Migne Reading Room

PG 46 · cols. 735–745 · Read from the page

On St Theodore the martyr

On St Theodore the martyr

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 46:735Read from the page
τὴν ἀκίνδυνον σιωπὴν καταφεύγομεν, ἐκεῖνο καλῶς ειδότες, ὡς ἑνὶ τούτῳ ταῖς μνείαις τῶν ἁγίων κοινωνεῖν ἀξιούμεθα, ἐν τῷ τὰς ἐκείνων ἀρετὰς μιμεῖσθαι καὶ ζηλοῦν· οὐκ ἐν τῷ λόγῳ περιφέροντες αὐτῶν τὸν βίον, ἀλλ' ἐν τῇ γνώμῃ διασώζοντες αὐτῶν τὸν τρόπον. Ἀποδείξει γὰρ ἡμᾶς ἐκείνων γνησίους μαθητὰς, οὐ συνήθεια μετὰ ἀλογίας, ἀλλ' εὐσέβεια μετὰ εὐλαβείας, καὶ ὁ βίος ὁμόδοξος, καὶ ὁ τρόπος ὁμόζηλος. Τιμᾷς μαρτύρων τὴν μνήμην; τίμησαι καὶ τὴν γνώμην· κοινωνία γὰρ τῆς μνήμης ἡ συμφωνία τῆς γνώμης. Μὴ γὰρ ἐκείνοις μόνοις ἐπέλαμψεν ὁ φωτισμὸς τῆς γνώσεως τῆς δόξης τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ; μὴ γὰρ ἐκείνοις μόνοις ἡ χάρις ἐξαπεστάλη; Αἱ ἐντολαὶ κοιναὶ, ὁ τρόπος κοινὸς, εἷς ὁ τῶν πόνων ἀγωνοθέτης, ἓν τὸ βραβεῖον τῆς ἀληθείας, οὗ γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, εὐχαῖς καὶ πρεσβείαις τῶν μνημονευθέντων ἁγίων, χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
we take refuge in dangerless silence, knowing well that by this one thing we are counted worthy to share in the memorials of the saints, namely by imitating and emulating their virtues; not carrying their life about in speech, but preserving their way of life in our mind. For what will prove us their genuine disciples is not custom joined with irrationality, but godliness joined with reverence, and a life of like repute, and a conduct of like zeal. Do you honour the memory of martyrs? Honour their mind as well; for the fellowship of their memory is the harmony of mind. Did the illumination of the knowledge of the glory of the Gospel of Christ shine upon them alone? was grace sent forth to them alone? The commandments are common, the way of life is common, one is the Judge of the contests of labours, one is the prize of truth, of which may we all be counted worthy, by the prayers and intercessions of the saints whom we have commemorated, through the grace of our Lord Jesus Christ, to Whom be the glory and the dominion unto the ages of the ages. Amen.
ΤΟΥ ΑΥΤΟΥ
OF THE SAME
ΕΓΚΩΜΙΟΝ
ENCOMIUM
ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΜΑΡΤΥΡΑ ΘΕΟΔΩΡΟΝ.
ON THE GREAT MARTYR THEODORE.
Eodem Sifano interprete.
Translated by the same Sifanus.
Ὑμεῖς ὁ τοῦ Χριστοῦ λαὸς, ἡ ἁγία ποίμνη, τὸ βασίλειον ἱεράτευμα, οἱ πανταχόθεν ἀστικοί τε καὶ χωριτικοὶ συῤῥεύσαντες δῆμοι, πόθεν λαβόντες τὸ σύνθημα τῆς ὁδοῦ, πρὸς τὸν ἱερὸν τοῦτον ἐδημαγωγήθητε τόπον; Τίς ὑμῖν τῆς ἐνθάδε σπουδαίαν οὕτω καὶ ἐμπρόθεσμον ἀνάγκην ἐπέθηκεν; καὶ ταῦτα ὥρᾳ χειμῶνος, ἡνίκα καὶ πόλεμος ἠρεμεῖ, καὶ στρατιώτης τὴν πανοπλίαν ἀποσκευάζεται, καὶ πλωτὴρ ὑπὲρ καπνοῦ τίθησι τὸ πηδάλιον, καὶ γειωγρὸς ἡσυχάζει τοὺς ἀροτῆρας βοῦς θεραπεύων ἐπὶ τῆς φάτνης; Ἢ πρόδηλον, ὡς ἐσάλπισε μὲν ἐκ τῶν στρατιωτικῶν καταλόγων ὁ ἅγιος μάρτυς· κινήσας δὲ πολλοὺς ἐκ διαφόρων πατρίδων πρὸς τὴν οἰκείαν ἀνάπαυσιν καὶ
You who are the people of Christ, the holy flock, the royal priesthood, the city and country multitudes who have streamed together from every side, whence having received the watchword of the journey have you been led in a body to this sacred place? Who has laid upon you so earnest and appointed a necessity of gathering here? and that too in the season of winter, when war also is at rest, and the soldier puts off his full armour, and the seafarer lays up his helm above the hearth-smoke, and the husbandman takes his ease, tending his plough-oxen at the manger? Or is it plain that the holy martyr sounded the trumpet from the military rolls, and having roused many out of diverse fatherlands towards his own place of rest and
Notes, col. 735

On the reading

Printed ειδότες, for εἰδότες.

Printed γειωγρὸς, for γεωργὸς.

