Migne Reading Room

PG 46 · cols. 468–477 · Read from the page

II On loving the poor

II On loving the poor

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 46:468Read from the page
ζώων, ὅσα τοῖς τῆς ἐπιφανείας κύμασιν ἐπινήχεται, καὶ ὅσα τὸν πυθμένα τῆς θαλάσσης ἔλαχε κατοικεῖν, πρὸς τὸν ἀέρα τοῦτον ἐκφέρεται, τῆς τῶν φιληδόνων μηχανῆς ποικίλα κατ' ἐκείνων σοφιζομένης τὰ θήρατρα.
of living creatures, both those that swim upon the surface waves and those whose lot it is to inhabit the bottom of the sea, are brought forth to this air, as the ingenuity of lovers of pleasure devises varied snares against them.
Οἷα δὲ καὶ τὰ ἑξῆς τῶν τρυφώντων; Ἐπάναγκες γὰρ τὴν κακίαν, ὅπου ποτ' ἂν ἡ νόσος ἐνσκήψῃ, τὰς ἀκολούθους ὕλας ἐφέλκεσθαι. Διὸ καὶ οἱ τὴν ἁβροδίαιτον καὶ Συβαριτικὴν παρατιθέμενοι τράπεζαν, ἕλκονται πρὸς ἀνάγκην εἰς κατασκευὰς μεγαλοφυῶν οἰκοδομημάτων, καὶ τὴν πολλὴν εὐπορίαν δαπανῶσιν εἰς μέγεθος οἴκων καὶ κόσμον περίεργον. Ἐπὶ τούτοις, τὰς κλισίας φιλοκαλοῦσιν, ἐσθῆτος ἀνθινῆς καὶ πάσης πεποικιλμένης πληροῦντες. Τραπέζας πολυταλάντους ἀργύρου χαλκεύονται, τὰς μὲν εἰς λειότητας ἐληλαμένας· τὰς δὲ πεποικιλμένας τῇ γλυπτικῇ, ὡς ἐξεῖναι ὁμοῦ τῇ φάρυγγι καὶ τὴν ὄψιν εὐωχεῖσθαι ταῖς ἱστορίαις. Ἐπιλόγισαί μοι τὰ ἑξῆς, κρατῆρας, τρίποδας, κάδους, τὰ πρόχοα σκεύη, τὰ ὀψοφόρα, ἐκπωμάτων γένη μυρία, γελωτοποιοὺς, μίμους, κιθαριστὰς, ᾠδοὺς, κομψολόγους, μουσικοὺς, μουσικὰς, ὀρχηστρίδας, πάντα τῆς ἀσελγείας τὸν ὁρμαθὸν, παῖδας θηλυνομένους ταῖς κόμαις, κόρας ἀναιδεῖς, ἀδελφὰς τῆς Ἡρωδιάδος εἰς ἀκοσμίαν, ἀναιρούσας Ἰωάννην, τὸν ἐν ἑκάστῳ θεοειδῆ καὶ φιλόσοφον νοῦν.
And what of that which follows among those who live in luxury? For it is necessary that vice, wherever the disease strikes, should drag its attendant materials in its train. Wherefore those also who set out a delicate and Sybaritic table are drawn of necessity into the erection of magnificent buildings, and lavish their great wealth upon vastness of houses and curious adornment. Besides these, they embellish their couches, filling them with flowered and all-variegated raiment. They forge tables of many talents' weight of silver, some beaten to a smooth polish, and others wrought with carving, so that together with the throat the eye also may feast upon the scenes. Reckon up for me what comes next: mixing-bowls, tripods, jars, pouring-vessels, platters for viands, myriad kinds of drinking-cups, buffoons, mimes, harpers, singers, witty talkers, male and female musicians, dancing-girls, the whole train of licentiousness, boys made effeminate by their locks, shameless girls—sisters of Herodias in indecency—slaying John, the godlike and philosophic mind in each man.
Τούτων πάντων ἐπὶ τῆς οἰκίας τελουμένων, προσεδρεύουσι τῷ πυλῶνι μυρίοι Λάζαροι· οἱ μὲν ἡλκωμένοι χαλεπῶς, ἄλλοι τὸν ὀφθαλμὸν ἐκκεκομμένοι, ἕτεροι λώβην στένοντες τῶν ποδῶν· τινὲς δὲ αὐτῶν ἕρποντες παντελῶς, καὶ πάντων τῶν μελῶν στέρησιν ὑπομείναντες. Βοῶντες δὲ οὐκ ἀκούονται. Κωλύει γὰρ αὐλῶν ἡ ἠχὴ, καὶ τὰ μέλη τῶν αὐτομάτων ᾠδῶν, καὶ ὁ τοῦ πλατέος γέλωτος καγχασμός. Ἂν δέ που καὶ ἐπιπλέον διοχλήσωσι τὰς θύρας, ἀναπηδήσας ποθὲν ἀνηλεοῦς δεσπότου θρασὺς πυλωρὸς ἀπελαύνει ῥάβδοις, ἀναιδεῖς κύνας ἀποκαλῶν, καὶ μάστιξιν ἐπιξαίνων τὰ τραύματα. Ἀπέρχονται δὲ οἱ τοῦ Χριστοῦ φίλοι, τῶν ἐντολῶν τὸ κεφάλαιον, οὐκ ἄρτου βραχέος, οὐκ ὄψου μετασχόντες, ὕβρεις δὲ καὶ πληγὰς προσκερδάναντες. Ἔνδον δὲ ἐν τῷ ἐργαστηρίῳ τοῦ Μαμμωνᾶ, οἱ μὲν ὡς ὑπέραντλα πλοῖα τὴν τροφὴν ἀποβλύζουσιν· ἄλλοι τῇ τραπέζῃ ἐπικαθεύδουσι παρεστώτων τῶν ἐκπωμάτων. Διπλῆ δὲ ἁμαρτία κατὰ τὴν ἀσχήμονα οἰκίαν ἐμπολιτεύεται· ἡ μὲν, ἐπὶ τῷ κόρῳ τῶν μεθυόντων, ἡ δὲ ἐπὶ τῷ λιμῷ τῶν ἐλαθέντων πτωχῶν.
