τοῦ ἐπαινουμένου βαδίζων), πρὸς ὄνησιν δὲ μᾶλλον τῶν ζώντων· ὅτι μεγίστη τοῖς πολλοῖς ἐπὶ τὰ βελτίω παράκλησίς τε καὶ προτροπὴ, ἡ τῶν ἀγαθῶν ἀνδρῶν εὐφημία. Ἐκίνησε δὲ πρὸς τούτους ἡμᾶς τοὺς λόγους καὶ τολμητίας εἰργάσατο, πολλὰ μὲν καὶ ἄλλα. Ἐῶ γὰρ ἐγὼ τὰ πολυειδῆ προτερήματα, καὶ τὸ τοῦ βίου καὶ λόγου κόσμῳ παντὶ διαλάλητον· τούτων δὲ πλέον ἡ θαυμαστή σου ἐπιστασία, καὶ ἀπολύτρωσις ἡ εἰς τὸν σοὶ γεγενημένον ὁμώνυμον, τὸν καὶ πρὸς τούτους ἡμᾶς ἀποδύσασθαι τοὺς ἀγῶνας προτρεψάμενον, ὃς ὑπὸ βαρβάρων ἐκγόνων τοῦ Ἰσμαὴλ δορυάλωτος ἀπαχθεὶς, καὶ τῆς ἐνεγκαμένης οὐ μικρὸν χρόνον χωρισθεὶς, πρὸς τὰ οἰκεῖα παλινοστῶν, καὶ τῆς ὁδοῦ τὴν λυσιτέλειαν ἀγνοῶν, τῆς σῆς ἔτυχε παραδόξου ἐπιστασίας, καὶ τὴν ὁδὸν ἐδιδάχθη τὴν πρὸς διάσωσιν μᾶλλον ἐπιτηδείαν, καὶ τοῦ σκοποῦ ὡς ἀληθῶς οὐ διήμαρτε. Ναὶ μὴν καὶ εἰς αὐτὸ καταντήσας τῶν κινδύνων τὸ ἄκρον, καὶ θάνατον ἐκδεχόμενος, ὑπὸ ἐπηρείας κατὰ τὴν ὁδὸν βαρβαρικῆς στενωθεὶς, ὡς μόνον τῆς σῆς ἐπεμνήσθη προσηγορίας, ἐπειπών· Ἅγιε Ἐφραῖμ, βοήθει μοι. Καὶ τὴν πλάνην τῶν κινδύνων ἀβλαβῶς ὑπερέβη, καὶ τοῦ φόβου κατεφρόνησε, καὶ σωτηρίας ὑπὲρ νοῦν τετύχηκε, καὶ τῇ πατρίδι παρ' ἐλπίδα ὑπὸ τῆς σῆς προνοίας φρουρούμενος ἀποδέδοται. Διὰ τοῦτο, εἰς τὰ προειρημένα προτεῖναι ἐκτατικώτερον ἐτολμήσαμεν, καὶ τῶν ἐπαίνων ἐφάψασθαι ἀκαθάρτοις ἐτολμήσαμεν χείλεσιν. Καὶ εἰ μὲν παρὰ πολὺ τοῦ δέοντος ἤλθομεν ἐν τοῖς λόγοις, αἴτιον σὲ γεγενῆσθαι τῆς ἐπιτυχίας στηλογραφήσομεν, καὶ σοὶ τὴν χάριν ὁμολογήσομεν. Εἰ δὲ παρὰ πολὺ τῆς ἀξίας οἱ ἔπαινοι, καὶ οὕτως πάλιν αἴτιον σὲ τῆς ἀποτυχίας καταιτιασόμεθα, κἂν τολμηρός πως ὁ λόγος. Σὺ γὰρ φεύγειν τοὺς ἐπαίνους βουλόμενος, καὶ ὡς ζῶν ἐν βίῳ, οὕτω καὶ μεταστὰς ταπεινοφρονεῖν ἀσπαζόμενος, παρεμποδίζεις τοὺς ἐγκωμιάζειν σε θέλοντας. Πλὴν κἄν τε τοῦτο, κἄν τε τὸ πρὸ αὐτῶν, ἡμεῖς τὸ χρέος, ὅσον εἰς δύναμιν, ἀφοσιούμεθα, καὶ πιστεύομεν, ὡς οὐδ' ἀποστραφήσῃ ἡμᾶς τοὺς θερμοὺς φιλοπάτορας· ἀλλ' ὡς παίδων προσφιλῆ γονεῦσι δέξῃ ψελλίσματα. Σὺ δὲ τῷ θείῳ παριστάμενος θυσιαστηρίῳ, καὶ τῇ ζωαρχικῇ καὶ ὑπεραγίᾳ λειτουργῶν σὺν ἀγγέλοις Τριάδι, μέμνησο πάντων ἡμῶν, αἰτούμενος ἡμῖν ἁμαρτημάτων ἄφεσιν, αἰωνίου τε βασιλείας ἀπόλαυσιν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ θείῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
of him who is praised?), but rather for the profit of the living; because the praise of good men is for most people the greatest encouragement and exhortation unto better things. Many other things indeed moved us to these words and rendered us bold. For I pass over your manifold excellences, and the fame of your life and speech noised abroad through all the world; yet more than these was your marvellous guardianship, and the ransoming wrought for him who bore the same name as yourself, who also urged us on to strip for these contests: who, having been led away captive of the spear by barbarian descendants of Ishmael, and parted from his native land for no short time, when returning homeward and ignorant of the advantageous way, met with your wondrous guardianship, and was taught the way better suited for safe deliverance, and truly did not miss his aim. Yea, indeed, having arrived at the very extremity of dangers and expecting death, hemmed in along the way by barbarian menace, no sooner did he call to mind your name, exclaiming: Holy Ephrem, help me! than he passed unharmed beyond the bewilderment of dangers, and despised fear, and obtained salvation past understanding, and beyond hope has been restored to his fatherland, guarded by your providence. Wherefore we ventured to extend our discourse at greater length upon the things aforesaid, and ventured with unclean lips to lay hold upon your praises. And if we have advanced in large measure towards what was fitting in our words, we shall inscribe you as the cause of our success, and confess our gratitude to you. But if our praises fall far short of your merit, even so again we shall lay to your charge the blame for our failure, bold though the saying somewhat be. For you, wishing to shun praises, and embracing lowliness of mind after departing hence just as while living in this life, hinder those who wish to eulogize you. Nevertheless, whether it be this or the former, we discharge our debt so far as lies in our power, and trust that you will not turn away from us, your fervent lovers of our father, but will accept [our words] as the fond lispings of children to their parents. And do you, standing beside the divine altar, and ministering with the angels unto the life-originating and most holy Trinity, remember us all, asking for us remission of sins and enjoyment of the eternal kingdom, in Christ Jesus our Lord, to Whom be glory with the beginningless Father and the divine and life-giving Spirit, now and ever, and unto the ages of ages. Amen.