PG 46:737Read from the page
ἑστίαν ἐκάλεσεν, οὐκ εἰς πολεμικὴν εὐτρεπίζων παρασκευὴν, ἀλλὰ πρὸς τὴν γλυκεῖαν καὶ μάλιστα δὴ Χριστιανοῖς πρέπουσαν συνάγων εἰρήνην; Οὗτος γὰρ, ὡς πιστεύομεν, καὶ τοῦ παρελθόντος ἐνιαυτοῦ τὴν βαρβαρικήν ζάλην ἐκοίμισε, καὶ τὸν φρικώδη τῶν ἀγρίων Σκυθῶν ἔστησε πόλεμον, δεινὸν αὐτοῖς ἐπισείσας καὶ φοβερὸν ἤδη βλεπομένοις καὶ πλησιάσασιν, οὐ κράνος τρίλοφον, οὐδὲ ξίφος εὖ τεθηγμένον, καὶ πρὸς τὸν ἥλιον ἀποστίλβον, ἀλλὰ τὸν ἀλεξίκακον καὶ παντοδύναμον σταυρὸν τοῦ Χριστοῦ, ὑπὲρ οὗ καὶ αὐτὸς παθὼν, τὴν δόξαν ταύτην ἐκτήσατο. Καί μοι λοιπὸν τὸν νοῦν ἐπιστήσαντες διασκέψασθε, οἱ τῆς καθαρᾶς ταύτης θρησκείας ὑπηρέται καὶ φιλομάρτυρὲς, ἡλίκον χρῆμα δίκαιος, καὶ ὅσων ἀξιοῦται τῶν ἀμοιβῶν (τῶν ἐγκοσμίων τε, λέγω, καὶ τῶν παρ' ἡμῖν · τῶν γὰρ ἀοράτων οὐδεὶς ἱκανὸς λογίσασθαι τὴν μεγαλοπρέπειαν) · καὶ διορίσαντες τὸν τῆς εὐσεβείας καρπὸν, ζηλώσατε τῶν οὕτω προτιμωμένων τὴν γνώμην. Ἐπιθυμήσατε δὲ τῶν γερῶν ἃ Χριστὸς πρὸς ἀξίαν διανέμει τοῖς ἀθληταῖς. Καὶ τέως, εἰ δοκεῖ, τῆς ἀπολαύσεως τῶν μελλόντων ἀγαθῶν σχολαζούσης, ἣν ἐλπὶς ἀγαθὴ ταμιεύεται τοῖς δικαίοις, ἡνίκα ἂν ὁ τῶν ἡμετέρων βίων δικαστὴς ἐπιφοιτήσῃ, τὴν παροῦσαν ἴδωμεν τῶν ἁγίων κατάστασιν, ὅπως καλλίστη ἐστὶ καὶ μεγαλοπρεπής. Ψυχὴ μὲν γὰρ ἀνελθοῦσα περὶ τὸν ἴδιον κλῆρον ἐμφιλοχωρεῖ, καὶ ἀσωμάτως τοῖς ὁμοίοις συνδιαιτᾶται · σῶμα δὲ τὸ σεμνὸν καὶ ἀκηλίδωτον ἐκείνης ὄργανον, οὐδαμοῦ τοῖς ἰδίοις πάθεσι βλάψαν τῆς ἐνοικησάσης τὴν ἀφθαρσίαν, μετὰ πολλῆς τιμῆς καὶ θεραπείας περισταλὲν, σεμνῶς ἐν ἱερῷ τόπῳ κατάκειται, ὥσπερ τι κειμήλιον πολυτίμητον τῷ καιρῷ τῆς παλιγγενεσίας τηρούμενον, πολὺ τὸ ἀσύγκριτον ἔχον πρὸς τὰ ἄλλα τῶν σωμάτων, ἃ κοινῷ καὶ τῷ τυχόντι διελύθη θανάτῳ, καὶ ταῦτα ἐν ὁμοίᾳ ὕλῃ τῆς φύσεως. Τὰ μὲν γὰρ ἄλλα τῶν λειψάνων, καὶ βδελυκτὰ τοῖς πολλοῖς ἐστι, καὶ οὐδεὶς ἡδέως παρέρχεται τάφον, ἢ καὶ ἀνεῳγότι τυχὼν ἐκ τοῦ παραδόξου, ἐπιβαλὼν δὲ τὴν ὄψιν τῇ ἀμορφίᾳ τῶν ἐγκειμένων, πάσης ἀηδίας πληρωθεὶς, καὶ βαρέα καταστενάξας τῆς ἀνθρωπότητος παρατρέχει. Ἐλθὼν δὲ εἷς τι χωρίον ὅμοιον τούτῳ, ἔνθα σήμερον ὁ ἡμέτερος σύλλογος, ὅπου μνήμη δικαίου καὶ ἅγιον λείψανον · πρῶτον μὲν τῇ μεγαλοπρεπείᾳ τῶν ὁρωμένων ψυχαγωγεῖται, οἶκον βλέπων ὡς Θεοῦ ναὸν, ἐξησκημένον λαμπρῶς τῷ μεγέθει τῆς οἰκοδομῆς, καὶ τῷ τῆς ἐπικοσμήσεως κάλλει, ἔνθα καὶ τέκτων εἰς ζώων φαντασίαν τὸ ξύλον ἐμόρφωσε, καὶ λιθοξόος εἰς ἀργύρου λειότητα τὰς πλάκας ἀπέξεσεν. Ἐπέχρωσε δὲ καὶ ζωγράφος τὰ ἄνθη τῆς τέχνης ἐν εἰκόνι διαγραψάμενος, τὰς ἀριστείας τοῦ μάρτυρος, τὰς ἐνστάσεις, τὰς ἀλγηδόνας, τὰς θηριώδεις τῶν τυράννων μορφὰς, τὰς ἐπηρείας, τὴν φλογοτρόφον ἐκείνην κάμινον, τὴν μακαριωτάτην τελείωσιν τοῦ ἀθλητοῦ, τοῦ ἀγωνοθέτου Χριστου τῆς ἀνθρωπίνης μορφῆς τὸ ἐκτύπωμα, πάντα ἡμῶν ὡς ἐν βιβλίῳ τινὶ γλωττοφόρῳ διὰ χρωμάτων τεχνουργησάμενος, σαφῶς διηγόρευσε τοὺς ἀγῶνας τοῦ μάρτυρος, καὶ ὡς λειμῶνα λαμπρὸν τὸν νεὼν κατηγλάϊσεν · οἶδε γὰρ καὶ γραφὴ σιωπῶσα ἐν τοίχῳ λαλεῖν, καὶ τὰ μέγιστα ὠφελεῖν ·
