Migne Reading Room

PG 46 · cols. 788–797 · Read from the page

In praise of his brother Basil

In praise of his brother Basil

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 46:788Read from the page
τοὺς διώκοντας· εἰ μὴ γὰρ ἐκεῖνοι τὸ στάδιον ἤνοιξαν, οὐκ ἂν οἱ ἀθληταὶ τὴν ἀνδρείαν ἐδημοσίευσαν. Τί δ' ἄν τις πλέον ἀγασθείη τῶν προκειμένων ἡμῖν εἰς εὐφημίαν ἀνδρῶν; τὸ πλῆθος, ἢ τὴν ἀνδρείαν, ἢ τὴν ἀψευδῆ συμφωνίαν; Καὶ μὴ παρέλθωμεν ἀναισθήτως, μηδὲ ἀχαρίστως πρῶτον τὸν ἀριθμόν. Ὁ γὰρ τοσούτους ἔχων πρεσβευτὰς, οὔποτ' ἂν ἄπρακτος ἀπέλθοι προσευχῆς καὶ δεήσεως, κἂν σφόδρα βεβαρημένος ὑπάρχῃ τοῖς ἁμαρτήμασι. Καὶ ταύτης τῆς διανοίας καὶ ἐλπίδος, μάρτυς ἐστὶν ὁ Θεὸς, ἐν τῇ πρὸς Ἀβραὰμ διαλέξει, ἡνίκα τὴν ὑπὲρ Σοδομιτῶν ἱκετείαν ἐδέχετο, οὐ τεσσαράκοντα δικαίους, ἀλλὰ δέκα ζητήσας εἰς παραίτησιν πόλεως μελλούσης ἐξαφανίζεσθαι. Ἡμεῖς δὲ, κατὰ τὸν Ἀπόστολον, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, μακαρίσωμεν ἑαυτοὺς τῇ ἐλπίδι χαίροντες, τῇ προσευχῇ προσκαρτεροῦντες, ταῖς μνήμαις τῶν ἁγίων κοινωνοῦντες. Τεσσαράκοντα γὰρ μάρτυρες, ἰσχυροὶ μὲν κατὰ τῶν ἐχθρῶν ὑπασπισταὶ, ἀξιόπιστοι δὲ τῆς πρὸς τὸν Δεσπότην ἱκεσίας παράκλητοι· μετὰ τῆς τούτων ἐλπίδος καταθαρῥείτω Χριστιανὸς, καὶ τοῦ διαβόλου πειρασμοὺς ῥάπτοντος, καὶ ἀνθρώπων πονηρῶν ἐπανισταμένων, καὶ τυράννων τῷ θυμῷ ζεόντων, καὶ θαλάσσης ἀγριαινούσης, καὶ γῆς μὴ φερούσης, ἃ γεννᾷν ἀνθρώποις τέτακται, καὶ οὐρανοῦ συμφορὰς ἀπειλοῦντος. Πρὸς πᾶσαν γὰρ χρείαν, καὶ περίστασιν ἡ τούτων δύναμις ἐξαρκεῖ, καὶ πλουσίαν παρὰ Χριστοῦ λαμβάνει τὴν χάριν· ᾧ πρέπει πᾶσα δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
their persecutors; for had not those men opened the stadium, the athletes would not have made public their courage. And what would one admire more in the men set before us for eulogy: their multitude, or their courage, or their unfeigned harmony? And let us not pass by insensibly or ungratefully their number first. For he who has so many ambassadors could never depart unavailed from prayer and supplication, even though he be exceedingly weighed down by sins. And of this thought and hope God is witness in His converse with Abraham, when He received the entreaty on behalf of the Sodomites, asking not forty righteous men, but ten, for the sparing of a city about to be wiped out. Let us, then, according to the Apostle, having so great a cloud of witnesses encompassing us, count ourselves blessed, rejoicing in hope, persevering in prayer, sharing in the memorials of the saints. For forty martyrs are strong shield-bearers against enemies, and trustworthy advocates of entreaty towards the Master; with hope in these let a Christian take bold courage, both when the devil stitches together temptations, and when wicked men rise up against him, and when tyrants boil with wrath, and when the sea grows wild, and when the earth bears not what it has been appointed to bring forth for men, and when heaven threatens calamities. For towards every need and circumstance their power suffices, and receives rich grace from Christ; to Whom belongs all glory unto the ages. Amen.
