Migne Reading Room

PG 46 · cols. 852–861 · Read from the page

On bishop Meletius

On bishop Meletius

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 46:852Read from the page
Ηὔξησεν ἡμῖν τὸν ἀριθμὸν τῶν ἀποστόλων ὁ νέος ἀπόστολος, ὁ συγκαταψηφισθεὶς μετὰ τῶν ἀποστόλων. Εἵλκυσαν γὰρ οἱ ἅγιοι πρὸς ἑαυτοὺς τὸν ὁμότροπον, τὸν ἀθλητὴν τὸν στεφανίτην οἱ στεφανῖται, τὸν ἁγνὸν οἱ ἀθληταὶ, τῇ ψυχῇ οἱ καθαροὶ τῇ καρδίᾳ, τὸν κήρυκα τοῦ λόγου οι ὑπηρέται τοῦ λόγου. Ἀλλὰ μακαριστὸς μὲν ὁ Πατὴρ ἡμῶν, τῆς τε ἀποστολικῆς συσκηνίας, καὶ τῆς πρὸς τὸν Χριστὸν ἀναλύσεως· ἐλεεινοι δὲ ἡμεῖς. Οὐ γὰρ ἐᾷ μακαρίζειν ἡμᾶς τοῦ Πατρὸς τὴν εὐκληρίαν, ἡ ἀωρία τῆς ὀρφανίας. Ἐκείνῳ κρεῖττον ἦν τὸ σὺν Χριστῷ εἶναι διὰ τῆς ἀναλύσεως, ἀλλ' ἡμῖν χαλεπὸν τὸ διαζευχθῆναι τῆς πατρικῆς προστασίας. Ἰδοὺ γὰρ βουλῆς καιρὸς, καὶ ὁ συμβουλεύων σιγᾷ. Πόλεμος ἡμᾶς περιεστοίχισται, πόλεμος αἱρετικός· καὶ ὁ στρατηγῶν οὐκ ἔστι. Κάμνει ταῖς ἀῤῥωστίαις τὸ κοινὸν σῶμα τῆς Ἐκκλησίας, καὶ τὸν ἰατρὸν οὐχ εὑρίσκομεν. Ὁρᾶτε ἐν ποταποῖς τὰ ἡμέτερα. Ἐβουλόμην εἴπως οἷόν τε ἦν τονώσας ἐμαυτοῦ τὴν ἀσθένειαν, συναναβῆναι τῷ ὄγκῳ τῆς συμφορᾶς, καί τινα ῥῆξαι φωνὴν κατ' ἀξίαν τοῦ πάθους· καθάπερ οἱ γενναῖοι πεποιήκασιν οὗτοι, μεγαλοφώνως τὴν ἐπὶ τῷ Πατρὶ συμφορὰν ὀδυρόμενοι. Ἀλλὰ τί πάθω; Πῶς βιάσομαι γλῶσσαν εἰς ὑπηρεσίαν τοῦ λόγου, καθάπερ τινὶ πέδῃ βαρείᾳ τῇ συμφορᾷ πεδηθεῖσαν; Πῶς ἀνοίξω στόμα τῇ ἀφασίᾳ κεκρατημένον; Πῶς πρόωμαι φωνὴν, εἰς πάθη καὶ θρήνους κατὰ συνηθείας κατολισθαίνουσαν; Πῶς ἀναβλέψω τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς, τῷ τῆς συμφορᾶς γνόφῳ κεκαλυμμένος; Τίς μοι διασχὼν τὴν βαθεῖαν ταύτην καὶ σκοτεινὴν τῆς λύπης νεφέλην, πάλιν ἐξ αἰθρίας λαμπρὰν ἀναδείξει τὴν τῆς εἰρήνης ἀκτῖνα; Πόθεν δὲ καὶ ἀναλάμψει ἡ ἀκτὶς, τοῦ φωστῆρος ἡμῖν καταδύναντος; Ὦ κακῆς σκοτομήνης, ἀνατολὴν φωστῆρος οὐκ ἐλπιζούσης! ὡς ἀπεναντίον ἡμῖν ἐν τῷ παρόντι τόπῳ, νῦν τε καὶ πρώην οἱ λόγοι γίνονται! Τότε γαμικῶς ἐχορεύομεν, νῦν ἐλεεινῶς ἐπὶ τῷ πένθει στενάζομεν. Τότε ἐπιθαλάμιον, νῦν ἐπιτάφιον ᾄδομεν. Μέμνησθε γὰρ ὅτε τὸν πνευματικὸν ὑμᾶς γάμον εἰστιάσαμεν, τῷ καλῷ νυμφίῳ εἰσοικίζοντες τὴν παρθένον, καὶ
The new apostle has increased for us the number of the apostles, having been counted in by vote along with the apostles. For the saints drew to themselves one like in manner of life: the crowned ones, the crowned athlete; the athletes, one pure in soul, the pure in heart; the servants of the word, the herald of the word. Yet blessed indeed is our Father, both for his apostolic fellow-dwelling and for his departure unto Christ; but pitiable are we. For the untimeliness of our orphanhood suffers us not to count blessed our Father's happy lot. For him it was better to be with Christ through his departure, whereas for us it is grievous to be sundered from a father's patronage. For behold, it is a season for counsel, and the counsellor keeps silence. War has ringed us round, heretical war; and there is none to lead the host. The common body of the Church labours under infirmities, and we find not the physician. You see in what plight our affairs stand. I wished, if in any way it were possible, by bracing up my own weakness, to rise together with the bulk of the calamity, and break forth into some utterance worthy of the grief, just as these noble men have done, lamenting aloud the calamity that has befallen our Father. Yet what am I to do? How shall I force into the service of speech a tongue fettered by calamity as by some heavy shackle? How shall I open a mouth held fast by speechlessness? How shall I send forth a voice that slips down out of habit into passions and dirges? How shall I look up with the eyes of the soul, shrouded as I am in the gloom of calamity? Who will part for me this deep and darksome cloud of sorrow, and show forth again out of clear sky the bright ray of peace? And whence too shall the ray shine forth, now that our luminary has sunk for us? O evil moonless night, hoping for no rising of a luminary! How contrary for us in this present place are our words both now and of late! Then we danced in bridal joy, now we groan piteously over our mourning. Then we sang a bridal hymn, now a funeral dirge. For you remember when we feasted you at the spiritual marriage, bringing home the virgin to the fair bridegroom, and
Notes, col. 852

On the reading

Printed οι, for οἱ.