called us to a feast, not making ready a warlike preparation, but gathering us towards sweet peace that most of all befits Christians? For this man, as we believe, lulled to sleep the barbarian tempest of the past year also, and stayed the dreadful war of the savage Scythians, brandishing against them—when they were already seen and drawing near, terrible and fearsome—neither a three-crested helmet, nor a sword well whetted and gleaming towards the sun, but the evil-averting and all-powerful cross of Christ, on behalf of Whom he himself also suffered and acquired this glory. And now, fixing your mind for me, examine closely, you servants of this pure worship and lovers of the martyrs, how great a thing a righteous man is, and of how great recompenses he is deemed worthy (both mundane ones, I mean, and those among us; for of the unseen ones no one is capable of reckoning the magnificence); and having marked out the fruit of piety, emulate the resolve of those who are thus honoured above others, and long for the gifts of honour which Christ distributes according to worth to the athletes. And in the meantime, if it seems good—while the enjoyment of future good things is deferred, which good hope stores up for the righteous whenever the Judge of our lives visits us—let us behold the present state of the saints, how fairest and magnificent it is. For the soul, having ascended, loves to dwell about its own lot, and lives bodilessly with its peers; while the body, its venerable and unblemished instrument, having nowhere harmed by its own passions the incorruptibility of her that dwelt within, laid out with much honour and care, lies venerably in a sacred place, like some much-prized treasure preserved for the time of regeneration, possessing great incomparability beside the rest of bodies that were dissolved by a common and ordinary death, and that too in a like matter of nature. For the rest of remains are abominable to most men, and no one gladly passes by a tomb; or if by some strange chance he lights upon an open one, and casts his sight upon the shapelessness of what lies within, he is filled with every disgust, and groaning heavily over human nature hurries past. Whereas when one comes into some place like this, where our assembly is today, where there is the remembrance of a righteous man and a holy relic, first his soul is charmed by the magnificence of what is seen, beholding a house like a temple of God, splendidly wrought in the grandeur of its building and the beauty of its adornment, where the carpenter shaped wood into the likeness of living creatures, and the stone-carver polished the slabs to the smoothness of silver. And the painter too laid on colours, depicting in an image the blossoms of his art: the valiant deeds of the martyr, the resistances, the torments, the beast-like forms of the tyrants, the outrages, that flame-feeding furnace, the most blessed consummation of the athlete, the relief-image of the human form of Christ the President of the games—having wrought all these things artfully for us through colours as in some speech-bearing book, he set forth clearly the contests of the martyr, and adorned the temple like a bright meadow; for even silent painting knows how to speak on a wall, and to benefit most greatly;
Notes, col. 737

