Migne Reading Room

PG 46 · cols. 524–533 · Read from the page

On the dead

On the dead

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 46:524Read from the page
χείρονος, καὶ πρὸς τὸ κρεῖττον ἀναγκαστικῶς μεταθεῖναι, τοῖς μὲν ἀνεξετάστοις χρήσιμον εἶναι δοκεῖ· τῷ δὲ πλάστῃ τῆς φύσεως ἀλυσιτελὲς ἐφάνη καὶ ἄδικον, τὴν τοῦ μεγίστου τῶν ἀγαθῶν ζημίαν διὰ τῆς τοιαύτης οἰκονομίας ἐμποιῆσαι τῇ φύσει. Ἐπειδὴ γὰρ θεοειδὴς ὁ ἄνθρωπος ἐγένετο, καὶ μακάριος τῷ αὐτεξουσίῳ τετιμημένος (τὸ γὰρ αὐτοκρατές τε καὶ ἀδέσποτον ἴδιόν ἐστι τῆς θείας μακαριότητος), τὸ δι' ἀνάγκης αὐτὸν ἐπί τι μεταχθῆναι βιαίως, ἀφαίρεσις τοῦ ἀξιώματος ἦν. Εἰ γὰρ ἑκουσίως τὴν ἀνθρωπίνην φύσιν κατὰ τὴν αὐτεξούσιον κίνησιν ἐπί τι τῶν οὐ δεόντων ὁρμήσασαν, βιαίως τε καὶ κατηναγκασμένως τῶν αἱρεσάντων ἀπέστησεν, ἀφαίρεσις ἂν ἦν τοῦ προέχοντος ἀγαθοῦ τὸ γινόμενον, καὶ τῆς ἰσοθέου τιμῆς ἀποστέρησις. Ἰσόθεον γάρ ἐστι τὸ αὐτεξούσιον. Ὡς ἂν οὖν καὶ ἡ ἐξουσία μένοι τῇ φύσει, καὶ τὸ κακὸν ἀπογένοιτο, ταύτην εὗρεν ἡ σοφία τοῦ Θεοῦ τὴν ἐπίνοιαν, τὸ ἐᾶσαι τὸν ἄνθρωπον ἐν οἷς ἐβουλήθη γενέσθαι, ἵνα γευσάμενος τῶν κακῶν, ὧν ἐπεθύμησεν, καὶ τῇ πείρᾳ μαθὼν, οἷα ἀνθ' οἵων ἠλλάξατο, παλινδρομήσῃ διὰ τῆς ἐπιθυμίας ἑκουσίως πρὸς τὴν πρώτην μακαριότητα, ἅπαν τὸ ἐμπαθές τε καὶ ἄλογον, ὥσπερ τι ἄχθος ἀποσκευάσας τῆς φύσεως, ἤτοι κατὰ τὴν παροῦσαν ζωήν, διὰ προσευχῆς τε καὶ φιλοσοφίας ἐκκαθαρθεὶς, ἢ μετὰ τὴν ἐνθένδε μετανάστασιν, διὰ τῆς τοῦ καθαρσίου πυρὸς χωνείας. Ὥσπερ γὰρ εἴ τις ἰατρικὸς ὢν, καὶ πᾶσαν ἐπιστήμην τῶν τε σωτηρίων, καὶ τῶν δηλητηρίων ἐκ τέχνης ἔχων, συμβουλεύων τῷ μειρακίῳ τὰ δέοντα, μὴ δυνηθείη διὰ συμβουλῆς κωλῦσαι τὸν ἀτελῆ κατὰ τὴν ἡλικίαν τε καὶ τὴν φρόνησιν, ἐπιθυμητικῶς πρός τινα φθοροποιὸν καρπὸν ἢ πόαν διατεθέντα, ἔχων δὲ παντοίαν τῶν ἀλεξιφαρμάκων παρασκευήν, ἐπιτρέψειε τῷ παιδὶ μετασχεῖν τῶν βλαπτόντων, ἐφ' ᾧ τε διὰ τῆς τῶν ἀλγεινῶν πείρας τὸ χρήσιμον τῆς πατρώας συμβουλῆς μαθόντα, καὶ ἐν ἐπιθυμίᾳ τῆς ὑγιείας γενόμενον, πάλιν διὰ τῶν ἀλεξητηρίων ἐπαναγάγῃ πρὸς εὐεξίαν τὸν παῖδα, ἧς διὰ τῆς ἀτόπου τῶν δηλητηρίων ἐπιθυμίας ἐξέπεσεν· οὕτως ὁ γλυκύς τε καὶ ἀγαθὸς τῆς φύσεως ἡμῶν πατὴρ, ὁ εἰδὼς καὶ δι' ὧν σωζόμεθα, ἐγνώρισε μὲν τῷ ἀνθρώπῳ τὸ δηλητήριον, καὶ τὸ μὴ μετασχεῖν συνεβούλευσεν· κρατησάσης δὲ τῆς ἐπιθυμίας τοῦ χείρονος, οὐκ ἠπόρησε τῶν ἀγαθῶν ἀντιφαρμάκων, δι' ὧν ἐπαναγάγῃ πάλιν πρὸς τὴν τῆς ἀρχῆς εὐεξίαν τὸν ἄνθρωπον. Τὴν γὰρ ὑλικὴν ταύτην ἡδονὴν πρὸ τῆς ψυχικῆς εὐφροσύνης τοῦ ἀνθρώπου προελομένου, συντρέχειν μέν πως ἔδοξεν αὐτῷ τῇ ὁρμῇ διὰ τοῦ δερματίνου χιτῶνος, ὃν διὰ τὴν πρὸς τὸ χεῖρον αὐτῷ ῥοπὴν περιέθηκεν, δι' οὗ τῆς ἀλόγου φύσεως ἐπεμίχθη τῷ ἀνθρώπῳ τὰ ἰδιώματα, ὧν τῶν ἀλόγων ζώων τῆς λογικῆς φύσεως ἔνδυμα κατεσκευάσθη τῇ σοφίᾳ τοῦ διὰ τῶν ἐναντίων οἰκονομοῦντος τὰ κρείττονα. Πάντα γὰρ φέρων ἐν ἑαυτῷ τὰ ἰδιώματα ὁ δερμάτινος χιτὼν, ὅσα εἶχε περιέχων τὴν ἄλογον φύσιν, ἡδονήν τε καὶ θυμὸν καὶ γαστριμαργίαν, καὶ ἀπληστίαν, καὶ τὰ ὅμοια, ἐξὸν δίδωσι τῇ ἀνθρωπίνῃ προαιρέσει τῆς καθ' ἑκάτερον ῥοπῆς, εἰς ἀρετήν τε καὶ κακίαν ὕλη γινόμενος. Τούτοις γὰρ ἐμβιοτεύων κατὰ τὸν τῇδε βίον ὁ ἄνθρωπος
worse, and by compulsion to be transferred towards the better, seems useful to the unreflecting; yet to the Fashioner of nature it appeared unprofitable and unjust to inflict upon nature the loss of the greatest of good things through such a dispensation. For since man came to be godlike, and blessed in being honoured with self-governing freedom (for authority over oneself and freedom from any master belong properly to divine blessedness), for him to be violently shifted towards something by necessity would have been a stripping away of his dignity. For if He had by force and compulsion removed human nature—once it had of its own will rushed by its self-governing motion towards one of the things not fitting—from the things it had chosen, what took place would have been a stripping away of the pre-eminent good, and a deprivation of god-equal honour. For self-governing freedom is equal to God. In order, therefore, that authority might remain with nature and evil might pass away, the wisdom of God found out this device: to allow man to come to be in the things he willed, so that having tasted the evils he desired, and having learned by experience what sort of things he exchanged for what, he might run back of his own will through desire towards the first blessedness, having sloughed off from his nature like some burden everything passible and irrational, either purified out during the present life through prayer and philosophy, or after his migration hence through the smelting of the purifying fire. For