Migne Reading Room

PG 46 · cols. 696–701 · Read from the page

On the Holy Spirit

On the Holy Spirit

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 46:696Read from the page
Πᾶσαν ἑορτῆς ὑπόθεσιν φαιδροτέραν ὁ Δαβὶδ δι' ἑαυτοῦ ἀπεργάζεται, τὴν πολυαρμόνιον ἐκείνην κιθάραν προσφόρως ἀεὶ τῇ χρείᾳ μεθαρμοζόμενος. Οὐκοῦν καὶ τὴν μεγάλην τῆς Πεντηκοστῆς ἑορτὴν φαιδρυνέτω ἡμῖν ὁ αὐτὸς Προφήτης, τῷ πλήκτρῳ τοῦ Πνεύματος ἐν ταῖς χορδαῖς τῆς σοφίας τὸ μέλος ἀνακρουόμενος. Εἰπάτω τοίνυν ἐκ τῆς ἐνθέου μελῳδίας ἐκείνης, τὸ τῇ παρούσῃ χάριτι πρόσφορον, ὅτι Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ. Πρότερον χρὴ γνῶναι τὴν χάριν, ἥτις ἐστὶν, εἶθ' οὕτως τὴν κατάλληλον ἐκ τῆς προφητείας ἐφαρμόσαι τῇ ὑποθέσει φωνήν· καί μοι δότε, καθὼς ἂν ᾖ δυνατὸν, διά τινος ἀκολούθου τάξεως διασαφῆσαι τὸν περὶ τούτων λόγον· Πεπλάνητο κατ' ἀρχὰς τὸ ἀνθρώπινον, πρὸς τὴν τοῦ Θεοῦ κατανόησιν, καὶ καταλιπόντες τὸν τῆς κτίσεως Κύριον, οἱ μὲν τοῖς τοῦ κόσμου στοιχείοις δι' ἀπάτην ὑπέκυπτον, ἄλλοι δὲ τὴν τῶν δαιμόνων φύσιν ἐποιοῦντο σεβάσμιον, πολλοῖς δὲ τὸ Θεῖον ἐδόκει καὶ ἡ χειροποίητος τῶν εἰδώλων μορφᾐ, οἷς βωμοί τε, καὶ ναοὶ, καὶ τελεταὶ, καὶ θυσίαι, καὶ τεμένη, καὶ ἀφιδρύματα, καὶ πάντα τὰ τοιαῦτα παρ' αὐτῶν ἀνετίθετο εἰς θεραπείαν τῶν ψευδωνύμων θεῶν. Εἶδε τοίνυν τῷ τῆς φιλανθρωπίας ὀφθαλμῷ τὴν τῆς φύσεως τῶν ἀνθρώπων διαφθορὰν ὁ Δεσπότης τῆς φύσεως, καὶ διά τινος ἀκολουθίας ἀπὸ τῆς πλάνης ἐπανάγει τὴν ἀνθρωπίνην ζωὴν πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν. Ὥσπερ γὰρ οἱ τοὺς ἐν λιμῷ χρονίῳ συντετηκότας, μετά τινος ἰατρικῆς ἐπιστήμης ἀναλαμβάνοντες, οὐκ ἀθρόως ἐπὶ τὸν κόρον προάγουσι, φειδοῖ τῆς ἀσθενείας αὐτῶν· ἀλλὰ διὰ τῆς συμμέτρου τροφῆς ἀναληφθείσης αὐτοῖς τῆς δυνάμεως, τότε συγχωροῦσι κατ' ἐξουσίαν ἐμφορεῖσθαι
Every theme of a feast David renders brighter through himself, ever retuning that many-toned lyre suitably to the need. Therefore let the same Prophet brighten for us also the great feast of Pentecost, striking up the melody with the plectrum of the Spirit upon the strings of wisdom. Let him utter, then, out of that divinely inspired melody, what is fitting for the present grace: Come, let us exult in the Lord. First one must know the grace, what it is, and then thus adapt to the subject the fitting utterance from the prophecy; and grant me, according as it may be possible, through some consecutive order to make clear the discourse concerning these things: Mankind had gone astray at the beginning with regard to the understanding of God, and having forsaken the Lord of creation, some through deceit bowed down to the elements of the world, while others accounted the nature of demons worshipful, and to many even the hand-wrought form of idols seemed to be the Divine, to which both altars, and temples, and rites, and sacrifices, and precincts, and statues, and all such things were dedicated by them for the service of falsely named gods. The Master of nature, therefore, beheld with the eye of His loving-kindness for man the corruption of the nature of men, and through a certain orderly progression leads human life back away from error towards the knowledge of the truth. For just as those who restore with some medical skill persons wasted away in long famine do not advance them all at once to satiety, out of sparing regard for their weakness, but when their strength has been recovered through measured nourishment, then allow them freely to take their fill
Notes, col. 696

