Migne Reading Room

PG 46 · cols. 500–509 · Read from the page

On the dead

On the dead

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 46:500Read from the page
εἴπερ μὴ ἐπεκέχρωστο τὰ πράγματα διεψευσμένῃ τινὶ τοῦ καλοῦ φαντασίᾳ. Οὐκοῦν πρὸ πάντων τούτων τῷ λόγῳ κατανοήσωμεν, τί τὸ ἀληθῶς ἀγαθὸν, ὡς ἂν μὴ τῇ περὶ τούτου πλάνῃ σπουδασθείη ποτὲ τὸ χεῖρον ἀντὶ τοῦ κρείττονος. Φημὶ τοίνυν χρῆναι καθάπερ ὁρισμόν τινα καὶ χαρακτῆρα τοῦ ζητουμένου προϋποθέσθαι τῷ λόγῳ, δι' οὗ γένοιτ' ἂν ἡμῖν ἀσφαλὴς ἡ τοῦ καλοῦ κατανόησις. Τίς οὖν ὁ χαρακτὴρ τῆς ἀληθινῆς ἀγαθότητος ; Τὸ μὴ μόνον πρός τι τὸ ὠφέλιμον ἔχειν, μηδὲ κατὰ καιρούς τινας, ἢ ἐπωφελὲς ἢ ἄχρηστον φαίνεσθαι· μηδὲ τινὶ μὲν εἶναι καλὸν, ἑτέρῳ δὲ οὐ τοιοῦτον· ἀλλ' ὅπερ καὶ ἐφ' ἑαυτοῦ κατὰ τὴν ἰδίαν φύσιν ἐστὶ καλὸν, καὶ παντὶ, καὶ πάντοτε ὡσαύτως ἔχει, οὗτός ἐστι, κατά γε τὴν ἐμὴν κρίσιν, τῆς τοῦ καλοῦ κρίσεως ὁ χαρακτὴρ ἀπλανής τε καὶ ἄψευστος. Ὅ γὰρ μήτε πᾶσι, μήτε πάντοτε, μήτε ἐφ' ἑαυτοῦ δίχα τῆς ἔξωθεν περιστάσεώς ἐστι καλὸν, οὐκ ἂν κυρίως ἐν τῇ τοῦ καλοῦ κρίνοιτο φύσει. Διόπερ πολλοὶ τῶν ἀνεξετάστως προσεχόντων τοῖς οὖσιν, ἐν τοῖς τοῦ κόσμου στοιχείοις εἶναι τὸ καλὸν ἐφαντάσθησαν· ὧν οὐδὲν εὕροι τις ἂν διεξετάζων καὶ ἐφ' ἑαυτοῦ, καὶ πάντοτε, καὶ παντὶ καλὸν εὑρισκόμενον. Μέμικται γὰρ τῷ ἐφ' ἑκάστου τούτων χρησίμῳ, καὶ ἡ πρὸς τὸ ἐναντίον ἐνέργεια. Οἷον, τὸ ὕδωρ σωτήριον μὲν τοῖς ἐν αὐτῷ τρεφομένοις ἐστὶν, ὀλέθριον δὲ τοῖς χερσαίοις, εἰ ἐπικλύσειεν. Ὡσαύτως δὲ καὶ ὁ ἀὴρ, τοῖς μὲν ἐν αὐτῷ ζῆν πεφυκόσιν, ἐστὶ σωτήριος, τοῖς δὲ τὸν ἔνυδρον εἰληχόσι βίον, φθαρτικὸς εὑρίσκεται καὶ ὀλέθριος, ὅταν ἐν αὐτῷ τις γένηται τῶν ὑποβρυχίων. Οὕτω καὶ τὸ πῦρ πρός τι χρήσιμον ἡμῖν γινόμενον, φθαρτικόν ἐστι τοῖς πλείοσι. Καὶ αὐτὸν δὲ τὸν ἥλιον εὕροι τις ἂν, οὔτε παντὶ, οὔτε πάντοτε, οὔτε κατὰ πάντα καλὸν τοῖς μετέχουσιν. Ἔστι γὰρ ἐν οἷς καὶ σφόδρα γίνεται βλαπτικὸς, ὑπερζέων τε τοῦ καθήκοντος μέτρου, καὶ ξηραίνων ἐν ἀμετρίᾳ τὸ ὑποκείμενον, καὶ νοσώδεις αἰτίας πολλάκις ἐξεργαζόμενος, καὶ τοῖς ἐμπαθεστέροις τῶν ὀφθαλμῶν προσεπιτρίβων τὴν νόσον, καὶ διὰ τῆς σήψεως τῶν ὑγρῶν, βλαβερά τε καὶ ἀηδῆ τινα ζωογονῶν ἐν τῇ κατεφθαρμένῃ τῶν ὑγρῶν σηπεδόνι.
if things had not been coloured over with some deceiving imagery of the good. Before all these matters, therefore, let us consider by reason what the truly good is, lest through error concerning it the worse should ever be pursued instead of the better. I say, accordingly, that we ought to lay down beforehand for our discourse a kind of definition and distinguishing mark of what is sought, through which a secure apprehension of the good might come to us. What, then, is the distinguishing mark of genuine goodness? Not to hold usefulness merely in relation to something, nor at certain seasons to appear either beneficial or useless; nor to be good for one person yet not such for another; rather, that which even of itself, according to its own nature, is good, and holds in the same way for everyone and at all times—this, in my judgement at least, is the unerring and undeceiving mark for judging the good. For what is good neither for all, nor at all times, nor of itself apart from external circumstance, could not properly be adjudged to belong to the nature of the good. Hence many of those who attend uncritically to beings imagined that the good resides in the elements of the cosmos; yet upon thorough examination one would find none of these to be discovered good both of itself, and at all times, and for everyone. For with what is useful in each of these there is mingled also the activity towards the opposite. For instance, water is saving for creatures nourished in it, yet destructive to land creatures if it should inundate them. In like manner air also is saving to those by nature fitted to live in it, but to those allotted an aquatic life it proves corruptive and fatal whenever any submerged creature comes to be in it. So too fire, while becoming useful to us in some respect, is corruptive of most things. And one would find the sun itself neither for everyone, nor at all times, nor in every respect good for those who partake of it. For there are cases in which it becomes exceedingly harmful, seething beyond due measure, parching immoderately the underlying matter, often producing morbid causes, aggravating disease in more afflicted eyes, and through the rotting of moistures breeding certain noxious and loathsome creatures in the corrupted putrefaction of the humours.