While all these things are being carried on in the house, myriad Lazaruses sit beside the gateway: some grievously ulcerated, others bereft of an eye, others groaning over mutilation of their feet; and some of them crawling utterly, having suffered the deprivation of all their limbs. They cry aloud, yet are not heard. For the clamour of flutes hinders them, and the strains of the spontaneous singers, and the guffawing of broad laughter. And if perchance they trouble the doors still more, an insolent doorkeeper of a pitiless master, leaping out from somewhere, drives them off with cudgels, calling them shameless dogs, and lashing open their wounds afresh with whips. And the friends of Christ, the chief sum of the commandments, depart without having shared in a morsel of bread or in any relish, but having gained insults and blows instead. Yet within, in the workshop of Mammon, some, like waterlogged vessels, spew up their food; others sleep upon the table with the drinking-cups standing beside them. And a twofold sin prevails throughout the unseemly house: the one over the surfeit of the drunkards, and the other over the famine of the poor who were driven away.
Ταῦτα εἰ ἐποπτεύει Θεὸς, ὥσπερ οὖν ἐφορᾷ, τίνα τοῦ βίου καταστροφὴν ἐννοεῖτε, οἱ μισόπτωχοι; Εἴπατε, ἢ οὐκ ἴστε, ὅτι πάντα τὰ φρικώδη καὶ φοβερὰ ὑποδείγματα τῶν τοιούτων χάριν τὸ ἱερὸν Εὐαγγέλιον ἐκβοᾷ καὶ μαρτύρεται; Καὶ ἀναγέγραπται μὲν, βαρέα βρυχόμενος καὶ στένων ὁ ἐν τῇ βύσσῳ τραφεὶς, καὶ ἐν τῇ ἀβύσσῳ τῶν κακῶν συνεχόμενος· ἄλλος
If God watches over these things—as indeed He does behold them—what overturn of life do you conceive of, you haters of the poor? Tell me, or do you not know, that for the sake of such things the sacred Gospel cries aloud and bears witness to all its shuddering and fearful examples? And on the one hand he who was reared in fine linen is recorded roaring heavily and groaning, and held fast in the abyss of woes; while another
PG 46:469Read from the page
δὲ πάλιν ὁμότροπος τούτου, κατεδικάσθη θάνατον ἀπροσδόκητον, ἐν τῇ ἑσπέρᾳ τὴν ἐωθινὴν τροφὴν βουλευόμενος, καὶ τοῦ ὄρθρου μὴ καταλαβὼν τὴν ἀκτῖνα. Μὴ θνητοὶ τὴν πίστιν, καὶ ἀθάνατοι τὴν ἀπόλαυσιν. Οὕτως γὰρ ἔχομεν γνώμης, οἱ τὰ πάντα θέλοντες τῇ τῆς σαρκὸς κολακείᾳ χαρίζεσθαι, ὡς ἀδιάδοχοι οἰκοδεσπόται, ὡς διηνεκεῖς τῶν ἐπὶ γῆς κύριοι, ἐν τῷ θέρει τὴν σπορὰν μεριμνῶντες, καὶ ἐν τῇ σπορᾷ τὴν τοῦ θερισμοῦ θυμηδίαν ἐλπίζοντες· φυτεύοντες τὴν πλάτανον, καὶ τοῦ ὑψηλοῦ δένδρου τὴν σκιὰν ἐλπίζοντες· καταπηγνύντες τὸν πυρῆνα τοῦ φοίνικος, καὶ τὴν γλυκύτητα τῶν καρπῶν ἀναμένοντες. Καὶ ταῦτα πολλάκις ἐν πολιᾷ, ὅτε ἐγγὺς τοῦ θανάτου χειμών· λείπουσι δὲ τῇ ζωῇ, οὐ κύκλος ἐνιαυτῶν, ἀλλὰ τρεῖς ἢ τέτταρες ἡμέραι.