On the reading

Printed βαρβαρικήν, for βαρβαρικὴν.

Printed φιλομάρτυρὲς, for φιλομάρτυρες.

Printed εἷς, for εἴς.

Printed Χριστου, for Χριστοῦ.

PG 46:740Read from the page
καὶ ὁ τῶν ψηφίδων συνθέτης, ἱστορίας ἄξιον ἐποίησε τὸ πατούμενον ἔδαφος.
and the composer of mosaic tesserae made the floor that is trodden upon worthy of history.
Καὶ τοῖς αἰσθητοῖς οὕτω φιλοτεχνήμασιν ἐνευπαθήσας τὴν ὄψιν, ἐπιθυμεῖ λοιπὸν καὶ αὐτῇ πλησιάσαι τῇ θήκῃ · ἁγιασμὸν καὶ εὐλογίαν τὴν ἐπαφὴν εἶναι πιστεύων. Εἰ δὲ καὶ κόνιν τις δοίη φέρειν τὴν ἐπικειμένην τῇ ἐπιφανείᾳ τῆς ἀναπαύσεως, δῶρον ὁ χοῦς λαμβάνεται, καὶ ὡς κειμήλιον ἡ γῆ θησαυρίζεται. Τὸ γὰρ αὐτοῦ τοῦ λειψάνου προσάψασθαι, εἴ ποτέ τις ἐπιτυχία τοιαύτη παράσχοι τὴν ἐξουσίαν, ὅπως ἐστὶ πολυπόθητον, καὶ εὐχῆς τῆς ἀνωτάτω τὸ δῶρον, ἴσασιν οἱ πεπειραμένοι, καὶ τῆς τοιαύτης ἐπιθυμίας ἐμφορηθέντες. Ὡς σῶμα γὰρ αὐτὸ ζῶν καὶ ἀνθοῦν οἱ βλέποντες κατασπάζονται, τοῖς ὀφθαλμοῖς, τῷ στόματι, ταῖς ἀκοαῖς, πάσαις προσάγοντες ταῖς αἰσθήσεσιν, εἶτα τὸ τῆς εὐλαβείας καὶ τὸ τοῦ πάθους ἐπιχέοντες δάκρυον, ὡς ὁλοκλήρῳ καὶ φαινομένῳ τῷ μάρτυρι τὴν τοῦ πρεσβεύειν ἱκεσίαν προσάγουσιν, ὡς δορυφόρον τοῦ Θεοῦ παρακαλοῦντες, ὡς λαμβάνοντα τὰς δωρεὰς ὅταν ἐθέλῃ ἐπικαλούμενοι. Ἐκ τούτων πάντων, ὁ εὐσεβὴς λαὸς, κατσμάθετε, ὅτι Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Ἓν μὲν γὰρ καὶ τὸ αὐτὸ σῶμα πάντων ἀνθρώπων, ἐξ ἑνὸς φυράματος ἔχον τὴν σύστασιν · ἀλλὰ τὸ μὲν ἁπλῶς ἀποθανὸν, ῥίπτεται ὡς τὸ τυχόν · τὸ δὲ τῷ πάθει τοῦ μαρτυρίου χαριτωθὲν, οὕτως ἐστὶν ἐράσμιον καὶ ἀμφισβητήσιμον, ὡς ὁ προλαβὼν λόγος ἐδίδαξεν. Διὰ τοῦτο πιστεύσωμεν ἐκ τῶν φαινομένων τοῖς ἀοράτοις, ἀπὸ τῆς ἐν τῷ κόσμῳ πείρας τῇ τῶν μελλόντων ἐπαγγελίᾳ. Πολλοὶ γὰρ οἱ τὴν γαστέρα, καὶ τὴν κενοδοξίαν, καὶ τὸν ἐνθάδε συρφετὸν πάντων ἐπίπροσθεν ἄγοντες, οὐδὲν ἡγοῦνται τὸ μέλλον · τῷ τέλει δὲ τοῦ βίου συμπεραιοῦσθαι τὰ πάντα νομίζουσιν. Ἀλλ' ὁ φρονῶν οὕτως, ἐκ τῶν μικρῶν τὰ μεγάλα κατάμαθε, ἐκ τῶν σκιῶν τὰ ἀρχέτυπα νόησον. Τίς τῶν βασιλέων τοιαύτην τιμᾶται τιμήν; τίς τῶν καθ' ὑπερβολὴν ἐν ἀνθρώποις φανέντων τοιαύτῃ μνήμῃ δοξάζεται; τίς τῶν στρατηγῶν τῶν πόλεις τειχήρεις ἑλόντων, καὶ ἔθνη δουλωσαμένων μυρία, οὕτως ἐστὶν ἀοίδιμος, ὡς ὁ στρατιώτης οὗτος, ὁ πένης, ὁ νεόλεκτος, ὃν Παῦλος ὥπλισεν, ὃν ἄγγελοι πρὸς τὸν ἀγῶνα ἤλειψαν, καὶ νικήσαντα Χριστὸς ἐστεφάνωσεν; Μᾶλλον δὲ ἐπειδὴ ἐγγὺς ἐγενόμην τῷ λόγῳ τῶν ἀγώνων τοῦ μάρτυρος, φέρε, τὰ κοινὰ καταλιπόντες, τὸν ἐξαίρετον τοῦ ἁγίου λόγον ποιήσωμεν · φίλον γὰρ ἑκάστῳ τὸ ἴδιον.
And having thus delighted his sight in these perceptible works of art, he longs next to draw near to the chest itself also, believing the touching of it to be sanctification and blessing. And if one should also grant leave to carry away dust lying upon the surface of the resting-place, the dust is received as a gift, and the earth is treasured up as a relic-jewel. For as to touching the relic itself, if ever any such good fortune should afford the permission, how much longed-for it is, and the gift of the highest prayer, those know who have experienced it and have had their fill of such desire. For as a body itself living and blooming those who behold it kiss it fondly, bringing it close to their eyes, their mouth, their ears—to all the organs of sense—and then, pouring over it the tear of reverence and of deep emotion, they present to the martyr, as though whole and visibly appearing, their supplication that he intercede, intreating him as a bodyguard of God, calling upon him as one who receives gifts whenever he wills. From all these things, O pious people, learn throughly that Precious in the sight of the Lord is the death of His saints. For one and the same is the body of all men, having its frame from one lump; yet that which has simply died is cast aside like any common thing, whereas that which has been graced by the passion of martyrdom is thus lovely and eagerly contended for, as the preceding discourse has taught. Wherefore let us believe from things seen in things unseen, and from experience in the world in the promise of things to come. For many who set the belly, and vainglory, and the sweepings here below before all things, account the future as nothing, and suppose that all things come to an end together with the end of life. Yet, O you who think thus, learn great things from small, understand the archetypes from the shadows. Which of kings is honoured with such honour? Which of those who have appeared surpassingly among men is glorified with such remembrance? Which of generals who have taken walled cities and enslaved myriad nations is so celebrated in song as this soldier, this poor man, this newly enlisted recruit, whom Paul armed, whom angels anointed for the contest, and whom, when he had conquered, Christ crowned? Nay rather, since in my discourse I have come near to the contests of the martyr, come, leaving common topics aside, let us compose the special discourse of the saint; for to each man what is his own is dear.
Πατρὶς τοίνυν τῷ γενναίῳ, ἡ πρὸς ἥλιον ἀνίσχουσα χώρα · εὐγενὴς γὰρ καὶ οὗτος κατὰ τὸν Ἰὼβ τῶν ἀφ' ἡλίου ἀνατολῶν, καὶ τῆς πατρίδος ἐκείνῳ κοινωνῶν, οὐκ ἀπελείφθη τῆς τοῦ ἤθους μιμήσεως. Νῦν δὲ πάσῃ τῇ οἰκουμένῃ ἐστὶ μάρτυς κοινὸς τῆς ὑφ' ἡλίῳ πολίτης · ληφθεὶς δὲ ἐκεῖθεν πρὸς ὁπλιτικοὺς κατα-
The fatherland, then, of this noble man is the land that reaches up towards the rising sun; for he too, like Job, was noble-born among the men of the sun's rising, and sharing his fatherland with him, he did not fall short of the imitation of his character. Now, however, to the whole inhabited world is the martyr a common citizen of the earth under the sun; and having been taken thence towards military en-
Notes, col. 740

On the reading

Printed κατσμάθετε, for καταμάθετε.