just as if someone, being a physician and possessing from his art all knowledge both of salutary things and of deleterious things, while advising a youth what is needful, were unable through advice to restrain one immature in age and prudence when desirously disposed towards some destructive fruit or herb, yet having every preparation of antidotes, should allow the boy to partake of the harmful things, to the end that having learned through the experience of painful things the usefulness of his father's advice, and having come to desire health, he might lead the boy back again through remedies towards the vigorous health from which he fell away through his absurd desire for deleterious things; so too the sweet and good Father of our nature, Who knows also the means whereby we are saved, made known to man what was deleterious, and advised him not to partake; yet when desire for the worse prevailed, He was not at a loss for good antidotes whereby He might lead man back again towards his original vigorous health. For when man preferred this material pleasure before the gladness of the soul, He seemed in a way to run along with his impulse through the tunic of skin, which He put around him on account of his inclination towards the worse, through which the properties of irrational nature were mingled in with man, out of which irrational animals a garment was fashioned for rational nature by the wisdom of Him Who through opposites dispenses better things. For bearing in itself all the properties which it possessed in encompassing irrational nature—pleasure, and anger, and gluttony, and insatiability, and the like—the tunic of skin grants licence to human free choice for the inclination either way, becoming matter for both virtue and vice. For living amid these things during life here below, man
Notes, col. 524

On the reading

Printed αἱρεσάντων, for ἀρεσάντων.

PG 46:525Read from the page
τῇ αὐτεξουσίῳ κινήσει, εἰ μὲν διακρίνοιτο τοῦ ἀλόγου τὸ ἴδιον, καὶ πρὸς ἑαυτὸν βλέποι διὰ τῆς ἀστειοτέρας ζωῆς, καθάρσιον τῆς ἐμμιχθείσης κακίας τὸν παρόντα βίον ποιήσεται, κρατῶν διὰ τοῦ λόγου τῆς ἀλογίας· εἰ δὲ πρὸς τὴν ἄλογον τῶν παθημάτων ῥοπὴν ἐπικλιθείη, τῷ τῶν ἀλόγων δέρματι συνεργῷ χρησάμενος πρὸς τὰ πάθη, ἄλλως μετὰ ταῦτα βουλεύσεται πρὸς τὸ κρεῖττον, μετὰ τὴν ἐκ τοῦ σώματος ἔξοδον γνοὺς τῆς ἀρετῆς τὸ πρὸς τὴν κακίαν διάφορον, ἐν τῷ μὴ δύνασθαι μετασχεῖν τῆς θειότητος, μὴ τοῦ καθαρσίου πυρὸς τὸν ἐμμιχθέντα τῇ ψυχῇ ῥύπον ἀποκαθήραντος.
by his self-governing motion, if on the one hand he distinguishes what is proper to himself from what is irrational, and looks towards himself through a more refined life, will make the present life a purification of the evil mingled in, mastering irrationality through reason; whereas if on the other hand he inclines towards the irrational downward pull of the passions, having used the hide of irrational beasts as a co-worker towards the passions, in another way he will afterwards take counsel for the better, learning after his exodus from the body the difference of virtue from vice through being unable to partake of divinity unless the purifying fire has cleansed away the filth mingled in with his soul.
Ταῦτά ἐστιν ἃ τὴν τοῦ σώματος χρείαν ἀναγκαίαν ἡμῖν ἐποίησεν, δι' οὗ τό τε αὐτεξούσιον σώζεται, καὶ ἡ πρὸς τὸ ἀγαθὸν πάλιν ἐπάνοδος οὐ κωλύεται· ἀλλὰ τῇ περιοδικῇ ταύτῃ ἀκολουθίᾳ, διὰ τοῦ ἑκουσίου γίνεται ἡμῖν ἡ πρὸς τὸ κρεῖττον ῥοπὴ, τῶν μὲν ἐντεῦθεν ἤδη διὰ τῆς ἐν σαρκὶ ζωῆς τὸν πνευματικὸν ἐν ἀπαθείᾳ κατορθούντων βίον, οἵους γεγενῆσθαι τοὺς πατριάρχας τε καὶ τοὺς προφήτας ἀκούομεν, καὶ τοὺς σὺν αὐταῖς τε καὶ μετ' ἐκείνους δι' ἀρετῆς τε καὶ φιλοσοφίας ἀναδραμόντας ἐπὶ τὸ τέλειον, μαθητὰς λέγω καὶ ἀποστόλους καὶ μάρτυρας, καὶ πάντας τοὺς τὴν ἐνάρετον ζωὴν πρὸ τοῦ ὑλικοῦ τετιμηκότας βίου, οἳ κἂν ἐλάττους ὦσι τῷ ἀριθμῷ τοῦ πλήθους τῶν πρὸς τὸ χεῖρον ἀποῤῥεόντων, οὐδὲν ἧττον τὸ δυνατὸν εἶναι διὰ σαρκὸς τὴν ἀρετὴν κατορθῶσαι μαρτυροῦνται· τῶν δὲ λοιπῶν διὰ τῆς εἰς ὕστερον ἀγωγῆς ἐν τῷ καθαρσίῳ πυρὶ ἀποβαλόντων τὴν πρὸς τὴν ὕλην προσπάθειαν, καὶ πρὸς τὴν ἐξ ἀργῆς ἀποκληρωθεῖσαν τῇ φύσει χάριν, διὰ τῆς τῶν ἀγαθῶν ἐπιθυμίας ἑκουσίως ἐπανιόντων. Οὐ γὰρ εἰς ἀεὶ παραμένει τῶν ἀλλοτρίων ἡ ἐπιθυμία τῇ φύσει· διότι πλήσμιον ἑκάστῳ καὶ προσκορές ἐστι τὸ μὴ ἴδιον, οὗ μὴ κατ' ἀρχὰς ἔσχεν ἐν ἑαυτῇ τὴν κοινωνίαν ἡ φύσις· μόνον δὲ τὸ συγγενὲς καὶ ὁμόφυλον ποθεινὸν καὶ ἐράσμιον εἰς ἀεὶ διαμένει, ἕως ἂν ἐφ' ἑαυτῆς ἡ φύσις ἀπαράτρεπτος μένῃ· εἰ δέ τινα ἐκτροπὴν πάθοι διὰ μοχθηρᾶς προαιρέσεως, τότε αὐτῇ τῶν ἀλλοτρίων ἡ ἐπιθυμία ἐγγίνεται, ὧν ἡ ἀπόλαυσις ἡδύνει, οὐχὶ τὴν φύσιν, ἀλλὰ τὸ πάθος τῆς φύσεως· ἐκχωρήσαντος δὲ τοῦ πάθους, καὶ ἡ τῶν παρὰ φύσιν ἐπιθυμία συνανεχώρησεν, καὶ γίνεται πάλιν αὐτῇ τὸ οἰκεῖον ποθεινὸν καὶ κατάλληλον. Τοῦτο δέ ἐστι τὸ καθαρόν τε καὶ ἄϋλον καὶ ἀσώματον, ὅπερ ἴδιον τῆς ὑπερκειμένης τῶν πάντων θεότητος εἰπών τις οὐχ ἁμαρτήσεται. Ὡς γὰρ τοῖς σωματικοῖς ὀφθαλμοῖς ῥεύματός τινος δριμυτέρου τὸ ὀπτικὸν πνεῦμα θολώσαντος, ἡδίων ὁ ζόφος γίνεται, διὰ τὴν τῆς παχύτητος πρὸς τὸ σκότος συγγένειαν. Εἰ δὲ δαπανηθείη διά τινος θεραπείας τὸ διοχλῆσαν τῷ πνεύματι, πάλιν τὸ φῶς οἰκεῖον καὶ κατάλληλον γίνεται, τῷ καθαρῷ τε καὶ αὐγοειδεῖ τῆς κόρης καταμιγνύμενον· τὸν αὐτὸν τρόπον ἐπειδὴ ῥεύματός τινος δίκην δι' ἀπάτης τοῦ Ἀντικειμένου ἐπεῤῥύη τῷ ὀπτικῷ τῆς ψυχῆς ἡ κακία, ἑκουσίως πρὸς τὸν σκοτεινὸν βίον ὁ λογισμὸς ἐπεκλίθη, διὰ τοῦ πάθους οἰκειωθεὶς τῷ ζόφῳ. Πᾶς γὰρ
These are the things that made the use of the body necessary for us, through which both self-governing freedom is preserved, and the return again towards the good is not hindered; but by this cyclical sequence, through what is voluntary, the inclination towards the better comes about for us: as some, on the one hand, already from this point onward through life in the flesh rightly accomplish the spiritual life in impassibility—such as we hear the patriarchs and the prophets were, and those both with them and after them who through virtue and philosophy ran up to perfection, I mean disciples and apostles and martyrs, and all who honoured the virtuous life before the material life, who, even if they be fewer in number than the multitude of those streaming away towards the worse, are none the less borne witness that it is possible through the flesh rightly to accomplish virtue; while the rest, on the other hand, through the after-training in the purifying fire cast off their passionate attachment towards matter, and return of their own will through the desire for good things towards the grace allotted to nature from the beginning. For the desire for alien things does not remain with nature for ever; because what is not one's own—of which nature did not at the beginning possess communion within itself—is cloying and surfeiting to each; whereas only what is akin and of the same stock remains desirable and lovely for ever, so long as nature abides unswerving in itself; yet should it suffer some swerving aside through depraved free choice, then the desire for alien things springs up in it, the enjoyment of which sweetens not nature, but the passion of nature; and once the passion has withdrawn, the desire for things contrary to nature withdraws along with it, and what belongs to its own household becomes again desirable and suitable to it. And this is what is pure and immaterial and incorporeal, which one will not err in calling proper to the Deity transcending all things. For just as when some rather acrid rheum in the bodily eyes has turbided the visual spirit, gloom becomes more pleasant on account of the kinship of thickness towards darkness; yet if what troubled the spirit is consumed away through some curative treatment, light again becomes congenial and suitable, mingling with the pure and radiant part of the pupil; in the same way, since vice like some rheum flowed in upon the visual faculty of the soul through the deceit of the Adversary, reasoning of its own will inclined towards the darksome life, made akin to gloom through passion. For everyone
Notes, col. 525

On the reading

Printed αὐταῖς, for αὐτοῖς.

Printed ἀργῆς, for ἀρχῆς.

PG 46:528Read from the page
ὁ τὰ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καθώς φησιν ἡ θεία φωνή· ἐκδαπανηθέντος δὲ τοῦ κακοῦ ἐκ τῶν ὄντων, καὶ εἰς τὸ μὴ ὂν αὖθις μεταχωρήσαντος, πάλιν μεθ' ἡδονῆς ἀναβλέπει πρὸς τὸ φῶς ἡ φύσις, τοῦ ἐπιθολοῦντος τὸ καθαρὸν τῆς ψυχῆς ἐκχωρήσαντος. Μάταιον τοίνυν δέδεικται διὰ τῶν εἰρημένων τὸ δυσμενῶς πρὸς τὴν τῆς σαρκὸς ἔχειν φύσιν. Οὐ γὰρ ταύτης ἤρτηται τῶν κακῶν ἡ αἰτία. Ἡ γὰρ ἂν κατὰ πάντων ἐπίσης ἔσχε τὸ κράτος τῶν τὸν σωματικὸν εἰληχότων βίον.
who practises base things hates the light, as the divine voice says; yet once evil has been consumed out of beings, and has again withdrawn into non-being, nature looks up again with pleasure towards the light, once that which beclouded the pure part of the soul has withdrawn. It has been shown to be vain, therefore, through the things said, to be ill-disposed towards the nature of the flesh. For the cause of evils does not hang upon this. Otherwise it would have held sway equally over all who have obtained the bodily life.