and again, one of like character with him was condemned to an unexpected death, planning his morning meal in the evening, and never overtaking the ray of dawn. Let us not be mortal in faith, and immortal in enjoyment. For we are so disposed in mind, we who wish in all things to gratify the flattery of the flesh, as though we were householders without successors, as perpetual masters of the things upon earth: in summer taking thought for the sowing, and in the sowing hoping for the gladness of the harvest; planting the plane-tree, and hoping for the shade of the lofty tree; setting in the ground the stone of the date-palm, and awaiting the sweetness of its fruits. And this often in hoary age, when the winter of death is near; and there remain to life not a cycle of years, but three or four days.
Λογισώμεθα τοίνυν ὡς λογικοὶ, ὅτι παροδικὸς ὁ βίος ἡμῶν, καὶ ῥέων ὁ χρόνος, ἄστατός τε καὶ ἄσχετος, ὥσπερ τι ῥεῦμα ποταμοῦ, πᾶν τὸ ἐν αὐτῷ τυγχάνον ἐλαύνων πρὸς τὸ τῆς φθορᾶς τέλος· καὶ εἴθε, βραχὺς ὢν καὶ ἐπίκηρος, ὑπῆρχεν ἀνεύθυνος! Τοῦτο δέ ἐστι τὸ ἐπικίνδυνον, τὸ ἑκάστης ὥρας, οὐ μὴν ἀλλὰ καὶ τῶν λόγων, ὧν φθεγγόμεθα, τῷ ἀδεκάστῳ δικαστηρίῳ τὴν ἀπολογίαν ὀφείλειν. Διὸ καὶ ὁ μακάριος Ψαλμῳδὸς, πρὸς ὁμοίαν τῶν νῦν λεγομένων ἔννοιαν ἑαυτὸν ἀναφέρων, ἐπιθυμεῖ γνῶναι τοῦ ἰδίου τέλους τὴν προθεσμίαν. Ἐκλιπαρεῖ δὲ τὸν Θεὸν τῶν ἐπιλοίπων ἡμερῶν διδαχθῆναι τὸν ἀριθμὸν, ἵνα πρὸς τὰ ἔργα τῆς ἐξόδου παρασκευάσηται. Μὴ ταραχθῇ δὲ ἀθρόως ὡς ἀνέτοιμος ὁδοιπόρος μεταξὺ βαδίζων, καὶ τὰ ἀναγκαῖα τῶν ἐφοδίων περιζητῶν. Φησὶν οὖν· Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου, καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου, τίς ἐστιν· ἵνα γνῶ, τί ὑστερῶ ἐγώ. Ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου, καὶ ἡ ὑπόστασίς μου ὡσει οὐδὲν ἐνώπιόν σου. Βλέπε ψυχῆς συνετῆς μέριμναν ἀγαθὴν, καὶ ταῦτα ἐν βασιλικῷ ἀξιώματι. Ἐνοπτρίζεται γὰρ τὸν Βασιλέα τῶν βασιλέων καὶ τὸν Κριτὴν τῶν κριτῶν· καὶ ζητεῖ, τὸν τέλειον κόσμον τῶν ἐντολῶν κομισάμενος, ἀπελθεῖν ἄρτιος τῆς ζωῆς τῆς ἐκεῖσε πολίτης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εις τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Let us reckon therefore as rational beings that our life is passing, and time flowing, unstable and uncheckable, like some river's current, driving everything found within it towards the end of corruption; and would that, being brief and frail, it were free from accountability! Yet this is what is perilous: that for every hour, nay more, even for the words we utter, we owe a defence before the incorruptible tribunal. Wherefore the blessed Psalmist also, raising himself to a thought akin to what is now said, longs to know the appointed term of his own end. And he implores God to be taught the number of his remaining days, so that he may prepare himself for the works of his departure, and not be suddenly troubled like an unprepared wayfarer searching about mid-journey for necessary provisions. He says therefore: Make known to me, O Lord, my end, and the number of my days, what it is, that I may know what I lack. Behold, Thou hast made my days handbreadths, and my substance is as nothing before Thee. See the goodly care of an understanding soul, and that too in royal dignity. For he beholds as in a mirror the King of kings and the Judge of judges; and he seeks, having won the perfect adornment of the commandments, to depart a complete citizen of the life yonder; which may it be granted to us all to attain, by the grace and loving-kindness of our Lord Jesus Christ, to Whom be glory unto the ages of ages. Amen.
Notes, col. 469