On the reading

Printed μορφᾐ, for μορφὴ.

PG 46:697Read from the page
τού κόρου· κατὰ τὸν αὐτὸν τρόπον τῷ φοβερῷ λιμῷ τῆς ἀνθρωπίνης φύσεως δαπανηθείσης, τεταμιευμένη γίνεται αὐτοῖς παρὰ τῆς οἰκονομίας ἡ τῆς τῶν μυστηρίων τροφῆς μετουσία· ὥστε διά τινος ἀκολούθου τάξεως ἀεὶ τὸ τέλειον προσλαμβάνοντας, οὕτως ἐπὶ τὸ πέρας φθάσαι τῆς τελειότητος. Τὸ μὲν γὰρ σῶζον ἡμᾶς ἡ ζωοποιός ἐστι δύναμις, ἐν ὀνόματι Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος πιστευομένη. Οἱ δὲ τοῦ παντὸς ἀχώρητοι διὰ τὴν γεγενημένην αὐτοῖς ἐκ τοῦ λιμοῦ τῶν ψυχῶν ἀσθένειαν, πρότερον ἐκ τῆς πολυθεΐας ὑπὸ τῶν προφητῶν τε, καὶ τοῦ νόμου μετατεθέντες, εἰς μίαν θεότητα βλέπειν ἐθίζονται, καὶ ἐν τῇ μιᾷ θεότητι μόνην τὴν τοῦ Πατρὸς δύναμιν κατανοοῦσιν, ἀχώρητοι, καθὼς εἶπον, ὄντες τῆς τελείας τροφῆς. Εἶτα διὰ τοῦ Εὐαγγελίου καὶ ὁ μονογενὴς Υἱὸς τοῖς διὰ τοῦ νόμου προτετελειωμένοις ἀποκαλύπτεται, μετὰ τοῦτο παραγίνεται ἡμῖν ἡ τελεία τῆς φύσεως ἡμῶν τροφὴ, τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐστιν ἡ ζωή. Αὕτη τῆς ἑορτῆς ἡ ὑπόθεσις· διὰ ταῦτα καλῶς ἔχει, χορευτὰς ἡμᾶς γενομένους τοῦ Πνεύματος, πείθεσθαι τῷ κορυφαίῳ τῆς πνευματικῆς ταύτης χοροστασίας Δαβὶδ τῷ λέγοντι·
of satiety; in the same manner, when human nature had been wasted away by dreadful famine, the partaking of the nourishment of the mysteries is dispensed to them in measured wise from the divine dispensation, so that through a certain consecutive order, ever receiving in addition what is perfect, they might thus attain to the limit of perfection. For that which saves us is the life-giving power, believed in the name of Father, and of Son, and of Holy Spirit. Whereas those unable to contain the whole, on account of the weakness of their souls wrought in them from the famine, being first transferred out of polytheism both by the prophets and by the law, are accustomed to look unto one Godhead, and in the one Godhead perceive only the power of the Father, being, as I said, unable to contain the perfect nourishment. Next, through the Gospel, the only-begotten Son also is revealed to those prepared beforehand through the law; after this there comes to us the perfect nourishment of our nature, the Holy Spirit, in Whom is life. This is the theme of the feast; on this account it is well that we, having become dancers of the Spirit, should obey the leader of this spiritual choral dance, David, who says:
