συνεισενεγκὼν εὐφροσύνην. Ἐν μὲν γὰρ τῷ ἑνὶ, πρόβατόν σε κελεύει γενέσθαι παρὰ τοῦ Θεοῦ ποιμαινόμενον, καὶ οὐδενὸς τῶν ἀγαθῶν ὑστερούμενον· ᾧ καὶ πόα νομῆς, καὶ ὕδωρ ἀναπαύσεως, καὶ τροφὴ, καὶ σκηνὴ, καὶ τρίβος, καὶ ὁδηγία, καὶ πάντα γίνεται ὁ ποιμὴν ὁ καλὸς, πρὸς πᾶσαν χρείαν τὴν ἑαυτοῦ χάριν προσφόρως καταμερίζων. Δι' ὧν ἁπάντων παιδεύει τὴν Ἐκκλησίαν, ὅτι χρή σε πρόβατον πρῶτον γενέσθαι τοῦ καλοῦ ποιμένος, διὰ τῆς ἀγαθῆς κατηχήσεως πρὸς τὰς θείας τῶν διδαγμάτων νομάς τε καὶ πηγὰς ὁδηγούμενον, εἰς τὸ συνταφῆναι αὐτῷ διὰ τοῦ βαπτισμοῦ εἰς τὸν θάνατον, καὶ μὴ φοβηθῆναι τὸν τοιοῦτον θάνατον. Οὐ γὰρ θάνατος οὗτός ἐστιν, ἀλλὰ θανάτου σκιὰ καὶ ἐκτύπωμα. Ἐὰν γὰρ πορευθῶ, φησὶν, ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι ὡς κακὸν τὸ γινόμενον· ὅτι σὺ μετ' ἐμοῦ εἶ. Μετὰ ταῦτα παρακαλέσας τῇ βακτηρίᾳ τοῦ Πνεύματος· ὁ γὰρ παράκλητος τὸ Πνεῦμά ἐστι· τὴν μυστικὴν προτίθησι τράπεζαν, τὴν ἐξ ἐναντίου τῆς τῶν δαιμόνων τραπέζης ἑτοιμασθεῖσαν. Ἐκεῖνοι γὰρ ἦσαν οἱ διὰ τῆς εἰδωλολατρείας τὴν ζωὴν τῶν ἀνθρώπων ἐκθλίβοντες· ὧν ἐξ ἐναντίου ἡ τοῦ Πνεύματος τράπεζα. Εἶτα μυρίζει τὴν κεφαλὴν τῷ ἐλαίῳ τοῦ Πνεύματος, καὶ προσθεὶς αὐτῷ οἶνον τὸν τὴν καρδίαν εὐφραίνοντα, τὴν νήφουσαν ἐκείνην μέθην ἐμποιεῖ τῇ ψυχῇ, στήσας τοὺς λογισμοὺς ἀπὸ τῶν προσκαίρων πρὸς τὸ ἀΐδιον· ὁ γὰρ τῆς τοιαύτης γευσάμενος μέθης, διαμείβεται τοῦ ὠκυμόρου τὸ ἀτελεύτητον, εἰς μακρότητα ἡμερῶν τὴν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ διαγωγὴν παρατείνων. Τοιαῦτα ἡμῖν ἐν τῷ ἑνὶ τῶν ψαλμῶν χαρισάμενος, πρὸς μείζονα καὶ τελεωτέραν εὐφροσύνην ἐν τῷ ἑξῆς ψαλμῷ τὴν ψυχὴν ἐπεγείρει· καὶ, εἰ δοκεῖ, καὶ τούτου τὴν διάνοιαν ὑμῖν παραθώμεθα, δι' ὀλίγων ἐπιτεμόμενοι. Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Τί οὖν ξενίζῃ, ὦ ἄνθρωπε, εἰ ὁ Θεὸς ἡμῶν ἐπὶ γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη; κτίσμα γὰρ ἐκείνου ἡ γῆ, διότι καὶ ποίημα. Οὐκοῦν οὐδὲν καινὸν, οὐδὲ ἔξω τοῦ πρέποντος, τὸ εἰς τὰ ἴδια ἐλθεῖν τὸν Δεσπότην· οὐ γὰρ ἐν ἀλλοτρίῳ γίνεται κόσμῳ, ἀλλ' ὃν αὐτὸς συνεστήσατο, ὁ ἐπὶ θαλασσῶν θεμελιώσας τὴν γῆν, καὶ πρὸς τὴν τῶν ποταμῶν δίοδον εὔθετον αὐτὴν εἶναι παρασκευάσας. Ὑπὲρ τίνος οὖν ἡ παρουσία; Ἵνα σε τῶν βαράθρων τῆς ἁμαρτίας ἐκβαλὼν, ἐπὶ τὸ ὄρος ἀγάγῃ, βασιλείας ὀχήματι πρὸς τὴν ἄνοδον τῇ κατ' ἀρετὴν πολιτείᾳ χρησάμενον. Οὐ γὰρ ἔστιν ἀνελθεῖν ἐπὶ τὸ ὄρος ἐκεῖνο, εἰ μὴ ταῖς ἀρεταῖς συνοδεύσειε· ταῖς μὲν χερσὶν ἀθῷος γενόμενος, καὶ μηδεμιᾷ πονηρᾷ πράξει ῥυπούμενος, καθαρὸς δὲ τῇ καρδίᾳ, πρὸς οὐδὲν μάταιον τὴν ψυχὴν ἑαυτοῦ φέρων, μηδέ τινα δόλον τῷ
introducing gladness together with it. For in the one, He bids you become a sheep shepherded by God, and lacking none of good things: to whom the good Shepherd becomes both grass of pasture, and water of rest, and nourishment, and tabernacle, and pathway, and guidance, and all things, suitably apportioning His own grace for every need. Through all which things He teaches the Church that you must first become a sheep of the good Shepherd, guided through good catechesis towards the divine pastures and fountains of teachings, so as to be buried together with Him through baptism into death, and not to fear such a death. For this is not death, but a shadow and imprint of death. For though I should walk, he says, in the midst of the shadow of death, I will not fear as evil what comes to pass; for Thou art with me. After these things, having comforted with the rod of the Spirit—for the Comforter is the Spirit—He sets forth the mystical table, prepared over against the table of demons. For those were they who through idolatry afflicted the life of men; over against whom stands the table of the Spirit. Next He anoints the head with the oil of the Spirit, and adding to it wine that gladdens the heart, He implants that sober drunkenness in the soul, arresting its thoughts away from transitory things towards the eternal; for he who has tasted of such drunkenness exchanges the fleeting for the endless, prolonging unto length of days his sojourn in the house of God. Having bestowed such things upon us in the one of the psalms, in the next psalm He rouses the soul towards a greater and more perfect gladness; and, if it seems good, let us set forth the meaning of this one also to you, abridging it in few words. The earth is the Lord's, and the fulness thereof. Why then are you startled, O man, if our God appeared upon earth and conversed among men? For the earth is His creature, because it is also His work. It is therefore nothing strange, nor outside what is fitting, that the Master should come to His own; for He does not enter an alien world, but one which He Himself framed, Who founded the earth upon the seas, and prepared it to be well-suited for the passage of the rivers. On whose behalf, then, is His coming? That having cast you out from the pits of sin, He might lead you up onto the mountain, using virtuous conduct as a chariot of the kingdom for the ascent. For it is impossible to ascend onto that mountain unless one travels in company with the virtues: becoming innocent in his hands, and defiled by no wicked deed, and pure in heart, bearing his own soul towards nothing vain, nor any deceit towards