκὶ ζωήν. Ἤκουσα πολλαχῆ τοῦ Δαβὶδ ἐν ταῖς ἱεραῖς Ψαλμῳδίαις ἔξω γενέσθαι τῆς τοιαύτης ἀνάγκης ἐπιθυμοῦντος, ἐν οἷς φησιν· νῦν μὲν, ὅτι Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου· νῦν δὲ, ὅτι Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου. Ὡσαύτως δὲ καὶ ὁ Ἱερεμίας κατάρας ἀξίαν κρίνει τὴν ἡμέραν ἐκείνην τὴν ἄρξασαν αὐτῷ τῆς τοιαύτης ζωῆς. Καὶ πολλὰς ἔστι τοιαύτας τῶν παλαιῶν ἁγίων φωνὰς ἐν τῇ θείᾳ Γραφῇ φερομένας εὑρεῖν, οἳ δι' ἐπιθυμίαν τῆς ὄντως ζωῆς τὴν ἐν σαρκὶ διαγωγὴν ἐβαρύνοντο. Οὕτως καὶ ὁ μέγας ποτὲ Ἀβραὰμ προθύμως τῷ Θεῷ διὰ θυσίας προσῆγεν τὸν ἠγαπημένον υἱὸν, εἰδὼς ὅτι πρὸς τὸ κρεῖττόν τε καὶ θειότερον γενήσεται τῷ παιδὶ ἡ μετάστασις. Ὅσοι δὲ τῆς ἱστορίας ἐμπείρως ἔχετε, πάντως οὐκ ἀγνοεῖτε τὰ περὶ αὐτοῦ διηγήματα. Τί γάρ φησιν ἡ Γραφή; Ὅτι νέῳ μὲν ὄντι τῷ Ἀβραὰμ θεόθεν περὶ τοῦ παιδὸς ἐπαγγελία γίνεται· παρεληλυθότι δὲ τὴν ἀκμὴν, καὶ ἤδη καταμαρανθέντι ὑπὸ τοῦ χρόνου, ὅτε παύεται ἡ φύσις ἑαυτὴν αὔξουσα, οὐκέτι τοῦ γήρως ταῖς ὁρμαῖς ὑπακουοντος, τότε παρὰ τὰς ἀνθρωπίνας ἐλπίδας εἰς πέρας ἡ ὑπόσχεσις ἄγεται· καὶ τίκτεται παῖς ὁ Ἰσαάκ· καὶ συμμέτρου διαγεγονότος χρόνου, οἷόν τι ἔρνος ἀναδραμὼν εἰς κάλλος καὶ μέγεθος, ἡδὺς ἦν τοῖς ὀφθαλμοῖς τῶν γονέων τῷ τῆς νεότητος κάλλει λαμπόμενος· τότε προσάγεται τῷ Ἀβραὰμ ἡ τῆς ψυχῆς δοκιμασία καὶ βάσανος, εἰ ἀκριβῶς ἐν τῇ τῶν ὄντων φύσει διαγιγνώσκει τὸ κάλλιον, εἰ μὴ πρὸς τὴν παροῦσαν βλέπει ζωήν. Καί φησι πρὸς αὐτὸν ὁ Θεός· Ἀνένεγκε τὸν υἱόν σου διὰ θυσίας εἰς ὁλοκάρπωσιν. Οἴδατε πάντως ὅσοι πατέρες ἐστὲ καὶ παῖδας ἔχετε, καὶ τὴν πρὸς τὰ τέκνα στοργὴν παρὰ τῆς φύσεως ἐδιδάχθητε, ὅπως εἰκὸς διατεθῆναι τὸν Ἀβραὰμ, εἰ πρὸς τὴν παροῦσαν μόνην ἀφεώρα ζωὴν, εἰ δοῦλος τῆς φύσεως ἦν, εἰ ἐν τῷ παρόντι βίῳ τὸ γλυκὺ τῆς ζωῆς ἐλογίζετο. Τί δὲ περὶ ἐκείνου φημὶ, καταλιπὼν τὴν γυναῖκα τὸ ἀσθενέστερον μέρος τῆς ἀνθρωπίνης φύσεως; Εἰ μὴ πεπαίδευτο κἀκείνη ὑπὸ τοῦ ἀνδρὸς τὰ θειότερα, εἰ μὴ ἠπίστατο τὴν κεκρυμμένην ζωὴν εἶναι τῆς φαινομένης ἄμεινον, οὐκ ἂν ἐπέτρεπε τῷ ἀνδρὶ τοιαῦτα κατὰ τοῦ παιδὸς ἐνεργῆσαι. Πάντως γὰρ τοῖς μητρικοῖς συγκινηθεῖσα σπλάγχνοις, περιεχύθη τῷ
birth-pangs, that she was not crushed through the cares of rearing children, that she did not receive the like pains which her parents endured over her? Nay, such things are worthy of congratulations, not of lamentations. For to come to be in no evil at all is better than belongs to human nature. Thus wise Solomon too in his own Scripture pronounces the departed blessed above the survivor. And great David says that our way of life in the flesh is worthy of lamentation and wailing. And yet both of them, being illustrious in kingship and partaking at will of all the pleasant things in life, inclined not at all towards present enjoyment; rather, having their desire set upon the ineffable goods laid before us in the bodiless life, they accounted life in the flesh a calamity. I have heard David in many places in the sacred Psalm-singings desiring to get outside of such necessity, where he says: at one time, My soul longs and faints for the courts of the Lord; and at another time, Bring my soul out of prison. And in like manner Jeremiah too judges worthy of a curse that day which began such a life for him. And one may find many such utterances of the ancient saints recorded in divine Scripture, who through desire for the true life felt their way of life in the flesh to be a burden. Thus great Abraham too of old eagerly brought his beloved son to God through sacrifice, knowing that the transition would be for the boy towards what is better and more divine. And all of you who are acquainted with the history certainly are not ignorant of the accounts concerning him. For what says the Scripture? That when Abraham was young, a promise concerning the boy comes from God; but when he had passed his prime and was already withered away by time, when nature ceases to increase itself, old age no longer obeying its impulses, then beyond human hopes the promise is brought to its goal, and a boy is born, Isaac; and when a due space of time had passed, having shot up like some sapling into beauty and stature, he was sweet to the eyes of his parents, shining with the beauty of youth; then there is brought to Abraham the testing and trial of his soul, whether in the nature of beings he accurately discerns the nobler good, whether he does not look to the present life. And God says to him: Offer up thy son through sacrifice for a whole burnt-offering. You certainly know, all of you who are fathers and have children, and have been taught affection for offspring by nature, how Abraham would likely have been disposed if he had looked away to the present life alone, if he had been a slave to nature, if he had reckoned the sweetness of life to lie in the present existence. Yet why do I speak concerning him, leaving aside the wife, the weaker part of human nature? Had she too not been trained by her husband in more divine things, had she not known that the hidden life is better than that which appears, she would not have permitted her husband to perform such things against the boy. For certainly, stirred in her maternal bowels, she would have flung herself round the
Notes, col. 872

On the reading

Printed ὑπακουοντος, for ὑπακούοντος.