Σήμερον γὰρ κατὰ τὴν ἐτήσιον τοῦ ἔτους περίοδον τῆς πεντηκοστῆς συμπληρουμένης, κατὰ τὴν ὥραν ταύτην, εἴγε περὶ τὴν τρίτην ὥραν τῆς ἡμέρας ἐσμὲν, ἐγένετο ἡ ἀνεκδιήγητος χάρις. Κατεμίχθη γὰρ πάλιν τοῖς ἀνθρώποις τὸ Πνεῦμα, ὅπερ πρότερον διὰ τὸ γενέσθαι σάρκα τὸν ἄνθρωπον τῆς φύσεως ἡμῶν ἀπεφοίτησε· καὶ διὰ τῆς βιαίας ἐκείνης πνοῆς, τῶν πνευματικῶν τῆς πονηρίας δυνάμεων, καὶ πάντων τῶν ῥυπαρῶν δαιμονίων ἀποσκεδασθέντων ἀπὸ τοῦ ἀέρος, ἐν τῇ καθόδῳ τοῦ Πνεύματος, πλήρεις τῆς θείας δυνάμεως, ἐν εἴδει πυρὸς, οἱ ἐν τῷ ὑπερώῳ καταλειφθέντες ἐγένοντο· οὐδὲ γάρ ἐστι δυνατὸν ἄλλως μέτοχον Πνεύματος ἁγίου γενέσθαι τινὰ, μὴ τῷ ὑπερῴῳ τῆς ζωῆς ταύτης ἐνδιαιτώμενον. Ὅσοι γὰρ τὰ ἄνω φρονοῦσι, μεταθέντες ἑαυτῶν ἀπὸ γῆς εἰς οὐρανὸν τὸ πολίτευμα, τοῦ ὑπερῴου τῆς ὑψηλῆς πολιτείας ὄντες οἰκήτορες, ἐν μετουσίᾳ τοῦ ἁγίου Πνεύματος γίνονται. Οὕτω γάρ φησιν ἡ ἱστορία τῶν Πράξεων, ὅτι συνηγμένων αὐτῶν ἐν τῷ ὑπερώῳ, τὸ καθαρὸν ἐκεῖνο καὶ ἄϋλον πῦρ εἰς εἴδη γλωσσῶν, κατὰ τὸν ἀριθμὸν τῶν μαθητῶν, διασχίζεται. Ἐκεῖνοι μὲν οὖν Πάρθοις, καὶ Μήδοις, καὶ Ἐλαμίταις, καὶ τοῖς λοιποῖς ἔθνεσι διελέγοντο, κατ' ἐξουσίαν πρὸς πᾶσαν ἐθνικὴν γλῶσσαν τὰς ἑαυτῶν φωνὰς μεθαρμόζοντες· Ἐγὼ δὲ, καθώς φησιν ὁ Ἀπόστολος, θέλω πέντε λόγους ἐν Ἐκκλησίᾳ τῷ νοΐ μου λαλῆσαι, ἵνα καὶ ἄλλους ὠφελήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ. Τότε μὲν χρήσιμον τὸ ὁμόφωνον γίνεσθαι τοῖς ἀλλογλώσσοις, ὡς ἂν μὴ ἀνενέργητον εἴη τὸ κήρυγμα τοῖς ἀγνοοῦσι, τῇ φωνῇ τῶν κηρυσσόντων ἐμποδιζόμενον· νῦν μέντοι τῆς κατὰ τὴν γλῶσσαν ὁμοφωνίας
For to-day, as Pentecost is fulfilled according to the annual cycle of the year, at this hour—seeing that we are around the third hour of the day—the unutterable grace came to pass. For the Spirit was mingled again with men, Who formerly departed from our nature on account of man's having become flesh; and through that mighty rushing breath, when the spiritual powers of wickedness and all the unclean demons had been scattered away from the air at the descent of the Spirit, those left behind in the upper room became full of the divine power in the form of fire; for neither is it possible otherwise for anyone to become a partaker of the Holy Spirit unless he dwells in the upper room of this life. For all who mind the things above, having transferred their commonwealth from earth unto heaven, being inhabitants of the upper room of the lofty way of life, come to partake of the Holy Spirit. For thus says the history of the Acts, that when they were gathered together in the upper room, that pure and immaterial fire is divided into forms of tongues according to the number of the disciples. They, then, conversed with Parthians, and Medes, and Elamites, and the remaining nations, retuning their own voices at will to every national tongue; Whereas I, as the Apostle says, would rather speak five words in the Church with my mind, that I may benefit others also, than ten thousand words in a tongue. At that time it was useful to become of one speech with speakers of other tongues, lest the proclamation should be ineffectual to those who knew it not, hindered by the speech of the preachers; now, however, since agreement of speech in tongue
Notes, col. 697

