ἀγγέλων συντεταγμένος τῷ Δεσπότῃ παρέστηκας, ἢ μετὰ δυνάμεων καὶ ἐξουσιῶν, ὡς δοῦλος πιστὸς προσκυνεῖς· μικρὸν τὰ αὐτόθι παραιτησάμενος, ἧκε πρὸς τοὺς τιμῶντάς σε ἀόρατος φίλος· ἱστόρησον τὰ τελούμενα, ἵνα τὴν εἰς Θεὸν εὐχαριστίαν διπλασιάσῃς, τὸν ἀντὶ πάθους ἑνὸς, καὶ μιᾶς εὐσεβοῦς ὁμολογίας, τοσαύτας σοι τὰς ἀμοιβὰς χαρισάμενον· εὐφρανθείης δὲ τῷ αἵματι καὶ τῇ τοῦ πυρὸς ἀλγηδόνι. Ὅσους γὰρ εἶχες τότε λαοὺς τῆς τιμωρίας θεατὰς, τοσούτους νῦν τῆς τιμῆς ἔχεις ὑπηρέτας. Χρῄζομεν πολλῶν εὐεργεσιῶν· πρέσβευσον ὑπὲρ τῆς πατρίδος πρὸς τὸν κοινὸν βασιλέα· πατρὶς γὰρ μάρτυρος, τοῦ πάθους ἡ χώρα· πολῖται δὲ καὶ συγγενεῖς, οἱ περιστείλαντες καὶ ἔχοντες καὶ τιμῶντες. Ὑφορώμεθα θλίψεις, προσδοκῶμεν κινδύνους, οὐ μακρὰν οἱ ἀλιτήριοι Σκῦθαι τὸν καθ' ἡμῶν ὠδίνοντες πόλεμον· ὡς στρατιώτης ὑπερμάχησον· ὡς μάρτυς ὑπὲρ τῶν ὁμοδούλων χρῆσαι τῇ παῤῥησίᾳ. Εἰ καὶ ὑπερέβης τὸν βίον, ἀλλ' οἶδας τὰ πάθη καὶ τὰς χρείας τῆς ἀνθρωπότητος· αἴτησον εἰρήνην, ἵνα αἱ πανηγύρεις αὗται μὴ λήξωσιν, ἵνα μὴ κωμάσῃ κατὰ ναῶν ἢ θυσιαστηρίων λυσσῶν καὶ ἄθεσμος βάρβαρος, ἵνα μὴ πατήσῃ τὰ ἅγια βέβηλος. Ἡμεῖς γὰρ καὶ ὑπὲρ ὧν ἀπαθεῖς ἐφυλάχθημεν, σοὶ λογιζόμεθα τὴν εὐεργεσίαν· αἰτοῦμεν δὲ καὶ τοῦ μέλλοντος τὴν ἀσφάλειαν. Ἂν χρεία γένηται καὶ πλείονος δυσωπίας, ἄθροισον τὸν χορὸν τῶν σῶν ἀδελφῶν τῶν μαρτύρων, καὶ μετὰ πάντων δεήθητι· πολλῶν δικαίων εὐχαὶ, λαῶν καὶ δήμων ἁμαρτίας λυσάτωσαν· ὑπόμνησον Πέτρον, διέγειρον Παῦλον, Ἰωάννην ὁμοίως τὸν θεολόγον καὶ φιλούμενον μαθητήν· ἵν' ὑπὲρ τῶν Ἐκκλησιῶν ἃς συνεστήσαντο μεριμνήσωσιν, ὑπὲρ ὧν τὰς ἁλύσεις ἐφόρεσαν, ὑπὲρ ὧν τοὺς κινδύνους καὶ τοὺς θανάτους ἤνεγκαν· μὴ εἰδωλολατρεία ἄρῃ καθ' ἡμῶν κεφαλὴν, μὴ αἱρέσεις ὡς ἄκανθαι τῷ ἀμπελῶνι ὑποβλαστήσωσι, μὴ ζιζάνιον ἐγερθὲν πνίξῃ τὸν σῖτον· μή τις πέτρα γένηται καθ' ἡμῶν λειπομένη τῆς πιότητος τῆς ἀληθινῆς δρόσου, καὶ ἄριζον ἀποδείξῃ τῆς εὐκαρπίας τοῦ λόγου τὴν δύναμιν· ἀλλὰ τῇ δυνάμει τῆς σῆς πρεσβείας καὶ τῶν σὺν σοὶ, θαυμαστὲ, καὶ ὑπερλάμπον ἐν τοῖς μάρτυσι λήϊον ἀποδειχθείη τὸ τῶν Χριστιανῶν πολίτευμα μέχρι τέλους μένον, ἐν τῇ λιπαρᾷ καὶ εὐκάρπῳ τῆς ἐν Χριστῷ πίστεως ἀρούρᾳ ἀεὶ καρποφοροῦν τὴν αἰώνιον ζωὴν, τὴν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
of angels stand arrayed beside the Master, or worship with powers and authorities like a faithful servant: begging brief leave from your duties there, come as an unseen friend to those who honour you; visit and behold the rites being celebrated, that you may double your thanksgiving towards God, Who in return for one passion and one pious confession has graciously bestowed upon you such great rewards; and may you rejoice over your blood and the anguish of the fire. For as many peoples as you then had as spectators of your punishment, so many ministers of your honour you now possess. We stand in need of many benefactions: intercede for your fatherland before our common King; for a martyr's fatherland is the land of his passion, and his fellow citizens and kinsfolk are those who laid him to rest and guard and honour him. We suspect afflictions, we expect dangers; not far off are the accursed Scythians travailing with war against us: as a soldier fight in our defence, as a martyr use boldness of speech on behalf of your fellow servants. Even though you have passed beyond this life, yet you know the sufferings and the needs of humanity: ask for peace, that these festal assemblies may not cease, that the raging and lawless barbarian may not revel in riot against churches or altars, that the profane man may not trample upon holy things. For even with regard to the things wherein we have been kept unharmed, we recon the benefaction to you, and we ask also for security in the time to come. If there should be need of still greater entreaty, gather together the choir of your brethren the martyrs, and pray together with them all: let the prayers of many righteous ones loose the sins of peoples and communities; remind Peter, rouse Paul, and likewise John the theologian and beloved disciple, that they may take care for the Churches which they established, for whose sake they wore chains, for whose sake they endured dangers and deaths; lest idolatry lift up its head against us, lest heresies spring up secretly like thorns in the vineyard, lest darnel rising up choke the wheat, lest some rock arise against us destitute of the richness of the true dew and render rootless the fruitful power of the word; but through the might of your intercession and that of your companions, O marvellous one, may the commonwealth of Christians be shown forth a standing crop shining surpassingly among the martyrs, abiding unto the end, ever bearing fruit unto eternal life in the rich and fertile tilth of faith in Christ—life in Christ Jesus our Lord, with Whom to the Father, together with the Holy Spirit, be glory, might, honour, now and always and unto the ages of ages. Amen.