Migne Reading Room

PG 46 · cols. 724–733 · Read from the page

On the same

On the same

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 46:724Read from the page
ρηθεὶς κρίσει καὶ ἐκλογῇ τῶν ἀποστόλων ἀνὴρ εἶναι πιστὸς, καὶ πλήρης Πνεύματος ἁγίου, ἔπειτα δυνάμει πνευματικῆς σοφίας. Καὶ γὰρ τῷ θείῳ λόγῳ τοσαύτην ὑπὲρ τοῦ κηρύγματος συνηγορίαν ἐπεδείκνυτο, ὡς καὶ μεγάλα τὰ θαύματα τῆς θείας ἐνεργείας συντρέχειν αὐτοῦ ταῖς διδασκαλίαις. Στέφανος γὰρ, φησὶ, πλήρης πίστεως καὶ δυνάμεως, ἐποίει σημεῖα μεγάλα. Οὐ γὰρ ἐδικαίωσεν ἐμπόδιον αὐτῷ τι γενέσθαι τῇ περὶ τὰς χήρας σπουδῇ, ἀλλὰ καὶ ταύτης εἴχετο προθύμως, κἀκείνης οὐκ ἀπελιμπάνετο · καὶ ἦν ἐπ' αὐτῷ μέγα τὸ θαῦμα, καὶ φιλοπόνου διανοίας πλεονέκτημα. Χήρας ἐπιστεύετο, καὶ ψυχὰς ἐνεπορεύετο, τὰς μὲν ἄρτῳ τρέφων, τὰς δὲ λόγῳ παιδεύων, καὶ ταῖς μὲν σωματικὴν τράπεζαν προτιθεὶς, ταῖς δὲ πνευματικὴν ἑστίαν προβαλλόμενος. Ἦν γὰρ ἀνὴρ ἀγαθὸς, καὶ πλήρης Πνεύματος ἁγίου · ἀγαθότητι μὲν τῆς γνώμης, τῶν πενήτων τὴν λειτουργίαν ὑφιστάμενος · παῤῥησίᾳ δὲ καὶ δυνάμει τοῦ Πνεύματος, τοὺς ἐχθροὺς τῆς ἀληθείας ἐπιστομίζων. Πᾶσι γοῦν ἀντέκρουε, καὶ πάντας τῷ λόγῳ τῆς ἀληθείας κατηγωνίζετο, λογισμοὺς καθαιρῶν, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Τοσαύτη δὲ αὐτῷ ἰσχὺς τοῦ λόγου παρῆν, ὡς κατὰ τὴν μαρτυρίαν τῆς ἁγίας Γραφῆς, μηδένα δύνασθαι ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι, ᾧ ἐλάλει. Ἀλλ' ἐπὶ τὸ συνέδριον ἤγετο τῆς ἀπιστίας, ὁ κήρυξ τῆς ἀληθείας · δεῖ γὰρ ἡμᾶς οὕτω παραδραμόντας τῷ Πρωτομάρτυρι τὴν ὀφειλομένην ἀποδοῦναι, ἣν χθὲς ἀποπληρῶσαι τὸ ἀσθενὲς τοῦ σώματος οὐκ ἐπέτρεψε, καὶ σήμερον τοῖς ἁγίοις ἀποστόλοις τὴν οἰκείαν μνήμην ἀποπληρῶσαι. Πρῶτον μὲν γὰρ οὐχ ἡμέραις, οὐδὲ χρόνοις, τὰ τῶν ἁγίων ἐγκώμια περιορίζεται · Εἰς μνημόσυνον γὰρ, φησὶν, αἰώνιον ἔσται δίκαιος · ἔπειτα δὲ, οἷς οὐ διαιρεῖται τὰ τῆς γνώμης. Οὔτε τοίνυν μάρτυρες ἄνευ ἀποστόλων, οὔτε πάλιν ἀπόστολοι χωρὶς ἐκείνων. Διδάσκαλοι μὲν γὰρ μαρτύρων, ἀπόστολοι · εἰκόνες δὲ τῶν ἀποστόλων, οἱ μάρτυρες. Εἰκόνα γοῦν τὴν ἐκείνων καὶ τὸν χαρακτῆρα φέρων ὁ μακάριος Στέφανος, σταυρὸν, καὶ διὰ τοῦ θανάτου πρῶτος τοῦ μαρτυρίου τὸν στέφανον ἀνεδήσατο. Ἀλλ' ὅμως διὰ τῆς ὑπομονῆς τοῦ μαρτυρίου τοὺς διδασκάλους ἀπεσέμνυνε, καὶ γέγονεν ἀληθῶς στέφανος · στέφανος γὰρ τῶν καλῶν διδασκάλων οὐκ ἦν τιμὴ τῆς εὐφημίας, ἀλλ' ἦν προκοπὴ τῆς Ἐκκλησίας, ὥσπερ γοῦν Κορινθίοις γράφων ὁ θεῖος Ἀπόστολός φησιν · Ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὕτω στήκετε. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.