Οὐκοῦν, καθὼς εἴρηται, μόνον ἐκ πάντων ὡς καλὸν προαιρεῖσθαι χρὴ, ὃ πάντοτε καὶ πᾶσιν ὁμοίως ἐν τῇ τοῦ καλοῦ καθορᾶται φύσει, ἀεὶ τοιοῦτον ὂν, καὶ οὐ πρὸς τὰς ἔξωθεν περιστάσεις μεταβαλλόμενον. Περὶ γὰρ τῶν ἄλλων ὅσα κατά τινα πρόληψιν ἀλογωτέραν καλὰ τοῖς ἀνθρώποις δοκεῖ, περὶ σῶμά τέ φημι καὶ τὰ ἔξωθεν, οἷον ἰσχύς τε καὶ κάλλος καὶ γένους λαμπρότης, χρήματά τε καὶ δυναστεῖαι καὶ περιφάνειαι, καὶ πάντα τὰ τοιαῦτα, ὡς αὐτόθεν πᾶσιν ὄντα φανερὰ, σιωπᾷν οἶμαι χρῆναι, καὶ μὴ μάτην διὰ τῶν ὁμολογουμένων ὄχλον ἐπεισάγειν τῷ λόγῳ. Τίς γὰρ οὐκ οἶδε τοῦ κάλλους τε καὶ τῆς δυνάμεως τὸ ὠκύμορον, ἢ τῆς δυναστείας τὸ εὐμετάπτωτον, ἢ τῆς δόξης τὸ ἀνυπόστατον, ἢ τὴν ματαίαν πρὸς τὰ χρήματα τῶν ἀνθρώπων προσπάθειαν, παρ' ὧν διὰ τὸ εὔχρουν τε καὶ τὸ σπάνιον, ἐν ποιαῖς ὕλαις τὸ καλὸν ἐνομίσθη ; Τούτων δὲ οὕτως ἡμῖν διηρθρωμένων, σκεπτέον ἂν εἴη περὶ τῆς παρούσης ζωῆς, ταύτης φημὶ δὴ διὰ σαρκὸς ἐνεργουμένης, εἴτε τοιοῦτόν ἐστιν ὡς ἐν τῷ χαρα-
Accordingly, as has been said, out of all things we ought to choose as good only that which at all times and for all alike is beheld in the nature of the good, being ever such and not altering in response to external circumstances. For as to all other things that by some more irrational preconception seem good to human beings—concerning the body, I mean, and externals, such as strength and beauty and splendour of lineage, wealth and dominations and celebrities, and all things of that sort—since they are self-evidently manifest to all, I think we ought to pass them over in silence and not idly bring a crowd of admitted truisms into our discourse. For who does not know the short-lived nature of beauty and power, or the instability of domination, or the insubstantiality of glory, or the vain attachment of human beings to riches, through which, on account of fair colour and scarcity, the good has been supposed to reside in certain kinds of matter? Now that these points have thus been articulated by us, we should inquire concerning the present life—this life, I mean, that operates through the flesh—whether it is such as to be viewed under the distinguishing
PG 46:501Read from the page
κτῆρι τοῦ καλοῦ θεωρεῖσθαι, εἴτε καὶ ἑτέρως ἔχει· τὸ γὰρ εὑρισκόμενον περὶ αὐτῆς ὑπὸ τοῦ λόγου, ὁδηγήσει πάντως τὴν τῶν ἐπεσκεμμένων διάνοιαν, ὅπως χρὴ περὶ τὴν ἐνθένδε μετανάστασιν ἔχειν. Ἔστι τοίνυν ἡ τοῦ σώματος ἡμῶν ζωὴ, πλήρωσίς τε καὶ κένωσις διχόθεν ἐνεργουμένη· ἡ μὲν διὰ βρώσεώς τε καὶ πόσεως, ἡ δὲ διὰ τῆς τοῦ ἀέρος ὁλκῆς τε καὶ ἀποποιήσεως, ὧν ἄνευ ἡ κατὰ σάρκα ζωὴ συστῆναι φύσιν οὐκ ἔχει. Τότε γὰρ τοῦ ζῆν ὁ ἄνθρωπος παύεται, ὅταν ἡ τῶν ἐναντίων τούτων διαδοχὴ μηκέτι διοχλῇ τὴν φύσιν. Ἵσταται γὰρ μετὰ τοῦτο καθόλου ἡ τοιαύτη ἐνέργεια, οὐδενὸς τῶν ἔξωθεν ἐν τοῖς νεκρωθεῖσιν οὔτε εἰσρέοντος, οὔτε ἀπογινομένου, ἀλλὰ πρὸς τὰ συγγενῆ στοιχεῖα τοῦ ἐκ τούτων συνεστηκότος σώματος διακριθέντος καὶ ἀναλύσαντος, ἠρεμεῖ τὸ λοιπὸν δι' ἡσυχίας ἡ φύσις, τῷ οἰκείῳ στοιχείῳ προσαναπαύσασα τὸ συγγενὲς καὶ ὁμόφυλον, τῇ γῇ τὸ γεῶδες, καὶ τῷ ἀέρι τὸ ἴδιον, καὶ τῷ ὑγρῷ τὸ οἰκεῖον, καὶ τῷ θερμῷ τὸ κατάλληλον. Μηκέτι γὰρ τοῦ ὄγκου τοῦ ἐκ τῶν ἑτερογενῶν συνεστηκότος, βιαίως τε καὶ κατηναγκασμένως συμπεπλεγμένου, ἀλλὰ κατ' ἐξουσίαν ἑκάστου τῶν ἐν ἡμῖν πρὸς τὴν οικείαν ἑστίαν ἐπανελθόντος, παύεται ἀπὸ τούτου ἡ φύσις, συνέχουσα βιαίως ἐν αὐτῇ τῶν ἀλλοφύλων τὴν συμφυΐαν. Εἰ δέ τις καὶ τὸν ὕπνον, καὶ τὴν ἐγρήγορσιν πρὸς τὸ τῆς ζωῆς ταύτης εἶδος μετὰ τῶν εἰρημένων παραλαμβάνει, οὐκ ἔξω τῆς ἀληθείας τὸν λόγον ποιήσεται. Κάμνει γὰρ καὶ διὰ τούτων ἡ φύσις, ἀεὶ πρὸς τὰ ἐναντία μεθελκομένη, καὶ νῦν μὲν λυομένη τῷ ὕπνῳ, πάλιν δὲ τονουμένη διὰ τῆς ἐγρηγόρσεως, δι' ὧν ἀμφοτέρων πρὸς τὸ κενοῦσθαι καὶ πληροῦσθαι παρασκευάζεται. Εἰ τοίνυν πλήρωσίς τε καὶ κένωσις τῆς ζωῆς ἡμῶν ἐστι τὸ ἰδίωμα, καλῶς ἂν ἔχοι τὸν προρρηθέντα περὶ τῆς τοῦ καλοῦ κρίσεως χαρακτῆρα νῦν ἀντεξετάσαι τοῖς τῆς ζωῆς ἰδιώμασιν, ὥστε κατιδεῖν εἴτε τὸ ἀληθινόν ἐστιν ἀγαθὸν ἡ ζωὴ αὕτη, εἴτε καὶ ἄλλο τι παρὰ τοῦτο. Ὅτι μὲν οὖν καθ' ἑαυτὴν ἡ πλήρωσις οὐκ ἂν εἰκότως ἐν τῇ τοῦ καλοῦ φύσει κριθείη, πᾶσι δῆλον τὸ τοιοῦτόν ἐστιν, ἐκ τοῦ καὶ τὸ ἐναντίον αὐτῇ, λέγω δὲ τὸ κενοῦσθαι, καλὸν εἶναι νομίζεσθαι. Ἐπὶ γὰρ τῶν ἀλλήλων ἐκ τοῦ ἐναντίου ἀντικαθεστηκότων, οὐκ ἔστι δυνατὸν τὸν τοῦ καλοῦ λόγον ἐπίσης τοῖς ἀντικαθεστῶσιν ἁρμόζεσθαι· ἀλλ' εἰ τοῦτο καλὸν εἴη κατὰ τὴν ἑαυτοῦ φύσιν, τὸ ἀντικείμενον αὐτῷ πάντως ἔσται κακόν. Ἀλλὰ μὴν ἐνταῦθα ἐπίσης παρ' ἑκατέρου τούτων τὸ χρήσιμον ἡ φύσις ἔχει. Οὐκ ἄρα τὸν τοῦ καλοῦ ὁρισμὸν δέξασθαι δυνατῶς ἔχει, οὔτε ἡ πλήρωσις, οὔτε ἡ κένωσις. Οὐκοῦν ἄλλο τι παρὰ τὸ ἀγαθὸν ἀποδέδεικται εἶναι ἡ πλήρωσις. Οὔτε γὰρ παντὶ, οὔτε πάντοτε, οὔτε κατὰ πᾶν εἶδος αἱρετὸν εἶναι τὸ τοιοῦτον παρὰ πάντων ὡμολόγηται. Οὐ μόνον γὰρ ἐν τοῖς βλαπτικοῖς γενέσθαι τὸν κόρον ἐστὶν ὀλέθριον, ἀλλὰ καὶ τὸ ἐν τοῖς καταλλήλοις παρελθεῖν τῇ ἀμετρίᾳ τὸ χρήσιμον, κινδύνων πολλάκις καὶ διαφθορᾶς αἴτιον γίνεται. Καὶ εἴ ποτε πληθωρικῆς καταστάσεως ἐπιζητούσης τὴν κένωσιν, ἄλλη τις πληθώρα τὴν οὖσαν ἐπιφορτίσειεν, σωρεία γίνεται κακῶν τὸ τοιοῦτον, εἰς ἀνήκεστα προϊοῦσα πάθη. Οὐκοῦν οὔτε παντὶ, οὔτε πάντως ἀγαθόν τί ἐστιν ἡ πλήρωσις, ἀλλὰ καὶ πρός τι, καί ποτε, καὶ κατὰ τὸ ποσόν τε καὶ τὸ ποιὸν, τὸ ἐξ αὐτοῦ γίνεται χρήσιμον.