Καλὴν ἐπέθηκεν ὁ Θεὸς τὴν τάξιν ταῖς ἐτησίοις ταύταις ἡμῶν ἑορταῖς, ἃς διά τινος τεταγμένης ἀκολουθίας κατὰ τὰς ἡμέρας ταύτας ἤδη τε ἠγάγομεν, καὶ πάλιν ἄγομεν. Ἡ δὲ τάξις ἡμῖν ἐστι τῶν πνευματικῶν πανηγύρεων, ἣν καὶ ὁ μέγας Παῦλος ἐδίδαξεν, ἄνωθεν τῶν τοιούτων τὴν γνῶσιν ἔχων. Φησὶ γὰρ ἐκεῖνος, ἐν πρώτοις μὲν τοὺς ἀποστόλους τε καὶ
A noble order did God lay upon these annual feasts of ours, which through a certain appointed sequence during these days we both have already kept, and keep again. And our order of spiritual festivals is that which the great Paul also taught, holding knowledge of such things from above. For that man says that in the first place both the apostles and
PG 46:789Read from the page
τοὺς προφήτας τετάχθαι, μετ' ἐκείνους δὲ τοὺς ποιμένας καὶ διδασκάλους. Συμβαίνει τοίνυν τῇ ἀποστολικῇ ταύτῃ ἀκολουθίᾳ ἡ τάξις τῶν τοῦ ἐνιαυτοῦ πανηγύρεων. Ἀλλὰ τὴν πρώτην οὐ συναριθμῶ ταῖς ἄλλαις. Ἡ γὰρ ἐπὶ τῇ θεοφανείᾳ τοῦ μονογενοῦς Υἱοῦ χάρις, ἡ διὰ τῆς ἐκ Παρθένου γεννήσεως ἀναδειχθεῖσα τῷ κόσμῳ, οὐχ ἁπλῶς ἐστιν ἁγία πανήγυρις, ἀλλ' ἁγία ἁγίων, καὶ πανήγυρις πανηγύρεων. Οὐκοῦν τὰς μετ' αὐτὴν ἀριθμήσωμεν· Πρῶτον ἡμῖν ἀπόστολοί τε καὶ προφῆται τῆς πνευματικῆς χοροστασίας κατήρξαντο. Τὰ δύο γὰρ πάντως περὶ τοὺς αὐτούς ἐστι χαρίσματα, τό τε ἀποστολικὸν πνεῦμα, καὶ τὸ τῆς προφητείας. Εἰσὶ δὲ οὗτοι· Στέφανος, Πέτρος, Ἰάκωβος, Ἰωάννης, Παῦλος· εἶτα μετὰ τούτους φυλάξας τὴν ἑαυτοῦ τάξιν, ἐξάρχει τῆς παρούσης ἡμῖν πανηγύρεως ὁ ποιμὴν καὶ διδάσκαλος. Τίς οὗτος; Εἴπω τὸ ὄνομα, ἢ ἀρκεῖ ἡ χάρις ἀντὶ τοῦ ὀνόματος δεῖξαι τὸν ἄνδρα; Διδάσκαλον γὰρ καὶ ποιμένα μετὰ τοὺς ἀποστόλους ἀκούσας, ἐνόησας πάντως τὸν μετὰ τοὺς ἀποστόλους ποιμένα τε καὶ διδάσκαλον· τοῦτον λέγω, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸν ὑψηλὸν βίῳ τε καὶ λόγῳ Βασίλειον, τὸν ἀστεῖον τῷ Θεῷ ἐκ γεννήσεως, τὸν τοῖς ἤθεσι πολιὸν ἐκ νεότητος, τὸν παιδευθέντα μὲν κατὰ Μωϋσέα πάσῃ σοφίᾳ τῶν ἔξωθεν λόγων, τοῖς δὲ ἱεροῖς γράμμασιν ἐκ βρέφους καὶ μέχρι τῆς τελειώσεως συντραφέντα καὶ συναυξηθέντα καὶ συνακμάσαντα· ὅθεν διδάσκων πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ τῇ θείᾳ τε καὶ τῇ ἔξωθεν, οἷόν τις ἀριστεὺς περιδέξιος δι' ἑκατέρας παιδεύσεως τοῖς ἀντιτεταγμένοις ἑαυτὸν ἀνθοπλίζων, ὑπεραίρει δι' ἀμφοτέρων τοὺς προσπαλαίοντας, ὑπερέχων ἐν ἑκατέρῳ τοὺς ἐν θατέρῳ τινὰ κατὰ τῆς ἀληθείας ἰσχὺν ἔχειν νομίζοντας, τοὺς μὲν ἐκ τῆς αἱρέσεως τὰς Γραφὰς προβαλλομένους, ταῖς Γραφαῖς ἀνατρέπων, Ἕλληνας δὲ διὰ τῆς ἰδίας αὐτῶν συμποδίζων παιδεύσεως. Ἡ δὲ κατὰ τῶν ἀντιπάλων νίκη οὐ πτῶσιν ἐποίει τῶν ἡττημένων, ἀλλ' ἀνάστασιν. Οἱ γὰρ ἡττώμενοι τῆς ἀληθείας, νικηταὶ καὶ στεφανῖται κατὰ τῆς πλάνης καὶ τοῦ ψεύδους ἐγίνοντο.
the prophets have been appointed, and after them the shepherds and teachers. The order of the festivals of the year, therefore, accords with this apostolic sequence. Yet the first I do not number along with the others. For the grace at the Theophany of the Only-begotten Son, shown forth to the world through His birth from the Virgin, is not simply a holy festival, but a holy of holies, and a festival of festivals. Let us, then, number those after it: First for us both apostles and prophets led off the spiritual chorus. For the two gifts of grace by all means belong to the selfsame men, both the apostolic spirit and that of prophecy. And these are: Stephen, Peter, James, John, Paul; then after these, keeping his own rank, the shepherd and teacher leads off our present festival. Who is this? Shall I speak his name, or does grace suffice in place of the name to point out the man? For upon hearing of a teacher and shepherd after the apostles, you have by all means understood him who after the apostles is both shepherd and teacher: him I mean, the vessel of election, Basil lofty both in life and in speech, fair before God from birth, hoary in character from youth, trained like Moses in all wisdom of external learning, while reared up, grown up, and come to prime from infancy even unto perfection together with the sacred letters; whence, teaching every man in all wisdom, both the divine and that from without, arming himself in turn like some ambidextrous champion through either training against those ranged in opposition, he overtops through both those who wrestle against him, surpassing in each those who suppose they hold some strength against the truth in one of the two—overturning by the Scriptures those from heresy who put forward the Scriptures, while tripping up Greeks through their own training. And his victory over opponents wrought not the fall of the vanquished, but their rising up. For those vanquished by the truth became victors and crowned winners against error and falsehood.