Ἀλλ' ἐπειδὴ τῶν ἐπ' ἀρετῆς μνημονευομένων ἕκαστος καὶ ἐν σαρκὶ ἦν, καὶ ἐν κακίᾳ οὐκ ἦν, φανερὸν διὰ τούτων ἐστὶν, ὅτι οὐ τὸ σῶμα τῶν παθημάτων αἴτιον, ἀλλ' ἡ προαίρεσις ἡ δημιουργοῦσα τὰ πάθη. Τὸ μὲν γὰρ σῶμα καταλλήλως τῇ ἰδίᾳ κινεῖται φύσει, δι' ὧν συντηρεῖται πρὸς τὴν ἑαυτοῦ σύστασιν καὶ διαμονήν· πρὸς ταῦτα ταῖς ἰδίαις ὁρμαῖς διοικούμενον. Οἷόν τι λέγω· Βρώσεώς ἐστιν αὐτῷ χρεία καὶ πόσεως, ὥστε τὸ διαπνευσθὲν τῆς δυνάμεως πάλιν ἀντεισαχθῆναι τῷ λείποντι· πρὸς τοῦτο κινεῖται ἡ ὄρεξις. Πάλιν διὰ τῆς τῶν γινομένων διαδοχῆς, θνητὴ οὖσα ἡ τοῦ σώματος φύσις ἀθανατίζεται· διὰ τοῦτο καὶ πρὸς ταύτην τὴν ὁρμὴν ἐπιτηδείως ἔχει. Ἔτι πρὸς τούτοις γυμνὸν τοῦ ἐκ τῶν τριχῶν σκεπάσματος τὸ σῶμα πεποίηται, οὗ χάριν τῆς ἔξωθεν περιβολῆς ἐδεήθημεν. Ἀλλὰ καὶ πρὸς φλογμόν τε καὶ κρύος καὶ ἐπομβρίαν ἀντισχεῖν οὐ δυνάμενοι, τὴν ἐκ τῶν οἰκιῶν σκέπην ἐπεζητήσαμεν. Ταῦτα καὶ τὰ τοιαῦτα ὁ μὲν λελογισμένως πρὸς τὴν χρείαν βλέπων, δέχεται τούτων ἕκαστον ἀπραγμόνως ὁρῶν, τῆς ὀρέξεως τὸν σκοπὸν τῆς χρείας ποιούμενος, οἶκον, ἱμάτιον, συζυγίαν, τροφήν, δι' ἑκάστου τούτων θεραπεύων τὸ ἐνδέον τῆς φύσεως. Ὁ δὲ τῶν ἡδονῶν ὑπηρέτης, ὁδοὺς παθημάτων τὰς ἀναγκαίας χρείας ἐποίησεν· ἀντὶ μὲν τῆς τροφῆς, τὴν τρυφὴν ἐπιζητῶν· ἀντὶ δὲ τῆς περιβολῆς, τὸν καλλωπισμὸν προαιρούμενος· ἀντὶ δὲ τῆς τῶν οἰκιῶν χρείας τὴν πολυτέλειαν· ἀντὶ δὲ τῆς παιδοποιίας, πρὸς τὰς παρανόμους τε καὶ ἀπηγορευμένας ἡδονὰς βλέπων. Διὰ τοῦτο ἥ τε πλεονεξία πλατείαις ταῖς πύλαις τῇ ἀνθρωπίνῃ ζωῇ εἰσεκώμασεν, καὶ ἡ μαλακία, καὶ ὁ τῦφος, καὶ ἡ χαυνότης, καὶ ἡ πολυειδὴς ἀσωτία. Ταῦτα καὶ τὰ τοιαῦτα, ὥσπερ τινὲς ὄζοι καὶ ξηράδες τῶν ἀναγκαίων χρειῶν παρεβλάστησαν, διὰ τὸ παρελθεῖν τοὺς τῆς χρείας ὅρους τὴν ὄρεξιν, καὶ τοῖς ἐπ' οὐδενὶ χρησίμῳ σπουδαζομένοις ἐπιπλατύνεσθαι. Τί γὰρ κοινὸν ἔχει πρὸς τὸ τῆς τροφῆς χρήσιμον ὁ διάγλυφος ἄργυρος, χρυσῷ, καὶ λίθοις ἐπανθιζόμενος; Ἢ τίνος χάριν ἐπεδεήθη τὸ ἱμάτιον τοῦ χρυσοῦ νήματος, καὶ τῆς εὐανθούσης πορφυρίδος, καὶ τῆς ὑφαντικῆς ζωγραφίας, δι' ἧς πόλεμοι, καὶ θῆρες, καὶ τὰ τοιαῦτα τοῖς χιτῶσί τε καὶ τοῖς ἐνδύμασι παρὰ τῶν ὑφαινόντων ἐνζωγραφοῦνται; Οἷς συμμαχοῦσα ἡ τῆς πλεονεξίας ἐνεφύη νόσος. Ἵνα γὰρ ἐπιτύχωσι πρὸς ταῦτα παρασκευῆς καὶ δυνάμεως, τὰς τῶν ἐπιθυμουμένων ὕλας παρὰ τῆς πλεονεξίας πορίζονται. Ἡ δὲ
Yet since each of those remembered for virtue was both in the flesh and not in vice, it is manifest through these things that not the body is the cause of the passions, but free choice, which fashions the passions. For the body moves suitably to its own nature through the things whereby it is preserved towards its own constitution and continuance, being governed towards these things by its own impulses. As, for instance, I mean: it has need of food and drink, so that what of its strength has been breathed away may be introduced back again in place of what is lacking; towards this appetite is moved. Again, through the succession of those who come to be, the nature of the body, though mortal, is rendered immortal; on this account it is suitably disposed towards this impulse also. Furthermore, besides these things, the body has been made naked of the covering of hair, for the sake of which we had need of garments from without. And being unable to hold out against scorching heat and cold and rainstorms, we sought in addition the shelter of houses. These things and things such as these he who looks reasonably towards need receives, viewing each of them unmeddlesomely, making need the aim of appetite—house, garment, marriage, nourishment—healing through each of these what is lacking in nature. Whereas the servant of pleasures made the necessary needs roads of passions: in place of nourishment, seeking after luxury; in place of a covering, choosing adornment; in place of the need of houses, lavishness; in place of the begetting of children, looking towards unlawful and forbidden pleasures. On this account covetousness revelled into human life through wide gates, and softness, and vanity, and slackness, and manifold profligacy. These things and things such as these sprouted beside the necessary needs like certain knots and dry twigs, because appetite transgressed the bounds of need and spread out over things eagerly pursued for nothing useful. For what has chased silver, bedecked like flowers with gold and precious stones, in common with the usefulness of nourishment? Or for the sake of what did the garment stand in further need of golden thread, and bloom-bright purple, and woven picture-work, through which wars, and wild beasts, and such things are pictured upon tunics and garments by the weavers? Allying itself with these things, the disease of covetousness grew inwardly. For in order that they may attain preparation and means towards these things, they procure the materials of the things desired from covetousness. And
Notes, col. 528

On the reading

Printed Ἡ, for Ἢ.