mark of the good, or stands otherwise; for what is discovered concerning it by reason will altogether guide the mind of those who have examined the matter as to how one ought to be disposed regarding our migration hence. Now the life of our body is filling and emptying operating in a twofold way: the one through eating and drinking, the other through the drawing in and expelling of air, without which life according to the flesh has no natural capacity to subsist. For a human being ceases from living at that moment when the alternation of these opposites no longer troubles nature. For after this, such activity comes wholly to a halt, since nothing from outside either flows into or passes away from dead bodies; rather, once the body composed of these has been separated and dissolved into its kindred elements, nature thenceforth rests in quiet, having laid to rest with each proper element what is akin and of the same stock: the earthy with earth, its own kind with air, what is congenial with moisture, and what corresponds with heat. For when the mass composed of heterogeneous constituents, forcibly and compulsorily interwoven, no longer holds together, and each element within us has returned freely to its own hearth, nature thereupon ceases from forcibly holding together within itself the cohesion of alien kinds. And if anyone counts sleep and waking also, along with the things mentioned, as belonging to the form of this life, he will not place his account outside the truth. For nature labours through these as well, being ever drawn by turns towards opposites—now relaxed in sleep, and again braced up through waking, by both of which it is prepared for being emptied and being filled. If, then, filling and emptying are the peculiar property of our life, it would be well now to set the aforesaid mark for judging the good side by side with the properties of life, so as to discern whether this life is the genuine good, or something else besides it. That filling, taken by itself, could not reasonably be adjudged to belong to the nature of the good is plain to everyone from the fact that its opposite also—I mean being emptied—is deemed good. For in the case of things mutually set in opposition from contraries, it is impossible for the definition of the good to fit both opposing terms equally; rather, if the one were good by its own nature, what lies opposite to it will altogether be bad. Yet here nature derives usefulness equally from each of the two. Neither filling nor emptying, therefore, is capable of admitting the definition of the good. Accordingly, filling has been demonstrated to be something other than the good. For it is agreed on all hands that such a thing is choiceworthy neither for everyone, nor at all times, nor in every form. For not only is surfeit in harmful things ruinous, but even in suitable things to exceed what is useful through lack of measure often becomes a cause of dangers and destruction. And if ever, when a plethoric condition calls for depletion, some further plethora should overburden the existing one, such a state becomes a heap of ills, advancing to incurable affections. Filling, therefore, is neither for everyone nor in every way a good thing; rather, the usefulness arising from it comes to pass in relation to something, and at certain times, and according to both quantity and quality.
Notes, col. 501

On the reading

Printed οικείαν, for οἰκείαν.

PG 46:504Read from the page
Οὕτω δ' ἄν τις εὕροι καὶ τὸ ἐξ ἐναντίου νοούμενον, τὸ κατὰ τὴν κένωσιν λέγω, καὶ κινδυνῶδες τοῖς ὑπομένουσιν, εἰ παρέλθοι τῇ ἀμετρίᾳ τὸ χρήσιμον, καὶ πάλιν οὐκ ἀνονήτως γινόμενον, εἰ πρός τι τῶν ὠφελούντων συμβαίνει, τοῦ τε καιροῦ καὶ τοῦ ποσοῦ καὶ τοῦ ποιοῦ συμπαραλαμβανομένου πρὸς τὸ τῆς κενώσεως χρήσιμον. Ἐπειδὴ τοίνυν οὐ συμβαίνει πρὸς τὸν τοῦ καλοῦ χαρακτῆρα τὸ τῆς ζωῆς ταύτης εἶδος, ᾧ βιοτεύομεν· ὁμολογούμενον ἂν εἴη διὰ τῆς τῶν εἰρημένων ἀκολουθίας, ὅτι οὐδενὸς ἀγαθοῦ χωρισμός ἐστιν ἡ ἐκ τοῦ τοιούτου βίου μετάστασις. Φανερὸν γὰρ ὅτι τὸ ἀληθινῶς καὶ κυρίως καὶ πρώτως ἀγαθὸν, οὔτε κένωσίς ἐστιν, οὔτε πλήρωσις· ἅπερ καί ποτε, καὶ πρός τι, καὶ ἐπί τινων ἀποδέδεικται χρήσιμα, οἷς οὐκ ἔπεστιν ὁ τοῦ ἀληθινῶς ὄντος ἀγαθοῦ χαρακτήρ.