Τοῦτον οὖν ἔχομεν καὶ ἡμεῖς νῦν τὸν διατιθέντα ἡμῖν τὴν παροῦσαν πανήγυριν, τὸν γνήσιον ὑποφήτην τοῦ Πνεύματος, τὸν γενναῖον τοῦ Χριστοῦ στρατιώτην, τὸν μεγαλόφωνον κήρυκα τοῦ σωτηρίου κηρύγματος, τὸν ἀγωνιστήν τε καὶ πρόμαχον τῆς ὑπὲρ Χριστοῦ παρῥησίας· ᾧ τὰ δεύτερα μετὰ τοὺς ἀποστόλους ὁ χρόνος δίδωσι μόνον. Εἰ γὰρ κατὰ τὸν αὐτὸν τῷ Παύλῳ χρόνον μετέσχεν τοῦ ἀνθρωπίνου βίου Βασίλειος, οὕτως ἂν πάντως συνεγράφη τῷ Παύλῳ ὡς Σιλουανὸς καὶ Τιμόθεος· καὶ ὅτι οὐκ ἔξω τῆς ἀληθείας στοχάζομαι, οὑτωσὶ τὸν λόγον κατανοήσωμεν· Παρείσθω τὸ προτερεύειν τοὺς ἁγίους τῷ χρόνῳ. Ἡ γὰρ τοῦ χρόνου φύσις ἐν τῷ παρῳχηκότι καὶ τῷ μέλλοντι, πρὸς ἀρετήν τε καὶ κακίαν ὁμοίως ἔχει, οὔτε τοῦτο οὖσα, οὔτε τὸ ἕτερον· ἐν γὰρ προαιρέσει
Him, therefore, we too now have as the one who orders our present festival for us: the genuine interpreter of the Spirit, the noble soldier of Christ, the loud-voiced herald of the saving proclamation, the combatant and champion in the front rank of boldness of speech on behalf of Christ; to whom time alone gives the second place after the apostles. For had Basil shared in human life at the same time as Paul, he would by all means have been enrolled along with Paul just like Silvanus and Timothy; and that I do not conjecture outside the truth, let us examine the argument in this way: Let the fact that the saints came earlier in time be left aside. For the nature of time, in the past and in the future, stands alike towards virtue and vice, being neither the one nor the other; for in deliberate choice
PG 46:792Read from the page
τὸ ἀγαθὸν, οὐκ ἐν χρόνῳ. Ἀλλ' ἐξεταζέσθω πρὸς τὴν πίστιν ἡ πίστις, καὶ πρὸς τὸν λόγον ὁ λόγος· εὑρήσει γὰρ ὅ γε δικαίως ἐκ παραλλήλου ἀντεξετάζων τὰ θαύματα, μίαν ἐπ' ἀμφοτέρων τὴν χάριν ἐκ τοῦ αὐτοῦ Πνεύματος ἐγγινομένην ἐν ἑκατέρῳ κατὰ τὴν ἀναλογίαν τῆς πίστεως. Εἰ δὲ προήκει τῷ χρόνῳ Παῦλος, καὶ πολλαῖς ὕστερον γενεαῖς ἀνεδείχθη Βασίλειος, τῆς θείας ὑπὲρ τῶν ἀνθρώπων οἰκονομίας λέγεις τὸ ἔργον, οὐκ ἀπόδειξιν τῆς κατ' ἀρετὴν ἐλαττώσεως· ἐπεὶ καὶ Μωϋσῆς τοῦ Ἀβραὰμ πολλοῖς χρόνοις μεταγενέστερος, καὶ Σαμουὴλ Μωϋσέως, καὶ τούτου Ἠλίας· κἀκείνου ὁ μέγας Ἰωάννης, καὶ μετὰ Ἰωάννην Παῦλος· καὶ μετὰ τοῦτον Βασίλειος. Ὥσπερ οὖν ἐν τοῖς προάγουσιν οὐδὲν ὁ χρόνος δευτερεύων, εἰς τὴν κατὰ Θεὸν δόξαν τοὺς ἁγίους ἠλάττωσεν· οὕτω καὶ νῦν ἐν τῷ τῆς ἀρετῆς λόγῳ σιωπάσθω τὰ πρεσβεῖα τοῦ χρόνου. Τὸ γὰρ τοιοῦτον, καθὼς ἔφαμεν, τῆς ὑπὲρ τῶν ἀνθρώπων τοῦ Θεοῦ προμηθείας τὴν ἀπόδειξιν ἔχει. Ὁ γὰρ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, καθώς φησιν ὁ προφήτης, καὶ τὴν συνδιεξιοῦσαν ταῖς ἀνθρωπίναις γενεαῖς τοῦ διαβόλου κακίαν κατανοῶν, πρόσφορόν τε καὶ κατάλληλον τῷ καθ' ἑκάστην γενεὰν ἀῤῥωστήματι τὸν ἰατρὸν ἑτοιμάζει, ὡς ἂν μὴ ἀθεράπευτον περιίδοι τῶν ἀνθρώπων τὴν νόσον, δι' ἐρημίαν τῶν διορθουμένων κατακρατοῦσαν τοῦ γένους. Τούτου χάριν ἐπικρατούσης ποτὲ τῆς Χαλδαϊκῆς φιλοσοφίας, οἳ τὴν τῶν ὄντων αἰτίαν ἐν τῇ ποιᾷ κινήσει τῶν ἄστρων ὡρίζοντο, ὑπερκεῖσθαι δέ τινα τῶν φαινομένων δύναμιν ποιητικὴν τῶν ὄντων οὐκ ᾤοντο· τότε τὸν Ἀβραὰμ ἀναδείκνυσιν, ὃς ἐπιβάθρᾳ τῇ τοιαύτῃ παιδεύσει χρησάμενος, ἀνεζήτησε τὸν διὰ τῶν ὁρωμένων νοούμενον. Καὶ ὁδὸς τοῖς ἐφεξῆς ἐγένετο πίστεως τῆς εἰς τὸν ὄντως ὄντα Θεὸν, αὐτὸς πρὸς ταύτην καθηγησάμενος, διὰ τοῦ καταλιπεῖν τὴν πατρῴαν ἀπάτην, καὶ τὴν τῶν αἰσθητηρίων πρὸς τὴν φαινομένην κτίσιν συγγένειαν. Εἶτα τῶν Αἰγυπτίων δαιμονίαν τινὰ καὶ γοητικὴν σοφίαν ἐξευρηκότων, ἐξ ὑποθήκης, οἶμαι, τοῦ ποικίλως δι' ἀπάτης καταβυθίζοντος, ἀνέδειξε τὸν Μωϋσέα τῷ ὑπερβάλλοντι τῆς σοφίας τὴν Αἰγυπτίαν ἀπάτην