On the reading

Printed τού, for τοῦ.

PG 46:700Read from the page
οὔσης, ἐπιζητῆσαι χρὴ τὴν πυρίνην γλῶσσαν τοῦ Πνεύματος εἰς φωτισμὸν τῶν δι' ἀπάτης ἐσκοτισμένων. Οὐκοῦν καὶ πρὸς τοῦτο ἡμᾶς ὁδηγησάτω Δαβὶδ, συγχορεύοντα λαβὼν ἑαυτῷ τὸν Ἀπόστολον. Ἐν γὰρ τῇ ψαλμῳδίᾳ ταύτῃ, ἧς ἡ ἀρχὴ τὸ ἀγαλλίαμα ἡμῖν τὸ ἐπὶ τῷ Κυρίῳ χαρίζεται, λέγουσα· Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, οὐ διὰ τούτου πρὸς τὴν τοῦ ἁγίου Πνεύματος ὁδηγούμεθα δοξολογίαν· ἀλλὰ πολὺ μᾶλλον ἐν τοῖς ὑπολοίποις τὰ περὶ τῆς θεότητος αὐτοῦ διδασκόμεθα. Λέξω δὲ ὑμῖν αὐτὰ τοῦ Προφήτου τὰ ῥήματα, οἷς συντίθεται καὶ ὁ μέγας Ἀπόστολος· ἔχει δὲ ἡ ῥῆσις οὕτως· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μη σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν. Τούτων μεμνημένος ὁ θεῖος Ἀπόστολος, οὕτω φησί· Διὸ καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον· καὶ τοῦτο εἰπὼν, ταύτας τοῦ Προφήτου τὰς ῥήσεις ἐπήγαγεν, ἐφαρμόζων αὐτὰς τῷ προσώπῳ τοῦ Πνεύματος. Τίς οὖν ἐστιν, ὃν ἐπείρασαν οἱ πατέρες αὐτῶν ἐν τῇ ἐρήμῳ; τίς, ὃν παρώργισαν; Μάθε παρ' αὐτοῦ τοῦ Προφήτου, ὅς φησιν, ὅτι· Ἐπείρασαν τὸν Θεὸν τὸν Ὕψιστον. Ἀλλὰ μὴν ὁ Ἀπόστολος προτάξας τὸ πρόσωπον τοῦ ἁγίου Πνεύματος, ἐκείνῳ ταύτας τὰς φωνὰς ἀνατίθησι, λέγων· Διὸ, καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν.
existing, one must seek out the fiery tongue of the Spirit for the illumination of those darkened through deceit. Let David, therefore, guide us towards this also, taking the Apostle to dance in chorus with himself. For in this psalmody, whose beginning bestows upon us exultation in the Lord, saying, Come, let us exult in the Lord, not through this are we guided towards the doxology of the Holy Spirit; rather, much more in the remaining verses are we taught the things concerning His Godhead. And I shall speak to you the very words of the Prophet, with which the great Apostle also agrees; and the passage runs thus: To-day, if you hear His voice, harden not your hearts, as in the provocation, according to the day of temptation in the wilderness, where your fathers tempted Me. Making mention of these things, the divine Apostle speaks thus: Wherefore, even as the Holy Spirit says; and having said this, he adduced these utterances of the Prophet, applying them to the Person of the Spirit. Who then is He Whom their fathers tempted in the wilderness? Who is He Whom they provoked to wrath? Learn from the Prophet himself, who says: They tempted God the Most High. And yet the Apostle, having placed the Person of the Holy Spirit first, assigns these utterances to Him, saying: Wherefore, even as the Holy Spirit says, according to the day of temptation in the wilderness, where your fathers tempted Me.