PG 46:741Read from the page
λόγους, οὕτω μετὰ τοῦ ἰδίου τάγματος πρὸς τὴν ἡμετέραν διέβη χώραν, τῆς χειμερινῆς ἀναπαύσεως τοῖς στρατιώταις ἐνθάδε παρὰ τῶν κρατούντων διαταχθείσης. Πολέμου δὲ κινηθέντος ἀθρόον, οὐκ ἐξ ἐφόδου βαρβαρικῆς, ἀλλ' ἐκ νόμου Σατανικοῦ, καὶ δόγματος θεομάχου (πᾶς γὰρ Χριστιανὸς ἠλαύνετο τῷ δυσσεβεῖ γράμματι, καὶ πρὸς θάνατον ἤγετο) · τότε δὴ, τότε ὁ τρισμακάριος οὗτος, γνώριμος ὢν ἐπ' εὐσεβείᾳ, καὶ τὴν πίστιν τὴν εἰς Χριστὸν πανταχοῦ περιφέρων, μόνον οὐκ ἐπὶ τοῦ μετώπου τὴν ὁμολογίαν γραψάμενος, οὐκέτι νεόλεκτος ἦν τὴν ἀνδρείαν, οὐδὲ ἄπειρος πολέμου καὶ μάχης · ἀλλὰ γενναῖος τὴν ψυχὴν, ἰσχυρὰν ποιησάμενος πρὸς τοὺς κινδύνους τὴν ἔνστασιν, οὐχ ὑφειμένος, οὐ δειλιῶν, οὐ λόγον ἀπαῤῥησίαστον προβαλλόμενος. Ὡς γὰρ ἐκάθισε τὸ πονηρὸν ἐκεῖνο δικαστήριον, ὅ τε ἡγεμὼν καὶ ὁ ταξίαρχος εἰς ταὐτὸ συνελθόντες, ὡς Ἡρώδης ποτὲ καὶ Πιλάτος, τὸν δοῦλον τοῦ σταυρωθέντος, εἰς κρίσιν ὁμοίαν τοῦ Δεσπότου κατέστησαν. « Καὶ λέγε, » φησὶ, « πόθεν σοι θρασύτητος καὶ τόλμης ἐγγινομένης, εἰς τὸν βασιλικὸν ἐξυβρίζεις νόμον, οὐχ ὑποκύπτεις δὲ τρέμων τοῖς τοῦ Δεσπότου προστάγμασιν, οὐδὲ προσκυνεῖς κατὰ τὸ δοκοῦν τοῖς κρατοῦσιν; » Οἱ γὰρ ἀμφὶ Μαξιμιανὸν τότε τῆς βασιλείας ἡγοῦντο. Ὃς στεῤῥῷ τῷ προσώπῳ καὶ ἀκατα[π]λήκτῳ τῇ γνώμῃ, εὔστοχον τὴν ἀπόκρισιν τοῖς λεχθεῖσιν ἐπέθηκεν · « Θεοὺς μὲν οὐκ οἶδα (οὐδὲ γάρ εἰσι κατὰ τὴν ἀλήθειαν) · δαίμονας δὲ ὑμεῖς ἀπατεῶνας πλανᾶσθε τῇ τοῦ Θεοῦ τιμῶντες προσηγορίᾳ · ἐμοὶ δὲ Θεὸς ὁ Χριστὸς, ὁ τοῦ Θεοῦ μονογενὴς Υἱός. Ὑπὲρ τῆς εὐσεβείας τοίνυν καὶ τῆς ὁμολογίας τῆς εἰς ἐκεῖνον, καὶ ὁ τιτρώσκων τεμνέτω, καὶ ὁ μαστίζων ξαινέτω, καὶ ὁ καίων προσαγέτω τὴν φλόγα, καὶ ὁ ταῖς φωναῖς μου ταύταις ἀχθόμενος ἐξαιρέτω τὴν γλῶσσαν · καθ' ἕκαστον γὰρ μέλος, τὸ σῶμα τῷ κτίσαντι χρεωστεῖ τὴν ὑπομονήν. » Ἡττήθησαν τῶν λόγων οἱ τύραννοι · καὶ τὴν πρώτην προσβολὴν τοῦ ἀριστέως οὐκ ἤνεγκαν, νεανίσκον βλέποντες πρὸς τὸ πάθος σφριγῶντα, καὶ ὡς ἡδύ τι πόμα τὴν τελευτὴν ἐφελκόμενον. Ὡς δὲ ἐκεῖνοι μικρὸν ἐπεῖχον ἠπορημένοι, καὶ βουλευόμενοι τὸ πρακτέον · εἷς τις τῶν ἐν τέλει στρατιώτης κομψὸς εἶναι οἰόμενος, ἐπιχλευάζων ὁμοῦ τὴν ἀπόκρισιν τὴν τοῦ μάρτυρος, « Ἔστι γὰρ, » ἔφη, « Υἱὸς, ὦ Θεόδωρε, τῷ σῷ Θεῷ; καὶ γεννᾷ ἐκεῖνος, ὡς ἄνθρωπος ἐμπαθῶς; » — « Ἐμπαθῶς μὲν ὁ ἐμὸς, » ἔφη, « Θεὸς οὐκ ἐγέννησεν · ἀλλὰ καὶ Υἱὸν ὁμολογῶ, καὶ θεοπρεπῆ λέγω τὴν γέννησιν · σὺ, ὦ νηπιώδη τὸν λογισμὸν καὶ ἄθλιε, οὐκ ἐρυθριᾷς οὐδὲ ἐγκαλύπτῃ καὶ θήλειαν ὁμολογῶν θεάν, καὶ ὡς μητέρα δώδεκα παίδων τὴν αὐτὴν προσκυνῶν, πολύτοκόν τινα δαίμονα κατὰ τοὺς λαγωοὺς ἢ τὰς ὗας εὐκόλως καὶ ἐγκυϊσκομένην καὶ ἀποτίκτουσαν; »
listments, thus with his own regiment he crossed over towards our land, winter rest having been appointed here for the soldiers by those in power. And when war was suddenly stirred up—not from a barbarian onslaught, but from a Satanic law and a God-fighting decree (for every Christian was harried by the impious edict, and led towards death)—then indeed, then this thrice-blessed man, being well-known for piety, and carrying round everywhere his faith in Christ, all but having inscribed the confession upon his forehead, was no longer a newly enlisted recruit in courage, nor inexperienced in war and battle, but noble in soul, making his firm stand against dangers strong, neither slackening, nor cowering, nor putting forward speech devoid of boldness. For when that wicked tribunal took its seat, both the governor and the tribune having come together to the same place, like Herod once and Pilate, they set the servant of the Crucified One for a judgement like that of his Master. "And tell us," says he, "whence has such rashness and daring sprung up in you, that you insult the imperial law, and do not bow down trembling to the commands of the sovereign, nor worship according to what seems good to those in power?" For the circle of Maximian then held sway over the empire. And he, with steadfast countenance and undaunted mind, set a well-aimed reply upon what had been spoken: "Gods I do not know (for neither do they exist in truth); you go astray in honouring deceitful demons with the appellation of God; whereas to me God is Christ, the only-begotten Son of God. On behalf, therefore, of piety and of the confession towards Him, let him who wounds cut, and let him who scourges lacerate, and let him who burns bring up the flame, and let him who is vexed at these words of mine tear out my tongue; for in each member the body owes endurance to Him Who created it." The tyrants were worsted by his words, and did not bear the first onset of the champion, beholding a youth vigorously eager for suffering, and drawing death towards himself like some sweet draught. And while they paused a little at a loss, and took counsel what should be done, a certain soldier among those in office, fancying himself witty, at once jeering at the martyr's reply, said: "Has your God a Son then, O Theodore? And does He beget with passion, like a man?" — "With passion," said he, "my God did not beget; yet I both confess a Son, and call the begetting befitting God; but you, O childish in reasoning and wretched man, do you not blush nor veil your face when confessing even a female goddess, and worshipping her as the mother of twelve children—some prolific demon that, after the manner of hares or sows, easily both conceives and brings forth?"
Οὕτως δὲ τοῦ ἁγίου διπλοῦν ἀντιστρέψαντος τῷ εἰδωλολάτρῃ τὸν καταγέλωτα, σχῆμα πλασάμενοι φιλανθρωπίας οἱ τύραννοι, « Ὀλίγος, » φασὶ, » πρὸς διάσκεψιν ἐνδοθήτω τῷ μαινομένῳ καιρός · ἴσως κατὰ
And when the saint had thus turned back a double ridicule upon the idolater, the tyrants, feigning a semblance of humanity, say: "Let a little time for deliberation be granted to the madman; perhaps according to
Notes, col. 741

On the reading

Printed φασὶ, », for φασὶ, «.

PG 46:744Read from the page
σχολὴν δοὺς ἑαυτῷ γνώμην, μετάθηται πρὸς τὸ βέλτιον. » Μανίαν γὰρ οἱ ἔκφρονες τὴν σωφροσύνην ἐκάλουν· ἔκστασιν δὲ καὶ παραφορὰν, τὴν εὐλάβειαν· ὥσπερ ὅταν οἱ μεθύοντες, τὸ ἴδιον πάθος τοῖς νήφουσιν ὀνειδίζωσιν. Ἀλλ' ὁ εὐσεβὴς ἄνθρωπος καὶ τοῦ Χριστοῦ στρατιώτης, εἰς ἀνδρικὴν πρᾶξιν τῇ δοθείσῃ σχολῇ κατεχρήσατο. Ποίᾳ ταύτῃ; Καιρὸς ὑμῖν μετ' εὐφροσύνης ὑποδέξασθαι τὸ διήγημα· Τῇ μυθευομένῃ μητρὶ τῶν θεῶν, ναὸς ἦν ἐπὶ τῆς μετροπόλεως Ἀμασείας, ὃν οἱ τότε πλανώμενοι, αὐτοῦ που περὶ τὰς ὄχθας τοῦ ποταμοῦ τῇ ματαιότητι κατεσκεύασαν. Τοῦτον ὁ γενναῖος, ἐν τῷ τῆς δοθείσης ἀδείας καιρῷ ἐπιτηρήσας εὔκαιρον ὥραν, καὶ αὔραν ἐπίφορον, ἐμπρήσας κατέφλεξεν, ἔργῳ τοῖς ἀλιτηρίοις δοὺς τὴν ἀπόκρισιν, ἣν πάντως ἀνέμενον μετὰ τὴν διάσκεψιν. Ἐπιδήλου δὲ τοῦ πράγματος ταχέως ἅπασι γενομένου (καὶ γὰρ ἐν τῷ μέσῳ τῆς πόλεως φανερώτατον ἐξήφθη τὸ πῦρ), οὐκ ἐπεκρύψατο τὴν ἐγχείρησιν, οὐδὲ ἐσπούδασε τὸ λαθεῖν· ἀλλ' ἔνδηλος ἦν, καὶ σφόδρα γε τῷ κατορθώματι γαυριῶν, καὶ ὑπερχαίρων τῇ ταραχῇ τῶν ἀθέων, ἣν ἐταράττοντο, τῷ ναῷ περιαλγοῦντες καὶ τῷ ξοάνῳ. Καὶ μέντοι κατεμηνύθη τοῖς ἄρχουσιν, ὡς αὐτουργήσας τὸν ἐμπρησμόν· καὶ πάλιν κριτήριον φοβερώτερον τοῦ προτέρου· ὥσπερ οὖν καὶ εἰκὸς, ἐπισυμβάντος τηλικούτου τοῦ παροξύναντος. Καὶ οἱ μὲν ἐπὶ τὸν δικαστικὸν ἀνέβησαν θρόνον. Θεόδωρος δὲ εὐπαῤῥησίαστος ἐν τοῖς μέσοις ἄρχοντος θάρσος ἔχων ἐν τῇ στάσει τοῦ κρινομένου ἐρωτώμενος, καὶ τῷ τάχει τῆς ὁμολογίας τὴν ἐρώτησιν ἐπικόπτων. Ἐπειδὴ δὲ ἀκατάπληκτος ἦν, καὶ πρὸς οὐδὲν ἐφείδετο τῶν ἀπειλουμένων δεινῶν, εἰς τοὐναντίον μετεβλήθησαν τρόπον· καὶ φιλανθρώπως διαλεγόμενοι, ἐπαγγελίαις ὑποσύρειν ἐπειρῶντο τὸν δίκαιον. « Καὶ γίνωσκε, » φασὶν, « ὡς εἰ βουληθείης εὐπειθῶς τὴν συμβουλὴν τὴν ἡμετέραν προσδέξασθαι, εὐθύς σε καταστήσομεν ἐξ ἀφανῶν γνώριμον, ἐξ ἀδόξων ἔντιμον· καί σοι τῆς ἀρχιερωσύνης ἐπαγγελλόμεθα τὴν ἀξίαν. » Ὡς δὲ τοῦ τῆς ἀρχιερωσύνης ἀξιώματος ἤκουσεν, ἐγγελάσας μακρὸν ὁ τρισμακάριος εἶπεν· « Ἐγὼ καὶ τοὺς ἱερέας τῶν εἰδώλων ἀθλίους κρίνων, καὶ ὡς ματαίας πράξεως ὑπηρέτας, οἰκτείρω· τοὺς δὲ ἀρχιερέας ἐπὶ πλεῖον ἐλεῶ καὶ βδελύσσομαι· ἐπὶ γὰρ τῶν χειρόνων, ὁ μείζων καὶ πρωτοτακτῶν ἀθλιώτερος· ὡς ἐν τοῖς ἀδίκοις, ὁ ἀδικώτερος· ὡς ἐν τοῖς φονεῦσιν, ὁ μᾶλλον ὠμός· ὡς ἐν τοῖς ἀκολάστοις, ὁ ἀσελγέστερος· καὶ διὰ τοῦτο ἐντεῦθεν ἤδη διὰ τῶν ὀλεθρίων ἐπαγγελιῶν καταβάλετε· λελήθατε γάρ μοι, ὦ οὗτοι, τὴν κορυφὴν τῶν κακῶν ὑποσχόμενοι· τῷ δὲ εὐσεβῶς καὶ ὀρθῶς ζῇν προαιρουμένῳ, παραῤῥιπτεῖσθαι καλὸν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μᾶλλον, ᾗ οἰκεῖν ἐν σκηνώμασιν ἁμαρτωλῶν. Ἐγὼ καὶ τοὺς βασιλέας τούτους, ὧν τὸν ἄνομον συνεχῶς ὑπαναγινώσκετε νόμον, ἐλεῶ, ὅτι αὔταρκες ἐν ἀνθρώποις ἀξίωμα τὸ κράτος τῆς βασιλείας ἔχοντες, τὴν τοῦ ἀρχιερέως ἑαυτοῖς προσηγορίαν ἀνέθεσαν, καὶ τὴν πενθήρη καὶ σκοτεινὴν πορφύραν ἐκεῖθεν ἀμπίσχονται, κατὰ μίμησιν τῶν κακοδαιμόνων ἀρχιερέων, ἀξιώματι φαιδρῷ σκυθρωπὸν περιφέροντες ἔνδυμα· ἔστι δὲ ὅτε καὶ μιαρῷ βωμῷ πλησιάζοντες, ἀντὶ βασιλέων γίνονται