ἐξαφανίσοντα. Ἐπιγινώσκει δὲ πάντως τὸν λόγον ὁ τὴν Γραφὴν ἐπιστάμενος, πῶς, ἀντεπιδεικνυμένων τοῖς θείοις σημείοις τῶν γοήτων τὰς ἰδίας ἀπάτας, ὑπερέσχε κατὰ κράτος Μωϋσῆς, διὰ τῆς ἄνωθεν συμμαχίας τὴν Αἰγυπτίαν ἰσχὺν πᾶσαν ἐξαφανίσας. Νοεῖς δὲ τοῦτο διά τε τῶν ἄλλων, καὶ τῷ τῶν ῥάβδων αἰνίγματι. Προϊόντος δὲ τοῦ χρόνου, καὶ τῶν Ἰσραηλιτῶν δι' ἀναρχίας ἐν δημοκρατορικῇ συγχύσει πλημμελῶς διακειμένων, ὁ Σαμουὴλ ἀναφαίνεται, κρατῶν δι' ἑαυτοῦ τὸ ὑπήκοον, καὶ τῆς πρὸς τοὺς ἀλλοφύλους ἐπιμιξίας ἀπείργων· εἶτα πρὸς βασιλείας κατάστασιν τὴν ἀναρχίαν μετασκευάσας, συνήθροισεν αὐτὸ περὶ ἑαυτὸ τὸ ἀλλόφυλον, τῆς βασιλικῆς δυναστείας νομοθέτης γενόμενος.
the good, not in time. But let faith be examined against faith, and word against word; for he who justly compares the miracles side by side will find one and the same grace from the same Spirit engendered in each according to the proportion of faith. And if Paul preceded in time, and Basil was manifested many generations later, you speak of the work of the divine dispensation on behalf of mankind, not a demonstration of inferiority in virtue; since Moses too was many ages later than Abraham, and Samuel than Moses, and Elijah than he; and than that one, the great John, and after John, Paul; and after him, Basil. Just as, therefore, among those who went before, being second in time in no way diminished the saints with regard to glory before God; so also now in the account of virtue let the prerogatives of time be silent. For such a thing, as we said, bears the proof of God's providence on behalf of mankind. For He Who knows all things before their generation, as the prophet says, and Who perceives the malice of the devil travelling along with human generations, prepares the physician suitable and appropriate to the infirmity of each generation, so that He might not overlook the disease of men left uncured, prevailing over our race through a dearth of those who bring correction. For this sake, when the Chaldaean philosophy once prevailed—they who defined the cause of beings as lying in a certain motion of the stars, and did not suppose any creative power of beings to lie above the things that appear—then He brings forth Abraham, who, using such education as a stepping-stone, sought out Him Who is perceived through the things that are seen. And he became for those afterwards a way of faith towards the truly existing God, himself leading the way towards it by forsaking his ancestral deceit and the kinship of the senses towards the visible creation. Next, when the Egyptians had devised a certain demonic and sorcerous wisdom—at the suggestion, I think, of him who in manifold ways plunges men into the depths through deceit—He manifested Moses to efface the Egyptian deceit by the surpassingness of his wisdom. And he who knows the Scripture altogether recognizes the account: how, when the sorcerers displayed their own deceits in opposition to the divine signs, Moses prevailed by might, effacing all the Egyptian strength through the alliance from above. And you understand this both through the other signs and by the enigma of the rods. And as time advanced, and the Israelites through anarchy were amiss in democratic confusion, Samuel appears, governing the subject people by himself, and debarring them from intermingling with foreigners; then, having transformed the anarchy into the constitution of a kingdom, he gathered that alien-like throng together around itself, having become the lawgiver of royal sovereignty.