PG 46:529Read from the page
πλεονεξία τῇ ἀπιστίᾳ τὴν εἴσοδον ἤνοιξεν, ἥτις ἐστὶ κατὰ τὸν Σολομῶντα, ὁ τετρημένος πίθος, ἀεὶ τοῖς ἀπαντλοῦσι λείπων, καὶ κενὸς εὑρισκόμενος. Οὐκοῦν οὐ τὸ σῶμα τὰς τῶν κακῶν ἀφορμὰς, ἀλλ' ἡ προαίρεσις ἐμποιεῖ, τὸν σκοπὸν τῆς χρείας εἰς τὴν τῶν ἀτόπων ἐπιθυμίαν ἐκτρέπουσα. Μὴ τοίνυν κακιζέσθω παρὰ τῶν ἀπερισκέπτων τὸ σῶμα, ᾧ μετὰ ταῦτα διὰ τῆς παλιγγενεσίας μεταστοιχειωθέντι πρὸς τὸ θειότερον ἡ ψυχὴ καλλωπίσεται, τὰ περιττά τε καὶ ἄχρηστα, ὡς πρὸς τὴν ἀπόλαυσιν τῆς μελλούσης ζωῆς, τοῦ θανάτου ἀποκαθάραντος. Οὐ γὰρ πρὸς ἃ νῦν ἐπιτηδείως ἔχει, τὰ αὐτὰ καὶ ἐν τῷ μετὰ ταῦτα χρησιμεύσει βίῳ, ἀλλ' οἰκεία καὶ κατάλληλος ἔσται τῇ ἀπολαύσει τῆς ζωῆς ἐκείνης ἡ τοῦ σώματος ἡμῶν παρασκευὴ, ἁρμοδίως πρὸς τὴν τῶν ἀγαθῶν μετουσίαν διατεθεῖσα. Οἷόν τι λέγω (κρεῖττον γὰρ ὑποδείγματι τῶν γνωρίμων τινὶ διασαφηνίσαι τὸ νόημα)· Ἡ τοῦ σιδήρου βῶλος χρησιμεύει τῇ χαλκευτικῇ τέχνῃ, ἀκατέργαστος ἄκμων γενομένη τοῦ τεχνιτεύοντος. Ἀλλ' ὅταν δεῖ πρός τι λεπτότερον μετεργασθῆναι τὸν σίδηρον, τότε δι' ἐπιμελείας τὴν βῶλον τοῦ πυρὸς ἐκκαθήραντος, ἅπαν ἀποτίθεται τὸ γεῶδες καὶ ἄχρηστον, ὃ δὴ σκωρίαν οἱ τεχνῖται τῆς ἐργασίας ταύτης κατονομάζουσι· καὶ οὕτως ὁ ποτὲ ἄκμων λεπτουργηθεὶς, ἢ θώραξ, ἢ ἄλλο τι τῶν λεπτῶν κατασκευασμάτων ἐγένετο, τοῦ τοιούτου περιττώματος ἐκκαθαρθεὶς διὰ τῆς χωνείας, ὅπερ ἕως ποτὲ ἄκμων ἦν, οὐκ ἐνομίζετο πρὸς τὴν τότε χρείαν εἶναι περίττωμα. Συνετέλει γάρ τι καὶ ἡ σκωρία πρὸς τὸν ὄγκον τοῦ σιδήρου ἐγκαταμεμιγμένη τῇ βώλῳ. Ἤδη νενόηται ἡμῖν τὸ ὑπόδειγμα· μετακτέον ἤδη πρὸς τὸ προκείμενον νόημα τὴν ἐν τῷ ὑποδείγματι θεωρηθεῖσαν διάνοιαν. Τί οὖν ἐστι τοῦτο; Πολλὰς ἔχει νῦν σκωρεώδεις ποιότητας ἡ τοῦ σώματος φύσις, αἳ κατὰ μὲν τὴν παροῦσαν ζωήν, πρός τι χρήσιμον συντελοῦσιν, ἀχρήστως δὲ παντάπασι καὶ ἀλλοτρίως ἔχουσι πρὸς τὴν μετὰ ταῦτα προσδοκωμένην μακαριότητα. Ὅπερ οὖν ἐν τῷ πυρὶ περὶ τὸν σίδηρον γίνεται, τὸ ἄχρηστον ἅπαν τῆς χωνείας ἀποποιούσης, τοῦτο διὰ τοῦ θανάτου κατορθοῦται τῷ σώματι, παντὸς περιττώματος ἀποποιουμένου διὰ τῆς ἐν τῇ νεκρότητι λύσεως. Φανερὰ μὲν οὖν ἐστι πάντως τοῖς ἐπεσκεμμένοις ποῖα ταῦτά ἐστιν, ὧν ἀποκαθαίρεται τὸ σῶμα εἰς ὕστερον· ἅπερ εἰ μὴ παρείη κατὰ τὴν παροῦσαν ζωήν, ζημία γίνεται τοῦ βίου τούτου. Πλὴν ἀλλὰ καὶ παρ' ἡμῶν σαφηνείας χάριν δι' ὀλίγων εἰρήσεται.
covetousness opened the entrance to unbelief, which, according to Solomon, is the perforated cask, ever failing those who draw from it and being found empty. Accordingly, not the body engenders the occasions of evils, but free choice, turning aside the aim of need into the desire for absurd things. Let not the body, therefore, be reviled by the unreflecting—with which afterwards, once it has been refashioned in its elements through regeneration towards what is more divine, the soul shall be adorned, after death has cleansed away what is superfluous and useless with respect to the enjoyment of the life to come. For not for the same things towards which it is now suitably disposed will it also be serviceable in the life hereafter, but the frame of our body shall be congenial and suitable for the enjoyment of that life, harmoniously disposed towards participation in good things. As, for instance, I mean (for it is better to clarify the thought by one of the familiar examples): the lump of iron is serviceable to the blacksmith's art when it has become an unwrought anvil of the craftsman. Yet when the iron must be rewrought towards something finer, then once the fire has through diligent care cleansed out the lump, all that is earthy and useless is put away—which the craftsmen of this work call dross; and thus what was once an anvil, having been finely wrought, becomes either a breastplate or some other of the delicate implements, cleansed out of such refuse through smelting—which, so long as it was once an anvil, was not supposed to be refuse with respect to the need at that time. For the dross too, mingled in with the lump, contributed something towards the bulk of the iron. The example has already been understood by us; we must now transfer towards the thought set before us the meaning beheld in the example. What then is this? The nature of the body now possesses many dross-like qualities which, during the present life, contribute towards something useful, yet are altogether useless and alien towards the blessedness awaited hereafter. Whatever, therefore, takes place in the fire around the iron, as smelting sloughs off all that is useless, this is rightly accomplished for the body through death, as every refuse is sloughed off through the dissolution in deadness. Now it is by all means manifest to those who have examined the matter what sort of things these are of which the body is cleansed hereafter—which, were they not present during the present life, become a loss to this life. Nevertheless, by us also for clarity's sake it shall be stated in few words.