In the same way one would find also what is conceived on the opposite side—I mean that which concerns emptying—both perilous to those who undergo it, if through lack of measure it exceeds what is useful, and again taking place not unprofitably if it occurs with a view to some beneficial end, when due season and quantity and quality are taken into account together for the usefulness of the emptying. Since, therefore, the form of this life in which we pass our days does not agree with the distinguishing mark of the good, it must be admitted by the sequence of what has been said that departure from such a life is a separation from no good at all. For it is manifest that what is genuinely and properly and primarily good is neither emptying nor filling—things which have been demonstrated to be useful at certain times, and in relation to something, and in certain cases, upon which the mark of that which truly is good does not rest.
Ἐπεὶ οὖν τῷ ἀληθῶς ἀγαθῷ πρὸς τὸ μὴ ἀληθῶς ἀγαθόν ἐστιν ἡ ἀντίθεσις, ἄμεσος δὲ τῶν δύο τούτων ἡ ἐναντίωσις· ἀκόλουθον ἂν εἴη τοῖς χωριζομένοις τοῦ μὴ ἀληθῶς ὄντος καλοῦ, πρὸς τὸ τῇ φύσει καλὸν ἐνθένδε πιστεύειν τὴν μετάστασιν γίνεσθαι, ὃ πάντοτε καὶ παντὶ καὶ διὰ πάντων ἐστὶν ἀγαθὸν, οὔτε κατὰ καιροὺς, οὔτε ἐπί τινων, οὔτε διά τι, ἀλλ' ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον. Πρὸς τοῦτο τοίνυν μέτεισιν ἀπὸ τῆς σαρκώδους ζωῆς ἡ ἀνθρωπίνη ψυχὴ, ἄλλην τινὰ βίου κατάστασιν ἀντὶ τῆς παρούσης μεταλαμβάνουσα, ἣν δι' ἀκριβείας μὲν ἰδεῖν, ἥτις ἐστὶ, τῇ σαρκὶ συγκεκραμένοις ἀμήχανον· ἐκ δὲ τῆς κατὰ τὸν βίον τοῦτον γνωριζομένων ὑπεξαιρέσεως δυνατόν ἐστι στοχασμόν τινα δι' ἀναλογίας ἀναλαβεῖν. Οὐκέτι γὰρ ἔσται σωματικῇ παχύτητι συμπεπλεγμένη, οὔτε τῇ ἰσοκρατείᾳ τῶν ἀντιστοιχούντων ἐμβιοτεύουσα, ὧν ἡ ἰσόρροπος πρὸς ἄλληλα μάχη, τὴν σύστασίν τε ἡμῶν καὶ τὴν ὑγίειαν ποιεῖ. Ὁ γὰρ πλεονασμὸς τῶν ἐναντίων τινὸς καὶ ἡ ἔλλειψις, πάθος καὶ ἀρρώστημα τῆς φύσεως γίνεται· ἐν ᾗ οὐδὲν οὔτε συστέλλεται κενούμενον, οὔτε δυσφορεῖ φορτιζόμενον· ἀλλὰ καὶ τῶν ἐκ τοῦ ἀέρος ἀηδῶν ἔξω παντάπασι γίνεται, κρύους τε λέγω καὶ θάλπους, καὶ πάντων τῶν κατὰ τὸ ἐναντίον νοουμένων ἀπηλλαγμένη· ἐν ἐκείνοις δὲ γινομένη, ὅπου πάντων τῶν ἀναγκαίων καμάτων ἐλευθέρα τε καὶ ἄνετός ἐστιν ἡ ζωή· οὐ διὰ γεωργίας κακοπαθοῦσα, οὐ τοὺς διαποντίους ὑπομένουσα πόνους, οὐ διὰ τῆς ἐμπορικῆς καπηλείας ἀσχημονοῦσα· οἰκοδομικῆς τε καὶ ὑφαντικῆς, καὶ τῆς τῶν βαναύσων τεχνῶν ταλαιπωρίας κεχωρισμένη, ἤρεμόν τινα καὶ ἡσύχιον διάγει βίον, καθὼς ὁ Παῦλός φησιν, οὐχ ἱππομαχοῦσα, οὐ ναυμαχοῦσα, οὐ συστάδην διὰ τῆς πεζικῆς παρατάξεως συμπλεκομένη, οὐ πρὸς κατασκευὴν ὅπλων ἀσχολουμένη, οὐ φόρους ἐκλέγουσα, οὐ τάφρους καὶ τείχη κατασκευάζουσα, ἀλλὰ πάντων τῶν τοιούτων ἀτελής τίς ἐστι καὶ ἐλευθέρα. Μήτε ἔχουσα πρᾶγμα, μήτε παρέχουσα, ἐν ᾗ δουλεία τε καὶ κυριότης καὶ πενία, εὐγένειά τε καὶ δυσγένεια, καὶ ἰδιωτικὴ ταπεινότης, καὶ ἀξιωματικὴ δυναστεία, καὶ πᾶσα τοιαύτη ἀνωμαλία χώραν οὐκ ἔχει. Παραιρεῖται γὰρ πάντων τούτων καὶ τῶν τοιούτων τὴν ἀνάγκην, τὸ ἀνενδεὲς τῆς ζωῆς ἐκείνης καὶ ἄϋλον, ἐν ᾗ τὸ διακρατοῦν τῆς ψυχῆς τὴν ὑπόστασιν, οὐ ξηροῦ τε καὶ ὑγροῦ τινός ἐστι μετουσία, ἀλλ' ἡ τῆς θείας φύσεως κατανόησις, ἀντὶ δὲ τοῦ ἐναερίου πνεύματος,
Since, then, the antithesis of the truly good is towards what is not truly good, and the opposition between these two is unmediated, it would follow for those who are separated from what is not truly good to believe that their migration hence takes place towards what is good by nature—that which at all times and for everyone and through all things is good, neither according to seasons, nor in certain cases, nor on account of anything, but ever remaining in the same state and in the same manner. Towards this, accordingly, the human soul passes over from the fleshly life, receiving in exchange for the present state another condition of life—one which indeed it is impossible for those blended with the flesh to behold with exactness as it is, yet from the removal of the things known in this life it is possible to form some conjecture by analogy. For no longer will she be interwoven with bodily density, nor passing her life in the equal balance of corresponding opposites whose equipoised conflict with one another produces our constitution and health. For the excess and the defect of any of the opposites becomes an affection and infirmity of nature; whereas in that life nothing either contracts by being emptied, nor suffers discomfort by being burdened; nay, she comes to be altogether outside the unpleasantnesses arising from the air—cold, I mean, and heat, and released from all things conceived by way of opposition—entering into those realms where life is free and unfettered from all necessary toils: not suffering hardship through husbandry, not enduring labours across the seas, not disfigured through mercantile huckstering; separated from the misery of building and weaving and the mechanical crafts, she leads a tranquil and quiet life, as Paul says, not fighting on horseback, not fighting at sea, not locking in close combat through infantry battle-array, not busied with the fabrication of weapons, not levying tributes, not constructing trenches and walls, but exempt and free from all such things. Neither having trouble nor giving trouble, she dwells where servitude and lordship and poverty, noble birth and base birth, private lowliness and magisterial domination, and every such inequality have no place. For the unneeding and immaterial nature of that life takes away the necessity of all these and things like them—a life in which what sustains the subsistence of the soul is not participation in something dry and moist, but the apprehension of the divine nature, and instead of the breath of air,
PG 46:505Read from the page
τοῦ ἀληθινοῦ τε καὶ ἁγίου Πνεύματος εἶναι τὴν κοινωνίαν οὐκ ἀμφιβάλλομεν. Ὧν ἡ ἀπόλαυσις οὐκ ἐνηλλαγμένη καθ' ὁμοιότητα τοῦ τῇδε βίου διὰ τῆς ἕξεως καὶ στερήσεως γίνεται, εἰσκρινομένη τε καὶ ἀποποιουμένη, ἀλλ' ἀεὶ πληρουμένη καὶ οὐδέποτε περιγράφουσα κόρῳ τὴν πλήρωσιν. Ἀβαρὴς γὰρ ἡ νοερὰ τρυφὴ, καὶ ἀπλήρωτος πάντοτε ταῖς ἐπιθυμίαις τῶν μετεχόντων ἀκορέστως ἐπιπλημμυρίζουσα. Διὰ τοῦτο μακαρία τίς ἐστιν ἐκείνη ἡ ζωὴ καὶ ἀκήρατος, μηκέτι ταῖς τῶν αἰσθητηρίων ἡδοναῖς πρὸς τὴν τοῦ καλοῦ κρίσιν ἐμπλανωμένη. Τί τοίνυν ἐστὶ σκυθρωπὸν ἐν τῷ πράγματι, δι' ὃ τῇ μεταστάσει τῶν ἐπιτηδείων ἐπιστυγνάζομεν ; εἰ μὴ τοῦτό τις ἄρα λυπηρὸν ἡγεῖται, ὅτι πρὸς τὸν ἀπαθῆ τε καὶ ἀνενόχλητον βίον αὐτοῖς ἡ μετάστασις γίνεται, ὃς οὔτε πληγῶν ὀδύνας προσίεται, οὐ πυρὸς δέδοικεν ἀπειλὴν, οὐ τὰ διὰ σιδήρου τραύματα, οὐκ ἀπὸ σεισμῶν καὶ ναυαγίων καὶ αἰχμαλωσιῶν συμφορὰς, οὐ τὰς τῶν ὠμοβόρων θηρίων προσβολὰς, οὐ τὰ τῶν ἑρπυστικῶν τε καὶ ἰοβόλων κέντρα καὶ δήγματα. Ἐν ᾧ οὐδεὶς οὔτε ἐξογκοῦται τῷ τύφῳ, οὔτε πατεῖται ἐν ταπεινότητι, οὔτε ὑπὸ θράσους ἐκθηριοῦται, οὔτε ὑπὸ δειλίας καταπτοεῖται, οὔτε τῇ ὀργῇ περιοιδαίνει, ζέων τῷ θυμῷ καὶ μαινόμενος, οὔτε κλονεῖται ὑπὸ τοῦ φόβου, ἀντισχεῖν πρὸς τὴν τοῦ κρατοῦντος ὁρμὴν οὐ δυνάμενος. Ἐν ᾧ φροντὶς οὐκ ἔστιν οἷα τῶν βασιλέων τὰ ἤθη· τίνες αἱ νομοθεσίαι, οἷοι τῶν τρόπων οἱ ἐπὶ τῶν ἀρχῶν τεταγμένοι, οἷα τὰ διαγράμματα, πόσος ὁ ἐτήσιος φόρος· οὔτε εἰ πολλὴ γέγονεν ἐπομβρία, κατακλύζουσα τῇ ἀμετρίᾳ τὸ γεωργούμενον, οὔτε εἰ χάλαζα τὰς ἐλπίδας τῶν γεωπόνων ἠχρείωσεν, οὔτε εἰ αὐχμὸς ἐπικρατήσας ἀποξηραίνει πᾶν τὸ φυόμενον. Ἀλλὰ καὶ τῶν λοιπῶν τοῦ βίου κακῶν πᾶσαν ἄδειαν ἔχει. Ὀρφανίας τε γὰρ τὸ σκυθρωπὸν οὐ λυπεῖ τὴν ζωὴν ἐκείνην, τὰ ἐκ χηρείας κακὰ χώραν οὐκ ἔχει· ἀργοῦσι δὲ καὶ αἱ πολύτροποι τοῦ σώματος ἀρρωστίαι, οἵ τε κατὰ τῶν εὐημερούντων φθόνοι, καὶ αἱ κατὰ τῶν δυσπραγούντων ὑπεροψίαι, καὶ πάντα τὰ τοιαῦτα τῆς ζωῆς ἐκείνης ἐξώρισται· ἰσηγορία δέ τις καὶ ἰσονομία διὰ πάσης ἐλευθερίας εἰρηνικῆς, τῷ τῶν ψυχῶν δήμῳ συμπολιτεύεται· ἐκεῖνο ἑκάστου ἔχοντος, ὅπερ ἂν ἑαυτῷ ἑτοιμάσῃ ἐκ προαιρέσεως.
that we do not doubt there is communion with the true and Holy Spirit. The enjoyment of these things does not occur by alternation after the likeness of life here through having and privation, being taken in and cast off again, but is ever being filled and never circumscribing its fulness by satiety. For intellectual delight is unburdensome, and, ever unfilled, overflows insatiably upon the desires of those who partake of it. Wherefore that life is blessed and unaging, no longer led astray by the pleasures of the sense-organs in judging the good. What, then, is there that is gloomy in the matter, on account of which we grow downcast at the departure of those dear to us?—unless, forsooth, someone counts this grievous: that their migration takes place towards the impassible and untroubled life, which neither admits the pains of stripes, nor fears the threat of fire, nor wounds from iron, nor calamities from earthquakes and shipwrecks and captivities, nor the onslaughts of ravening beasts, nor the stings and bites of creeping and venomous creatures; in which no one is either puffed up with pride, nor trampled down in lowliness, nor brutalized by rashness, nor cowed by cowardice, nor swollen round about with wrath, seething with rage and raving, nor shaken by fear, unable to withstand the onrush of one more powerful; in which there is no anxiety as to what the characters of kings may be, what the laws enacted, what manner of men those appointed over magistracies, what the edicts, how great the annual tribute; nor whether heavy rainfall has occurred, inundating the tilled land beyond measure, nor whether hail has ruined the hopes of husbandmen, nor whether prevailing drought withers up all that grows. Nay, it possesses complete immunity from the remaining ills of life as well. For the gloom of orphanhood does not grieve that life, the ills of widowhood have no place; the manifold infirmities of the body lie idle, and envies against the prosperous, and disdains against the unfortunate, and all such things have been banished from that life; while equal freedom of speech and equality of law, through every peaceful liberty, share in the commonwealth of the people of souls, each possessing that which he has prepared for himself by deliberate choice.