PG 46:793Read from the page
Μετὰ ταῦτα δὲ πολλαῖς ὕστερον γενεαῖς, ὅτε Ἀχαὰβ ἐκεῖνος, τὸ γυναικεῖον ἀνδράποδον, αὐτός τε τῶν πατρῴων ἀπέστη θεσμῶν, γυναικὶ χλιδώσῃ δεδουλωμένος, καὶ τὴν τῶν εἰδώλων πλάνην δι' ἐκείνης ἐπισπασάμενος, συναπέστησεν ἑαυτῷ τὸν Ἰσραηλίτην λαόν· τότε ἀναδείκνυσιν ὁ Θεὸς τὸν Ἠλίαν ἀντίῤῥοπον ἔχοντα τῷ μεγέθει τῆς νόσου τῶν ἀνθρώπων τὴν θεραπεύουσαν δύναμιν, ἄνδρα, ἐν ὑπεροψίᾳ τῆς θεραπείας τοῦ σώματος, αὐχμῶντα τὸ πρόσωπον, καὶ τῷ πλήθει τῶν ἰδίων τριχῶν σκιαζόμενον, ἰδιαστὴν τῷ βίῳ, σεμνὸν προσιδεῖν ἐν ἀμειδεῖ τῷ προσώπῳ, καὶ συννενευμένον τῷ βλέμματι, δέρματι αἰγείῳ τοσοῦτον τοῦ σώματος σκέπ[τ]οντα, ὅσον εὐπρεπέστερόν ἐστι καλυπτόμενον, τῷ δὲ λοιπῷ διακαρτεροῦντα πρὸς τὸν ἀέρα, καὶ οὐδὲν πρὸς τὴν ἐκ τοῦ θάλπους τε καὶ κρύους ἀνωμαλίαν ἐπιστρεφόμενον. Ὃς ἀναφανεὶς τῷ λαῷ, τῇ τε διὰ τοῦ λιμοῦ μάστιγι σωφρονίζει τὸν Ἰσραὴλ, καθάπερ τινὶ σκυτάλῃ τῇ τοιαύτῃ πληγῇ τῆς ἀταξίας τοῦ λαοῦ καθαπτόμενος· μετὰ ταῦτα δὲ καὶ τῷ θείῳ πυρὶ τῷ περὶ τὴν ἱερουργίαν γεγενημένῳ θεραπεύει τὴν περὶ τὰ εἴδωλα νόσον. Εἶτα μετ' ἐκεῖνον ἄλλος ἐκεῖνος χρόνοις ὕστερον πλείοσιν ἀναφαίνεται, ὁ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου διὰ Ζαχαρίου καὶ Ἐλισάβετ ἐπιδημήσας τῷ βίῳ, καὶ ἅπαν τὸ ἔθνος ἐξεκκλησιάζων ἐν τῇ ἐρήμῳ διὰ κηρύγματος, καὶ τὸ ἐπὶ τῷ αἵματι τῶν προφητῶν λύθρον, καὶ τὰ παντοδαπὰ μιάσματα, καὶ τὰ ποικίλα τῆς ἁμαρτίας δεσμά· οἷς ὑποδημάτων δίκην κατὰ τὸν χρόνον ἐκεῖνον ἅπας ὁ λαὸς ἐνεδέδετο· πάντα τὰ τοιαῦτα τῷ τε κηρύγματι τῆς μετανοίας ἐκλύων, καὶ τῷ περιῤῥαντηρίῳ ὕδατι κατὰ τὸν Ἰορδάνην ἐκπλύνων, ἐν οὐδενὶ τὸ ἔλαττον τῶν ἐν ἀρετῇ προωδευκότων ἐν τοῖς κατὰ Θεὸν ἐπεδείξατο. Τί δὲ μετὰ τοῦτον ὁ Παῦλος πρὸς τὸ ἀκρότατον τῆς κατὰ Θεὸν προκοπῆς ἀναδραμεῖν ἐκωλύθη δευτερεύων τῷ χρόνῳ; οὐκ εὐθὺς ἐραστὴς τοῦ θείου κάλλους ἐγένετο, τοῦ τοῖς ὀφθαλμοῖς ἐναστράψαντος, ὁμοῦ τῷ τὰς λεπίδας ἀποβαλεῖν τῶν ὀμμάτων, αἳ σύμβολον ἦσαν τοῦ περικαρδίου καλύμματος, ὃ περικείμενον τῷ διορατικῷ τῶν Ἰουδαίων ψυχῶν, τυφλώττειν αὐτοὺς παρασκευάζει πρὸς τὴν ἀλήθειαν; Οὐκ ἐπειδὴ τῷ μυστικῷ λουτρῷ τὸν τῆς ἀγνοίας τε καὶ ἀπάτης ῥύπον ἐναπέθετο, εὐθὺς πρὸς τὸ θειότερον μετεσκευάσθη τὴν φύσιν, καὶ οἷον ἐκδὺς τὴν παχεῖαν ταύτην καὶ σαρκώδη περιβολὴν, αὐτοῖς τοῖς οὐρανίοις ἀδύτοις ἐπεχωρίαζεν, οὐδὲν βαρούμενος τῷ ἐφολκίῳ τοῦ σώματος, καὶ ἐντὸς ἐγένετο τῆς θείας τοῦ παραδείσου φυτείας, ἐκεῖ τὴν ἄῤῥητον μυσταγωγίαν παρὰ τῆς ἀληθείας τελειούμενος, κἀκεῖθεν λαμβάνων τοῦ λόγου τὴν δύναμιν εἰς ὑπακοὴν τῆς πίστεως ἐν πᾶσι τοῖς ἔθνεσιν; Ὅθεν μικροῦ δεῖν τῆς οἰκουμένης πάσης πατὴρ γίνεται, διὰ τῶν πνευματικῶν ὠδίνων εἰς φῶς ἐνάγων τοὺς δι' αὐτοῦ μορφουμένους κατὰ Χριστὸν εἰς εὐσέβειαν. Εἰ τοίνυν ἐπὶ τῶν ἄλλων ἁγίων, ἡ κατὰ τὸν χρόνον τάξις οὐδὲν τῆς κατὰ Θεὸν προκοπῆς ἠλάττω-
And after these things, many generations later, when that Ahab, that womanish slave, both himself departed from his ancestral ordinances, enslaved to a luxurious woman, and having drawn in the error of idols through her, led the Israelite people into revolt along with himself—then God brings forth Elijah, possessing a healing power counterbalancing the magnitude of the disease of men: a man who, in disdain of the care of the body, was squalid of countenance, and shaded by the multitude of his own hair, a solitary in his way of life, venerable to behold in his unsmiling countenance and downcast gaze, covering only so much of his body with a goatskin as is more seemly when concealed, while with the rest enduring stubbornly against the air, and paying no heed to the unevenness arising from heat and cold. Appearing to the people, by the scourge of famine he chastens Israel, as though laying hold of the people's unruliness with a rod by such a blow; and after these things also by the divine fire that came to pass around the sacrifice he heals the disease concerning idols. Next, after that one, another such one appears several ages later, he who in the spirit and power of Elijah sojourned in life through Zechariah and Elizabeth, summoning forth the whole nation in the wilderness through preaching, and unloosing by the preaching of repentance, and washing away with the sprinkling water at the Jordan, the gore shed upon the blood of the prophets, and the manifold defilements, and the varied bonds of sin—wherewith, after the manner of sandals, at that time all the people were bound—all such things; in no way did he display anything less in the things pertaining to God than those who had advanced before in virtue. And why after him was Paul hindered from running up to the