Printed ἐλεεινοι, for ἐλεεινοὶ.

Printed εἰστιάσαμεν, for εἱστιάσαμεν.

PG 46:853Read from the page
τὰ τῶν λόγων ἕδνα κατὰ δύναμιν ἡμῶν εἰσηνεγκάμεθα, εὐφραίνοντες ἐν τῷ μέρει καὶ εὐφραινόμενοι. Ἀλλὰ νῦν εἰς θρῆνον ἡμῖν ἡ χαρὰ μεθηρμόσθη, καὶ ἡ τῆς εὐφροσύνης περιβολὴ, σάκκος ἐγένετο. Ἢ τάχα σιωπᾶν ἔδει τὸ πάθος, καὶ ἔνδον ἀποκλείειν τῇ σιωπῇ τὴν ἀλγηδόνα, ὡς ἂν μὴ διοχλοίημεν τοὺς υἱοὺς τοῦ νυμφῶνος, οὐκ ἔχοντες τὸ φαιδρὸν τοῦ γάμου ἔνδυμα, ἀλλὰ μελανειμονοῦντες τῷ λόγῳ; Ἐπειδὴ γὰρ ἀπήρθη ἀφ' ἡμῶν ὁ καλὸς νυμφίος, ἀθρόως τῷ πένθει κατεμελάνθημεν, καὶ οὐκ ἔστι συνήθως καταφαιδρῦναι τὸν λόγον, τὴν κοσμοῦσαν ἡμᾶς στολὴν τοῦ φθόνου ἀποσυλήσαντος. Πλήρεις ἀγαθῶν πρὸς ὑμᾶς ἀπηντήκαμεν· γυμνοὶ καὶ πένητες ἀφ' ὑμῶν ὑποστρέφομεν· ὀρθὴν εἴχομεν ὑπὲρ κεφαλῆς τὴν λαμπάδα, πλουσίῳ τῷ φωτὶ καταλάμπουσαν· ταύτην ἐσβεσμένην ἀνακομίζομεν, εἰς καπνὸν καὶ κόνιν διαλυθέντος τοῦ φέγγους. Ἔσχομεν τὸν θησαυρὸν τὸν μέγαν ἐν ὀστρακίνῳ σκεύει. Ἀλλ' ὁ μὲν θησαυρὸς ἀφανής· τὸ δὲ ὀστράκινον σκεῦος, κενὸν τοῦ πλούτου, τοῖς δεδωκόσιν ἐπανασώζεται. Τί ἐροῦμεν οἱ ἀποστείλαντες; τί ἀποκρινοῦνται οἱ ἀπαιτούμενοι; Ὦ πονηροῦ ναυαγίου! Πῶς ἐν μέσῳ τῷ λιμένι τῆς ἐλπίδος ἡμῶν ἐναυαγήσαμεν; Πῶς ἡ μυριοφόρος ὁλκὰς αὐτῷ τῷ πληρώματι καταδῦσα, γυμνοὺς ἡμᾶς τούς ποτε πλουτοῦντας κατέλιπεν; Ποῦ τὸ λαμπρὸν ἱστίον ἐκεῖνο, τὸ τῷ ἁγίῳ Πνεύματι διὰ παντὸς ἰθυνόμενον; Ποῦ τὸ ἀσφαλὲς τῶν ψυχῶν ἡμῶν πηδάλιον, δι' οὗ τὰς τρικυμίας τὰς αἱρετικὰς ἀπαθῶς παρεπλέομεν; Ποῦ ἡ ἀμετάθετος τῆς γνώμης ἄγκυρα, ᾗ μετὰ πάσης ἀσφαλείας πεπονηκότες ἀνεπαυόμεθα; Ποῦ ὁ καλὸς κυβερνήτης, ὁ πρὸς τὸν ἄνω σκοπὸν διευθύνων τὸ σκάφος; Ἆρα μικρὰ τὰ συμβάντα, καὶ μάτην παθαίνομαι; ἢ μᾶλλον οὐκ ἐφικνοῦμαι τοῦ πάθους, κἂν ὑπερφωνήσω τῷ λόγῳ; Χρήσατε ἡμῖν, ἀδελφοὶ, χρήσατε τὸ ἐκ συμπαθείας δάκρυον. Καὶ γὰρ ὅτὲ ὑμεῖς εὐφραίνεσθε, ἡμεῖς τῆς εὐφροσύνης ὑμῶν ἐκοινωνήσαμεν. Οὐκοῦν ἀπόδοτε ἡμῖν τὸ πονηρὸν τοῦτο ἀντάλλαγμα. Χαίρειν μετὰ χαιρόντων· τοῦτο ἡμεῖς ἐποιήσαμεν. Κλαίειν μετὰ κλαιόντων· τοῦτο ὑμεῖς ἀνταπόδοτε. Ἐδάκρυσέ ποτε ξένος λαὸς ἐπὶ τοῦ πατριάρχου Ἰακὼβ, καὶ τὴν ἀλλοτρίαν συμφορὰν ᾠκειώσατο, ὅτε τὸν Πατέρα ἐξ Αἰγύπτου οἱ ἀπ' ἐκείνου μετακομίσαντες, πανδημεὶ τὴν ἐπ' αὐτῷ συμφορὰν ἐπὶ τῆς ἀλλοτρίας κατωλοφύραντο, ἡμέραις τριάκοντα καὶ τοσαύταις νυξὶ τὸν ἐπ' αὐτῷ θρῆνον συμπαρατείνοντες· μιμήσασθε τοὺς ἀλλοφύλους, οἱ ἀδελφοὶ καὶ ὁμόφυλοι. Κοινὸν ἦν τότε τῶν ξένων καὶ τῶν ἐγχωρίων τὸ δάκρυον· κοινὸν ἔστω καὶ νῦν· ἐπεὶ καὶ τὸ πάθος κοινόν. Ὁρᾶτε τοὺς πατριάρχας τούτους· πάντες οὗτοι τέκνα τοῦ ἡμετέρου εἰσὶν Ἰακώβ. Ἐξ ἐλευθέρας οἱ πάντες. Οὐδεὶς νόθος οὐδὲ ὑπόβλητος. Οὐδὲ γὰρ ἦν θέμις ἐκείνῳ δουλικὴν συγγένειαν ἐπεισάγειν τῇ εὐγενείᾳ τῆς πίστεως. Οὐκοῦν καὶ ἡμέτερος ἐκεῖνος πατὴρ, διότι τοῦ Πατρὸς ἦν τοῦ ἡμετέρου πατήρ.
brought in according to our power the bridal gifts of words, gladdening in our turn and being gladdened. Yet now our joy has been tuned into lamentation, and the robe of gladness has become sackcloth. Or ought we perchance to keep silence over our grief, and shut up the anguish within by silence, lest we trouble the sons of the bridechamber, not wearing the bright garment of the marriage, but clad in black in our speech? For since the fair bridegroom has been taken away from us, we have all at once been blackened with mourning, and it is not possible as of wont to make bright our speech, now that envy has stripped away the robe that adorned us. Full of good things we came to meet you; naked and poor we return from you; upright above our head we held our torch, shining forth with rich light; this we carry back quenched, its gleam dissolved into smoke and ashes. We had the great treasure in an earthen vessel. Yet the treasure has vanished from sight; while the earthen vessel, emptied of its wealth, is preserved and brought back to those who gave it. What shall we say who sent him forth? What answer will those give from whom he is demanded back? O evil shipwreck! How have we suffered shipwreck in the very midst of the haven of our hope? How has the merchantman of ten thousand burdens, sinking with its very cargo, left us naked who once were rich? Where is that bright sail, ever steered by the Holy Spirit? Where is the sure helm of our souls, whereby we sailed unharmed past the triple waves of heresy? Where is the immovable anchor of judgement, whereby after toiling we rested in all safety? Where is the good pilot, guiding the vessel straight towards the mark on high? Are the things that have befallen small, and am I moved to passion in vain? Or rather do I fail to reach the measure of the grief, even should I strain my voice above measure in speech? Lend us, brethren, lend the tear of sympathy. For when you rejoiced, we shared in your gladness. Render back to us, then, this bitter exchange. To rejoice with those who rejoice: this we did. To weep with those who weep: this do you render in return. Once an alien people wept over the patriarch Jacob, and made another's calamity its own, when his descendants, conveying their Father out of Egypt, as a whole people bewailed in a foreign land the calamity that had befallen him, prolonging the dirge over him for thirty days and as many nights; imitate those of alien race, you who are brethren and of the same stock. Common then was the tear of strangers and of natives; common let it be now also, since the grief too is common. Behold these patriarchs: all these are children of our Jacob. All of them are of the freewoman. None is base-born or supposititious. For neither was it lawful for him to bring a slavish kindred in beside the nobility of the faith. Therefore that man also is our father, because he was the father of our Father.
Notes, col. 853