Εἰ δέ τι χεῖρον ἔκ τινος ἀβουλίας τινὶ παρασκευασθῇ ἀντὶ τοῦ κρείττονος, ἀναίτιος τῶν τοιούτων ὁ θάνατος, κατ' ἐξουσίαν τὸ δοκοῦν ἑλόμενος τῆς προαιρέσεως. Ὑπὲρ τίνος οὖν δυσχεραίνουσιν οἱ θρηνοῦντες τὸν ἀποιχόμενον ; Καὶ μὴν εἰ παντάπασιν ἐκαθάρευεν πάσης ἐμπαθοῦς διαθέσεως ὁ συναποδυσάμενος τὴν ἡδονήν τε καὶ τὴν λύπην μετὰ τοῦ σώματος· ἐκεῖνος ἂν δικαιότερον τοὺς περιόντας ἐθρήνησεν, οἳ ταὐτὸν πάσχουσι τοῖς ἐν δεσμωτηρίῳ διάγουσιν· οὓς ἡ πρὸς τὰ σκυθρωπὰ συνήθεια, καὶ ἡ συντροφία τοῦ ζόφου, προσηνές τε καὶ ἄλυπον τὸ παρὸν νομίζειν ἐποίησεν. Καὶ τυχὸν κἀκεῖνοι τοῖς τῆς φυλακῆς ἐκβαλλομένοις ἐπιστυγνάζουσιν, ἀγνοίᾳ τῆς φαιδρότητος τῆς ἐκδεχομένης τοὺς ἀπαλλαγέντας τοῦ ζόφου. Εἰ γὰρ ᾔδεσαν τὰ ἐν τῷ ὑπαίθρῳ θεάματα, τό τε αἴθριον κάλλος, καὶ τὸ οὐράνιον ὕψος, καὶ τὰς τῶν φωστήρων αὐγὰς, τήν τε τῶν ἀστέρων χορείαν, καὶ περιόδους ἡλιακὰς, καὶ τὸν σεληναῖον δρόμον, καὶ τὴν πολυειδῆ
And if some worse lot should be prepared for anyone instead of the better through some want of counsel, death is blameless of such things, since deliberate choice freely selected what seemed good to it. On what account, then, are those who mourn the departed displeased? Yet indeed, were it not that he who has stripped off pleasure and grief together with the body is altogether pure of every passible disposition, he would more justly have lamented the survivors, who suffer the very same plight as those passing their lives in a prison—whom habituation to gloomy things and companionship with darkness have made to reckon their present state genial and free from sorrow. And perchance those prisoners also grow downcast over those cast out of the prison-ward, through ignorance of the radiance awaiting those released from the gloom. For had they known the spectacles beneath the open sky—the clear beauty of the aether, the heavenly height, the beams of the luminaries, the choral dance of the stars, the solar revolutions, the lunar course, and the manifold
PG 46:508Read from the page
τῆς γῆς ἐν τοῖς βλαστήμασιν ὥραν, καὶ τὴν ἡδεῖαν τῆς θαλάσσης ὄψιν, ἐν λειοειδεῖ τῇ αὐγῇ δι' ἠρεμαίου τοῦ πνεύματος γλαφυρῶς ἐπιφρίσσουσαν, τῶν τε κατὰ τὰς πόλεις οἰκοδομημάτων τὰ κάλλη, τά τε ἴδια καὶ τὰ δημόσια, δι' ὧν αἱ λαμπραί τε καὶ πολυτελεῖς τῶν πόλεων καλλωπίζονται· εἰ ταῦτα τοίνυν ᾔδεσαν καὶ τὰ τοιαῦτα οἱ ἐνταχθέντες τῷ δεσμωτηρίῳ, οὐκ ἂν τοὺς ἐκ τῆς φυλακῆς προαγομένους ὡς ἀγαθοῦ τινος χωριζομένους ἀπωλοφύροντο· ὅπερ οὖν εἰκὸς τοὺς ἔξω τοῦ δεσμωτηρίου περὶ τῶν ἔτι καθειργμένων διανοεῖσθαι, ὡς ἐλεεινῇ προσταλαιπωρούντων τῇ ζωῇ. Οὕτω μοι δοκοῦσι καὶ οἱ τῆς τοῦ βίου τούτου φυλακῆς ἔξω γινόμενοι, εἴπερ ὅλως δυνατὸν ἦν αὐτοῖς διὰ δακρύων ἐνδείξασθαι τὴν πρὸς τοὺς κακοπαθοῦντας συμπάθειαν, θρηνεῖν καὶ δακρύειν τὸν ἐν ταῖς ὀδύναις τοῦ βίου τούτου παρατεινόμενον, ὅτι μὴ ὁρῶσι τὰ ὑπερκόσμιά τε καὶ ἄϋλα κάλλη, θρόνους τε καὶ ἀρχὰς, ἐξουσίας, καὶ κυριότητας, καὶ στρατιὰς ἀγγελικὰς καὶ ἐκκλησίας, καὶ τὴν ἄνω πόλιν, καὶ τὴν ὑπερουράνιον τῶν ἀπογεγραμμένων πανήγυριν. Τὸ γὰρ ὑπερκείμενον τούτων κάλλος, ὃ τοὺς καθαροὺς τῇ καρδίᾳ βλέπειν ὁ ἀψευδὴς ἀπεφήνατο λόγος, κρεῖττόν τε πάσης ἐλπίδος ἐστὶ, καὶ τῆς ἐκ στοχασμῶν εἰκασίας ἀνώτερον. Οὐ τοῦτο δὲ μόνον στεναγμῶν τε καὶ λύπης ἄξιον ἐφ' ἡμῖν τοῖς μεταστᾶσιν ἂν ἐνομίσθη, ἀλλ' ὅτι τοσούτων ἀλγεινῶν περικειμένων τῷ βίῳ, τοσαύτη τις ἐντέτηκεν αὐτοῖς ἡ περὶ τὰ μοχθηρὰ συνδιάθεσις, ὅτι οὐχ ὡς ἀναγκαίαν τινὰ λειτουργίαν τὴν προσβολὴν αὐτῶν φέρουσιν, ἀλλ' ὅπως ἂν εἰς τὸ διηνεκὲς παραμένοι ταῦτα, τὴν σπουδὴν περιποιοῦνται. Ἡ γὰρ περὶ τὰς δυναστείας τε καὶ πλεονεξίας, καὶ τὰς ἀπολαυστικὰς ταύτας λαιμαργίας ἐπιθυμία, καὶ εἴ τι ἄλλο τοιοῦτον σπουδάζεται, ὧν χάριν καὶ ὅπλα, καὶ πόλεμοι, καὶ ἀλληλοφονίαι, καὶ πᾶσα ἡ ἑκουσίως ἐνεργουμένη ταλαιπωρία καὶ δολιότης, οὐδὲν ἄλλο, ἢ σωρεία τίς ἐστι συμφορῶν, ἐκ προαιρέσεως μετὰ σπουδῆς τε καὶ προθυμίας ἐπεισαγομένη τῷ βίῳ. Ἀλλὰ δακρύων μὲν ἐν τοῖς κατοιχομένοις πάθος οὐκ ἔστιν, ὅτι μηδ' ἄλλο τι πάθος, νοῦς δὲ καὶ πνεῦμα τυγχάνοντες, οἷα σαρκὸς ἀπηλλαγμένοι καὶ αἵματος, τοῖς τῇ παχύτητι τοῦ σώματος ἐγχεχωσμένοις ὀφθῆναι φύσιν οὐκ ἔχουσιν, οὐδὲ νουθετῆσαι δι' ἑαυτῶν τοὺς ἀνθρώπους ἀποστῆναι τῆς πεπλανημένης περὶ τῶν ὄντων κρίσεως. Οὐκοῦν ὁ νοῦς ἡμῖν ὁ ἡμέτερος ἀντ' ἐκείνων διαλεχθήτω, καὶ εἴπωμεν ὡς ἔστι δυνατὸν ἔξω τῶν σωμάτων τῇ διανοίᾳ γενόμενοι, καὶ τῆς πρὸς τὴν ὕλην προσπαθείας τὴν ψυχὴν ἀποστήσαντες, ὅτι Ὦ ἄνθρωπε, πᾶς ὁ μετέχων τῆς φύσεως, πρόσεχε σεαυτῷ, κατὰ τὸ Μωϋσέως παράγγελμα, καὶ γνῶθι σεαυτὸν ἀκριβῶς, τίς εἶ, διαστείλας τῷ λογισμῷ, τί μὲν ἀληθῶς εἶ σὺ, τί δὲ περὶ σὲ καθορᾶται· μήποτε τὰ ἔξω σοῦ βλέπων, σεαυτὸν καθορᾷν νομίσῃς· μάθε παρὰ τοῦ μεγάλου Παύλου τοῦ δι' ἀκριβείας ἐπεσκεμμένου τὴν φύσιν, ὅς φησι, τὸν μὲν ἔξωθεν ἡμῶν εἶναι ἄνθρωπον, τὸν δὲ ἔσωθεν, κἀκείνου φθειρομένου τοῦτον ἀνακαινίζεσθαι. Μὴ τοίνυν τὸν φθειρόμενον βλέπων, σεαυτὸν οἰηθῇς βλέπειν. Ἔσται