declared by the judgement and election of the apostles to be a faithful man, and full of the Holy Spirit, and next by the power of spiritual wisdom. For by the divine word he displayed so great an advocacy on behalf of the proclamation that great wonders of divine operation also ran alongside his teachings. For Stephen, it says, full of faith and power, wrought great signs. For he did not judge that any hindrance should arise for him to his zeal concerning the widows, but clung eagerly to this also, and was not wanting in that; and the wonder in him was great, and an advantage of an industrious mind. He was entrusted with widows, and trafficked in souls, nourishing the former with bread while instructing the latter with the word, and setting before the one a bodily table while putting forward for the other a spiritual banquet. For he was a good man, and full of the Holy Spirit: by the goodness of his mind undertaking the ministry to the poor, while by boldness of speech and the power of the Spirit stopping the mouths of the enemies of the truth. To all, therefore, he made resistance, and struggled against all with the word of truth, pulling down reasonings and every height lifted up against the knowledge of God. And such strength of speech was present with him that, according to the testimony of Holy Scripture, no one was able to withstand the wisdom and the spirit with which he spoke. Yet he was led to the council of unbelief, the herald of the truth; for we who have thus passed by must render to the Protomartyr the debt owed, which yesterday the weakness of the body did not permit us to fulfil, and today fulfil for the holy apostles their own remembrance. For first, the encomiums of the saints are circumscribed neither by days nor by times—For the righteous man, it says, shall be in everlasting remembrance—and next, for those whose matters of purpose are not divided. Neither, then, are martyrs without apostles, nor again apostles apart from them. For apostles are teachers of martyrs, while martyrs are images of the apostles. Bearing, therefore, their image and character, the blessed Stephen—a cross—also through death first bound upon himself the crown of martyrdom. Yet nevertheless through the endurance of martyrdom he added reverence to his teachers, and became truly a crown; for the crown of good teachers was not the honour of acclaim, but was the advancement of the Church, just as indeed the divine Apostle says when writing to the Corinthians: My brethren beloved and longed for, my joy and crown, so stand fast. But let us return to the subject before us.
Εἰσῆλθεν εἰς τὸ συνέδριον τῶν Χριστοφόνων ὁ Χριστοφόρος · εἰσεπήδησεν εἰς τὴν συναγωγὴν τῶν λύκων
The Christ-bearer entered into the council of the Christ-slayers; into the synagogue of the wolves leaped
PG 46:725Read from the page
τὸ πρόβατον · ἀλλ' ἦν οὐχ ὡς ἁπλῶς πρόβατον θηριάλωτον, ἀλλὰ πρόβατον ὑπὸ Χριστοῦ ποιμαινόμενον, καὶ πρὸς τοὺς λύκους ἀγωνιζόμενον. Οἱ μὲν γὰρ ἐλύσσων καὶ διεπρίοντο, ταῖς κατηγορίαις καὶ ταῖς ἀπειλαῖς τὸ ποίμνιον καταδάκνοντες · ὁ δὲ μᾶλλον αὐτοὺς τοῖς ἐλέγχοις διεσπάραττεν, ἢ ταῖς ἀπειλαῖς καὶ ταῖς κατηγορίαις, ὡς ἐκεῖνοι. Μὴ ψιλῶς, μηδ' ἐπιπολαίως παραδράμωμεν τὰ λεγόμενα. Οὗτος γὰρ πρὸς τοσαύτην συναγωγὴν πονηρευομένων, καὶ πρὸς τοσαύτην λύκων ἔφοδον κατὰ τῆς ἀδικίας ἐθάρσησε παῤῥησιάσασθαι, καὶ εἰπεῖν μετὰ τὴν πολλὴν ἐκείνην διδασκαλίαν · Σκληροτράχηλοι, καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσὶν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, καθὼς οἱ πατέρες ὑμῶν, καὶ τὰ ἑξῆς. Οὕτως ὁ ἐπὶ μὲν γῆς φαινόμενος, τὰ δὲ ἐν οὐρανῷ κατόπτριζόμενος · καὶ ἀνθρώπου μὲν φύσιν ἐνδεδυμένος, ἀγγέλου δὲ ὄψιν καὶ σχῆμα μεταμορφωσάμενος (καὶ τούτων οὐδὲν ἀπεικός · ἔπρεπε γὰρ ἀληθῶς ἐν τῷ Πρωτομάρτυρι δειχθῆναι τῶν μαρτύρων τὸ ἀξίωμα, καὶ γνῶναι λοιπὸν ἅπαντας τῆς καινῆς χάριτος τὰ ἔργα) · ὁ τοῦ μαρτυρίου πόθος οὐ μόνον ἀγγελικὴν ἀξίαν χαρίζεται, ἀλλὰ καὶ οὐρανῶν ἀνοίγει πύλας · οὐκέτι θανάτῳ τὰς ψυχὰς παραπέμπων, ἀλλ' εἰς χεῖρας Χριστοῦ τὸ πνεῦμα παρατιθέμενος. Ὁ μὲν γὰρ Κυριακὸς ἄνθρωπος τοῦ Σωτῆρος τῷ ἑαυτῷ Πατρὶ ἐν τῷ σταυρῷ προσεφώνει, λέγων · Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου · ὁ δὲ τοῦ Χριστοῦ δοῦλος Στέφανος, ἀνατείνας εἰς τὸν Δεσπότην, Κύριε, φησὶν, Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου · ταύτῃ τῇ φωνῇ τὴν ψυχὴν ἀποθέμενος. Ἄγγελοι τὸν ἑαυτῶν χορευτὴν ἀπελάμβανον, μᾶλλον αὐτὸν ἄνωθεν βάλλοντες ταῖς εὐφημίαις, ἢ ἐν τοῖς λίθοις κάτωθεν Ἰουδαῖοι. Ἀλλ' ὁ μὲν Στέφανος οὕτω τὸν καλὸν ἀγωνισάμενος ἀγῶνα, τὸν ἐν οὐρανοῖς κλῆρον ἐδέξατο. Τῷ Στεφάνῳ δὲ τούτῳ πάντες ἐξαίφνης οἱ τίμιοι λίθοι συνεπλάκησαν, οἱ θειότατοι τῶν Εὐαγγελίων κήρυκες, μεθ' οὓς οἱ μάρτυρες, καὶ μετ' αὐτοὺς πάλιν οἱ σωτηρίῳ ἀρετῇ διαλάμψαντες · προηγουμένως δὲ οἱ ἐπὶ τοῦ παρόντος μνημονευόμενοι, πολὺ καὶ λαμπρὸν ἀπαστράπτοντες τὸ κάλλος τῆς εὐσεβείας, λέγω δὴ Πέτρος, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, οἱ καὶ τῆς ἀποστολικῆς ἁρμονίας ἔξαρχοι, καὶ τῆς ἐκκλησιαστικῆς εὐδοξίας στέφανοι. Οὐκ ἀφίσταμαι γὰρ τῆς τοῦ Στεφάνου προσηγορίας · ἀλλὰ πολλάκις καὶ μυριάκις λέγων, ἔτι διψῶν ἐπαναλαμβάνω · Στεφάνου γὰρ κόρος οὐκ ἔστι τοῖς τὸ μακάριον τέλος τῶν στεφάνων ἐκδεχομένοις. Οὐκοῦν, εἰ δεῖ φιλαλήθως εἰπεῖν, ἀπὸ Στεφάνου πάλιν στεφάνοις εὐωχοῦμεν, καὶ κοινωνοῦμεν αὐτῶν ταῖς μνήμαις, ἐπειδήπερ ἐλπίζομεν κοινωνεῖν, καὶ μένειν, καὶ συνδοξάσομεν · βεβαιούσης
the sheep; yet he was not merely a sheep caught by wild beasts, but a sheep shepherded by Christ and contending against the wolves. For they raged and gnashed their teeth, biting at the flock with accusations and threats; whereas he tore them to pieces with reproofs rather than with threats and accusations as they did. Let us not pass over what is said barely or superficially. For against so great a synagogue of evil-doers, and against so great an onslaught of wolves, this man took courage to speak boldly against injustice, and to say after that long discourse: Stiff-necked and uncircumcised in heart and ears, you always resist the Holy Spirit, as your fathers did, and what follows. Thus he who appeared upon earth, yet mirrored the things in heaven, and who was clothed in human nature, yet transformed into the appearance and form of an angel (and none of these things is unlikely; for it truly befitted that in the Protomartyr the dignity of the martyrs should be shown, and that all henceforth should know the works of the new grace): the yearning for martyrdom not only bestows angelic dignity, but also opens the gates of the heavens, no longer sending souls away to death, but commending the spirit into the hands of Christ. For the Lordly Man of the Saviour addressed His own Father upon the cross, saying: Father, into Thy hands I commend My spirit; while Christ's servant Stephen, stretching up towards the Master, says: Lord Jesus, receive my spirit—laying down his soul with this voice. Angels received their fellow-dancer, pelting him from above with acclamations more than the Jews did from below with stones. Yet Stephen, having thus fought the good fight, received his lot in the heavens. And with this Stephen—this Crown—all the precious stones were suddenly interwoven: the most divine heralds of the Gospels, after whom came the martyrs, and after them again those who shone forth in saving virtue; and foremost those commemorated at present, flashing forth greatly and brightly the beauty of piety, I mean Peter, and James, and John, who are both the leaders of the apostolic harmony and the crowns of ecclesiastical renown. For I do not depart from the appellation of Stephen; nay, speaking it often and ten thousand times, still thirsting I repeat it; for there is no satiety of Stephen for those who await the blessed end of the crowns. Therefore, if one must speak with love of truth, from Stephen again we feast men with crowns, and we share in their memorials, since we hope to share, and to abide, and we shall be glorified together; while the
Notes, col. 725

On the reading

Printed κατόπτριζόμενος, for κατοπτριζόμενος.

PG 46:728Read from the page
γὰρ τῆς ἐπαγγελίας, ἡ κοινωνία τῆς πίστεως πολυπλασιάζεται.
promise is confirmed, the fellowship of faith is multiplied.