On the reading

Printed ὅτὲ, for ὅτε.

PG 46:856Read from the page
Ἠκούσατε ἀρτίως τοῦ Ἐφραῖμ καὶ τοῦ Μανασσῆ, οἷα καὶ ὅσα περὶ τοῦ Πατρὸς διηγήσαντο, ὡς ὑπερβαίνειν λόγον τὰ θαύματα. Δότε κἀμοὶ περὶ τούτων εἰπεῖν. Καὶ γὰρ ἀκίνδυνον τὸ μακαρίζειν λοιπόν· οὔτε φοβοῦμαι τὸν φθόνον. Τί γάρ με χεῖρον ἐργάσεται; Οὐκοῦν γνῶτε τίς ὁ ἀνήρ· Εὐγενὴς τῶν ἀφ' ἡλίου ἀνατολῶν, ἄμεμπτος, δίκαιος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Οὐ γὰρ δὴ ζηλοτυπήσει ὁ μέγας Ἰὼβ, εἰ ταῖς περὶ αὐτοῦ μαρτυρίαις καὶ ὁ μιμητὴς ἐκείνου ἐγκαλλωπίζοιτο. Ἀλλ' ὁ τὰ καλὰ πάντα βλέπων φθόνος, εἶδε καὶ τὸ ἡμέτερον ἀγαθὸν πικρῷ τῷ ὀφθαλμῷ· καὶ ὁ ἐμπεριπατῶν τῇ οἰκουμένῃ, καὶ δι' ἡμῶν περιεπάτησεν, πλατὺ τὸ ἴχνος τῆς θλίψεως ταῖς εὐπραγίαις ἡμῶν ἐναπερείσας. Οὐ βοῶν καὶ προβάτων ἀγέλας διελυμήνατο· πλὴν εἰ μὴ ἄρα τις κατὰ τὸ μυστικὸν εἰς τὴν Ἐκκλησίαν μεταλάβοι τὸ ποίμνιον. Πλὴν οὐκ ἐν τούτοις ἡμῖν παρὰ τοῦ φθόνου ἡ βλάβη· οὐδὲ ἐν ὄνοις καὶ καμήλοις τὴν ζημίαν εἰργάσατο· οὐδὲ τραύματι σαρκὸς τὰς αἰσθήσεις ἐδρίμυξεν· ἀλλ' ἡμᾶς τῆς κεφαλῆς ἀπεσύλησε. Τῇ δὲ κεφαλῇ συναπῆλθε τὰ τίμια ἡμῶν αἰσθητήρια. Οὐκέτι ἐστὶν ὀφθαλμὸς, ὁ τὰ οὐράνια βλέπων, οὐδὲ ἀκοὴ, τῆς θείας φωνῆς ἐπαΐουσα, οὐδὲ ἡ γλῶσσα ἐκείνη, τὸ ἁγνὸν ἀνάθημα τῆς ἀληθείας. Ποῦ ἡ γλυκεῖα τῶν ὀμμάτων γαλήνη; Ποῦ τὸ φαιδρὸν ἐπὶ τοῦ χείλους μειδίαμα; Ποῦ ἡ εὐπροσήγορος δεξιὰ, τῇ τοῦ στόματος εὐλογίᾳ τοὺς δακτύλους συνεπισείουσα; Προάγομαι δὲ ὡς ἐπὶ σκηνῆς ἀναβοῆσαι τὴν συμφοράν· Ἐλεῶ σε, ὦ Ἐκκλησία· πρὸς σὲ λέγω, τὴν Ἀντιόχου πόλιν. Ἐλεῶ σε τῆς ἀθρόας ταύτης μεταβολῆς. Πῶς ἀπεκοσμήθη τὸ κάλλος; Πῶς ἀπεσυλήθη ὁ κόσμος; Πῶς ἐξαίφνης ἀπεῤῥύη τὸ ἄνθος; Ὄντως ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσεν. Τίς ὀφθαλμὸς πονηρὸς, τίς βασκανία κακὴ κατὰ τῆς Ἐκκλησίας ἐκείνης ἐκώμασεν; Οἷα ἀνθ' οἵων ἠλλάξατο! Ἐξέλιπεν ἡ πηγὴ, ἐξηράνθη ὁ ποταμός. Πάλιν εἰς αἷμα μετεποιήθη τὸ ὕδωρ. Ὦ δυστυχοῦς ἀγγελίας ἐκείνης, τῆς διαγγελλούσης τῇ Ἐκκλησίᾳ τὸ πάθος! τίς ἐρεῖ τοῖς τέκνοις, ὅτι ἀπωρφανίσθησαν; Τίς ἀπαγγελεῖ τῇ νύμφῃ, ὅτι ἐχήρευσεν; Ὦ τῶν κακῶν! Τί ἐξέπεμψαν, καὶ τί ὑποδέχονται; Κιβωτὸν προέπεμψαν, καὶ σορὸν ὑποδέχονται. Κιβωτὸς ἦν, ἀδελφοὶ, ὁ τοῦ Θεοῦ ἄνθρωπος, κιβωτὸς περιέχων ἐν ἑαυτῷ τὰ θεῖα μυστήρια· ἐκεῖ ἡ στάμνος ἡ χρυσῆ πλήρης τοῦ θείου μάννα, πλήρης τῆς οὐρανίου τροφῆς. Ἐν ἐκείνῃ αἱ πλάκες τῆς διαθήκης, ἐν ταῖς πλαξὶ τῆς καρδίας ἐγγεγραμμέναι πνεύματι Θεοῦ ζῶντος, οὐ μέλανι. Οὐδὲν γὰρ τῇ καθαρότητι τῆς καρδίας ζοφῶδες καὶ μέλαν ἐνεκέκαυτο νόημα. Ἐν ἐκείνῃ οἱ στύλοι, αἱ βάσεις, αἱ κεφαλίδες, τὸ θυμιατήριον, ἡ λυχνία, τὸ ἱλαστήριον, οἱ λουτῆρες, τὰ τῶν εἰσόδων καταπετάσματα· ἐν ἐκείνῃ ἡ ῥάβδος τῆς ἱερωσύνης, ἡ ἐν ταῖς χερσὶ ταῖς ἐκείνου βλαστήσασα. Καὶ εἴ τι ἄλλο τὴν κιβωτὸν ἔχειν ἀκούομεν, πάντα τῇ ψυχῇ τοῦ ἀνδρὸς περιείληπτο.
You heard just now Ephraim and Manasseh, what great and how many things they recounted concerning our Father, so that his marvels surpass speech. Grant to me also to speak of these things. For henceforth there is no peril in pronouncing him blessed, nor do I fear envy. For what worse thing will it do to me? Know therefore who the man was: Noble among those of the rising of the sun, blameless, righteous, true, God-fearing, abstaining from every evil deed. For surely the great Job will feel no jealousy if his imitator also be adorned with the testimonies borne concerning him. Yet envy, which eyes all fair things, looked upon our good also with a bitter eye; and he who walks up and down through the habited world walked through our midst as well, planting firm the broad footprint of affliction upon our prosperity. He did not ravage herds of oxen and flocks of sheep—unless perchance someone, in a mystic sense, should transfer the flock to the Church. Nevertheless, not in these did our harm come from envy; nor in asses and camels did it work our loss; nor with a wound of the flesh