On the reading

Printed εις, for εἰς.

PG 46:472Read from the page
ΛΟΓΟΣ Βʹ.
Oration II.
Λόγος εις τὸ ῥητὸν τοῦ Εὐαγγελίου· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων, καὶ τὰ ἑξῆς.
Discourse on the saying of the Gospel: Inasmuch as you did it to one of these, and what follows.
Ἔτι πρὸς τῷ θεάματι τῆς φοβερᾶς τοῦ βασιλέως ἐπιφανείας εἰμὶ, ἣν ὑπογράφει τὸ Εὐαγγέλιον. Ἔτι κατέπτηχεν ἡ ψυχὴ, πρὸς τὸν φόβον τῶν εἰρημένων ἐνατενίζουσα· ὡς καθορῶσα τρόπον τινὰ αὐτόν τε τὸν οὐρανῶν βασιλέα, καθώς φησιν ὁ λόγος, ἐπὶ τοῦ θρόνου τῆς δόξης φοβερῶς προκαθήμενον· καὶ τὸν μεγαλοπρεπῆ θρόνον ἐκεῖνον· ὅστις ποτὲ καὶ ὁ θρόνος ἐστὶν ὁ χωρῶν ἐν ἑαυτῷ τὸν ἀχώρητον· τάς τε ἀπείρους τῶν ἀγγέλων μυριάδας ἐκείνας, ἐν κύκλῳ τὸν βασιλέα περιεστώσας· αὐτὸν τε τὸν μέγαν καὶ φοβερὸν βασιλέα, ἐκ τῆς ἀφράστου δόξης ἐπὶ τὴν ἀνθρωπίνην κατακύπτοντα φύσιν, καὶ πᾶν γένος ἀνθρώπων τῶν ἀφ' οὗ γεγόνασιν ἄνθρωποι, καὶ μέχρι τῆς φοβερᾶς ἐμφανείας ἐκείνης εὑρισκομένων, ἀθροίζοντά τε πρὸς ἑαυτὸν, καὶ κατὰ τὴν ἀξίαν τῶν βεβιωμένων ἑκάστῳ τὴν κρίσιν ἐπάγοντα, τοῖς μὲν δεξιᾷ τῇ προαιρέσει συζήσασι τὰ δεξιὰ, καθὼς εἴρηται, χαριζόμενον, τοῖς δὲ σκαιοῖς τε καὶ ἀποβλήτοις, τὴν κατάλληλον τοῖς βεβιωμένοις ἀποκληροῦντα ψῆφον· ἐπιλέγοντα ἑκατέροις, τοῖς μὲν τὴν γλυκεῖαν καὶ ἀγαθὴν ἐκείνην φωνὴν, ὅτι Δὲῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου· τοῖς δὲ τὴν φρικώδη καὶ φοβερὰν ἀπειλὴν, ὅτι Πορεύεσθε, οἱ κατηραμένοι. Οὕτω δέ μοι τῆς ψυχῆς πρὸς τὸν τῶν ἀνεγνωσμένων φόβον διατεθείσης, ὡς ⟨…⟩ πρὸς αὐτοῖς δοκεῖν εἶναι τοῖς πράγμασι. Καὶ τῶν παρόντων ἐπαισθάνεσθαι μηδενὸς, οὐδεμίαν ὁ νοῦς ἄγει σχολὴν, πρὸς ἄλλο τι βλέπειν τῶν προκειμένων εἰς ἐξέτασίν τε καὶ θεωρίαν τῷ λόγῳ· καίτοι γε οὐ μικρὰ ταῦτά ἐστιν, οὐδὲ ὀλίγης ζητήσεως ἄξια, τὸ γνῶναι πῶς ἔρχεται ὁ ἀεὶ παρών. Ἰδοὺ γὰρ, φησὶ, μεθ' ὑμῶν ειμι πάσας τὰς ἡμέρας· καὶ εἰ μεθ' ἡμῶν εἶναι πεπίστευται, πῶς ἥξειν ὡς οὐ παρὼν ἐπαγγέλλεται; εἰ
I am still at the spectacle of the fearful manifestation of the King, which the Gospel delineates. My soul still cowers, gazing intently upon the terror of the things spoken: as though beholding in a manner both the King of the heavens Himself, just as the word says, sitting fearfully in front upon the throne of glory; and that magnificent throne—whatever throne it may be that contains within itself Him Who cannot be contained; and those boundless myriads of angels standing in a circle around the King; and the great and fearful King Himself, stooping down out of ineffable glory upon human nature, and gathering to Himself the whole race of men—all who are found from the time when men came into being down to that fearful appearing—and bringing judgement upon each according to the desert of the lives they have lived: granting to those who have lived with an upright choice the place at His right hand, just as has been said, and allotting to the perverse and reprobate the verdict fitting the lives they have lived; addressing to both—to the ones that sweet and goodly voice, Come, you blessed of My Father; and to the others the shuddering and fearful threat, Depart, you accursed. And with my soul so disposed at the terror of what has been read as ⟨…⟩ to seem to be amid the very events themselves, and to perceive none of the things present, my mind has no leisure to look to anything else among the matters set forth for examination and contemplation by discourse; although these things indeed are not small, nor worthy of slight inquiry—to know how He Who is ever present comes. For, Behold, He says, I am with you all the days; and if He is believed to be with us, how does He promise that He will come as though not present? For if
Notes, col. 472

On the reading

Printed εις, for εἰς.

Printed αὐτὸν τε, for αὐτόν τε.

Printed Δὲῦτε, for Δεῦτε.

Printed ειμι, for εἰμι.

PG 46:473Read from the page
γὰρ ἐν αὐτῷ ζῶμέν τε καὶ κινούμεθα καὶ ἐσμὲν, καθώς φησιν ὁ Ἀπόστολος, οὐδεμία μηχανὴ τοῦ περιδεδραγμένου τῶν πάντων τοὺς ἐν αὐτῷ κατεχομένους τοπικῶς ἀποστήσει· ὥστε ἢ νῦν μὴ παρεῖναι τοῖς ἐμπεριεχομένοις, ἢ χρόνοις ὕστερον παρέσεσθαί ποτε προσδοκῆσαι. Τίς δὲ καὶ ἡ τοῦ ἀσωμάτου καθέδρα; καὶ ἡ τοῦ ἀοράτου ἐμφάνεια; καὶ ἡ τοῦ ἀσχηματίστου μορφή; καὶ ἡ τοῦ ἀχωρήτου ἐν τῷ θρόνῳ περιγραφή; καὶ πάντα τὰ τοιαῦτα, ὡς μείζονα ἢ κατὰ τὸν παρόντα καιρὸν, ὑπερθήσομαι. Ὅπως δ' ἂν μὴ εἰς τὴν τῶν ἀποβλήτων ἀπωσθείημεν τάξιν, πρὸς τοῦτο, καθὼς ἂν οἷός τε ὦ, πρὸς τὸ κοινὸν κέρδος τρέψω τὸν λόγον. Σφόδρα γὰρ, ἀδελφοὶ, σφόδρα πρὸς τὴν ἀπειλὴν κατεπτόημαι· καὶ οὐκ ἀρνοῦμαι τῆς ψυχῆς μου τὸ πάθος. Ἐβουλόμην δ' ἂν καὶ ὑμᾶς μὴ καταφρονητικῶς ἔχειν τῶν φόβων. Μακάριος γὰρ ὃς καταπτήσσει πάντα δι' εὐλάβειαν. Ὁ δὲ καταφρονῶν πράγματος, καταφρονηθήσεται ὑπ' αὐτοῦ, φησί που τῆς σοφίας ὁ λόγος. Οὐκοῦν πρὸ τῆς ὥρας τῶν κακῶν, τὸ μὴ ἐν πείρᾳ τῶν σκυθρωπῶν γενέσθαι φροντίσωμεν. Τίς δὲ ἡ ἀπαλλαγὴ τῶν φοβερῶν; Τὸ ταύτην τοῦ βίου τὴν ὁδὸν ἑλέσθαι, ἣν νῦν ὑπέδειξεν ἡμῖν ὁ λόγος, τὴν πρόσφατον ὄντως καὶ ζῶσαν.
in Him we live and move and have our being, just as the Apostle says, no contrivance will sever spatially from Him Who holds all things in His grasp those who are contained within Him, so that one could either not be present now to those encompassed within Him, or expect that He will at some later time be present. And what too is the seat of the incorporeal One? And the appearing of the invisible One? And the form of Him Who has no figure? And the circumscription upon the throne of Him Who cannot be contained? All such matters, as being greater than befits the present occasion, I will set aside for later. Yet as to how we may not be thrust away into the rank of the reprobate—to this, so far as I am able, I will turn my discourse for the common profit. For exceedingly, brethren, exceedingly am I terrified at the threat; and I do not deny the emotion of my soul. And I could wish that you also should not be disdainful towards these terrors. For blessed is he who stands in awe of all things through reverence. Whereas he who disdains a matter will be disdained by it, says the word of wisdom somewhere. Therefore, before the hour of calamities, let us take thought not to come into experience of those grim things. And what is the escape from those fearful things? To choose this way of life which the word has now shown us, the way truly fresh and living.
Τίς δὲ ἡ ὁδός; Ἐπείνων, ἐδίψων, ξένος ἤμην, καὶ γυμνὸς καὶ ἀσθενὴς, καὶ ἐν φυλακῇ. Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Καὶ διὰ τοῦτο, φησὶ, Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου. Τί διὰ τούτων μανθάνομεν; Ὅτι εὐλογία μέν ἐστιν, ἡ τῶν ἐντολῶν ἐπιμέλεια· κατάρα δὲ, ἡ περὶ τὰς ἐντολὰς ῥᾳθυμία. Ἀγαπήσωμεν τὴν εὐλογίαν, καὶ φύγωμεν τὴν κατάραν. Ἐφ' ἡμῖν γάρ ἐστιν ἑλέσθαι ἢ μὴ ἑλέσθαι κατ' ἐξουσίαν ἑκάτερον· πρὸς ὅ τι γὰρ ἂν τῇ προθυμίᾳ ῥέψωμεν, ἐν ἐκείνῳ ἐσόμεθα. Οὐκοῦν οἰκειωσώμεθα τὸν τῆς εὐλογίας Κύριον, τὸν ἑαυτῷ τὴν περὶ τοὺς δεομένους σπουδὴν λογιζόμενον· καὶ μάλιστα νῦν, ὅτε πολλὴν ἔχει κατὰ τὸν παρόντα βίον ὕλην ἡ ἐντολή. Καὶ πολλοὶ μὲν οἱ τῶν ἀναγκαίων ἐνδεεῖς· πολλοὶ δὲ καὶ αὐτοῦ τοῦ σώματος ἔχουσιν ἐνδεῶς, ἐκ τῆς πονηρᾶς ἀῤῥωστίας δαπανηθέντες. Οὐκοῦν ἐν τῇ περὶ τούτους σπουδῇ, τὴν ἀγαθὴν ἐπαγγελίαν ἑαυτοῖς κατορθώσωμεν· λέγω δὲ σαφῶς οὐτωσὶ περὶ τῶν ἐκ τῆς χαλεπῆς νόσου διαλωβηθέντων. Ὅσῳ γὰρ μείζων ἐστὶ τούτων ἡ ἀῤῥωστία, τοσούτῳ δηλονότι καὶ πλείων ἡ εὐλογία τοῖς τὸ ἐπίπονον τῆς ἐντολῆς κατορθώσασι. Τί οὖν χρὴ πράττειν; Μὴ ἀντιβαίνειν τῇ διατάξει τοῦ Πνεύματος. Λὕτη δέ ἐστι, τὸ μὴ ἀλλοτριοῦσθαι τῶν κοινωνούντων τῆς φύσεως· μηδὲ μιμεῖσθαι τοὺς ἐν τῷ Εὐαγγελίῳ κατηγορηθέντας ἐκείνους, τὸν ἱερέα λέγω καὶ τὸν Λευῖτην, ἀσυμπαθῶς παραδρα-
And what is the way? I was hungry, I was thirsty, I was a stranger, and naked and sick, and in prison. Inasmuch as you did it to one of the least of these, you did it to Me. And on this account, He says, Come, you blessed of My Father. What do we learn through these words? That blessing is diligence towards the commandments, while cursing is indolence regarding the commandments. Let us love the blessing, and flee the curse. For it rests with us, in our own power, to choose or not to choose either; for towards whatever we incline by our eagerness, in that we shall be. Let us therefore win to ourselves the Lord of the blessing, Who reckons to Himself zeal on behalf of the needy; and especially now, when the commandment has abundant matter in the present life. And many indeed are those in need of necessities; and many also are deficient even in their very body, wasted away by a grievous infirmity. Therefore, by zeal on their behalf, let us achieve the goodly promise for ourselves; and I speak thus plainly concerning those maimed by the severe disease. For by so much as their infirmity is greater, by so much, plainly, is the blessing also ampler for those who accomplish the laborious part of the commandment. What then must one do? Not oppose the ordinance of the Spirit. And this is, not to estrange oneself from those who share our nature; nor to imitate those men accused in the Gospel—I mean the priest and the Levite—who pitilessly ran past
Notes, col. 473

On the reading

Printed οὐτωσὶ, for οὑτωσὶ.

Printed Λὕτη, for Αὕτη.