Πάλιν δὲ ἡμῖν, ἀδελφοὶ, τῶν ἀγαθῶν ἡ ἀπόλαυσις, τῷ τὴν Κυριακὴν τῆς ἀναστάσεως ἡμέραν συλλάμψαι τῇ μνήμῃ τῶν μαρτύρων. Ἐν ταύτῃ γὰρ προηγουμένως ἡμῶν τὰς διανοίας κατηύγασεν ὁ φωτισμὸς τῆς δόξης τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ, ἐν ᾗ τὰς σωτηρίους ἀκτῖνας τῆς δικαιοσύνης ἀνθήσας, τὸ μὲν σκότος τῆς ἀσεβείας ἠφάνισε, τὰς δὲ ψυχὰς τῇ ἐπιγνώσει τῆς ἀληθείας ἐλάμπρυνε. Καὶ ὅρα μοι τὸ θαυμαστὸν τῆς εὐεργεσίας καὶ μέγιστον. Ὁ μὲν γὰρ αἰσθητὸς οὗτος ἥλιος ἀνίσχων ἕωθεν, καὶ ταῖς προδρόμοις τῶν ἀκτίνων αὐγαῖς τὴν ἡμέραν προοιμιαζόμενος, καλύπτει μὲν καὶ περιβάλλει ταῖς μαρμαρυγαῖς τὴν ὑπ' οὐρανόν · ἀποκρύπτει δὲ καὶ ἀμαυροῖ πάντας ὁμοῦ τοὺς τῶν ἀστέρων χοροὺς, ὡς μόνον αὐτὸν ὁρᾶσθαι περιπολοῦντα ταῖς οὐρανίαις ἁψῖσιν. Ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἀνατείλας ἡμῖν ἐξ ὕψους, κατὰ τὴν λέγουσαν περὶ αὐτοῦ προφητείαν, Ἐν οἷς ἐπεσκέψατο ἡμᾶς Ἀνατολὴ ἐξ ὕψους, οὐ μόνον οὐκ ἀπέκρυψε τοὺς πρὸ τῆς ἐπιδημίας αὐτοῦ δίκην ἀστέρων ἀναλάμψαντας ἁγίους, καὶ προδρόμους αὐτοῦ γενομένους, ἀλλὰ κἀκείνους λαμπροτέρους ἐποίησε, καὶ ἑτέρους ἑαυτῷ φωστῆρας συνανέλαμψε. Προφῆται μὲν γὰρ διέλαμψαν μετὰ τὴν ἐκείνου παρουσίαν · μᾶλλον δὲ ἢ πρὸ ἐκείνης. Ἀμυδρᾶς γὰρ οὔσης ἔτι τῆς προφητείας ταῖς εὐαγγελικαῖς τῶν Γραμματέων ἐκβάσεσιν, ὁ Σωτὴρ ἐλθὼν εἰς τὸν κόσμον, πάντας ἐλάμπρυνε, καὶ διεσάφησε, πλήρωμα νόμου καὶ προφητῶν γενόμενος. Οὐ γὰρ ἦλθε καταλῦσαι τὸν νόμον καὶ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι. Ἐπὶ δὲ τῆς νέας χάριτος περὶ ἑαυτοῦ λέγων ὁ Σωτὴρ,
Again, brethren, the enjoyment of good things is ours, in that the Lord's day of the resurrection shines together with the remembrance of the martyrs. For on this day foremost the illumination of the glory of the Gospel of Christ illumined our minds, in which, having caused the saving rays of righteousness to blossom forth, He vanished the darkness of impiety, and brightened souls with the full knowledge of the truth. And behold for me how wondrous and greatest is this benefit. For this perceptible sun, rising at dawn and preluding the day with the forerunning gleams of its rays, covers indeed and envelops with its flashings the region under heaven, yet hides and dims all together the choirs of the stars, so that it alone is seen revolving in the heavenly vaults. Whereas our Lord Jesus Christ, having risen upon us from on high, according to the prophecy speaking concerning Him, Whereby the Dayspring from on high hath visited us, not only did not hide the saints who shone forth like stars before His sojourn and became His forerunners, but rendered them also brighter, and caused other luminaries to shine forth together with Himself. For prophets shone forth after His presence—nay, more than before it. For while prophecy was still dim by the evangelical digressions of the Scribes, the Saviour, coming into the world, brightened and made clear all, becoming the fulness of the law and the prophets. For He came not to destroy the law and the prophets, but to fulfil them. And in the time of the new grace, the Saviour, speaking concerning Himself,
PG 46:729Read from the page
Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου τούτου, οὐκ ἀπηξίωσεν ἡ πηγὴ τῆς ἀγαθότητος ἐξ ἀγαθοῦ Πατρὸς προελθὼν, τοῖς αὐτῷ δουλεύουσι μεταδοῦναι τῆς ἑαυτοῦ προσηγορίας · ἀλλά φησι πρὸς τοὺς ἑαυτοῦ μαθητάς · Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου · καὶ, Λαμψάτω τὰ ἔργα ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων. Ὃ δὲ μεῖζον παραγαγεῖν ἔχομεν εἰς ὑπόμνησιν τῶν εἰρημένων, τοῦτο, χάριτι Θεοῦ, πάλιν ἐκθησόμεθα · Ἰωάννης Βαπτιστὴς, λύχνος ὀνομασθεὶς, καὶ ἐν τοῖς Ψαλμοῖς προαναπεφωνημένος, καὶ ὑπὸ Κυρίου μεμαρτυρημένος. Ὁ μὲν γὰρ Προφήτης, ἐκ προσώπου τοῦ Πατρὸς, φησὶ περὶ αὐτοῦ διὰ τῆς ὑμνῳδίας · Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου, τουτέστιν, Ὑπηρέτην καὶ πρόδρομον ἡτοίμασα τοῦ φωτός · ὁ δὲ Κύριος τὴν Πατρικὴν βεβαιῶν φωνὴν, Ἐκεῖνος ἦν, φησὶν, ὁ λύχνος ὁ καιόμενος. Ἀλλ' ὅμως ὁ λύχνος ὢν, τοσοῦτον ἀπέσχε τοῦ ἀμαυρωθῆναι τῇ τοῦ Κυρίου παρουσίᾳ, ὃς ἦν ἥλιος δικαιοσύνης, ὥστε καὶ μᾶλλον διέλαμψε, κήρυξ ὁμοῦ καὶ θεολόγος αὐτοῦ τοῦ Σωτῆρος ὁ Βαπτιστὴς γενόμενος. Ἰωάννης μὲν οὖν διὰ τὸ ἕνα μόνον φωτίζειν οἶκον τὸν τοῦ Ἰσραὴλ, λύχνος ὠνομάσθη. Οἱ δὲ τοῦ Σωτῆρος ἀπόστολοι, οὐ λύχνοι, οὐδὲ ἀστέρες, ἀλλὰ φωστῆρες ἀνηγορεύθησαν, οὐκ ἐν ἑνὶ κλίματι, οὐδὲ μιᾷ γωνίᾳ λάμποντες, ἀλλ' ἅπασαν τὴν ὑπὸ οὐρανὸν καταυγάζοντες. Ἔξαρχοι δὲ τούτων καὶ κορυφαῖοι ὁ Πέτρος, καὶ ὁ Ἰάκωβος, καὶ ὁ Ἰωάννης, οἱ σήμερον ταῖς ὑπὲρ Χριστοῦ μαρτυρίαις σεμνυνόμενοι, συμφώνως μὲν πρὸς τὸ τέλος τοῦ βίου δραμόντες, διαφόροις δὲ τοῦ μαρτυρίου τρόποις ἐναθλήσαντες. Ὁ μὲν γὰρ πρωτοστάτης καὶ κορυφαῖος τῆς ἀποστολικῆς χορείας ἀναδειχθεὶς, οἰκείαν τῷ ἀξιώματι τὴν δόξαν ἀπηνέγκατο, τῇ τοῦ Σωτῆρος ὁμοιοπαθείᾳ τετιμημένος · ὁ σταυρῷ γὰρ προσηλωθεὶς, τὴν Δεσποτικὴν εἰκόνα τοῦ βασιλέως ἐξετύπωσεν (εἰκόνα δὲ λέγω βασιλικὴν τὸν σταυρόν) · οὐκ αἰσχυνόμενος ἐπὶ τῷ πάθει, ἀλλὰ σεμνυνόμενος ἐπὶ τῷ μεγάλῳ τροπαίῳ. Μήτε γὰρ αὐτοῖς, μήτε ἡμῖν, μήτε τοῖς μεθ' ἡμᾶς, μήτε τινὶ ἑτέρῳ, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καθὼς καὶ ὁ Παῦλός φησιν... οὕτω γὰρ καὶ Πέτρος φαίνεται διὰ τιμῆς ἔχων τὴν σεβάσμιον... Ἠξίου γὰρ κατὰ κεφαλῆς κρεμασθῆναι ὑπὸ τῶν σταυρούντων διὰ πολλὴν εὐλάβειαν, ἵνα μὴ ἴσος εἶναι τῷ Σωτῆρι δόξῃ, τῷ ὑπὲρ πάσης τῆς ἀνθρωπότητος σταυρωθέντι, καὶ πλατείαις, ὥσπερ ταῖς διὰ τοῦ σταυροῦ, χερσὶ τὴν οἰκουμένην περιβαλόντι. Ἰάκωβος δὲ τὴν κεφαλὴν ἀπετέμνετο, τὴν ὄντως αὐτοῦ κεφαλὴν, τὸν Χριστὸν, ἀπολαβεῖν ἐπειγόμενος. Κεφαλὴ γὰρ ἀνδρὸς ὁ Χριστὸς, κατὰ τὸν Ἀπόστολον, καὶ πάσης ὁμοῦ κεφαλὴ τῆς Ἐκκλησίας. Ὁ δὲ μακάριος Ἰωάννης ἐν πολλαῖς καὶ διαφόροις κατὰ τὸν βίον ἀθλήσας ἀγῶσι, καὶ ἐν πᾶσι διαπρέψας τοῖς κατορθώμασι τῆς εὐσεβείας, κενὸν μὲν εἰς ὕδωρ τοῦτο
I am the light of this world, the fountain of goodness Who proceeded from the good Father did not disdain to impart His own appellation to those who serve Him; nay, He says to His disciples: You are the light of the world; and, Let your works shine before men. And what we have still greater to bring forward in reminder of what has been said, this, by the grace of God, we shall again set forth: John the Baptist, named a lamp, both proclaimed beforehand in the Psalms and borne witness to by the Lord. For the Prophet, from the person of the Father, says concerning him through psalmody: I have prepared a lamp for My Christ—that is, I have prepared a servant and forerunner of the light; while the Lord, confirming the Father's voice, says: He was the burning lamp. Yet nevertheless, though he was the lamp, so far was he from being dimmed by the presence of the Lord, Who was the Sun of righteousness, that he shone forth all the more, the Baptist becoming at once herald and theologian of the Saviour Himself. John, then, because he enlightened one house alone, that of Israel, was named a lamp. Whereas the apostles of the Saviour were proclaimed neither lamps nor stars, but luminaries, shining not in one region nor in one corner, but illumining the whole earth under heaven. And the leaders and chiefs of these are Peter, and James, and John, who today are venerated for their witnesses on behalf of Christ, having run harmoniously towards the end of life, yet contended in different