did it sting our senses; nay, it robbed us of our head. And along with the head our precious organs of sense departed. No longer is there an eye beholding heavenly things, nor an ear hearkening to the divine voice, nor that tongue, the pure votive offering of truth. Where is the sweet calm of his eyes? Where is the bright smile upon his lip? Where is the gracious right hand, moving its fingers in accord with the blessing of his mouth? I am led on, as if upon a stage, to cry aloud the calamity: I pity you, O Church; to you I speak, the city of Antiochus! I pity you for this sudden transformation. How has your beauty been stripped of its ornament? How has your adornment been plundered? How has the blossom suddenly fallen away? Truly the grass has withered, and the blossom has fallen. What evil eye, what malignant witchcraft has held revel against that Church? What things has she exchanged for what! The fountain has failed, the river has dried up. Once again the water has been turned into blood. O that unhappy tiding which proclaims the grief to the Church! Who will tell the children that they have been left orphans? Who will announce to the bride that she has been widowed? O the miseries! What did they send forth, and what do they welcome back? They sent forth an ark, and they welcome back a bier. An ark, brethren, was the man of God, an ark holding within himself the divine mysteries: there was the golden jar full of the divine manna, full of heavenly nourishment. In it were the tablets of the covenant, inscribed upon the tablets of the heart with the Spirit of the living God, not with ink. For no dark and black thought had been branded upon the purity of his heart. In it were the pillars, the bases, the capitals, the censer, the lampstand, the mercy-seat, the lavers, the veils of the entrances; in it was the rod of the priesthood, which budded in his hands. And whatever else we hear that the ark contained, all was comprehended within the soul of the man.
PG 46:857Read from the page
Ἀλλ' ἀντ' ἐκείνων τί; Σιωπάτω ὁ λόγος. Σινδόνες καθαραὶ, καὶ τὰ ἐκ σηρῶν ὑφάσματα· μύρων καὶ ἀρωμάτων δαψίλεια, γυναικὸς φιλοτιμία κοσμίας τε καὶ εὐσχήμονος. Ειρήσεται γὰρ ὡς ἂν καὶ ταῦτα γένοιτο εἰς μαρτύριον αὐτῇ, ὃ περὶ τὸν ἱερέα ἐποίησεν, δαψιλῶς τὴν ἀλάβαστρον τοῦ μύρου τῆς τοῦ ἱερέως κεφαλῆς καταχέασα. Ἀλλὰ τὸ ἐν τούτοις διασωζόμενον, τί; ὀστέα νεκρὰ, καὶ πρὸ τοῦ θανάτου μεμελετηκότα τὴν νέκρωσιν· τὰ λυπηρὰ τῶν συμφορῶν ἡμῶν μνημόσυνα. Ὦ οἵα φωνὴ πάλιν ἐν Ῥαμὰ ἀκουσθήσεται! Ῥαχὴλ κλαίουσα οὐχὶ τὰ τέκνα αὐτῆς, ἀλλὰ τὸν ἄνδρα, καὶ οὐ προσιεμένη παράκλησιν. Ἄφετε, οἱ παρακαλοῦντες, ἄφετε. Μὴ κατισχύσητε παρακαλέσαι. Βαρὺ πενθείτω ἡ χήρα. Αἰσθέσθω τῆς ζημίας ἧς ἐζημίωται. Καίτοι οὐκ ἀμελέτητός ἐστι τοῦ χωρισμοῦ, ἐν τοῖς ἀγῶσι τοῦ ἀθλητοῦ προεθισθεῖσα φέρειν τὴν μόνωσιν. Μέμνησθε πάντως ὅπως ὑμῖν ὁ πρὸ ἡμῶν λόγος τοὺς ἀγῶνας τοῦ ἀνδρὸς διηγήσατο, ὅτι διὰ πάντων τιμῶν τὴν ἁγίαν Τριάδα, καὶ ἐν τῷ ἀριθμῷ τῶν ἀγώνων τὴν τιμὴν διεσώσατο, τρισὶ πειρασμῶν προσβολαῖς ἐναθλήσας. Ἠκούσατε τὴν ἀκολουθίαν τῶν πόνων, οἷος ἐν πρώτοις, οἷος ἐν μέσοις, ἐν τελευταίοις οἷος ἦν. Περιττὴν κρίνω τὴν παράληψιν τῶν εἰρημένων καλῶς. Ἀλλὰ τοσοῦτον εἰπεῖν ἴσως οὐκ ἄκαιρον· Ὅτε τὸ πρῶτον εἶδεν ἡ σώφρων Ἐκκλησία ἐκείνη τὸν ἄνδρα, εἶδεν πρόσωπον ἀληθῶς ἐν εἰκόνι Θεοῦ μεμορφωμένον· εἶδεν ἀγάπην πηγάζουσαν· εἶδεν χάριν περιχεχυμένην τοῖς χείλεσι· ταπεινοφροσύνης τὸν ἀκρότατον ὅρον· μεθ' ὃν οὐκ ἔστιν ἐπινοῆσαι τὸ πλέον· κατὰ τὸν Δαβὶδ, τὴν πραότητα· κατὰ τὸν Σολομῶντα, τὴν σύνεσιν· κατὰ τὸν Μωσέα, τὴν ἀγαθότητα· κατὰ τὸν Σαμουὴλ, τὴν ἀκρίβειαν· κατὰ τὸν Ἰωσὴφ, τὴν σωφροσύνην· κατὰ τὸν Δανιὴλ, τὴν σοφίαν· κατὰ τὸν μέγαν Ἠλίαν, ἐν τῷ ζήλῳ τῆς πίστεως· κατὰ τὸν ὑψηλὸν Ἰωάννην, ἐν τῇ ἀφθορίᾳ τοῦ σώματος· κατὰ τὸν Παῦλον, ἐν τῇ ἀνυπερθέτῳ ἀγάπῃ. Εἶδεν τοσούτων ἀγαθῶν συνδρομὴν περὶ μίαν ψυχήν· ἐτρώθη τῷ μακαρίῳ ἔρωτι, ἐν τῇ ἁγνῇ καὶ ἀγαθῇ φιλοφροσύνῃ τὸν νυμφίον ἑαυτῆς ἀγαπήσασα. Ἀλλὰ πρὶν τὴν ἐπιθυμίαν ἐμπλῆσαι, πρὶν ἀναπαῦσαι τὸν πόθον, ἔτι τῷ φίλτρῳ ζέουσα, κατελείφθη μόνη, τῶν πειρασμῶν τὸν ἀθλητὴν ἐπὶ τοὺς ἀγῶνας καλούντων. Καὶ ὁ μὲν ἐνήθλει τοῖς ὑπὲρ τῆς εὐσεβείας ἱδρῶσιν· ἡ δὲ ὑπέμενεν ἐν σωφροσύνῃ τὸν γάμον φυλάττουσα. Χρόνος ἦν ἐν μέσῳ πολὺς, καί τις μοιχικῶς κατεπεχείρει τῆς ἀχράντου παστάδος. Ἀλλ' ἡ νύμφη οὐκ ἐμιαίνετο, καὶ πάλιν ἐπάνοδος, καὶ πάλιν φυγή· καὶ ἐκ τρίτου ὡσαύτως, ἕως διασχὼν τὸν αἱρετικὸν ζόφον ὁ Κύριος, καὶ τὴν ἀκτῖνα τῆς εἰρήνης ἐπιβαλὼν, ἔδωκεν ἀνάπαυσίν τινα τῶν μακρῶν πόνων ἐλπίζειν· ἀλλ' ἐπειδὴ πάλιν εἶδον ἀλλήλους, καὶ ἀνενεώθη τὰ τῆς σωφροσύνης, καὶ θυμηδίαι πνευματικαί· καὶ πάλιν ἀνεφλέχθη ὁ πόθος· εὐθὺς διακόπτει τὴν ἀπόλαυσιν ἡ ἐσχάτη αὕτη ἀποδημία.
Yet in place of those things, what [do they receive]? Let speech keep silence. Clean linen cloths, and woven stuffs of silk; abundance of unguents and spices, the munificence of a modest and seemly woman. For this also shall be told for a memorial of her, what she did towards the priest, pouring out lavishly the alabaster flask of unguent over the priest's head. Yet what is preserved within these? Dead bones, which even before death had practised mortification: the mournful memorials of our calamities. O what a voice shall be heard once again in Ramah! Rachel weeping not for her children, but for her husband, and refusing consolation. Leave off, O comforters, leave off! Prevail not to comfort her. Heavily let the widow mourn. Let her feel the loss wherewith she has been bereft. And yet she is not unpractised in separation, having been accustomed beforehand during the contests of the athlete to bear solitude. You remember altogether how the discourse delivered before ours recounted to you the contests of the man: that honouring the Holy Trinity in all things, he preserved that honour even in the number of his contests, contending through three assaults of trials. You heard the sequence of his labours: what he was in the first, what in the middle, what he was in the last. I judge it superfluous to repeat what has been well spoken. Yet to say thus much is perhaps not unseasonable: When that chaste Church first saw the man, she saw a countenance truly formed in the image of God; she saw love welling forth; she saw grace poured abroad upon his lips; the utmost boundary of humility, beyond which it is impossible to conceive aught further; after David, meekness; after Solomon, understanding; after Moses, goodness; after Samuel, exactness; after Joseph, chastity; after Daniel, wisdom; after the great Elijah, [like him] in zeal for the faith; after the lofty John, in incorruption of body; after Paul, in unsurpassed love. She saw the concourse of so many good things round a single soul; she was wounded with blessed love, loving her bridegroom in pure and noble affection. Yet before she could fulfil her desire, before she could give rest to her longing, while still glowing with love's charm, she was left alone, as trials summoned the athlete to his contests. And he on his part contended in the sweats on behalf of godliness, while she persevered, keeping the marriage in chastity. Long was the time between, and a certain man made adulterous assault upon the undefiled bridal chamber. Yet the bride was not defiled; and again a return, and again banishment; and a third time likewise, until the Lord, parting the heretical gloom and casting upon them the ray of peace, granted them to hope for some rest from their long labours; but once they had seen each other again, and the ways of chastity and spiritual delights were renewed, and longing was kindled afresh, straightway this final departure cuts short their enjoyment.
Notes, col. 857