very summit of progress towards God by being second in time? Did he not straightway become a lover of the divine beauty that flashed upon his eyes, together with casting off from his eyes the scales which were a symbol of the veil around the heart, which, lying around the perceptive faculty of the souls of the Jews, renders them blind towards the truth? Was he not, once in the mystic laver he put off the filth of ignorance and deceit, straightway transformed in nature towards what is more divine, and as though having stripped off this thick and fleshly garment, frequented the very heavenly sanctuaries, in no way weighed down by the dragging burden of the body, and came within the divine plantation of paradise, there being perfected in the ineffable mystagogy from the truth, and thence receiving the power of the word unto obedience of faith among all the nations? Whence he becomes almost the father of the whole inhabited world, leading forth into light through spiritual pangs those being formed through him according to Christ unto godliness. If, therefore, in the case of the other saints, the order in time in no way diminished their progress towards God
PG 46:796Read from the page
σεν, ὁμοτίμως ἑκάστῳ τῆς χάριτος πρὸς τὴν τελειότητα συνεργούσης· εἰκότως τολμῶμεν καὶ τὸν ἐν τῇ καθ' ἡμᾶς γενεᾷ τοῦ Θεοῦ ἄνθρωπον, τὸ μέγα σκεῦος τῆς ἀληθείας, Βασίλειον, τοῖς ὀνομαστοῖς ἐκείνοις ἁγίοις ἐναρίθμιον εἶναι λέγειν, οὐδὲν τῆς χρονικῆς ἀκολουθίας οὔτε τὴν ὑψηλὴν ἐκείνου πρὸς τὸν Θεὸν ἐπιθυμίαν, οὔτε τὴν θείαν χάριν πρὸς τὴν τῆς ψυχῆς τελείωσιν ἐμποδιζούσης· ὡς ἂν μὴ τῆς θείας οἰκονομίας ὁ σκοπός τι παραβλαβείη, ἤ τι παρὰ τὴν τοῦ χρόνου αἰτίαν ἐλαττωθείη τῆς παρ' αὐτοῦ συνεισφερομένης συμμαχίας πρὸς τὸ μυστήριον. Πάντως δὲ οὐδεὶς ἀγνοεῖ τὸν σκοπὸν τῆς κατὰ τὸν χρόνον τοῦτον τοῦ διδασκάλου ἡμῶν ἀναδείξεως.
grace working together with equal honour for each unto perfection, we reasonably dare to say that the man of God in our own generation also, that great vessel of the truth, Basil, is numbered among those renowned saints, the sequence of time in no way hindering either his lofty desire towards God or the divine grace towards the perfecting of his soul; lest in any way the aim of the divine dispensation should be harmed in ought, or lest on account of time ought should be diminished of the alliance contributed by him towards the mystery. And assuredly no one is ignorant of the aim of the manifestation of our teacher at this time.
Ἐπειδὴ γὰρ ἡ περὶ τὰ εἴδωλα τῶν ἀνθρώπων μανία τῷ κηρύγματι τοῦ Χριστοῦ κατεσβέσθη, καὶ πάντα ἦν ἐν ἐρειπίοις ἤδη καὶ ἀφανισμῷ τὰ τῶν ματαίων σεβάσματα, διὰ πάσης σχεδὸν τῆς οἰκουμένης τοῦ κηρύγματος τῆς εὐσεβείας φοιτήσαντος, ὥστε τὸν ἐπικρατοῦντα τῆς ἀνθρωπίνης ἀπάτης πανταχόθεν ἐξείργεσθαι, τῷ τοῦ Χριστοῦ ὀνόματι τῆς οἰκουμένης ἐξελαυνόμενον· σοφὸς δὲ εἰς κακίαν ὢν ὁ τῆς κακίας εὑρετὴς, οὐκ ἠπόρησεν πονηρᾶς ἐπινοίας, ὥστε πάλιν ὑποχείριον ποιῆσαι δι' ἀπάτης ἑαυτῷ τὸ ἀνθρώπινον· ἀλλ' ἐν προσχήματι Χριστιανισμοῦ τὴν εἰδωλολατρείαν κατὰ τὸ λεληθὸς ἐπανήγαγεν, πείσας τοῖς ἰδίοις σοφίσμασι τοὺς πρὸς αὐτὸν ὁρῶντας μὴ ἀποστῆναι τῆς κτίσεως, ἀλλὰ ταύτην προσκυνεῖν καὶ ταύτην σέβεσθαι, καὶ Θεὸν τὸ ποίημα οἴεσθαι, τῇ τοῦ Υἱοῦ κλήσει ὀνομαζόμενον. Ει δὲ ἐκ μὴ ὄντων ἐστὶν ἡ κτίσις, καὶ τῆς θείας οὐσίας κατὰ τὴν ἰδίαν ἠλλοτρίωται φύσιν, μηδένα ποιεῖσθαι τούτου λόγον, ἀλλὰ τὸ τοῦ Χριστοῦ ὄνομα ἐπιθέντας τῇ κτίσει ταύτην προσκυνεῖν, ταύτῃ λατρεύειν, ἐν ταύτῃ τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν, παρὰ ταύτης ἀναμένειν τὴν κρίσιν. Καὶ ὅλος ἐμπεσὼν ὁ ἀποστάτης ἀνθρώποις πᾶσαν αὐτοῦ τὴν κακίαν ἱκανοῖς χωρῆσαι, Ἀρείῳ τε λέγω καὶ Ἀετίῳ, Εὐνομίῳ, Εὐδοξίῳ, καὶ πρὸς τούτοις καὶ πολλοῖς ἄλλοις, δι' ὧν ἐκλείπουσαν ἤδη τὴν εἰδωλολατρείαν πάλιν, καθὼς εἴρηται, τοῦ Χριστιανισμοῦ ἐπανήγαγεν, καὶ κατεκράτει τῶν ἀνθρώπων ἡ νόσος, τῶν κτίσει λατρευόντων παρὰ τὸν κτίσαντα, ὡς καὶ τῇ συμμαχίᾳ τῶν τότε βασιλέων τὴν ἀπάτην κρατύνεσθαι, καὶ πάσας τὰς ὑπερεχούσας ἀρχὰς τῆς τοιαύτης ὑπερμάχεσθαι νόσου. Καὶ πάντων μικροῦ δεῖν ἀνθρώπων πρὸς τὸ ἐπικρατοῦν μετατεθέντων, τότε παρὰ τοῦ Θεοῦ ἀναδείκνυται ὁ μέγας Βασίλειος, καθάπερ ἐπὶ τοῦ Ἀχαὰβ ὁ Ἠλίας· καὶ τῆς ιερωσύνης ἤδη τρόπον τινὰ πεπτωκυίας ἀντιλαμβανόμενος, ὥσπερ τινὰ λύχνον ἐκλελοιπότα τὸν τῆς πίστεως λόγον διὰ τῆς ἐνοικούσης αὐτῷ χάριτος ἀναλάμψαι πάλιν ἐποίησεν. Καὶ οἷόν τις πυρσὸς τοῖς νύκτωρ διαπλανωμένοις κατὰ τὸ πέλαγος ὑπερφανεὶς τῆς Ἐκκλησίας, πάντας πρὸς τὴν εὐθεῖαν ὁδὸν ἐπέστρεψεν, ὑπάρχοις συμπλεκόμενος, στρατηλάταις συμμίσγων, βασιλεῦσι