PG 46:476Read from the page
μόντας τὸν ἐλέου δεόμενον ἐκεῖνον, ὅν φησι τὸ διήγημα ὑπὸ τῶν λῃστῶν ἡμιθανῆ γενέσθαι. Ει γὰρ ἐκεῖνοι ὑπαίτιοι, μὴ ἐπιστραφέντες πρὸς τὰς πληγὰς ἐν γυμνῷ τῷ σώματι διοιδούσας· πῶς ἡμεῖς ἀνεύθυνοι, τοὺς ὑπαιτίους μιμούμενοι; καίτοι τί τοσοῦτον ἦν ἐπὶ τοῦ τοῖς λησταῖς παραπεπτωκότος θεάσασθαι, οἷόν ἐστιν ἐπὶ τῶν ἑαλωκότων τῷ πάθει τὸ θέαμα; Ὁρᾷς ἄνθρωπον, διὰ τῆς πονηρᾶς ἀῤῥωστίας εἰς τετραπόδου σχῆμα μεταπλασσόμενον, ἀντὶ ὁπλῆς καὶ ὀνύχων, ξύλα ταῖς παλάμαις ὑπολαμβανόμενον, καινὸν ἴχνος ταῖς ἀνθρωπίναις ὁδοῖς ἐπιβάλλοντα· τίς ἂν ἐκ τοῦ ἴχνους ἐπιγνοίη, ὅτι ἄνθρωπος τοὺς τοιούτους τύπους ἐνεσημήνατο τῇ πορείᾳ; Ἄνθρωπος, ὁ τῷ σχήματι ὄρθιος, ὁ εἰς οὐρανὸν βλέπων, ὁ τὰς χεῖρας πρὸς τὴν τῶν ἔργων ὑπηρεσίαν παρὰ τῆς φύσεως ἔχων, οὗτος εἰς τὴν γῆν κλίνεται, καὶ τετράποδον γίνεται, καὶ μικρὸν ἀποδεῖ τοῦ ἄλογος εἶναι. Ἐν δασεῖ καὶ βραγχῶντι τῷ ἄσθματι, βιαίως ἔνδοθεν ἀπὸ τῶν σπλάγχνων ὑποβρυχόμενος· μᾶλλον δὲ, εἰ χρὴ τολμήσαντα εἰπεῖν, καὶ τῶν ἀλόγων γινόμενος ἀθλιώτερος. Τὰ μὲν γὰρ τὸν ἀπὸ γενέσεως χαρακτῆρα μέχρι παντὸς ὡς τὰ πολλὰ διεσώσατο· καὶ οὐδὲν τούτων ἔκ τινος συμφορᾶς τοιαύτης, εἰς ἕτερόν τινα χαρακτῆρα μετεκινήθη. Οὐτοσὶ δὲ, ὥσπερ ἀλλαχθείσης τῆς φύσεως, ἄλλο τι φαίνεται, καὶ οὐ τὸ σύνηθες ζῶον· αἱ χεῖρες αὐτῷ τὴν τῶν ποδῶν χρῆσιν καταλαμβάνουσι· τὰ γόνατα βάσις γίνονται, αἱ δὲ κατὰ φύσιν βάσεις, καὶ τὰ σφυρὰ, ἢ παντελῶς ἀποῤῥέουσιν, ἢ ὥς τι τῶν ἔξωθεν ἐφολκίων εικῆ παρηρτημένα, κατὰ τὸ συμβὰν ἐπισύρεται. Ἐν τοιούτοις τοίνυν βλέπων τὸν ἄνθρωπον, οὐκ αιδῇ τὴν συγγένειαν; οὐκ ἐλεεῖς τὸν ὁμόφυλον; ἀλλὰ βδελύσσῃ τὴν συμφορὰν, καὶ μισεῖς τὸν ἱκέτην, ὥσπερ θηρίου τινὸς προσβολὴν τὸν προσεγγισμὸν ἀποφεύγων; Καίτοι ἔδει εὐγνωμόνως ἀναλογίζεσθαι, ὅτι σοῦ τοῦ ἀνθρώπου ἄγγελος ἅπτεται, καὶ ἀσώματός τε καὶ ἄϋλος ὢν, τὸν σαρκὶ καὶ αἵματι ἐγκεκραμένον οὐκ ἐβδελύξατο. Τί δὲ ἀγγέλους λέγω; αὐτὸς ὁ τῶν ἀγγέλων Κύριος, ὁ τῆς οὐρανίας μακαριότητος βασιλεὺς διὰ σὲ ἄνθρωπος γέγονε, καὶ τὸ δυσῶδες τοῦτο καὶ ῥυπαρὸν σαρκίον, μετὰ τῆς ἐνδεδεμένης ἐν αὐτῷ ψυχῆς, ἑαυτῷ περιέθηκεν, ἵνα τὰ σὰ πάθη διὰ τῆς ἰδίας ἐπαφῆς ἐξιάσηται; Σὺ δὲ ὁ αὐτὸς ὢν κατὰ τὴν φύσιν τῷ ἀῤῥωστήσαντι, φεύγεις τὸν ὁμογενῆ. Μὴ, ἀδελφὲ, μὴ ἀρεσάτω σοι ἡ βουλὴ ἡ κακή. Γνῶθι τίς ὢν, περὶ τίνων βουλεύῃ· ὅτι περὶ ἀνθρώπων, ἄνθρωπος, οὐδὲν ἰδιάζον ἐν σεαυτῷ παρὰ τὴν κοινὴν κεκτημένος φύσιν. Μὴ προαποφαίνου τοῦ μέλλοντος. Ἐν ᾧ γὰρ καταψηφίζῃ τοῦ πάθους, τέως ἐν ἀλλοτρίῳ σώματι φαινομένου, ἀόριστον κατὰ πάσης τῆς φύσεως ἐκφέρεις ἀπόφασιν· μετέχεις δὲ καὶ σὺ τῆς φύσεως παραπλησίως τοῖς πᾶσιν. Οὐκοῦν ὡς ὑπὲρ κοινοῦ τοῦ πράγματος ὁ λόγος ἔστω.
that man in need of mercy whom the narrative says had become half-dead at the hands of the robbers. For if they were culpable for not turning towards the wounds swelling upon his naked body, how shall we be free from blame when we imitate the culpable? And yet what was there so great to behold in him who had fallen among robbers, compared with what the spectacle is in those captured by this affliction? You see a man refashioned through the grievous infirmity into the shape of a quadruped, taking up blocks of wood under his palms in place of hoof and claws, imprinting a strange track upon human paths; who could recognize from the track that a man had stamped such marks in his walk? Man, upright in form, looking unto heaven, possessing hands from nature for the service of works—this man is bent to the earth, and becomes four-footed, and falls little short of being without reason: roaring undertone violently from within out of his inward parts in thick and hoarse gasping; or rather, if one must dare to say so, becoming more wretched even than irrational beasts. For for the most part they preserve until the end their stamp from birth; and none of them has been shifted by any such misfortune into another stamp. Whereas this man, as though his nature had been altered, appears as something else, and not the customary living being: his hands take over for him the use of feet; his knees become his support, while his natural supports and ankles either drop away utterly, or, hung on at random like some skiff towed from without, are dragged along as chance may have it. Seeing the man in such a plight, then, do you not reverence your kinship? Do you not pity one of your own race? Rather, do you loathe his misfortune, and hate the suppliant, shunning his approach like the onrush of some wild beast? And yet you ought in fair-mindedness to reflect that an angel touches you, a man, and though incorporeal and immaterial, did not loathe one commingled with flesh and blood. Why do I speak of angels? Did not the Lord of angels Himself, the King of heavenly blessedness, become man for your sake, and clothe Himself with this foul-smelling and squalid flesh, together with the soul bound within it, so that He might heal your sufferings through His own touch? Yet you, who are the same in nature as the sick man, flee one of your own kin. Do not, brother, do not let evil counsel please you. Know who you are, and concerning whom you take counsel: that being a man, you deliberate concerning men, possessing nothing peculiar in yourself apart from our common nature. Do not pronounce ahead of the future. For in condemning the affliction that appears for the time being in another's body, you issue an indefinite verdict against all nature; and you too share in that nature in like manner with all. Let our reasoning, therefore, be as concerning a common matter.
Notes, col. 476