On the reading

Printed Ειρήσεται, for Εἰρήσεται.

PG 46:860Read from the page
Ἦλθε νυμφοστολίσων ὑμᾶς, καὶ οὐ διήμαρτε τοῦ σπουδάσματος· ἐπέθηκε τῇ καλῇ συζυγίᾳ τοὺς τῆς εὐλογίας στεφάνους· ἐμιμήσατο τὸν Δεσπότην· ὡς ἐν Κανᾷ τῆς Γαλιλαίας ὁ Κύριος, οὕτως καὶ ἐνταῦθα ὁ μιμητὴς τοῦ Χριστοῦ. Τὰς γὰρ Ἰουδαϊκὰς ὑδρίας τοῦ αἱρετικοῦ ὕδατος πεπληρωμένας, πλήρεις τοῦ ἀκηράτου οἴνου ἐποίησεν, ἐν τῇ δυνάμει τῆς πίστεως μεταποιήσας τὴν φύσιν. Ἔστησεν ἐν ὑμῖν πολλάκις κρατῆρα νηφάλιον, τῇ γλυκείᾳ αὐτοῦ φωνῇ δαψιλῶς οἰνοχοήσας τὴν χάριν· πολλάκις ὑμῖν προεθήκατο τὴν λογικὴν πανδαισίαν. Ὁ μὲν εὐλογῶν καθηγεῖτο· οἱ δὲ καλοὶ οὗτοι μαθηταὶ, διηκόνουν τοῖς ὄχλοις μυθοποιοῦντες τὸν λόγον. Καὶ ἡμεῖς εὐφραινόμεθα, τὴν τοῦ γένους ὑμῶν δόξαν, οἰκείαν ποιούμενοι. Ὡς καλὰ μέχρι τούτου τὰ διηγήματα· ὡς μακάριον ἦν τούτοις ἐναπολῆξαι τὸν λόγον. Ἀλλὰ μετὰ ταῦτα τί; Καλέσατε τὰς θρηνούσας, ὁ Ἱερεμίας φησίν. Οὐ γὰρ ἔστιν ἄλλως φλεγομένην καρδίαν καταπεφθῆναι, ὑπὸ τοῦ πάθους οιδαίνουσαν, μὴ στεναγμοῖς καὶ δακρύοις κουφιζομένην. Τότε παρεμυθεῖτο τὸν χωρισμὸν ἡ τῆς ἐπανόδου ἐλπίς· νῦν δὲ τὸν ἔσχατον ἡμῶν χωρισμὸν ἀπεσχίσθη. Χάσμα μέγα μεταξὺ αὐτοῦ τε καὶ τῆς Ἐκκλησίας κατὰ τὸ μέσον ἐστήρικται· ὁ μὲν ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ ἀναπαύεται· ὁ δὲ διακομίζων τὴν σταγόνα τοῦ ὕδατος, ἵνα καταψύξῃ τῶν ὀδυνωμένων τὴν γλῶσσαν, οὐκ ἔστιν. Οἴχεται τὸ κάλλος ἐκεῖνο, σιγᾷ ἡ φωνή· μέμυκε τὰ χείλη, ἀπέπτη ἡ χάρις. Διήγημα γέγονεν ἡ εὐκληρία. Ἐλύπει ποτὲ καὶ τὸν Ἰσραηλίτην λαὸν Ἠλίας ἀπὸ γῆς πρὸς Θεὸν ἀνιπτάμενος. Ἀλλὰ παρεμυθεῖτο τὸν χωρισμὸν Ἐλισσαῖος, τῇ μηλωτῇ τοῦ διδασκάλου κοσμούμενος. Νυνὶ δὲ τὸ τραῦμα ὑπὲρ θεραπείαν ἐστίν· ὅτι καὶ Ἠλίας ἀνελήφθη, καὶ Ἐλισσαῖος οὐχ ὑπελείφθη. Ἠκούσατε τοῦ Ἱερεμίου φωνάς τινας σκυθρωπὰς καὶ γοώδεις, ἃς ὡς ἐρημωθεῖσαν τὴν πόλιν Ἱεροσολυμιτῶν κατεθρήνησεν· ὃς ἄλλα τέ τινα περιπαθῶς διεξῆλθεν καὶ τοῦτό φησιν· Ὁδοὶ Σιὼν πενθοῦσιν. Ταῦτα τότε μὲν εἴρηται, νῦν δὲ πεπλήρωται. Ὅταν γὰρ περιαγγελθῇ τοῦ πάθους ἡ φήμη, τότε πλήρεις ἔσονται αἱ ὁδοὶ τῶν πενθούντων, καὶ προχεθήσονται οἱ ὑπ' αὐτῶν ποιμαινόμενοι, τὴν τῶν Νινευϊτῶν φωνὴν ἐπὶ τοῦ πάθους μιμούμενοι· μᾶλλον δὲ κἀκείνων ἀλγεινότερον ὀδυνώμενοι. Τοῖς μὲν γὰρ ὁ θρῆνος τὸν φόβον ἔλυσεν· τοῖς δὲ λύσις οὐδεμία τῶν κακῶν ἀπὸ τῶν θρήνων ἐλπίζεται. Οἶδά τινα τοῦ Ἱερεμίου καὶ ἄλλην φωνὴν, ταῖς βίβλοις οὖσαν τῶν Ψαλμῶν ἐναρίθμιον, ἣν ἐπὶ τῇ αἰχμαλωσίᾳ τοῦ Ἰσραὴλ ἐποιήσατο. Φησὶ δὲ ὁ λόγος, ὅτι Ἐν ἰτέαις ἐκρεμάσαμεν ἑαυτῶν τὰ ὄργανα, σιωπὴν ἑαυτῶν τε καὶ τῶν ὀργάνων καταδικάσαντες. Ἐμὴν ποιοῦμαι τὴν ᾠδὴν ταύτην. Ἐὰν γὰρ ἴδω τὴν αἱρετικὴν σύγχυσιν (Βαβυλὼν δέ ἐστιν ἡ σύγχυσις), καὶ ἐὰν ἴδω τοὺς πειρασμοὺς τοὺς διὰ τῆς συγχύσεως ῥέοντας· ταῦτα ἐκεῖνά φημι τὰ Βαβυλώνια ῥεύματα, οἷς προσκαθήμενοι κλαίομεν, ὅτι τὸν διάγοντα ἡμᾶς διὰ τούτων οὐκ ἔχομεν. Κἂν τὰς ἰτέας εἴπῃς, καὶ τὰ ἐπὶ τούτων ὄργανα· ἐμὸν