For since the madness of men around idols was quenched by the preaching of Christ, and all the objects of vain worship were already in ruins and obliteration, the preaching of godliness having spread through almost the whole inhabited world, so that he who held sway over human deceit was shut out on every side, driven out from the inhabited world by the name of Christ; yet being clever at malice, the inventor of malice was not at a loss for a wicked device, so as once again to make mankind subject to himself through deceit; rather, under the pretext of Christianity he secretly brought back idolatry, having persuaded by his own sophisms those who looked to him not to depart from the creation, but to bow down to this and revere this, and to suppose the work of making to be God, named by the appellation of the Son. And if the creation is from things that are not, and is alienated from the divine essence according to its own nature, they should make no account of this, but having set the name of Christ upon the creation, bow down to this, serve this in worship, have their hopes of salvation in this, and await judgement from this. And the apostate, having fallen wholly upon men capable of containing all his malice—I mean Arius and Aetius, Eunomius, Eudoxius, and besides these many others as well—through whom he brought back again in Christianity, as has been said, the idolatry that was already failing, and the disease prevailed over men, serving the creation in worship rather than the Creator, so that even by the alliance of the emperors of that time the deceit was strengthened, and all the supreme magistracies championed such a disease. And when almost all men had been shifted over to what prevailed, then from God the great Basil is manifested, just as Elijah in the time of Ahab; and taking hold of the priesthood when in a certain way it had already fallen, like some lamp that had failed he caused the word of faith to shine forth again through the grace indwelling him. And appearing like some beacon-fire above the Church for those wandering by night upon the open sea, he turned all back towards the straight way, grappling with prefects, engaging generals, towards emperors
Notes, col. 796

On the reading

Printed Ει, for Εἰ.

Printed ιερωσύνης, for ἱερωσύνης.

PG 46:797Read from the page
παῤῥησιαζόμενος, ἐπ' ἐκκλησίαις βοῶν, τοὺς πόῤῥωθεν ἀφεστηκότας, καθ' ὁμοιότητα Παύλου, δι' ἐπιστολῶν προσαγόμενος, ἐκφεύγων τὰς τῶν συμπλεκομένων λαβὰς, οὐκ ἔχων ὅπου κρατηθῇ παρὰ τῶν ἀντιπάλων. Κρείττων μὲν γὰρ ἦν τῶν δημευόντων, αὐτὸς ἑαυτὸν διὰ τὴν ἐλπίδα τῆς βασιλείας δημεύσας. Τοῦ κατὰ τὴν ἐξορίαν φόβου ἀπήλλακτο, μίαν πατρίδα ἀνθρώπων, τὸν παράδεισον εἶναι λέγων, πᾶσαν δὲ τὴν γῆν ὡς κοινὴν τῆς φύσεως ἐξορίαν βλέπων. Ὁ δὲ καθ' ἡμέραν ἀποθνήσκων, καὶ πάντοτε διὰ νεκρώσεως ἑκὼν δαπανώμενος, πότε ἂν ἐφοβήθη τὸν θάνατον τὸν παρὰ τῶν ἐχθρῶν ἀπειλούμενον; ᾧ γε συμφορὰ ἦν τὸ μὴ πολλάκις δύνασθαι τοὺς τῶν μαρτύρων ἀγῶνας ὑπὲρ τῆς ἀληθείας μιμήσασθαι, ἑνὶ θανάτῳ ὑπεζευγμένης τῆς φύσεως· ὅς ποτε, τῶν ὑπάρχων τινὶ τὸ ἧπαρ ἐξοίσειν αὐτοῦ τῶν σπλάγχνων καταπληκτικῶς ἀπειλήσαντι, μειδιάματι τὴν ἀπαίδευτον ἀπειλὴν καταχλευάζων φησί· Χάριν εἴσομαί σοι τῆς προαιρέσεως. Καὶ γὰρ οὐ μετρίως ἀνιᾷ τὸ ἧπαρ τοῖς σπλάγχνοις ἐγκείμενον. Ἐκβαλὼν οὖν αὐτὸ, καθὼς ἠπείλησας, τοῦ λυποῦντος ἐλευθερώσεις τὸ σῶμα.
speaking boldly, crying aloud in the assemblies, drawing to himself through letters, after the likeness of Paul, those standing afar off, escaping the grips of those grappling with him, having nowhere that he might be seized by his adversaries. For he was stronger than those who confiscated, having confiscated himself on account of the hope of the kingdom. From the fear of exile he had been freed, declaring paradise to be the one fatherland of men, and looking upon the whole earth as a common exile of nature. And he who died daily, and was always willingly spent through mortification, when would he have feared the death threatened by his enemies—for whom indeed it was a calamity not to be able often to imitate the contests of the martyrs on behalf of the truth, nature being yoked under a single death? Who once, when one of the prefects terrifyingly threatened to tear his liver out of his inward parts, mocking the boorish threat with a smile, says: I shall be grateful to you for your purpose. For indeed the liver, lying in my inward parts, distresses me not moderately. By casting it out, therefore, just as you threatened, you will set my body free from what troubles it.