Οὐκοῦν ὃν ὕψιστον Θεὸν ὁ Προφήτης κατωνόμασε, τοῦτον ὁ θεῖος Ἀπόστολος τὸ Πνεῦμα τὸ ἅγιον εἶναι λέγει. Εἰ δὲ ἀπιστεῖς, πάλιν τὸ εἰρημένον ἐπίσκεψαι· Διὸ, καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν. Εἰ οὖν τὸ Πνεῦμα τὸ ἅγιον λέγει, ὅτι· Ἐπείρασάν με οἱ πατέρες ὑμῶν ἐν τῇ ἐρήμῳ· ὁ δὲ Προφήτης διαμαρτύρεται, ὅτι ὁ ἐν τῇ ἐρήμῳ πειρασθεὶς, ὕψιστός ἐστι Θεός· ἐνεφράγη τὰ στόματα τῶν Πνευματομάχων, τὰ λαλοῦντα κατὰ τοῦ Θεοῦ ἀδικίαν, σαφῶς τοῦ τε Ἀποστόλου καὶ τοῦ Προφήτου διὰ τῶν εἰρημένων τὴν θεότητα κηρυσσόντων τοῦ Πνεύματος· τοῦ μὲν εἰπόντος, ὅτι, Ἐπείρασαν τὸν Θεὸν τὸν Ὕψιστον, καὶ ὡς παρὰ τοῦ Θεοῦ τοῖς Ἰσραηλίταις προφέροντος τὴν ῥῆσιν ἐκείνην, ὅτι, Ἐν τῇ ἐρήμῳ ἐπείρασάν με οἱ πατέρες ὑμῶν· τοῦ δὲ μεγάλου Παύλου τῷ ἁγίῳ Πνεύματι ταύτας τὰς φωνὰς ἐφαρμόσαντος, ὡς διὰ τούτων ἐναργῶς ἀποδειχθῆναι, ὅτι Θεὸς ὕψιστος τὸ Πνεῦμά ἐστι τὸ ἅγιον. Ἆρα βλέπουσιν οἱ ἐχθροὶ τῆς δόξης τοῦ Πνεύματος τὴν πυρίνην γλῶσσαν τῶν θείων λογίων τὴν τὰ κεκρυμ-
Therefore Him Whom the Prophet named Most High God, this One the divine Apostle declares to be the Holy Spirit. And if you disbelieve, examine again what was spoken: Wherefore, even as the Holy Spirit says: Harden not your hearts, as in the provocation, according to the day of temptation in the wilderness, where your fathers tempted Me. If, then, the Holy Spirit says, Your fathers tempted Me in the wilderness, while the Prophet solemnly testifies that He Who was tempted in the wilderness is Most High God, the mouths of the Pneumatomachians speaking iniquity against God have been stopped, since both the Apostle and the Prophet plainly proclaim the Godhead of the Spirit through what has been said: the one having said, They tempted God the Most High, and bringing forward that saying to the Israelites as from God, In the wilderness your fathers tempted Me; while the great Paul applied these utterances to the Holy Spirit, so that through these things it is manifestly demonstrated that the Holy Spirit is Most High God. Do the enemies of the glory of the Spirit see the fiery tongue of the divine oracles that illuminates the hid-
Notes, col. 700

On the reading

Printed μη, for μὴ.

