Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου τούτου, οὐκ ἀπηξίωσεν ἡ πηγὴ τῆς ἀγαθότητος ἐξ ἀγαθοῦ Πατρὸς προελθὼν, τοῖς αὐτῷ δουλεύουσι μεταδοῦναι τῆς ἑαυτοῦ προσηγορίας · ἀλλά φησι πρὸς τοὺς ἑαυτοῦ μαθητάς · Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου · καὶ, Λαμψάτω τὰ ἔργα ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων. Ὃ δὲ μεῖζον παραγαγεῖν ἔχομεν εἰς ὑπόμνησιν τῶν εἰρημένων, τοῦτο, χάριτι Θεοῦ, πάλιν ἐκθησόμεθα · Ἰωάννης Βαπτιστὴς, λύχνος ὀνομασθεὶς, καὶ ἐν τοῖς Ψαλμοῖς προαναπεφωνημένος, καὶ ὑπὸ Κυρίου μεμαρτυρημένος. Ὁ μὲν γὰρ Προφήτης, ἐκ προσώπου τοῦ Πατρὸς, φησὶ περὶ αὐτοῦ διὰ τῆς ὑμνῳδίας · Ἡτοίμασα λύχνον τῷ Χριστῷ μου, τουτέστιν, Ὑπηρέτην καὶ πρόδρομον ἡτοίμασα τοῦ φωτός · ὁ δὲ Κύριος τὴν Πατρικὴν βεβαιῶν φωνὴν, Ἐκεῖνος ἦν, φησὶν, ὁ λύχνος ὁ καιόμενος. Ἀλλ' ὅμως ὁ λύχνος ὢν, τοσοῦτον ἀπέσχε τοῦ ἀμαυρωθῆναι τῇ τοῦ Κυρίου παρουσίᾳ, ὃς ἦν ἥλιος δικαιοσύνης, ὥστε καὶ μᾶλλον διέλαμψε, κήρυξ ὁμοῦ καὶ θεολόγος αὐτοῦ τοῦ Σωτῆρος ὁ Βαπτιστὴς γενόμενος. Ἰωάννης μὲν οὖν διὰ τὸ ἕνα μόνον φωτίζειν οἶκον τὸν τοῦ Ἰσραὴλ, λύχνος ὠνομάσθη. Οἱ δὲ τοῦ Σωτῆρος ἀπόστολοι, οὐ λύχνοι, οὐδὲ ἀστέρες, ἀλλὰ φωστῆρες ἀνηγορεύθησαν, οὐκ ἐν ἑνὶ κλίματι, οὐδὲ μιᾷ γωνίᾳ λάμποντες, ἀλλ' ἅπασαν τὴν ὑπὸ οὐρανὸν καταυγάζοντες. Ἔξαρχοι δὲ τούτων καὶ κορυφαῖοι ὁ Πέτρος, καὶ ὁ Ἰάκωβος, καὶ ὁ Ἰωάννης, οἱ σήμερον ταῖς ὑπὲρ Χριστοῦ μαρτυρίαις σεμνυνόμενοι, συμφώνως μὲν πρὸς τὸ τέλος τοῦ βίου δραμόντες, διαφόροις δὲ τοῦ μαρτυρίου τρόποις ἐναθλήσαντες. Ὁ μὲν γὰρ πρωτοστάτης καὶ κορυφαῖος τῆς ἀποστολικῆς χορείας ἀναδειχθεὶς, οἰκείαν τῷ ἀξιώματι τὴν δόξαν ἀπηνέγκατο, τῇ τοῦ Σωτῆρος ὁμοιοπαθείᾳ τετιμημένος · ὁ σταυρῷ γὰρ προσηλωθεὶς, τὴν Δεσποτικὴν εἰκόνα τοῦ βασιλέως ἐξετύπωσεν (εἰκόνα δὲ λέγω βασιλικὴν τὸν σταυρόν) · οὐκ αἰσχυνόμενος ἐπὶ τῷ πάθει, ἀλλὰ σεμνυνόμενος ἐπὶ τῷ μεγάλῳ τροπαίῳ. Μήτε γὰρ αὐτοῖς, μήτε ἡμῖν, μήτε τοῖς μεθ' ἡμᾶς, μήτε τινὶ ἑτέρῳ, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καθὼς καὶ ὁ Παῦλός φησιν... οὕτω γὰρ καὶ Πέτρος φαίνεται διὰ τιμῆς ἔχων τὴν σεβάσμιον... Ἠξίου γὰρ κατὰ κεφαλῆς κρεμασθῆναι ὑπὸ τῶν σταυρούντων διὰ πολλὴν εὐλάβειαν, ἵνα μὴ ἴσος εἶναι τῷ Σωτῆρι δόξῃ, τῷ ὑπὲρ πάσης τῆς ἀνθρωπότητος σταυρωθέντι, καὶ πλατείαις, ὥσπερ ταῖς διὰ τοῦ σταυροῦ, χερσὶ τὴν οἰκουμένην περιβαλόντι. Ἰάκωβος δὲ τὴν κεφαλὴν ἀπετέμνετο, τὴν ὄντως αὐτοῦ κεφαλὴν, τὸν Χριστὸν, ἀπολαβεῖν ἐπειγόμενος. Κεφαλὴ γὰρ ἀνδρὸς ὁ Χριστὸς, κατὰ τὸν Ἀπόστολον, καὶ πάσης ὁμοῦ κεφαλὴ τῆς Ἐκκλησίας. Ὁ δὲ μακάριος Ἰωάννης ἐν πολλαῖς καὶ διαφόροις κατὰ τὸν βίον ἀθλήσας ἀγῶσι, καὶ ἐν πᾶσι διαπρέψας τοῖς κατορθώμασι τῆς εὐσεβείας, κενὸν μὲν εἰς ὕδωρ τοῦτο