Ἔστω, καθ' ὑπόθεσιν, ἀντὶ μὲν τῆς βώλου, ἡ ὄρεξις ἡ φυσικῶς ἐπὶ πάντων ἐνεργουμένη· ἀντὶ δὲ τῆς σκωρίας ταῦτα, πρὸς ἃ νῦν τὰς ὁρμὰς ἔχει ἡ ὄρεξις, ἡδοναὶ, καὶ πλοῦτοι, καὶ φιλοδοξίαι, καὶ δυναστεῖαι, καὶ θυμοὶ, καὶ τῦφοι, καὶ τὰ τοιαῦτα. Τούτων ἁπάντων καὶ τῶν τοιούτων, καθάρσιον ἀκριβὲς ὁ θάνατος γίνεται· ὧν γυμνωθεῖσά τε καὶ καθαρθεῖσα πάντων ἡ ὄρεξις, πρὸς τὸ μόνον ὀρεκτόν τε καὶ ἐπιθυμητὸν καὶ ἐράσμιον τῇ ἐνεργείᾳ τραπήσεται, οὐκ ἀποσβέσασα
Let there be, by way of hypothesis, in place of the lump, the appetite naturally operative in all; and in place of the dross, these things towards which appetite now holds its impulses—pleasures, and riches, and ambitions for glory, and dominions, and angers, and vanities, and things such as these. Of one and all of these and things such as these, death becomes an exact purification; and stripped naked and cleansed of all of them, appetite shall turn in its activity towards that which alone is to be appeted and desired and loved, not extinguishing
PG 46:532Read from the page
καθόλου τὰς ἐγκειμένας φυσικῶς ἡμῖν ἐπὶ τὰ τοιαῦτα ὁρμὰς, ἀλλὰ πρὸς τὴν ἄϋλον τῶν ἀγαθῶν μετουσίαν μεταποιήσασα. Ἐκεῖ γὰρ ὁ ἔρως τοῦ ἀληθινοῦ κάλλους, ὁ ἄπαυστος· ἐκεῖ ἡ ἐπαινετὴ τῶν τῆς σοφίας θησαυρῶν πλεονεξία, καὶ ἡ καλή τε καὶ ἀγαθὴ φιλοδοξία ἡ τῇ κοινωνίᾳ τῆς τοῦ Θεοῦ βασιλείας κατορθουμένη, καὶ τὸ καλὸν πάθος τῆς ἀπληστίας, οὐδέποτε κόρῳ τῶν ὑπερκειμένων πρὸς τὸν ἀγαθὸν πόθον ἐπικοπτόμενον. Οὐκοῦν μαθὼν, ὅτι τοῖς καθήκουσι χρόνοις ὁ τοῦ παντὸς τεχνίτης τὴν τοῦ σώματος βῶλον εἰς ὅπλον εὐδοκιμίας μεταχαλκεύσει, θώρακα δικαιοσύνης, καθώς φησιν ὁ Ἀπόστολος, καὶ μάχαιραν πνεύματος, καὶ περικεφαλαίαν ἐλπίδος, καὶ πᾶσαν τὴν τοῦ Θεοῦ πανοπλίαν κατεργασάμενος, ἀγαπᾷ τὸ ἴδιον σῶμα κατὰ τὸν τοῦ Ἀποστόλου νόμον, ὅς φησιν, ὅτι Οὐδεὶς τὸ ἑαυτοῦ σῶμα ἐμίσησεν. Τὸ σῶμα δὲ τὸ κεκαθαρμένον ἀγαπᾶσθαι χρὴ, οὐ τὴν ἀποποιουμένην σκωρίαν. Ἀληθὲς γάρ φησιν, ὥς φησιν ἡ θεία φωνὴ, ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, τότε αὐτὴν εὑρήσομεν οἰκοδομὴν ἐκ Θεοῦ γενομένην οἰκίαν ἀχειροποίητον, αἰώνιον ἐν τοῖς οὐρανοῖς, ἀξίαν τοῦ εἶναι αὐτὴν Θεοῦ κατοικητήριον ἐν πνεύματι. Καί μοι μηδεὶς χαρακτῆρα, καὶ σχῆμα, καὶ εἶδος ὑπογραφέτω τῆς ἀχειροποιήτου ἐκείνης οἰκίας, καθ' ὁμοιότητα τῶν νῦν ἐπιφαινομένων ἡμῖν χαρακτήρων, καὶ διακρινόντων ἡμᾶς ἀπ' ἀλλήλων τοῖς ἰδιώμασιν. Οὐ γὰρ μόνης τῆς ἀναστάσεως ἡμῖν παρὰ τῶν θείων λογίων κεκηρυγμένης, ἀλλὰ καὶ τὸ δεῖν ἀλλαγῆναι τοὺς ἀνακαινισθέντας διὰ τῆς ἀναστάσεως, τῆς θείας διεγγυωμένης Γραφῆς, ἀνάγκη πᾶσα κεκρύφθαι παντάπασι καὶ ἀγνοεῖσθαι πρὸς ὅ τι ἀλλαγησόμεθα, τῷ μηδὲν ὑπόδειγμα τῶν ἐλπιζομένων ἐν τῷ νῦν καθορᾶσθαι βίῳ. Νῦν μὲν γὰρ πᾶν τὸ παχὺ καὶ στερέμνιον, ἐκ φύσεως ἔχει τὴν ἐπὶ τὸ κάτω φοράν. Τότε δὲ πρὸς τὸ ἀνωφερὲς ἡ μεταποίησις τοῦ σώματος γίνεται, οὕτως εἰπόντος τοῦ λόγου, ὅτι μετὰ τὸ ἀλλαγῆναι τὴν φύσιν, ἐν πᾶσι τοῖς ἀναβεβιωκόσι διὰ τῆς ἀναστάσεως, Ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα· καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. Εἰ τοίνυν ἐπὶ τῶν ἀλλαγέντων τὸ βάρος οὐ παραμένει τῷ σώματι, ἀλλὰ συμμετεωροποροῦσι τῇ ἀσωμάτῳ φύσει οἱ πρὸς τὴν θειοτέραν μεταστοιχειωθέντες κατάστασιν· πάντως ὅτι καὶ τὰ λοιπὰ τῶν ἰδιωμάτων τοῦ σώματος, πρός τι τῶν θειοτέρων συμμετατίθεται, τὸ χρῶμα, τὸ σχῆμα, ἡ περιγραφὴ, καὶ τὰ καθ' ἕκαστον πάντα. Τούτου χάριν οὐδεμίαν ἀνάγκην ὁρῶμεν τοῖς ἀλλαγεῖσι διὰ τῆς ἀναστάσεως ἐνθεωρεῖσθαι τὴν τοιαύτην διαφορὰν, ἣν νῦν διὰ τὴν τῶν ἐπιγινομένων ἀκολουθίαν ἀναγκαίως ἔσχεν ἡ φύσις. Οὔτε μὴν, ὅτι οὐκ ἔσται, σαφῶς ἔστιν ἀποφήνασθαι, ἀγνοούντων ἡμῶν εἰς ὅ τι ταῦτα διὰ τῆς ἀλλαγῆς μεταβήσεται. Ἀλλ' ὅτι μὲν γένος ἔσται τῶν πάντων ἓν, ὅταν ἓν σῶμα Χριστοῦ οἱ πάντες γενώμεθα, τῷ ἑνὶ χαρακτῆρι μεμορφωμένοι, οὐκ ἀμφιβάλλομεν, πᾶσι κατὰ τὸ ἴσον τῆς θείας εἰκόνος ἐπιλαμπούσης. Τί δὲ ἡμῖν ἀντὶ τῶν τοιούτων ἰδιωμάτων ἐν τῇ ἀλλαγῇ τῆς φύσεως προσγενήσεται, κρεῖττον