giving himself leisure for reflection, he may change his mind towards what is better." For the senseless called soundness of mind madness, and reverent piety derangement and delirium, just as when drunkards reproach the sober with their own affliction. Yet the pious man and soldier of Christ turned the leisure granted him to a manly deed. What deed was this? It is time for you to receive the narrative with gladness: For the fabled mother of the gods there was a temple in the metropolis of Amaseia, which those who then went astray had built in their vanity somewhere right there along the banks of the river. Watching in the season of the immunity granted him for an opportune hour and a favourable breeze, the noble man set fire to this temple and burned it down, giving the miscreants by his deed the answer which they were altogether awaiting after his deliberation. When the affair quickly became manifest to all (for the fire had been kindled most conspicuously in the middle of the city), he did not conceal the undertaking, nor did he strive to escape notice; rather, he was plainly seen both exulting mightily in the achievement and rejoicing exceedingly at the tumult of the godless, whereby they were thrown into confusion, grieving sorrowfully over the temple and the carved image. And indeed he was denounced to the magistrates as having perpetrated the conflagration with his own hands; and once again there was a tribunal more dreadful than the former, just as was natural when so great a provocation had supervened. And they, for their part, ascended the judicial throne, while Theodore stood outspoken in their midst, possessing the boldness of a ruler in the station of the accused as he was questioned, and cutting short the interrogation by the swiftness of his confession. When he remained undaunted and spared himself before none of the threatened terrors, they changed to the opposite manner, and, conversing humanely, tried to lure the righteous man away by promises. "And know," they said, "that if you should willingly consent to accept our counsel, straightway we shall make you renowned instead of obscure, honoured instead of unknown; and we promise you the dignity of the high priesthood." When the thrice-blessed man heard of the dignity of the high priesthood, laughing long at them he said: "Judging even the priests of the idols to be wretched, I pity them as servants of a vain practice; yet the high priests I pity still more and abhor; for among those who are worse, he who is greater and holds first rank is more wretched: as among the unjust, the more unjust; as among murderers, the more cruel; as among the licentious, the more debauched; wherefore cease henceforth casting me down through your pernicious promises, for unawares, O men, you have promised me the summit of evils; whereas for him who chooses to live piously and uprightly, it is good to be cast aside in the house of God rather than to dwell in the tents of sinners. I pity even these emperors, whose lawless law you continually read aloud, because, though possessing in the sovereignty of empire a dignity self-sufficient among men, they have bestowed upon themselves the title of high priest, and clothe themselves therefrom in the mournful and gloomy purple in imitation of the evil-spirited high priests, wearing a sullen garment in a radiant dignity; and sometimes, drawing near an impure altar, instead of emperors they become
Notes, col. 744