bloom of the earth in its shoots, and the sweet sight of the sea, gracefully rippling in smooth radiance beneath a gentle breeze, and the beauties of buildings throughout cities, both private and public, whereby splendid and sumptuous cities are adorned—if, I say, those confined in the prison had known these things and things like them, they would not have bewailed those led forth from the prison-ward as though separated from some good; rather, they would hold the very view that those outside the prison reasonably hold concerning those still shut up within, as men labouring on in a pitiable life. Just so it seems to me that those also who come to be outside the prison-ward of this life, if it were at all possible for them to manifest through tears their sympathy towards those suffering hardship, would mourn and weep over one racked in the pains of this life, because men do not see the supra-mundane and immaterial beauties: thrones and principalities, authorities and lordships, angelic hosts and assemblies, the city above, and the supercelestial festival throng of the enrolled. For the beauty that lies above these—which the undeceiving Word declared that the pure in heart see—is both better than every hope and higher than any likeness formed from conjectures. Nor would this alone have been deemed worthy of groans and grief over us by those who have migrated hence, but also the fact that, although so many painful ills surround life, such a sympathetic attachment to wretched things has sunk deep into men that they do not endure their onslaught as some necessary public service, but exert earnest effort in order that these things may abide perpetually. For the craving for dominations and covetous gains, and for these pleasure-seeking gluttonies, and whatever else of that sort is eagerly pursued—for the sake of which come arms, and wars, and mutual slaughters, and all the misery and deceit wrought willingly—is nothing else than a heap of calamities, introduced into life by deliberate choice with earnestness and eagerness. Yet in the departed there is no passion of tears, because there is no other passion either; and being mind and spirit, as men released from flesh and blood, they have no natural capacity to be seen by those buried in the density of the body, nor by themselves to admonish human beings to stand aloof from their erring judgement concerning beings. Let our own mind, accordingly, converse with us in their stead, and, coming to be outside our bodies in thought so far as is possible and withdrawing the soul from its attachment to matter, let us say: O man, everyone who shares in human nature, give heed to yourself, according to the precept of Moses, and know yourself exactly, who you are, distinguishing by reasoning what you truly are and what is beheld around you, lest in looking at things outside you, you suppose that you behold yourself; learn from the great Paul, who examined nature with exactness, when he says that one man of us is outward and the other inward, and that while the former is being corrupted, the latter is being renewed. When you look at the one being corrupted, therefore, do not fancy that you are looking at yourself. For
Notes, col. 508

On the reading

Printed ἐγχεχωσμένοις, for ἐγκεχωσμένοις.

PG 46:509Read from the page
μὲν γάρ ποτε κἀκεῖνο φθορᾶς ἐλεύθερον, ὅταν ἐν τῇ παλιγγενεσίᾳ τὸ θνητόν τε καὶ εὐδιάλυτον μετασκευασθῇ πρὸς τὸ ἀθάνατόν τε καὶ ἀδιάλυτον. Ἀλλὰ τό γε νῦν ῥέει καὶ διαπίπτει καὶ φθείρεται τὸ ἔξωθεν ἡμῶν προφαινόμενον. Οὐκοῦν οὐ πρὸς τοῦτο χρὴ βλέπειν, ὅτι μηδὲ πρὸς ἄλλο τι προσήκει τῶν βλεπομένων ὁρᾷν. Οὕτως εἰπόντος τοῦ Παύλου, ὅτι μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια· ἀλλ' ἐπὶ τῶν ἀοράτων ἐν ἡμῖν τρέψαντας τὴν θεωρίαν, ἐκεῖνο πιστεύειν ἀληθῶς εἶναι ἡμᾶς, ὃ διαφεύγει τὴν αἰσθητικὴν κατανόησιν.
even that outward part will one day be free from corruption, when in the regeneration what is mortal and easily dissolved is refashioned into what is immortal and indissoluble. Yet for the present what appears outwardly around us flows away and falls apart and is corrupted. We ought not, accordingly, to look towards this, because it is not fitting to gaze upon any other of the things that are seen either—just as Paul spoke: while we look not at the things that are seen; for the things that are seen are temporary, whereas the things that are not seen are eternal—but, turning our contemplation upon the unseen things within us, we ought to believe that what eludes sensory apprehension is truly ourselves.