On the reading

Printed Ει, for Εἰ.

Printed λησταῖς, for λῃσταῖς.

Printed Οὐτοσὶ, for Οὑτοσὶ.

Printed εικῆ, for εἰκῇ.

Printed αιδῇ, for αἰδῇ.

PG 46:477Read from the page
Διὰ τί τοίνυν οὐδείς σοι τῶν φαινομένων οἶκτος εισέρχεται; Ὁρᾷς ἀνθρώπους νομάδας ὡσπερεὶ τὰ βοσκήματα πρὸς τὴν τῆς τροφῆς χρείαν ἐσκεδασμένους· ῥακία περικεκτημένα, τοῦτο ἡ ἐσθής· βακτηρία ἐν ταῖς χερσὶ, τοῦτο ὅπλον, τοῦτο ὄχημα· οὐδὲ αὐτὴ δικτύλοις κατεχομένη, ἀλλά τισιν ὀχάνοις πρὸς τὰς παλάμας συνδεδεμένη· πήρα ῥωγαλέα, καὶ ἄρτου τρύφος· ευρῶτι καὶ σηπεδόνι διεφθαρμένον· ἡ ἑστία, ὁ οἶκος, ἡ στιβὰς, ἡ κλίνη, τὸ ταμιεῖον, ἡ τράπεζα, πᾶσα ἡ τοῦ βίου παρασκευὴ, ἡ πήρα ἐστίν. Εἶτα, οὐ λογίζῃ, τίς ὁ ἐν τούτοις ὢν; Ὅτι ἄνθρωπος, ὁ κατ' εἰκόνα Θεοῦ γεγονὼς, ὁ κυριεύειν τῆς γῆς τεταγμένος, ὁ ὑποχείριον τὴν τῶν ἀλόγων ὑπηρεσίαν ἔχων· οὗτος εἰς τοῦτο συμφορᾶς καὶ μεταβολῆς προῆλθεν, ὥστε ἀμφίβολον τὸ φαινόμενον εἶναι, οὔτε ἀνθρώπου καθαρῶς, οὔτε τινὸς ἄλλου τῶν ζώων ἐναργῆ φέρων ἐφ' ἑαυτοῦ τὰ γνωρίσματα. Ἐὰν πρὸς ἄνθρωπον εἰκάσῃς, ἀρνεῖται τὴν ἀμορφίαν ὁ χαρακτὴρ ὁ ἀνθρώπινος· ἐὰν πρὸς τὰ ἄλογα τρέψῃς τὴν εἰκασίαν, οὐδὲ ἐκεῖνα τὴν ὁμοιότητα τοῦ φαινομένου προσίεται. Μόνοι τοιοῦτοι πρὸς μόνους ἑαυτοὺς βλέποντες, καὶ μετ' ἀλλήλων ἀγελαζόμενοι, διὰ τὴν ὁμοιοτροπίαν τοῦ πάθους· οἱ τοῖς μὲν ἄλλοις βδελυκτοὶ γινόμενοι, ἀλλήλους δὲ ὑπ' ἀνάγκης οὐ βδελυσσόμενοι. Πανταχόθεν γὰρ ἐξειργόμενοι, ἴδιος γίνεται δῆμος, πρὸς ἀλλήλους συῤῥέοντες. Ὁρᾷς τοὺς ἀτερπεῖς χορευτὰς, τὸν γοερὸν καὶ κατεστυγνσσμένον τοῦτον χορόν; Πῶς ἐμπομπεύουσι τοῖς ἑαυτῶν δυστυχήμασι; Πῶς θεατρίζουσιν ἐν αὐτοῖς ἀσχημονοῦσαν τὴν φύσιν, ὥσπερ τινὲς θαυματοποιοὶ τὰς πολυτρόπους ἀῤῥωστίας τοῖς συνιοῦσιν ἐπιδεικνύμενοι; Ποιηταὶ γοερῶν μελῳδημάτων, μελοποιοὶ τῶν πονηρῶν ἐκείνων ᾀσμάτων· τραγῳδοὶ τῆς κενῆς ταύτης καὶ δυστυχοῦς τραγῳδίας, οὐκ ἀλλοτρίοις τραγῳδήμασι πρὸς τὰ πάθη χρώμενοι· ἀλλὰ διὰ τῶν οἰκείων κακῶν τὴν σκηνὴν πληροῦντες. Οἷα τὰ σχήματα! οἷα τὰ διηγήματα! Τί δὲ λεγόντων ἀκούομεν; Πῶς παρὰ τῶν γεννησαμένων ἀπώσθησαν ἐπ' οὐδενὶ ἀδικήματι; Πῶς ἀπελαύνονται συλλόγων κοινῶν, ἑορτῶν τε καὶ πανηγύρεων, ὥσπερ ἀνδροφόνοι τινὲς, ἢ πατραλοῖαι, τῇ ἀειφυγίᾳ κατάκριτοι, μᾶλλον δὲ κἀκείνων παραπολὺ δυστυχέστεροι· εἴγε τοῖς ἀνδροφόνοις μὲν ἔξεστιν, ἀλλαχοῦ μεταστᾶσιν μετὰ ἀνθρώπων ζῆν· οὗτοι δὲ μόνοι τῶν πάντων ἁπανταχόθεν ἀπείργονται, ὡς κοινοί τινες ἀποδεδειγμένοι πολέμιοι· οὐ στέγης μιᾶς, οὐ τραπέζης κοινῆς, οὐ χρήσεως σκευῶν ἀξιούμενοι. Καὶ οὔπω τοῦτο δεινόν· ἀλλ' οὐδὲ πηγαὶ βρύουσι τούτοις πρὸς τοὺς ἀνθρώπους κοιναὶ, οὐδὲ ποταμοὶ πιστεύονται οὐδὲν ἐφέλκεσθαι τοῦ τῆς ἀῤῥωστίας μολύσματος. Κἂν κύων λάψῃ τοῦ ὕδατος τῇ αἱμοβόρῳ γλώσσῃ, οὐκ ἐνομίσθη βδελυκτὸν διὰ τὸ θηρίον τὸ ὕδωρ· ἐὰν ὁ ἄῤῥωστος προσεγγίσῃ τῷ ὕδατι, εὐθὺς ἀπεκηρύχθη καὶ τὸ ὕδωρ διὰ τὸν ἄνθρωπον. Ταῦτα διεξέρχονται, ταῦτα ὀδύρονται· διὰ τοῦτο ῥίπτουσιν ἑαυτοὺς κατ' ἀνάγκην πρὸς τῶν ἀνθρώπων οἱ δείλαιοι, ἱκέται παντὸς τοῦ παρατυγχάνοντος γινόμενοι. Πολλάκις ἐπεδάκρυσα τῷ σκυθρωπῷ τούτῳ θεάματι, πολλάκις πρὸς αὐτὴν τὴν φύσιν ἀπεδυσπέτησα· καὶ νῦν πρὸς τῇ