manners of martyrdom. For the one, shown forth as the first-rank leader and chief of the apostolic choir, carried off a glory befitting his dignity, honoured with fellow-suffering like that of the Saviour; for he who was nailed to a cross stamped out the Masterly image of the King (and by royal image I mean the cross), not ashamed at the passion, but glorying in the great trophy. For neither to them, nor to us, nor to those after us, nor to anyone else, of our Lord Jesus Christ, even as Paul also says... for thus Peter also is seen holding in honour the venerable... For out of great reverence he begged to be hung head downwards by those who crucified him, lest he should seem to be equal to the Saviour, Who was crucified on behalf of all humanity, and embraced the inhabited world with wide hands, as it were those stretched out through the cross. And James had his head cut off, hastening to receive his true head, Christ; for the head of man is Christ, according to the Apostle, and at once the head of the whole Church. And the blessed John, having contended in many and various contests throughout life, and having excelled in all virtuous deeds of piety, into water indeed in vain this
PG 46:732Read from the page
πέρας... κεκριμένος, τῷ χορῷ τῶν μαρτύρων συνηρίθμηται · (παρὰ γὰρ δικάζουσιν, οὐκ ἀπὸ τῆς ἐκβάσεως τοῦ πάθους, ἀλλὰ παρ' αἱρέσεως τοῦ πόθου κρίνεται τὸ μαρτύριον) · Ἀλλ' ὁ μὲν τοῦ θανάτου τρόπος τοιοῦτος ἦν, τοῖς διὰ θανάτου τὴν ἀθάνατον μνήμην καὶ ταῖς Ἐκκλησίαις χαρισαμένοις. Ἔπρεπε δὲ ὡς ἀληθῶς ἐπὶ τὸ αὐτὸ τῶν προειρημένων ἀνδρῶν τὰς μνήμας ἐπιτελεῖσθαι, οὐ μόνον διὰ τὸ σύμφωνον τῆς εὐσεβείας, ἀλλὰ καὶ διὰ τὸ ὁμότιμον τῆς ἀξίας. Οὗτοι γὰρ μόνοι τῷ Κυρίῳ πάντοτε συσχολάζοντες, καὶ ἐξαίρετον ὥσπερ παρὰ τοὺς λοιποὺς τῶν ἀποστόλων χώραν ἔχοντες, καὶ παῤῥησίαν, οὐ κατὰ τὴν τῆς ἀνθρωπίνης φιλίας πρόσληψιν, ἀλλὰ κατὰ θεϊκὴν ἀληθείας ἐπίκρισιν.
end... having been adjudged, is numbered among the choir of the martyrs (for among those who judge, martyrdom is judged not from the outcome of the suffering, but from the choice of yearning). Yet such was the manner of death for those who through death bestowed immortal remembrance upon the Churches also. And it truly befitted that the memorials of the aforesaid men should be celebrated together, not only because of the harmony of their piety, but also because of the equal honour of their dignity. For these alone, ever attending at leisure upon the Lord, and holding as it were a chosen place beyond the rest of the apostles, and boldness of speech, did so not according to the admission of human friendship, but according to a divine adjudication of truth.
Ἔστι γοῦν εὑρεῖν ἐν τοῖς μεγίστοις τῶν θαυμάτων μόνους αὐτοὺς παρὰ τοῦ Κυρίου παραληφθέντας, ὡς πιστοτάτους καὶ ἀληθεστάτους τῶν γιγνομένων μάρτυρας · τοῦτο μὲν ἐπὶ τῆς ἐν τῷ ὄρει θεωρίας (μόνος γὰρ ἦν ἐκεῖ Πέτρος, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, ὅτε τὸ σῶμα τὸ ἑαυτοῦ μεταμορφώσας ὁ Κύριος, εἰς ἔνδοξον καὶ λαμπροτέραν θεότητα μετέβαλε, Μωϋσέα καὶ Ἠλίαν ἐν ἑαυτῷ παραστησάμενος, καὶ τῇ νεφέλῃ τοῦ φωτὸς ἐπισκιάσας, τὴν μεγάλην ἐκείνην εἰκόνα τῆς βασιλείας ὑπέδειξε) · τοῦτο δὲ ἐπὶ τῆς Ἰαείρου θυγατρὸς, ἣν θανοῦσαν διήγειρε · καὶ γὰρ ἐκεῖ τούτους εἶχεν ἐπόπτας τῆς γενομένης θαυματουργίας. Ἔτι γε μὴν, ἵνα μὴ τὰ καθ' ἕκαστον λέγων διατρίβω, καὶ κατ' αὐτὸν τὸν καιρὸν τοῦ σωτηρίου πάθους τοὺς αὐτοὺς ἄνδρας παραλαβὼν, ἐθάῤῥησεν εἰπεῖν, ὡς πιστοῖς ἀνδράσι καὶ βεβαιοτάτοις · Νῦν ἡ ψυχή μου τετάρακται. Ταῦτα δὲ ἡμῖν εἴρηται, οὐκ εἰς καθαίρεσιν τῶν λοιπῶν ἀποστόλων, ἀλλ' εἰς μαρτύριον τῆς τῶν μνημονευομένων ἀρετῆς · εἰ δὲ δεῖ φιλαλήθως