Μετὰ ταῦτα δὲ πολλαῖς ὕστερον γενεαῖς, ὅτε Ἀχαὰβ ἐκεῖνος, τὸ γυναικεῖον ἀνδράποδον, αὐτός τε τῶν πατρῴων ἀπέστη θεσμῶν, γυναικὶ χλιδώσῃ δεδουλωμένος, καὶ τὴν τῶν εἰδώλων πλάνην δι' ἐκείνης ἐπισπασάμενος, συναπέστησεν ἑαυτῷ τὸν Ἰσραηλίτην λαόν· τότε ἀναδείκνυσιν ὁ Θεὸς τὸν Ἠλίαν ἀντίῤῥοπον ἔχοντα τῷ μεγέθει τῆς νόσου τῶν ἀνθρώπων τὴν θεραπεύουσαν δύναμιν, ἄνδρα, ἐν ὑπεροψίᾳ τῆς θεραπείας τοῦ σώματος, αὐχμῶντα τὸ πρόσωπον, καὶ τῷ πλήθει τῶν ἰδίων τριχῶν σκιαζόμενον, ἰδιαστὴν τῷ βίῳ, σεμνὸν προσιδεῖν ἐν ἀμειδεῖ τῷ προσώπῳ, καὶ συννενευμένον τῷ βλέμματι, δέρματι αἰγείῳ τοσοῦτον τοῦ σώματος σκέπ[τ]οντα, ὅσον εὐπρεπέστερόν ἐστι καλυπτόμενον, τῷ δὲ λοιπῷ διακαρτεροῦντα πρὸς τὸν ἀέρα, καὶ οὐδὲν πρὸς τὴν ἐκ τοῦ θάλπους τε καὶ κρύους ἀνωμαλίαν ἐπιστρεφόμενον. Ὃς ἀναφανεὶς τῷ λαῷ, τῇ τε διὰ τοῦ λιμοῦ μάστιγι σωφρονίζει τὸν Ἰσραὴλ, καθάπερ τινὶ σκυτάλῃ τῇ τοιαύτῃ πληγῇ τῆς ἀταξίας τοῦ λαοῦ καθαπτόμενος· μετὰ ταῦτα δὲ καὶ τῷ θείῳ πυρὶ τῷ περὶ τὴν ἱερουργίαν γεγενημένῳ θεραπεύει τὴν περὶ τὰ εἴδωλα νόσον. Εἶτα μετ' ἐκεῖνον ἄλλος ἐκεῖνος χρόνοις ὕστερον πλείοσιν ἀναφαίνεται, ὁ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου διὰ Ζαχαρίου καὶ Ἐλισάβετ ἐπιδημήσας τῷ βίῳ, καὶ ἅπαν τὸ ἔθνος ἐξεκκλησιάζων ἐν τῇ ἐρήμῳ διὰ κηρύγματος, καὶ τὸ ἐπὶ τῷ αἵματι τῶν προφητῶν λύθρον, καὶ τὰ παντοδαπὰ μιάσματα, καὶ τὰ ποικίλα τῆς ἁμαρτίας δεσμά· οἷς ὑποδημάτων δίκην κατὰ τὸν χρόνον ἐκεῖνον ἅπας ὁ λαὸς ἐνεδέδετο· πάντα τὰ τοιαῦτα τῷ τε κηρύγματι τῆς μετανοίας ἐκλύων, καὶ τῷ περιῤῥαντηρίῳ ὕδατι κατὰ τὸν Ἰορδάνην ἐκπλύνων, ἐν οὐδενὶ τὸ ἔλαττον τῶν ἐν ἀρετῇ προωδευκότων ἐν τοῖς κατὰ Θεὸν ἐπεδείξατο. Τί δὲ μετὰ τοῦτον ὁ Παῦλος πρὸς τὸ ἀκρότατον τῆς κατὰ Θεὸν προκοπῆς ἀναδραμεῖν ἐκωλύθη δευτερεύων τῷ χρόνῳ; οὐκ εὐθὺς ἐραστὴς τοῦ θείου κάλλους ἐγένετο, τοῦ τοῖς ὀφθαλμοῖς ἐναστράψαντος, ὁμοῦ τῷ τὰς λεπίδας ἀποβαλεῖν τῶν ὀμμάτων, αἳ σύμβολον ἦσαν τοῦ περικαρδίου καλύμματος, ὃ περικείμενον τῷ διορατικῷ τῶν Ἰουδαίων ψυχῶν, τυφλώττειν αὐτοὺς παρασκευάζει πρὸς τὴν ἀλήθειαν; Οὐκ ἐπειδὴ τῷ μυστικῷ λουτρῷ τὸν τῆς ἀγνοίας τε καὶ ἀπάτης ῥύπον ἐναπέθετο, εὐθὺς πρὸς τὸ θειότερον μετεσκευάσθη τὴν φύσιν, καὶ οἷον ἐκδὺς τὴν παχεῖαν ταύτην καὶ σαρκώδη περιβολὴν, αὐτοῖς τοῖς οὐρανίοις ἀδύτοις ἐπεχωρίαζεν, οὐδὲν βαρούμενος τῷ ἐφολκίῳ τοῦ σώματος, καὶ ἐντὸς ἐγένετο τῆς θείας τοῦ παραδείσου φυτείας, ἐκεῖ τὴν ἄῤῥητον μυσταγωγίαν παρὰ τῆς ἀληθείας τελειούμενος, κἀκεῖθεν λαμβάνων τοῦ λόγου τὴν δύναμιν εἰς ὑπακοὴν τῆς πίστεως ἐν πᾶσι τοῖς ἔθνεσιν; Ὅθεν μικροῦ δεῖν τῆς οἰκουμένης πάσης πατὴρ γίνεται, διὰ τῶν πνευματικῶν ὠδίνων εἰς φῶς ἐνάγων τοὺς δι' αὐτοῦ μορφουμένους κατὰ Χριστὸν εἰς εὐσέβειαν. Εἰ τοίνυν ἐπὶ τῶν ἄλλων ἁγίων, ἡ κατὰ τὸν χρόνον τάξις οὐδὲν τῆς κατὰ Θεὸν προκοπῆς ἠλάττω-