I am the light of this world, the fountain of goodness Who proceeded from the good Father did not disdain to impart His own appellation to those who serve Him; nay, He says to His disciples: You are the light of the world; and, Let your works shine before men. And what we have still greater to bring forward in reminder of what has been said, this, by the grace of God, we shall again set forth: John the Baptist, named a lamp, both proclaimed beforehand in the Psalms and borne witness to by the Lord. For the Prophet, from the person of the Father, says concerning him through psalmody: I have prepared a lamp for My Christ—that is, I have prepared a servant and forerunner of the light; while the Lord, confirming the Father's voice, says: He was the burning lamp. Yet nevertheless, though he was the lamp, so far was he from being dimmed by the presence of the Lord, Who was the Sun of righteousness, that he shone forth all the more, the Baptist becoming at once herald and theologian of the Saviour Himself. John, then, because he enlightened one house alone, that of Israel, was named a lamp. Whereas the apostles of the Saviour were proclaimed neither lamps nor stars, but luminaries, shining not in one region nor in one corner, but illumining the whole earth under heaven. And the leaders and chiefs of these are Peter, and James, and John, who today are venerated for their witnesses on behalf of Christ, having run harmoniously towards the end of life, yet contended in different manners of martyrdom. For the one, shown forth as the first-rank leader and chief of the apostolic choir, carried off a glory befitting his dignity, honoured with fellow-suffering like that of the Saviour; for he who was nailed to a cross stamped out the Masterly image of the King (and by royal image I mean the cross), not ashamed at the passion, but glorying in the great trophy. For neither to them, nor to us, nor to those after us, nor to anyone else, of our Lord Jesus Christ, even as Paul also says... for thus Peter also is seen holding in honour the venerable... For out of great reverence he begged to be hung head downwards by those who crucified him, lest he should seem to be equal to the Saviour, Who was crucified on behalf of all humanity, and embraced the inhabited world with wide hands, as it were those stretched out through the cross. And James had his head cut off, hastening to receive his true head, Christ; for the head of man is Christ, according to the Apostle, and at once the head of the whole Church. And the blessed John, having contended in many and various contests throughout life, and having excelled in all virtuous deeds of piety, into water indeed in vain this