εἰπεῖν, καὶ εἰς κοινὸν τῶν ἀποστόλων ἐγκώμιον · τὸ γὰρ ὑπεροχὰς καὶ ἐπιβάσεις ἐν τοῖς ἁγίοις ὁρίζεσθαι, οὐκ ἀνθρωπίνης ἂν ᾖ δοκιμασίας, ἀλλ' ἐπικρίσεως καὶ ἀληθείας Θεοῦ. Ἡμᾶς δὲ μνήμαις τοιούτων καὶ τηλικούτων ἀνδρῶν κοινωνεῖν ἀξιωθέντας, εὐχαριστεῖν ἀναγκαῖον, οὐχ ὅσον ὀφείλομεν, τοῦτο γὰρ ἀδύνατον, ἀλλ' ὅσον ἰσχύομεν, τοῦτο γὰρ εὐαπόδεκτον. Ἀπαιτοῦσι δὲ ταύτας οἱ ἅγιοι παρ' ἡμῶν τὰς τιμὰς, οὐχ ἵνα τι κερδάνωσιν εὐφημούμενοι, ἀλλ' ἵνα ἡμεῖς κοινωνήσωμεν εὐεργετούμενοι. Ἐκεῖνο δὲ πάλιν οὐδένα τῶν εὐσεβῶν ἀγνοεῖν οἴομαι, ὡς οὐ μόνον Πέτρου, καὶ Ἰακώβου,
Thus one may find that in the greatest of the miracles they alone were taken along by the Lord as the most faithful and truest witnesses of what took place: on the one hand, at the vision upon the mountain (for only Peter, and James, and John were there, when the Lord, transfiguring His own body, changed it into a glorious and more radiant divinity, setting Moses and Elijah beside Him in Himself, and overshadowing them with the cloud of light, showed forth that great image of the kingdom); and on the other hand, in the case of the daughter of Jairus, whom He raised up when she had died; for there too He had these men as eyewitnesses of the miracle that took place. Moreover, lest I linger in recounting each detail, even at the very time of the saving passion, taking the same men along, He took courage to say, as to faithful and most steadfast men: Now is My soul troubled. Now these things have been spoken by us not to the disparagement of the rest of the apostles, but in testimony to the virtue of those commemorated—or if one must speak with love of truth, also for a common encomium of the apostles; for to define pre-eminences and degrees among the saints would be a matter not of human appraisal, but of the adjudication and truth of God. And for us who have been deemed worthy to share in the memorials of such and so great men, it is necessary to give thanks—not so much as we owe, for this is impossible, but so much as we have strength for, for this is well-accepted. And the saints demand these honours from us, not that they may gain anything by being praised, but that we may share in receiving benefits. And this again I think none of the pious is ignorant of, that not only of Peter, and James,
PG 46:733Read from the page
καὶ Ἰωάννου, ἀλλὰ καὶ πάσης ὁμοῦ τῆς ἀποστολικῆς ἁρμονίας τὰς μνείας ἐπιτελοῦμεν. Εἰ γὰρ κατὰ τὴν τῶν δογμάτων ἀλήθειαν, μελῶν τάξιν ἐπέχοντες, ἑνὸς σώματος ἀποπληροῦσι σχῆμα, δηλονότι δοξαζομένου μου μέρους ἑνὸς, ὥς φησιν ὁ Ἀπόστολος, Συνδοξάζεται πάντα τὰ μέλη, καὶ μάλιστα ἐπ' ἐκείνων τῶν μακαρίων καὶ τελειοτάτων ἀνδρῶν, οἷς πάντα συμφωνεῖ πρὸς ἀλήθειαν, καὶ ὁ τρόπος ὁμόγνωμος, καὶ ἡ πίστις ὁμόδοξος, καὶ ὡς κοινὰ τὰ τῆς εὐσεβείας πλεονεκτήματα τούτων, κοινὰ καὶ τὰ παρὰ τῆς ἀληθείας σεμνολογήματα. Τίς δὲ οὐκ ἂν εὐλόγως ἡσθείη, καὶ αὐτοῦ τοῦ ἁγίου Πνεύματος πληρωθείη, ἀποστολικῷ χορῷ κοινωνεῖν ἠξιωμένος, τῷ πᾶσαν τὴν οἰκουμένην πρὸς τὴν ἐπίγνωσιν τῆς ἀληθείας ὁδηγήσαντι, τῷ κατὰ πάσης τῆς οἰκουμένης ἁπλώσαντι τὰ τῆς εὐσεβείας δίκτυα, καὶ πανταχοῦ πήξαντι τὰ τῆς ἀληθείας θήρατρα, ἵνα συλλαβόμενοι πᾶσαν ὁμοῦ τὴν ἀνθρωπότητα, τὴν ὑπὸ τῆς κακίας ἠγριωμένην προσαγάγωσι τῷ ἐξημεροῦντι καὶ σώζοντι; Εἰς πᾶσαν γοῦν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. Οἱ θεμέλιοι τῆς Ἐκκλησίας, οἱ στύλοι καὶ τὰ ἑδραιώματα τῆς ἀληθείας, οὗτοί εἰσιν αἱ ἀένναοι πηγαὶ τοῦ σωτηρίου, αἳ πολὺ, καὶ πλούσιον, καὶ θεοειδὲς νᾶμα τὸ τῆς διδασκαλίας προχέουσιν. Ἐπὶ τούτους ἡμᾶς καὶ ἡ προφητικὴ παραπέμπει φωνὴ, λέγουσα · Ἀντλήσατε ὕδωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ Σωτηρίου.