And after these things, many generations later, when that Ahab, that womanish slave, both himself departed from his ancestral ordinances, enslaved to a luxurious woman, and having drawn in the error of idols through her, led the Israelite people into revolt along with himself—then God brings forth Elijah, possessing a healing power counterbalancing the magnitude of the disease of men: a man who, in disdain of the care of the body, was squalid of countenance, and shaded by the multitude of his own hair, a solitary in his way of life, venerable to behold in his unsmiling countenance and downcast gaze, covering only so much of his body with a goatskin as is more seemly when concealed, while with the rest enduring stubbornly against the air, and paying no heed to the unevenness arising from heat and cold. Appearing to the people, by the scourge of famine he chastens Israel, as though laying hold of the people's unruliness with a rod by such a blow; and after these things also by the divine fire that came to pass around the sacrifice he heals the disease concerning idols. Next, after that one, another such one appears several ages later, he who in the spirit and power of Elijah sojourned in life through Zechariah and Elizabeth, summoning forth the whole nation in the wilderness through preaching, and unloosing by the preaching of repentance, and washing away with the sprinkling water at the Jordan, the gore shed upon the blood of the prophets, and the manifold defilements, and the varied bonds of sin—wherewith, after the manner of sandals, at that time all the people were bound—all such things; in no way did he display anything less in the things pertaining to God than those who had advanced before in virtue. And why after him was Paul hindered from running up to the very summit of progress towards God by being second in time? Did he not straightway become a lover of the divine beauty that flashed upon his eyes, together with casting off from his eyes the scales which were a symbol of the veil around the heart, which, lying around the perceptive faculty of the souls of the Jews, renders them blind towards the truth? Was he not, once in the mystic laver he put off the filth of ignorance and deceit, straightway transformed in nature towards what is more divine, and as though having stripped off this thick and fleshly garment, frequented the very heavenly sanctuaries, in no way weighed down by the dragging burden of the body, and came within the divine plantation of paradise, there being perfected in the ineffable mystagogy from the truth, and thence receiving the power of the word unto obedience of faith among all the nations? Whence he becomes almost the father of the whole inhabited world, leading forth into light through spiritual pangs those being formed through him according to Christ unto godliness. If, therefore, in the case of the other saints, the order in time in no way diminished their progress towards God