Γενώμεθα τοίνυν, κατὰ τὸν παροιμιώδη λόγον, ἑαυτῶν γνώμονες. Τὸ γὰρ ἑαυτὸν γνῶναι, καθάρσιον τῶν ἐκ τῆς ἀγνοίας πλημμελημάτων γίνεται. Ἀλλ' οὐκ ἔστι ῥᾴδιον ἑαυτὸν κατιδεῖν βουλόμενον, μή τινος ἐπινοίας δυνατὸν ποιούσης ἡμῖν τὸ ἀδύνατον. Ὅπερ γὰρ ἐπὶ τῶν σωματικῶν ὀφθαλμῶν ἡ φύσις ἐποίησεν, οἳ πάντα τὰ ἄλλα βλέποντες, ἑαυτῶν ἀθέατοι μένουσιν· τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ, πάντα τὰ ἄλλα διερευνωμένη, καὶ τὰ ἔξω ἑαυτῆς πολυπραγμονοῦσα καὶ ἀνιχνεύουσα, ἑαυτὴν ἰδεῖν ἀδυνάτως ἔχει. Οὐκοῦν ὅπερ ἐπὶ τῶν ὀφθαλμῶν γίνεται, τοῦτο καὶ ἡ ψυχὴ μιμησάσθω. Καὶ γὰρ κἀκεῖνοι, ἐπειδὴ οὐκ ἔστιν αὐτοῖς ἐκ φύσεως δύναμις πρὸς τὴν ἑαυτῶν θεωρίαν τὴν ὀπτικὴν ἐνέργειαν ἀναστρέψαι, καὶ ἑαυτοὺς κατιδεῖν, κατόπτρῳ τὸ εἶδός τε καὶ τὸ σχῆμα τοῦ ἰδίου θεασάμενοι κύκλου, διὰ τῆς εἰκόνος ἑαυτοὺς καθορῶσιν. Οὕτω χρὴ καὶ τὴν ψυχὴν πρὸς τὴν ἰδίαν ἀπιδεῖν εἰκόνα, καὶ ὅπερ ἂν ἴδῃ ἐν τῷ χαρακτῆρι, ᾧ ἀφωμοίωται, ὡς ἴδιον ἑαυτῆς τοῦτο θεάσασθαι. Ἀλλὰ μικρὸν ὑπαλλάξαι τι προσήκει τοῦ ὑποδείγματος, ἵνα οἰκειωθῇ τῷ λόγῳ τὸ νόημα. Ἐπὶ μὲν γὰρ τῆς ἐν τῷ κατόπτρῳ μορφῆς, ἡ εἰκὼν πρὸς τὸ ἀρχέτυπον σχηματίζεται· ἐπὶ δὲ τοῦ τῆς ψυχῆς χαρακτῆρος, τὸ ἔμπαλιν νενοήκαμεν· κατὰ γὰρ τὸ θεῖον κάλλος, τὸ τῆς ψυχῆς εἶδος ἀπεικονίζεται. Οὐκοῦν ὅταν πρὸς τὸ ἀρχέτυπον ἑαυτῆς βλέπῃ ἡ ψυχὴ, τότε δι' ἀκριβείας ἑαυτὴν καθορᾷ. Τί τοίνυν ἐστὶ τὸ Θεῖον, ᾧ ἡ ψυχὴ προσωμοίωται ; Οὐ σῶμα, οὐ σχῆμα, οὐκ εἶδος, οὐ πηλικότης, οὐκ ἀντιτυπία, οὐ βάρος, οὐ τόπος, οὐ χρόνος, οὐκ ἄλλο τι τοιοῦτον οὐδὲν, δι' ὧν ἡ ὑλικὴ κτίσις γνωρίζεται· ἀλλὰ πάντων τούτων καὶ τῶν τοιούτων ὑφαιρεθέντων, νοερόν τι καὶ ἄϋλον, καὶ ἀναφὲς, καὶ ἀσώματον, καὶ ἀδιάστατον χρὴ πάντως νοεῖν τὸ λειπόμενον. Εἰ τοίνυν τοιοῦτος ὁ χαρακτὴρ τοῦ ἀρχετύπου καταλαμβάνεται, ἀκόλουθον πάντως κατὰ τὸ εἶδος ἐκεῖνο μεμορφωμένην τὴν ψυχὴν διὰ τῶν αὐτῶν χαρακτήρων ἐπιγνωσθῆναι· ὥστε καὶ ταύτην ἄϋλόν τε εἶναι καὶ ἀειδῆ καὶ νοερὰν καὶ ἀσώματον. Λογισώμεθα τοίνυν πότε μᾶλλον τῷ ἀρχετύπῳ κάλλει προσεγγίζει ἡ ἀνθρωπίνη φύσις, ἐν τῷ διὰ σαρκὸς ζῆν, ἢ ὅταν ἔξω ταύτης γενώμεθα. Ἀλλὰ παντὶ δῆλον τὸ τοιοῦτόν ἐστιν, ὅτι ὥσπερ ἡ σὰρξ
Let us become, accordingly, in keeping with the proverbial saying, discerners of ourselves. For to know oneself becomes a purification of the trespasses arising from ignorance. Yet it is not easy for one who wishes to behold himself to do so, unless some device makes what is impossible possible for us. For just what nature wrought in the case of the bodily eyes—which, while seeing all other things, remain unseeing of themselves—in the very same manner the soul also, searching out all other things, busying herself with and tracking down things outside herself, is unable to see herself. Let the soul, therefore, imitate what occurs in the case of the eyes. For those also, since they do not have by nature the power to turn their visual activity back towards the contemplation of themselves and to behold themselves, view in a mirror the form and shape of their own orb, and through the image behold themselves. Just so must the soul also look away towards her own image, and whatever she sees in the impress to which she has been likened, view this as her own. Yet it is fitting to alter a small detail of the illustration, so that the thought may be adapted to our argument. For in the case of the form in the mirror, the image is shaped towards the archetype; whereas in the case of the impress of the soul, we have conceived the reverse: for according to the divine beauty is the form of the soul depicted. Accordingly, when the soul looks towards her own archetype, then she beholds herself with exactness. What, then, is the Divine, to which the soul has been likened? Not body, not figure, not form, not quantity, not resistance of bulk, not weight, not place, not time, not any other such thing at all whereby the material creation is made known; rather, when all these and things like them have been taken away, one must altogether conceive what remains as something intellectual, immaterial, intangible, incorporeal, and unextended. If, then, the impress of the archetype is apprehended to be such, it altogether follows that the soul, having been moulded according to that form, should be recognized through the very same marks, so that she also is immaterial, formless, intellectual, and incorporeal. Let us reckon, accordingly, when human nature draws nearer to the archetypal beauty: in living through the flesh, or when we come to be outside it? Yet such a point is plain to everyone: that just as the flesh,