and of John, but also of the whole apostolic harmony together we celebrate the remembrances. For if, according to the truth of their doctrines, occupying the rank of members, they fill out the form of one body, plainly when one member of mine is glorified, as the Apostle says, all the members are glorified together—and most of all in the case of those blessed and most perfect men, in whom all things harmonize towards truth, whose manner of life is of one mind and whose faith is of one glory, and just as their achievements of piety are common, common also are their venerable praises from the truth. And who would not with good reason rejoice, and be filled with the Holy Spirit Himself, having been deemed worthy to share in the apostolic choir, which guided the whole inhabited world to the full knowledge of the truth, which spread the nets of piety throughout the whole inhabited world and fixed everywhere the snares of truth, so that, catching all humanity together, which had been made savage by wickedness, they might lead it to Him Who tames and saves? Into all the earth, therefore, went forth their sound. The foundations of the Church, the pillars and bulwarks of the truth: these are the ever-flowing fountains of salvation, which pour forth the abundant, rich, and godlike stream of teaching. To these the prophetic voice also sends us on, saying: Draw water with gladness out of the fountains of Salvation.
Μνημονεύεται Πέτρος ἡ κεφαλὴ τῶν ἀποστόλων, καὶ συνδοξάζεται μὲν αὐτῷ τὰ λοιπὰ μέλη τῆς Ἐκκλησίας · ἐπιστηρίζεται δὲ ἡ Ἐκκλησία τοῦ Θεοῦ. Οὗτος γάρ ἐστι κατὰ τὴν δοθεῖσαν αὐτῷ παρὰ τοῦ Κυρίου δωρεὰν ἡ ἀῤῥαγὴς καὶ ὀχυρωτάτη πέτρα, ἐφ' ἣν τὴν Ἐκκλησίαν ὁ Σωτὴρ ᾠκοδόμησε. Μνημονεύεται πάλιν Ἰάκωβος καὶ Ἰωάννης, καὶ ὡς υἱοὶ βροντῆς ὑπὸ τοῦ Σωτῆρος προσαγορευόμενοι, πάσας ἑαυτοῖς τὰς ὀμβροτόκους νεφέλας συνεπιφέρονται · ῥηγνυμένης γὰρ τῆς βροντῆς, ἀνάγκη καὶ τὰς νεφέλας συναθροίζεσθαι. Νεφέλας μὲν οὖν τοὺς ἀποστολικοὺς καὶ προφητικοὺς λόγους ὑποληπτέον, ὧν εἰ καὶ διάφοροι τοῦ κηρύγματος οἱ χρόνοι, ἀλλὰ σύμφωνοι τῆς εὐσεβείας οἱ νόμοι · ἐξ ἑνὸς γὰρ αὐτοῖς καὶ τοῦ αὐτοῦ πνεύματος ὥρμηται τὰ χαρίσματα. Ἀλλὰ τί τοῖς ἀδυνάτοις ἐπεξιέναι τολμᾷν, καὶ τῆς ἀποστολικῆς ἀρετῆς ἐπαξίως πειρᾶσθαι μνημονεύειν; Οὐ πρὸς Σίμωνα ἡμῖν, τὸν ἀπὸ τῆς ἁλείας γνωριζόμενον, ἡ τῶν ἐπαίνων φιλοτιμία, ἀλλὰ πρὸς τὴν ἐκείνου πίστιν τὴν στερεὰν, καὶ πάσης ὁμοῦ τῆς Ἐκκλησίας τὸ στήριγμα. Οὐδὲ πάλιν πρὸς τοὺς υἱοὺς Ζεβεδαίου τὸν λόγον ἔχομεν, ἀλλὰ πρὸς τοὺς Βοανεργεῖς, τοὺς ἑρμηνευομένους, υἱοὺς βροντῆς. Ποῦ νῦν φανήσεται ἡ βραχυτάτη τοῦ λόγου φωνὴ, τοσαύτης καὶ τηλικαύτης βροντῆς τὰς πάντων ἀκοὰς περιηχούσης; Οὐκοῦν αὐτὸ τοῦτο μόνον τὴν πρὸς τοὺς ἁγίους εὐγνωμοσύνην ἀποπληρῶσαι σπεύσαντες, ἐπὶ
Peter, the head of the apostles, is commemorated, and the rest of the members of the Church are glorified together with him, while the Church of God is firmly established upon him. For he is, according to the gift bestowed upon him by the Lord, the unbreakable and most strong rock upon which the Saviour built the Church. Again, James and John are commemorated, and, being addressed as sons of thunder by the Saviour, they bring along with themselves all the rain-bearing clouds; for when thunder bursts forth, the clouds also must of necessity be gathered together. Now by clouds we must understand the apostolic and prophetic discourses, of which, even if the times of proclamation are different, yet the laws of piety are harmonious; for from one and the same Spirit their spiritual gifts have sprung forth for them. Yet why dare to pursue things impossible, and attempt to commemorate apostolic virtue worthily? Not towards Simon, him who is known from fishing, is our eagerness of praises directed, but towards his steadfast faith, and the support of the whole Church at once. Nor again do we address our discourse towards the sons of Zebedee, but towards the Boanerges, which is interpreted, sons of thunder. Where now will the very brief voice of our speech appear, when so great and so mighty a thunder resounds around the ears of all? Having hastened, therefore, for this very thing alone—to fulfil our gratitude towards the saints—towards