altogether the impulses towards such things implanted in us by nature, but refashioning them towards the immaterial participation in good things. For there is the unceasing love of true beauty; there is the praiseworthy coveting of the treasures of wisdom, and the noble and good ambition for glory that is rightly accomplished in the communion of the kingdom of God, and the noble passion of insatiability, never cut short in its good yearning by any surfeit of the things that transcend. Having learned, therefore, that at the fitting times the Artificer of the universe will reforge the lump of the body into a weapon of approved worth, having wrought a breastplate of righteousness, as the Apostle says, and a sword of the spirit, and a helmet of hope, and the whole panoply of God, he loves his own body according to the law of the Apostle, who says: No one ever hated his own body. Yet it is the cleansed body that must be loved, not the dross that is sloughed off. For he speaks what is true, as the divine voice says, that if our earthly house of the tabernacle be dissolved, we shall then find it a building wrought from God, a house not made with hands, eternal in the heavens, worthy to be itself God's dwelling-place in spirit. And let no one trace out for me a stamp, and shape, and form of that house not made with hands after the likeness of the stamps now appearing upon us and distinguishing us from one another by our peculiar traits. For since not resurrection alone has been proclaimed to us by the divine oracles, but divine Scripture also guarantees that those renewed through the resurrection must be changed, there is every necessity that that towards which we shall be changed be altogether hidden and unknown, inasmuch as no example of the things hoped for is beheld in the present life. For now everything thick and solid has from nature a downward motion; whereas then the refashioning of the body takes place towards what tends upward, as the word has spoken, that after nature has been changed, in all who have come back to life through the resurrection: We shall be caught up in clouds to meet the Lord in the air; and so we shall always be with the Lord. If, therefore, in those who have been changed weight does not remain with the body, but those refashioned in their elements towards the more divine condition traverse on high together with incorporeal nature, by all means the remaining peculiar traits of the body also are transformed together towards something more divine—colour, shape, circumscription, and all things in detail. For this reason we see no necessity that such difference as nature now necessarily possessed on account of the sequence of succeeding stages should be observed in those changed through the resurrection. Nor indeed is it possible clearly to declare that it will not be, since we do not know into what these things will pass over through the change. Yet that there will be one race of all, when we all become one body of Christ, formed after the one stamp, we do not doubt, as the divine image shines equally upon all. And as for what will accrue to us in place of such peculiar traits in the change of nature, it is better
PG 46:533Read from the page
εἶναι πάσης στοχαστικῆς ἐννοίας ἀποφαινόμεθα. Ὡς δ' ἂν μὴ καθ' ὅλου ἀγύμναστος ἡμῖν ὁ περὶ τούτου λόγος καταλειφθείη, τοῦτό φαμεν, ὅτι εἰς οὐδὲν ἕτερον τῆς κατὰ τὸ ἄῤῥεν καὶ θῆλυ διαφορᾶς συνεργούσης τῇ φύσει, πλὴν τῆς παιδοποιίας, τάχα τινὰ στοχασμὸν ἔστιν ἀναλαβεῖν τῆς ἐπηγγελμένης τοῦ Θεοῦ τῶν ἀγαθῶν εὐλογίας ἐπάξιον ἐν τῷ περὶ τούτου λόγῳ, ὅτι εἰς τὴν ἐκείνου τοῦ τόκου ὑπηρεσίαν μεταβήσεται ἡ γεννητικὴ τῆς φύσεως δύναμις, οὗ μετέσχεν ὁ μέγας Ἠσαΐας εἰπὼν, ὅτι Ἀπὸ τοῦ φόβου σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν· πνεῦμα σωτηρίας σου ἐποιήσαμεν ἐπὶ τῆς γῆς. Εἰ γὰρ ἀγαθὸς ὁ τοιοῦτος τόκος, καὶ σωτηρίας αἰτία γίνεται ἡ τεκνογονία, καθώς φησιν ὁ Ἀπόστολος, οὐδέποτε τὸ πνεῦμα τῆς σωτηρίας γεννῶν τις παύεται, ὁ ἅπαξ διὰ τοῦ τοιούτου τόκου τὸν πληθυσμὸν τῶν ἀγαθῶν ἑαυτῷ τεκνωσάμενος. Ἀλλὰ κἂν τὸν χαρακτῆρα λέγῃ τις, ᾧ μεμορφώμεθα, πάλιν ἡμῖν ἐν τῇ ἀναβιώσει τὸν αὐτὸν συμπαρέσεσθαι, οὐδὲ πρὸς τοῦτο πρόχειρος ἡμῶν ἐστιν ἡ διάνοια, οὕτως ἢ ἑτέρως ἔχειν ὑπονοῆσαι. Εἴτε γὰρ ἐπὶ τοῦ αὐτοῦ λέγοι τις εἴδους τὴν ἀναβίωσιν ἔσεσθαι, εἰς πολλὴν ἀμηχανίαν ἐκπεσεῖται ὁ λόγος, διὰ τὸ μὴ τὸν αὐτὸν ἑαυτῷ κατὰ τὸ εἶδος τοῦ χαρακτῆρος πάντοτε διαμένειν τὸν ἄνθρωπον, ὑπό τε τῶν ἡλικιῶν καὶ τῶν παθημάτων ἄλλοτε πρὸς ἄλλο εἶδος μεταπλασσόμενον. Ἄλλως γὰρ μορφοῦται τὸ νήπιον καὶ τὸ μειράκιον· ἄλλως ὁ παῖς, ὁ ἀνὴρ, ὁ μεσῆλιξ, ὁ γηραιὸς, ὁ πρέσβυς. Οὐδὲν τούτων ὡσαύτως ἔχει πρὸς τὸ ἕτερον· ἀλλὰ καὶ ὁ τῷ ἰκτέρῳ κατιωθεὶς, καὶ ἐξῳδηκὼς τῷ ὑδέρῳ, ὅ τε ξηρανθεὶς ἐν τηκεδόνι, καὶ ὁ πολυσαρκήσας ἔκ τινος δυσκρασίας, ὁ κατάχολος, ὁ αἱματώδης, ὁ φλεγματίας· ἑκάστου τούτων πρὸς τὴν ἐπικρατοῦσαν δυσκρασίαν συμμορφουμένου, οὔτε παραμένειν ταῦτα μετὰ τὸ ἀναβιῶναι καλῶς ἔχει λογίσασθαι, τῆς ἀλλαγῆς πάντα σκευαζούσης πρὸς τὸ θειότερον, οὔτε οἷον ἡμῖν ἐπανθήσει τὸ εἶδος εὔκολόν ἐστιν ἀναλογίσασθαι, τῶν κατ' ἐλπίδα ἡμῖν προκειμένων