On the reading

Printed μετροπόλεως, for μητροπόλεως.

Printed ᾗ οἰκεῖν, for ἢ οἰκεῖν.

PG 46:745Read from the page
μάγειροι ὄρνεις θύοντες, καὶ βοσκημάτων ἀθλίων σπλάγχνα διερευνώμενοι, καὶ τῷ λύθρῳ τοῦ αἵματος, ὡς κρεωπῶλαί τινες τὴν ἐσθῆτα μολύνοντες. »
cooks sacrificing birds, searching through the entrails of wretched beasts, and defiling their raiment with the gore of blood like mere butchers."
Μετὰ ταύτας τὰς φωνὰς τοῦ δικαίου, οὐκέτι οὐδὲ τὴν πλαστὴν φιλανθρωπίαν καὶ ἐσχηματισμένην οἱ ἄρχοντες ἐπεδείκνυντο· ἀλλὰ καὶ ἀσεβέστατον πρὸς τοὺς Θεοὺς καλοῦντες, καὶ ἔτι τῶν βασιλέων ὑβριστὴν καὶ βλάσφημον, πρῶτον μὲν ἐπὶ τοῦ βασανιστηρίου ξύλου κρεμάσαντες, τὸ σῶμα κατέξαινον· ὁ δὲ, τῶν δημίων σφοδρῶς ἐνεργούντων, καρτερὸς ἦν καὶ ἀνένδοτος, καὶ στῖχον ἐκ τῆς Ψαλμῳδίας ταῖς βασάνοις ἐπῇδεν· Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. Καὶ οἱ μὲν τῶν σαρκῶν ἀπέξεον· ὁ δὲ ἔψαλλεν, ὡς ἄλλου τινὸς ὑφισταμένου τὴν τιμωρίαν. Διεδέξατο τὴν κόλασιν ταύτην τὸ δεσμωτήριον, καὶ πάλιν ἐκεῖ θαῦμα ἐτελεῖτο περὶ τὸν ἅγιον, καὶ νύκτωρ φωνὴ πλήθους ψαλλόντων ἠκούετο, καὶ λαμπάδων ἐπιφαινουσῶν, ὡς ἐν παννυχίδι αὐγὴ ἐωρᾶτο τοῖς ἔξωθεν, ὡς καὶ τὸν δεσμοφύλακα πρὸς τὴν παράδοξον ὄψιν καὶ ἀκοὴν ταραχθέντα, εἰσπηδῆσαι εἰς τὸν οἰκίσκον, καὶ μηδένα εὑρεῖν πλὴν τοῦ μάρτυρος ἡσυχάζοντος, καὶ τῶν ἄλλων δεσμωτῶν καθευδόντων. Ἐπειδὴ δὲ πολλῶν γινομένων ἤκμαζε πρὸς τὴν ὁμολογίαν καὶ τὴν εὐσέβειαν, ἦλθεν ἐπ' αὐτὸν ἡ κατακρίνουσα ψῆφος, καὶ πυρὶ τελειωθῆνσι κελευσθεὶς, αὐτὸς μὲν ἀπῆλθε τὴν καλὴν καὶ μακαρίαν πρὸς Θεὸν πορείαν· ἡμῖν δὲ τὴν μνήμην τοῦ ἀγῶνος διδασκάλιον κατέλιπε, λαοὺς ἀθροίζων, ἐκκλησίαν παιδεύων, δαίμονας ἀπελαύνων, ἀγγέλους εἰρηνικοὺς κατάγων, ζητῶν ὑπὲρ ἡμῶν παρὰ Θεοῦ τὰ συμφέροντα, ἰατρεῖον νόσων ποικίλων τὸν τόπον τοῦτον ἀπεργασάμενος, λιμένα τῶν χειμαζομένων ταῖς θλίψεσι, πενήτων εὐθηνουμένων ταμιεῖον, ὁδοιπόρων ἀνεκτὸν καταγώγιον, πανήγυριν τῶν ἑορταζόντων ἄληκτον. Εἰ γὰρ καὶ ἐνιαυσιαίοις ἑορταῖς τὴν ἡμέραν ταύτην τελοῦμεν, ἀλλ' οὐδέποτε λήγει τῶν κατὰ σπουδὴν ἀφικνουμένων τὸ πλῆθος, τῶν μυρμήκων δὲ σώζει τὴν ὁμοιότητα ἡ ἐπὶ τάδε φέρουσα λεωφόρος, τῶν μὲν ἀνιόντων, τῶν δὲ ὑποχωρούντων τοῖς ἐρχομένοις.
After these words of the righteous man, the magistrates no longer displayed even their feigned and counterfeit humanity; rather, calling him both most impious towards the Gods and moreover an insulter and blasphemer of the emperors, first they suspended him upon the wooden rack of torture and lacerated his body; yet while the executioners were working furiously, he remained steadfast and unyielding, and sang a verse from the Psalmody amid his torments: I will bless the Lord at all times; His praise shall continually be in my mouth. And they kept scraping away his flesh, while he sang psalms as though someone else were undergoing the punishment. The prison succeeded this chastisement, and there once again a wonder was wrought around the saint: by night the voice of a multitude singing psalms was heard, and as lamps shone forth a radiance as at an all-night vigil was seen by those outside, so that even the gaoler, troubled at the marvellous sight and sound, burst into the cell and found no one save the martyr at peace and the other prisoners sleeping. And when, after many things had been done, he flourished all the more in his confession and piety, the condemning vote came upon him, and, having been ordered to be perfected by fire, he himself departed on that noble and blessed journey to God, while to us he left behind the remembrance of his contest as a school of instruction, gathering peoples together, educating the Church, driving away demons, bringing down peaceful angels, seeking from God on our behalf what is beneficial, having made this place a hospital for diverse diseases, a haven for those storm-tossed by afflictions, a treasury for the poor in abundance, a welcome hospice for wayfarers, an unceasing festival of those keeping feast. For even though we celebrate this day with annual feasts, yet the multitude of those eagerly arriving never ceases, and the highway leading hither preserves the likeness of ants, some going up while others give way to those coming.
Ἡμεῖς μὲν οὖν, ὦ μακάριε, τὸν τοῦ ἐνιαυτοῦ κύκλον καταλαβόντες φιλανθρωπίᾳ τοῦ κτίσαντος, ἠθροίσαμέν σοι τὴν πανήγυριν, τὸν ἱερὸν τῶν φιλομαρτύρων σύλλογον, τόν τε κοινὸν προσκυνοῦντες Δεσπότην, καὶ τὴν ἐπινίκιον πληρώσαντες τῶν σῶν ἀγώνων ὑπόμνησιν· σὺ δὲ, δεῦρο δὴ πρὸς ἡμᾶς, ὅπου ποτ' ἂν ᾖς, τῆς ἑορτῆς ἔφορος (καλέσαντα γάρ σε ἀντικαλοῦμεν)· καὶ εἴτε τῷ ὑψηλῷ αἰθέριον διαιτᾷ, εἴτε τινὰ ἐπουράνιον ἁψῖδα περιπολεῖς, ἢ χοροῖς
We therefore, O blessed one, having reached the yearly cycle by the loving-kindness of the Creator, have gathered this festal assembly for you, the sacred concourse of lovers of the martyrs, both worshipping our common Master and fulfilling the triumphal commemoration of your contests; do you, then, come hither to us, wherever you may be, as overseer of the feast (for since you called us, we call upon you in return); and whether you dwell ethereal in the sublime height, or traverse some heavenly vault, or in choirs
Notes, col. 745

On the reading

Printed τελειωθῆνσι, for τελειωθῆναι.