He came to adorn you as a bride, and he did not fail of his earnest purpose; he placed upon the noble union the crowns of blessing; he imitated the Master: as the Lord did in Cana of Galilee, so too here did the imitator of Christ. For the Jewish water-jars filled with heretical water he made full of unmixed wine, transforming their nature by the power of faith. Many times did he set up among you a sober mixing-bowl, abundantly pouring out grace with his sweet voice; many times did he set before you the rational banquet. The one led the way in blessing; and these noble disciples ministered to the multitudes, framing the discourse. And we too rejoiced, making the glory of your race our own. How fair were the accounts up to this point; how blessed it would have been to bring the discourse to an end with these things! But after these things, what? Call for the mourning women, says Jeremiah. For it is not otherwise possible for an inflamed heart, swelling under its affliction, to be assuaged, unless it is relieved by groans and tears. Then the hope of his return consoled the separation; now it has been severed into our final separation. A great chasm has been fixed in the midst between him and the Church: he rests in the bosom of Abraham, while there is no one to carry across the drop of water to cool the tongue of those in torment. Gone is that beauty, silent is the voice; closed are the lips, flown away is the grace. Our good fortune has become a tale. Elijah too once grieved the Israelite people when he flew up from earth towards God. Yet Elisha consoled the separation, adorned with his master's sheepskin mantle. Now, however, the wound is beyond healing, because both Elijah has been taken up and Elisha has not been left behind. You have heard certain gloomy and mournful utterances of Jeremiah, wherewith he lamented the city of the Jerusalemites as laid waste; who recounted with deep feeling other things also, and says this: The ways of Sion mourn. These things were spoken then, but have now been fulfilled. For when the report of the calamity is proclaimed round about, then will the ways be full of mourners, and those shepherded by them will pour forth, imitating the voice of the Ninevites over the calamity; or rather, lamenting more painfully even than they. For in their case lamentation dissolved their fear; whereas in these no release from ills is hoped for from their lamentations. I know also another utterance of Jeremiah, numbered among the books of the Psalms, which he composed upon the captivity of Israel. And the word says: Upon the willows we hung up our instruments, having condemned both ourselves and our instruments to silence. I make this ode my own. For if I behold the heretical confusion (and Babylon is confusion), and if I behold the temptations flowing through that confusion: these I call those Babylonian streams, beside which we sit and weep, because we do not have him who leads us across them. And even if you speak of the willows, and the instruments upon them, mine
Notes, col. 860