Τί τοίνυν αὐτοῦ τὸ μεθ' ἑτέρους ἁγίους ἐπιδημῆσαι τῷ βίῳ κατασμικρύνει τὴν κατὰ Θεὸν εὐδοκίμησιν, ὡς διὰ τοῦτο τῶν ἐπὶ τοῖς ἁγίοις ἑορτῶν ἐλάττω δοκεῖν εἶναι τὴν ἐπὶ τούτῳ πανήγυριν; Σκόπησον γὰρ, εἰ δοκεῖ, πρὸς ἕνα τινὰ τῶν προλαβόντων ἁγίων τὸν τούτου βίον ἀντεξετάζων. Ἠγάπησε τὸν Θεὸν ὁ Παῦλος· τοῦτο γὰρ δὴ τῶν ἀγαθῶν τὸ κεφάλαιον, τὸ τῆς ἀγάπης λέγω· ἀφ' ἧς πᾶσα πίστις, καὶ ἐλπὶς πᾶσα, καὶ τὸ ἐξ ὑπομονῆς προσδοκώμενον, καὶ τὸ ἐν παντὶ καλῷ ἀμετάπτωτον, καὶ τὸ μετὰ παντὸς πνευματικοῦ χαρίσματος τὸ πλέον ἔχειν. Ἀλλ' ἐξετάσωμεν πόσον ἦν ἐν Παύλῳ τῆς πρὸς Θεὸν ἀγάπης τὸ μέτρον. Ἐρεῖς πάντως, ὅτι ἐξ ὅλης καρδίας καὶ ἐξ ὅλης ψυχῆς, καὶ ἐξ ὅλης τῆς διανοίας αὐτοῦ ἠγάπησε Θεόν. Τοῦτον γὰρ ἔδωκε τὸν ἀκρότατον τῆς πρὸς Θεὸν ἀγάπης ὅρον ὁ νόμος. Οὐκοῦν ὁ πᾶσαν ἑαυτοῦ τὴν καρδίαν τε καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν ἀναθεὶς τῷ Θεῷ, καὶ πρὸς ἄλλο μηδὲν τῶν κατὰ τὸν βίον τοῦτον σπουδαζομένων ἐπιῤῥεπῶς διακείμενος, ἐν τῷ ἀκροτάτῳ γίνεται τῆς ἀγάπης ὅρῳ. Εἰ μὲν οὖν ἔχει τις δεῖξαι τὸν τοῦ διδασκάλου βίον περί τι τῶν κατὰ τὸν κόσμον τοῦτον σπουδαζομένων ἔχοντα τὴν ῥοπὴν, οἷον περὶ πλοῦτον, ἢ δυναστείαν, ἢ κενῆς δόξης ἐπιθυμίαν (τὰς γὰρ ἀνδραποδωδεστέρας ἐπ' αὐτῷ τῶν ἡδονῶν, οὐδὲ λέγειν ἄξιον εἰκός ἐστιν), ὅ τι ἂν τούτων εὑρεθῇ σπουδαζόμενον, ἐλαττοῦσθαι λέγειν δεῖ κατ' ἐκεῖνο τῆς πρὸς τὸν Θεὸν ἀγάπης τὸ μέτρον, τῆς ἐπιθυμητικῆς αὐτοῦ διαθέσεως ἀπὸ τοῦ Θεοῦ πρὸς τὰ ὑλώδη μεταῤῥυείσης. Εἰ δὲ πάντων τούτων καὶ τῶν τοιούτων ἐχθρός τις ἦν καὶ πολέμιος, πρότερον μὲν τοῦ ἰδίου βίου πᾶσαν ἐξορίζων τὴν ἐμπαθῆ περὶ ταῦτα διάθεσιν, ἔπειτα δὲ καὶ τὴν κοινὴν
How then does his sojourning in life after other saints belittle his approval before God, so that on this account the festival assembly in his honour should seem inferior to the feasts for the saints? For examine, if it seems good, comparing this man's life side by side with some one of the saints who went before. Paul loved God; for this indeed is the chief sum of good things, that of love, I mean: from which comes every faith, and every hope, and what is awaited from endurance, and unswervingness in every good, and possessing abundance along with every spiritual gift. But let us examine how great in Paul was the measure of love towards God. You will assuredly say that with all his heart, and with all his soul, and with all his mind he loved God. For the law gave this supreme boundary of love towards God. Therefore he who has dedicated all his own heart and soul and mind to God, and is inclined with propensity towards nothing else of the things eagerly pursued in this life, comes to be at the supreme boundary of love. If, then, anyone is able to show the life of our teacher having an inclination around any of the things eagerly pursued in this world—such as around wealth, or domination, or desire for empty glory (for the more slavish of pleasures in his case it is likely not even worthy to mention)—whatever of these might be found eagerly pursued, one must say that in that respect the measure of love towards God is diminished, his desiring disposition having flowed away from God towards material things. But if towards all these and such things he was a foe and an enemy, first banishing from his own life every passionate disposition around these things, and next also the common