PG 46:873Read from the page
τέκνῳ, καὶ ταῖς ὠλέναις αὐτὸν ἐμπλεξαμένη, πρὸ αὐτοῦ τὴν καιρίαν ἐδέχετο. Ἆρ' οὐκ εἶπεν ἂν πρὸς τὸν Ἀβραὰμ ταῦτα τὰ ῥήματα; Φεῖσαι τοῦ παιδὸς, ἄνερ, μὴ πονηρὸν γένῃ τοῦ βίου διήγημα, μὴ μῦθος τῷ μετὰ ταῦτα χρόνῳ γενώμεθα, μὴ φθονήσῃς τῷ υἱῷ τῆς ζωῆς, μὴ στερήσῃς αὐτὸν τῆς γλυκείας ἀκτῖνος· θάλαμος τέκνοις, οὐ τάφος παρὰ πατέρων σπουδάζεται· στέφανος γαμικὸς, οὐ ξίφος φονικόν· γαμήλιος λαμπὰς, οὐ πῦρ ἐπιτάφιον. Ταῦτα λησταὶ καὶ πολέμιοι, οὐ πατέρων χεῖρες ἐπὶ τῶν τέκνων ἐργάζονται. Εἰ δὲ χρὴ πάντως γενέσθαι τὸ κακὸν, μὴ εἴδοι Σάῤῥας ὀφθαλμὸς νεκρούμενον τὸν Ἰσαάκ. Ἰδοὺ δι' ἀμφοτέρων ὦσον τὸ ξίφος, ἀπ' ἐμοῦ τῆς δειλαίας ἀρξάμενος· μία τοῖς δυσὶν ἀρκέσει πληγή. Κοινὸν ἐπ' ἀμφοτέρων γενέσθω τὸ χῶμα· μία στήλη τὴν κοινὴν συμφορὰν τραγῳδείτω.
child, and entwining him in her arms, would have received the mortal blow in front of him. Would she not have spoken these words to Abraham? Spare the boy, husband, lest you become an evil tale in life, lest we become a byword to time hereafter; do not begrudge life to your son, do not deprive him of the sweet beam of light: a bridal chamber, not a tomb, is prepared with care by fathers for their children; a wedding crown, not a murderous sword; a marriage torch, not a funeral pyre. Robbers and enemies work these things upon children, not the hands of fathers. Yet if the evil must by all means come to pass, may Sarah's eye not behold Isaac being put to death! Behold, drive the sword through us both, beginning with me, wretched woman; one blow will suffice for the two. Let a common mound be raised over us both; let a single stele proclaim in tragic strain our common calamity!
Ταῦτα πάντως ἂν καὶ τὰ τοιαῦτα διεξῄει ἡ Σάῤῥα, εἰ μὴ ἐκεῖνα τοῖς ὀφθαλμοῖς ἔβλεπεν, ἅπερ ἡμῖν ἐστιν ἀθέατα. ᾜδει γὰρ ὅτι τὸ τέλος τῆς ἐν σαρκὶ ζωῆς ἀρχὴ τοῦ θειοτέρου βίου τοῖς μεταστᾶσι γίνεται· καταλείπει σκιὰς, καταλαμβάνει ἀλήθειαν· ἀφίησιν ἀπάτας καὶ πλάνας καὶ θορύβους, καὶ εὑρίσκει ἐκεῖνα τὰ ἀγαθὰ, ἃ ὑπὲρ ὀφθαλμόν τε καὶ ἀκοὴν καὶ καρδίαν ἐστίν. Οὔτε ἔρως αὐτὸν ἀνιάσει, οὔτε ἐπιθυμία ῥυπαρὰ παραστρέψει· οὐχ ὑπερηφανία χαυνώσει· οὐκ ἄλλο τι πάθος τῶν λυπούντων τὴν ψυχὴν ἐνοχλήσει, ἀλλὰ πάντα γίνεται αὐτῷ ὁ Θεός. Διὰ τοῦτο προθύμως δίδωσι τῷ Θεῷ τὸν παῖδα. Τί δὲ ὁ μέγας Ἰώβ; Ὅτε αὐτῷ γυμνωθέντι πάντων τῶν περιόντων ἀθρόως, πρὶν ἐπὶ ταῖς προλαβούσαις πληγαῖς τὴν ψυχὴν ἀναλέξασθαι, ἡ τελευταία κατεμηνύθη πληγὴ, ὅπως ἐδέξατο τὴν ἐπὶ τοῖς παισὶ συμφοράν; Τρεῖς αὐτῷ θυγατέρες ἦσαν, καὶ παῖδες ἑπτά· μακαριστὸς ἦν τῆς εὐπαιδίας· τοσοῦτοι γὰρ ὄντες, εἷς ἦσαν οἱ πάντες τῇ μετ' ἀλλήλων στοργῇ· οὐ διῃρημένως καθ' ἑαυτὸν ἕκαστος βιοτεύοντες, ἀλλὰ πάντες παρ' ἀλλήλοις φοιτῶντες, διὰ τῆς ἐγκυκλίου φιλοφροσύνης διετέλουν εὐφραίνοντες ἀλλήλους ἐν τῷ μέρει καὶ εὐφραινόμενοι· καὶ δῆτα καὶ τότε κατὰ περίοδον παρὰ τῷ πρεσβυτέρῳ τῶν ἀδελφῶν ἦν τὸ συμπόσιον· πλήρεις οἱ κρατῆρες, πλήρης τῶν ἐδωδίμων ἡ τράπεζα· ἐν χερσὶν αἱ κύλικες· θεάματα, ὡς εἰκὸς, ἐπὶ τούτοις καὶ ἀκροάματα, καὶ πᾶσαι θυμηδίαι συμποτικαί· τρόπος εἷς, φιλοφροσύναι, παίγνια, μειδιάματα· πάντα ὅσα εἰκὸς ἐν συνόδῳ νέων ἐφ' ἑστίας ἁβρύνεσθαι. Τί οὖν ἐπὶ τούτοις; Ἐν ἀκμῇ τῆς ἀπολαύσεως τῶν ἡδίστων ἐπισεισθέντος αὐτοῖς τοῦ ὀρόφου, τάφος τῶν δέκα παίδων τὸ συμπόσιον γίνεται. Καὶ τοῖς αἵμασι τῶν νέων ὁ κρατὴρ καταμίγνυται, καὶ τὰ ἐδώδιμα τῷ ἐκ τῶν σωμάτων λύθρῳ κατεμολύνετο. Τοιαύτης συμφορᾶς τῷ Ἰὼβ ἀγγελθείσης (θέασαί μοι τῷ λόγῳ τὸν ἀθλητὴν, οὐχ ἵνα θαυμάσῃς μόνον τὸν νικητήν· μικρὸν γὰρ τὸ ἐκ τοῦ θαύματος κέρδος· ἀλλ' ἵνα ζηλώσῃς ἐν τοῖς ὁμοίοις τὸν ἄνδρα, καί σοι γένηται παιδοτρίβης
Certainly Sarah would have recounted these and suchlike things, had she not beheld with her eyes those things which to us are unseen. For she knew that for those who have passed away, the end of life in the flesh becomes the beginning of the more divine life: he leaves shadows behind, he lays hold of truth; he lets go deceits and wanderings and tumults, and finds those good things which are beyond eye and ear and heart. Neither passion will distress him, nor foul desire pervert him; arrogance will not puff him up; no other passion among those that grieve the soul will trouble him, but God becomes all things to him. On this account she eagerly gives the boy to God. And what of great Job? When, after he had been stripped all at once of all his possessions, before he could recover his breath after the preceding blows, the final blow was reported to him, how did he receive the calamity upon his children? He had three daughters and seven sons; he was counted blessed for his fine offspring; for though they were so many, all of them were one in their mutual affection: not living separately each by himself, but all frequenting one another's homes, through their rotating hospitality they continually gladdened one another in turn and were gladdened; and indeed at that very time, in due rotation, the banquet was at the house of the eldest of the brothers: full were the mixing-bowls, full of viands was the table; in their hands were the cups; sights, as is likely, besides these and music, and all festive delights of the banquet; one manner among all, kindliness, jestings, smiles—all such things as young people gathered at a hearth are likely to delight in. What then followed upon these things? At the very height of their enjoyment of the sweetest things, the roof having been shaken down upon them, the banquet becomes the tomb of the ten children. And the mixing-bowl is mingled with the blood of the youths, and the viands were defiled with the gore from their bodies. When such a calamity was reported to Job (behold for me in discourse the athlete, not merely that you may marvel at the victor—for small is the gain from marvelling—but that you may emulate the man in like circumstances, and that there may become a trainer for you