On the reading

Printed οιδαίνουσαν, for οἰδαίνουσαν.

PG 46:861Read from the page
καὶ τοῦτο τὸ αἴνιγμα. Ὄντως γὰρ ἐν ἰτέαις ὁ βίος. Δένδρον γὰρ ἄκαρπον ἡ ἰτέα ἐστίν· ἡμῶν δὲ ἀπεῤῥύη τῆς ζωῆς ὁ γλυκὺς καρπός. Οὐκοῦν ἰτέαι γεγόναμεν ἄκαρποι, ἀργὰ καὶ ἀκίνητα τὰ τῆς ἀγάπης ὄργανα ἐπὶ τῶν ξύλων κρεμάσαντες. Ἐὰν ἐπιλάθωμαί σου, φησὶν, Ἱερουσαλὴμ, ἐπιλησθείη ἡ δεξιά μου. Δότε μοι μικρὸν ὑπαλλάξαι τὸ γεγραμμένον, ὅτι οὐχ ἡμεῖς τῆς δεξιᾶς, ἀλλ' ἡ δεξιὰ ἡμῶν ἐπιλέλησται· καὶ ἡ γλῶσσα τῷ ἰδίῳ λάρυγγι κολληθεῖσα, τὰς τῆς φωνῆς διεξόδους ἀπέφραξεν, ἵνα μηκέτι ἡμεῖς τῆς γλυκείας ἐκείνης φωνῆς πάλιν ἀκούσωμεν. Ἀλλ' ἀποψήσασθέ μοι τὰ δάκρυα· αἰσθάνομαι γὰρ πέρα τοῦ δέοντος ἐπὶ τῷ πάθει γυναικιζόμενος. Οὐχ ἀφῃρέθη ἀφ' ἡμῶν ὁ νυμφίος· μέσος ἡμῶν ἕστηκεν, κἂν ἡμεῖς μὴ βλέπωμεν. Ἐν τοῖς ἀδύτοις ὁ ἱερεύς· εἰς τὰ ἐνδότερα τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστός· κατέλιπε τὸ τῆς σαρκὸς παραπέτασμα. Οὐκέτι ὑποδείγματι καὶ σκιᾷ λατρεύει τῶν ἐπουρανίων, ἀλλ' εἰς αὐτὴν βλέπει τὴν τῶν πραγμάτων εἰκόνα· οὐκέτι δι' ἐσόπτρου καὶ αἰνίγματος, ἀλλ' αὐτοπροσώπως ἐντυγχάνει τῷ Θεῷ· ἐντυγχάνει δὲ ὑπὲρ ἡμῶν καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Ἀπέθετο τοὺς δερματίνους χιτῶνας· οὐδὲ γάρ ἐστι χρεία τοῖς ἐν παραδείσῳ διάγουσι, τῶν τοιούτων χιτώνων. Ἀλλ' ἐνδύματα, ἃ τῇ καθαρότητι τοῦ βίου αὐτοῦ ἐξυφήνας, ἐπεκοσμήσατο. Τίμιος ἐναντίον Κυρίου τοῦ τοιούτου ὁ θάνατος. Μᾶλλον δὲ οὐχὶ θάνατος, ἀλλὰ ῥῆξίς ἐστι μελῶν. Διέῤῥηξας γὰρ, φησὶ, τοὺς δεσμούς μου. Ἀπελύθη ὁ Συμεὼν, ἠλευθερώθη ἐκ τῶν δεσμῶν τοῦ σώματος. Ἡ παγὶς συνετρίβη· τὸ δὲ στρουθίον ἀπέπτη. Κατέλιπε τὴν Αἴγυπτον, τὸν ὑλώδη βίον· ἐπέρασεν οὐχὶ τὴν Ἐρυθρὰν ταύτην, ἀλλὰ τὴν μέλαιναν ἐκείνην καὶ ζοφώδη τοῦ βίου θάλασσαν· εἰσῆλθεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας· ἐπὶ τοῦ ὄρους προσφιλοσοφεῖ τῷ Θεῷ· ἐλύσατο τὸ ὑπόδημα τῆς ψυχῆς, ἵνα καθαρᾷ τῇ βάσει τῆς διανοίας τῆς ἁγίας γῆς ἐπιβατεύσειεν, ᾗ καθορᾶται Θεός.
is this riddle also. For truly our life is among willows. For the willow is a fruitless tree; and from us the sweet fruit of life has fallen away. Therefore we have become fruitless willows, having hung up upon the wood the instruments of love, idle and motionless. If I forget thee, he says, O Jerusalem, let my right hand be forgotten. Grant me to alter slightly what is written: that not we have forgotten our right hand, but our right hand has forgotten us; and the tongue, cleaving to its own throat, has blocked up the passages of the voice, that we may no longer hear that sweet voice again. Yet wipe away my tears for me; for I perceive that I am giving way to womanish grief over this affliction beyond what is fitting. The bridegroom has not been taken away from us; he stands in our midst, even if we do not see him. The priest is in the innermost sanctuaries: into the inner part within the veil, whither Christ entered as forerunner on our behalf; he left behind the curtain of the flesh. No longer does he minister to the copy and shadow of heavenly things, but gazes upon the very image of realities; no longer through a mirror and a riddle, but face to face he intercedes with God; and he intercedes on behalf of us and the sins of ignorance of the people. He put off the tunics of skin; for those who dwell in paradise have no need of such tunics. Rather, garments which he wove through the purity of his life, with these he adorned himself. Precious in the sight of the Lord is the death of such a one. Or rather, it is not death, but a breaking of limbs. For Thou hast broken my bonds, he says. Simeon has been released, he has been set free from the bonds of the body. The snare has been crushed, and the sparrow has flown away. He left Egypt, the material life; he crossed not this Red Sea, but that black and gloomy sea of life; he entered into the land of promise; upon the mountain he converses in wisdom with God; he loosed the sandal of his soul, that with the pure step of his understanding he might tread upon the holy land, where God is beheld.
Ταύτην ἔχοντες, ἀδελφοὶ, τὴν παράκλησιν, ὑμεῖς οἱ τὰ ὀστᾶ τοῦ Ἰωσὴφ ἐπὶ τὴν χώραν τῆς εὐλογίας μετακομίζοντες, ἀκούσατε τοῦ Παύλου παρεγγυῶντος· Μὴ λυπεῖσθε ὡς καὶ οἱ λοιποὶ, οἱ μὴ ἔχοντες ἐλπίδα. Εἴπατε τῷ ἐκεῖ λαῷ, διηγήσασθε τὰ καλὰ διηγήματα. Εἴπατε τὸ ἀπιστούμενον θαῦμα· πῶς εἰς θαλάσσης ὄψιν καταπυκνωθέντες ὁ μυριάνθρωπος δῆμος, ἓν ἦσαν κατὰ τὸ συνεχὲς σῶμα οἱ πάντες, οἷόν τι ὕδωρ περὶ τὴν τοῦ σκηνώματος πομπὴν πελαγίζοντες. Πῶς ὁ καλὸς Δαβὶδ πολυμερῶς καὶ πολυτρόπως εἰς μυρίας τάξεις ἑαυτὸν καταμερίσας, ἐν ἑτερογλώσσοις καὶ ὁμογλώσσοις περὶ τὸ σκῆνος ἐχόρευσεν. Πῶς ἑκατέρωθεν οἱ τοῦ πυρὸς ποταμοὶ τῇ συνεχείᾳ τῶν λαμπάδων ὁλκὸς ἀδιάσπαστος ῥέοντες, ἕως οὗ δυνατὸν ἦν ὀφθαλμῷ λαβεῖν, παρετείνοντο. Εἴπατε τοῦ λαοῦ παντὸς τὴν προθυμίαν, τῶν ἀποστόλων τὴν συσκηνίαν. Πῶς τὰ σουδάρια τῶν προσώπων αὐτοῦ, εἰς φυλακτήρια τῶν πιστῶν διετίλλετο. Προσκείσθω τῷ διηγήματι βασι-
Having this consolation, brethren, you who carry across the bones of Joseph to the land of blessing, hear Paul exhorting: Do not grieve even as the rest, who have no hope. Tell the people there, recount the noble accounts. Tell the marvel that surpasses belief: how, packed together into the likeness of a sea, the myriad-peopled multitude were all one in a continuous body, surging like water round the procession of the tabernacle. How noble David, dividing himself in many parts and in many ways into myriad ranks, danced round the tabernacle among men of different tongues and of the same tongue. How on either side the rivers of fire, flowing as an unbroken stream in the continuity of the torches, stretched forth as far as the eye could reach. Tell the eagerness of the whole people, the fellowship of the apostles under one tent. How the napkins of his countenance were plucked apart as amulets for the faithful. Let there be added to the account the empe-
Notes, col. 861

On the reading

Printed Οὐχ ἀφῃρέθη, for Οὐκ ἀφῃρέθη.