PG 46:701Read from the page
μένα φωτίζουσαν, ἢ ὡς πεπληρωμένων τοῦ γλεύκους καταγελάσουσιν; Ἐγὼ δὲ κἂν ταῦτα λέγωσι καθ' ἡμῶν, συμβουλεύω ὑμῖν, ἀδελφοὶ, μὴ φοβηθῆναι τὸν ὀνειδισμὸν τῶν τοιούτων, μηδὲ τῷ φαυλισμῷ αὐτῶν ἡττηθῆναι. Εἴθε γὰρ γένοιτό ποτε καὶ ἐκείνοις τὸ γλεῦκος τοῦτο, ὁ νεοθλιβὴς οὗτος οἶνος, ὁ ἐκ τῆς ληνοῦ προχεθεὶς, ἣν ἐπάτησε διὰ τοῦ Εὐαγγελίου ὁ Κύριος, ἵνα σοι πότιμον τοῦ ἰδίου βότρυος τὸ αἷμα ποιήσῃ. Εἴθε γὰρ ἐπληρώθησαν κἀκεῖνοι τοῦ νέου τούτου οἴνου, ὃν γλεῦκος ὠνόμασαν, ὃς τὴν διὰ τοῦ αἱρετικοῦ ὕδατος ἐπιμιξίαν παρὰ τῶν καπήλων οὐκ ἔπαθε· πάντως γὰρ καὶ τοῦ Πνεύματος πλήρεις ἐγένοντο, δι' οὗ τὸ παχύ τε καὶ ἰλυῶδες τῆς ἀπιστίας οἱ Πνεύματι ζέοντες ἀφ' ἑαυτῶν ἐξαφρίζουσιν. Ἀλλ' οὐ δύνανται οἱ τοιοῦτοι ἐν ἑαυτοῖς τὸ γλεῦκος δέξασθαι, ἔτι τὸν παλαιὸν ἀσκὸν περιφέροντες, ὃς περικρατεῖν τὸν τοιοῦτον μὴ δυνάμενος οἶνον, αἱρετικῶς ἀποῤῥήγνυται. Ἀλλ' ἡμεῖς, ἀδελφοὶ, καθώς φησιν ὁ Προφήτης, Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, πίνοντες, καὶ τὰ τῆς εὐσεβείας γλυκάσματα, καθὼς ὁ Ἔσδρας διακελεύεται, καὶ ταῖς τῶν ἀποστόλων τε καὶ προφητῶν χοροστασίαις ἐμφαιδρυνόμενοι, κατὰ τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐπὶ τῇ
den things, or will they mock us as men filled with sweet new wine? Yet for my part, even though they say these things against us, I counsel you, brethren, not to fear the reproach of such men, nor to be worsted by their disparagement. For would that this sweet new wine might one day come to them also—this freshly pressed wine, poured forth out of the winepress which the Lord trode through the Gospel, that He might make the blood of His own cluster drinkable for you! For would that they too had been filled with this new wine, which they named sweet new wine, which did not suffer admixture through heretical water at the hands of hucksters; for surely they also would have become full of the Spirit, through Whom those fervent in the Spirit foam off from themselves what is gross and muddy in unbelief. Yet such men cannot receive the sweet new wine within themselves, still carrying about the old wineskin, which, unable to contain such wine, bursts apart after the manner of heresy. But let us, brethren, even as the Prophet says, Come, let us exult in the Lord, drinking also the sweetnesses of godliness, even as Esdras bids, and gladdening ourselves in the choral assemblies both of apostles and of prophets, according to the gift of the Holy Spirit let us exult and rejoice in
Ὡς καλὴ τῶν ἀγαθῶν ἡ ἀκολουθία! ὡς γλυκεῖα τῆς εὐφροσύνης ἡ διαδοχή! Ἰδοὺ γὰρ ἑορτὴν ἐξ ἑορτῆς, καὶ χάριν ἀντιλαμβάνομεν χάριτος. Χθὲς ἡμᾶς ὁ τοῦ παντὸς Δεσπότης εἱστίασε, σήμερον, ὁ
How fair is the sequence of good things! How sweet the succession of gladness! For behold, we receive feast after feast, and grace in exchange for grace. Yesterday the Master of the universe entertained us at banquet; to-day, the