Why then does no pity at all for what appears before you enter into you? You see men roaming like cattle, scattered abroad for need of nourishment: tatters wrapped about them—that is their raiment; a staff in their hands—that is their weapon, that is their carriage, and not even that grasped by fingers, but bound fast to their palms by certain straps; a torn wallet, and a crust of bread spoilt with mould and rot; their hearth, their house, their pallet, their bed, their storeroom, their table, all the equipment of their life, is the wallet. Then do you not reckon who it is that is in this plight? That it is a man, one who came into being according to the image of God, one appointed to have dominion over the earth, one possessing the service of irrational creatures subject to his hand—that this man has advanced to such a pitch of calamity and alteration that what appears is doubtful, bearing clear tokens upon himself neither purely of a man nor of any other living creature. If you compare him to a man, the human stamp disowns the deformity; if you turn the comparison to irrational creatures, not even they admit the likeness of what appears. Such men alone look towards themselves alone, and herd together with one another on account of the sameness of their affliction: becoming loathsome to others, yet out of necessity not loathing one another. For being shut out from every side, they become a people of their own, streaming together to one another. Do you see the joyless dancers, this mournful and gloom-stricken chorus? How they parade their own misfortunes? How they exhibit as on a stage nature disgraced in them, like some wonder-workers displaying their manifold infirmities to those who gather round? Poets of mournful chants, composers of those wretched songs; tragedians of this empty and unhappy tragedy, employing no another's tragic lines for their sufferings, but filling the stage through their own woes. What postures! what tales! And what do we hear them saying? How they were driven away by those who begat them for no wrongdoing at all? How they are banished from common assemblies, from feasts and festivals, like some homicides or parricides condemned to perpetual exile—nay rather, far more unfortunate even than those: since homicides indeed are permitted, when they remove elsewhere, to live among men; whereas these alone of all are debarred from every quarter, like some declared common enemies, deemed worthy neither of a single roof, nor of a common table, nor of the use of vessels. And not yet is this the most dreadful thing; not even springs gush forth for them in common with men, nor are rivers trusted to draw off none of the taint of the infirmity. Even if a dog laps of the water with its blood-stained tongue, the water is not reckoned loathsome on account of the beast; if the sick man approaches the water, straightway the water too is proscribed on account of the man. These things they recount, these things they lament; on this account the wretched men fling themselves down out of necessity before men, becoming suppliants of every passer-by. Often have I shed tears at this grim spectacle; often have I chafed against nature itself; and now at the
Notes, col. 477

On the reading

Printed εισέρχεται, for εἰσέρχεται.

Printed δικτύλοις, for δακτύλοις.

Printed ευρῶτι, for εὐρῶτι.

Printed ὢν, for ὤν.

Printed κατεστυγνσσμένον, for κατεστυγνωσμένον.