ἀγαθῶν, ὑπὲρ ὀφθαλμὸν, καὶ ἀκοὴν, καὶ διάνοιαν εἶναι πεπιστευμένων. Ἢ τάχα γνωριστικὸν εἶδος ἑκάστου τὴν ποιὰν ἰδιότητα τῶν ἠθῶν εἰπών τις, οὐ τοῦ παντὸς ἁμαρτήσεται. Καθάπερ γὰρ νῦν ἡ κατά τι παραλλαγὴ τῶν ἐν ἡμῖν στοιχείων τὰς τῶν χαρακτήρων ἐν ἑκάστῳ διαφορὰς ἐξεργάζεται, κατὰ πλεονασμὸν ἢ ἐλάττωσιν τῶν ἀντιστοιχούντων τινὸς σχηματιζομένου τε καὶ χρωννυμένου τοῦ κατὰ τὴν μορφὴν ἰδιώματος· οὕτω μοι δοκεῖ τὰ εἰδοποιοῦντα τότε τὴν ἑκάστου μορφὴν οὐ ταῦτα τὰ στοιχεῖα γίνεσθαι, ἀλλὰ τὰ τῆς κακίας ἢ τῆς ἀρετῆς ἰδιώματα, ὧν ἡ ποιὰ πρὸς ἄλληλα μίξις, ἢ οὕτως ἢ ἑτέρως τὸ εἶδος παρασκευάζει χαρακτηρίζεσθαι. Οἷον δή τι σχεδὸν καὶ ἐπὶ τοῦ παρόντος γίνεται βίου, ὅταν ἡ ἔξωθεν τοῦ προσώπου διάθεσις τὴν ἐν τῷ κρυπτῷ τῆς ψυχῆς καταμηνύῃ διάθεσιν· ὅθεν ῥᾳδίως ἐπιγινώσκομεν τόν τε τῇ λύπῃ κρατούμενον, καὶ τὸν τῷ θυμῷ διανεστηκότα, καὶ τὸν ἐν ἐπιθυμίᾳ λυόμενον· καὶ ἐκ τοῦ ἐναντίου, τὸν φαιδρὸν, τὸν ἀόργητον, τὸν τῷ σεμνῷ χαρακτῆρι τῆς σωφροσύνης καλλωπιζόμενον.
to be beyond every conjectural conception, we declare. Yet so that our discourse concerning this matter may not be left altogether unexercised, we say this: that since the difference according to male and female cooperates with nature towards nothing other save the begetting of children, perhaps it is possible to take up in the discourse concerning this some conjecture worthy of the promised blessing of good things from God, namely that the generative power of nature will pass over into the service of that birthing in which the great Isaiah shared when he said, "From fear of Thee, O Lord, we conceived in the womb, and we were in travail and brought forth; the spirit of Thy salvation we wrought upon the earth." For if such a birthing is good, and the bearing of children becomes a cause of salvation, just as the Apostle says, one never ceases begetting the spirit of salvation who has once through such a birthing begotten for himself the multiplicity of good things. Moreover, even if someone should say that the stamp whereby we have been formed will again be present with us as the very same in the revival of life, neither towards this is our mind ready to suppose that it holds thus or otherwise. For whether someone should say that the revival of life will be upon the very same form, the argument will fall into great perplexity, because the human being does not always remain the same as himself according to the form of his stamp, being remoulded from time to time towards another form both by the stages of life and by afflictions. For in one way are the infant and the stripling formed; in another way the boy, the grown man, the man of middle age, the aged man, the elder. None of these holds in like manner towards the other; moreover, there is also he who is discoloured with jaundice, and swollen up with dropsy, and he who is withered away in wasting disease, and he who has grown corpulent from some ill temperament, the bilious, the sanguine, the phlegmatic; since each of these is conformed towards the prevailing ill temperament, neither is it well to reckon that these things remain after reviving to life, as the transformation prepares all things towards what is more divine, nor is it easy to reckon out what sort of form will blossom forth upon us, since the good things set before us according to hope are believed to be above eye, and hearing, and thought. Or perhaps if someone should call the particular quality ofcharacter the distinguishing form of each person, he will not wholly miss the mark. For just as now a certain variation of the elements within us works out the differences of stamps in each person, while the particular property according to shape is both fashioned and coloured according to the excess or deficiency of one of the corresponding elements; so it seems to me that what then gives specific form to the shape of each person is not these elements, but the properties of vice or of virtue, whose particular mingling towards one another prepares the form to be characterized in this way or in another. Such a thing, indeed, almost happens even in the present life, whenever the outward disposition of the countenance betrays the disposition in the hidden depth of the soul; whence we readily recognize him who is mastered by grief, and him who is roused up in anger, and him who is dissolved in desire; and on the contrary, the cheerful man, the man free from wrath, him who is adorned with the reverent stamp of temperance.