μόντας τὸν ἐλέου δεόμενον ἐκεῖνον, ὅν φησι τὸ διήγημα ὑπὸ τῶν λῃστῶν ἡμιθανῆ γενέσθαι. Ει γὰρ ἐκεῖνοι ὑπαίτιοι, μὴ ἐπιστραφέντες πρὸς τὰς πληγὰς ἐν γυμνῷ τῷ σώματι διοιδούσας· πῶς ἡμεῖς ἀνεύθυνοι, τοὺς ὑπαιτίους μιμούμενοι; καίτοι τί τοσοῦτον ἦν ἐπὶ τοῦ τοῖς λησταῖς παραπεπτωκότος θεάσασθαι, οἷόν ἐστιν ἐπὶ τῶν ἑαλωκότων τῷ πάθει τὸ θέαμα; Ὁρᾷς ἄνθρωπον, διὰ τῆς πονηρᾶς ἀῤῥωστίας εἰς τετραπόδου σχῆμα μεταπλασσόμενον, ἀντὶ ὁπλῆς καὶ ὀνύχων, ξύλα ταῖς παλάμαις ὑπολαμβανόμενον, καινὸν ἴχνος ταῖς ἀνθρωπίναις ὁδοῖς ἐπιβάλλοντα· τίς ἂν ἐκ τοῦ ἴχνους ἐπιγνοίη, ὅτι ἄνθρωπος τοὺς τοιούτους τύπους ἐνεσημήνατο τῇ πορείᾳ; Ἄνθρωπος, ὁ τῷ σχήματι ὄρθιος, ὁ εἰς οὐρανὸν βλέπων, ὁ τὰς χεῖρας πρὸς τὴν τῶν ἔργων ὑπηρεσίαν παρὰ τῆς φύσεως ἔχων, οὗτος εἰς τὴν γῆν κλίνεται, καὶ τετράποδον γίνεται, καὶ μικρὸν ἀποδεῖ τοῦ ἄλογος εἶναι. Ἐν δασεῖ καὶ βραγχῶντι τῷ ἄσθματι, βιαίως ἔνδοθεν ἀπὸ τῶν σπλάγχνων ὑποβρυχόμενος· μᾶλλον δὲ, εἰ χρὴ τολμήσαντα εἰπεῖν, καὶ τῶν ἀλόγων γινόμενος ἀθλιώτερος. Τὰ μὲν γὰρ τὸν ἀπὸ γενέσεως χαρακτῆρα μέχρι παντὸς ὡς τὰ πολλὰ διεσώσατο· καὶ οὐδὲν τούτων ἔκ τινος συμφορᾶς τοιαύτης, εἰς ἕτερόν τινα χαρακτῆρα μετεκινήθη. Οὐτοσὶ δὲ, ὥσπερ ἀλλαχθείσης τῆς φύσεως, ἄλλο τι φαίνεται, καὶ οὐ τὸ σύνηθες ζῶον· αἱ χεῖρες αὐτῷ τὴν τῶν ποδῶν χρῆσιν καταλαμβάνουσι· τὰ γόνατα βάσις γίνονται, αἱ δὲ κατὰ φύσιν βάσεις, καὶ τὰ σφυρὰ, ἢ παντελῶς ἀποῤῥέουσιν, ἢ ὥς τι τῶν ἔξωθεν ἐφολκίων εικῆ παρηρτημένα, κατὰ τὸ συμβὰν ἐπισύρεται. Ἐν τοιούτοις τοίνυν βλέπων τὸν ἄνθρωπον, οὐκ αιδῇ τὴν συγγένειαν; οὐκ ἐλεεῖς τὸν ὁμόφυλον; ἀλλὰ βδελύσσῃ τὴν συμφορὰν, καὶ μισεῖς τὸν ἱκέτην, ὥσπερ θηρίου τινὸς προσβολὴν τὸν προσεγγισμὸν ἀποφεύγων; Καίτοι ἔδει εὐγνωμόνως ἀναλογίζεσθαι, ὅτι σοῦ τοῦ ἀνθρώπου ἄγγελος ἅπτεται, καὶ ἀσώματός τε καὶ ἄϋλος ὢν, τὸν σαρκὶ καὶ αἵματι ἐγκεκραμένον οὐκ ἐβδελύξατο. Τί δὲ ἀγγέλους λέγω; αὐτὸς ὁ τῶν ἀγγέλων Κύριος, ὁ τῆς οὐρανίας μακαριότητος βασιλεὺς διὰ σὲ ἄνθρωπος γέγονε, καὶ τὸ δυσῶδες τοῦτο καὶ ῥυπαρὸν σαρκίον, μετὰ τῆς ἐνδεδεμένης ἐν αὐτῷ ψυχῆς, ἑαυτῷ περιέθηκεν, ἵνα τὰ σὰ πάθη διὰ τῆς ἰδίας ἐπαφῆς ἐξιάσηται; Σὺ δὲ ὁ αὐτὸς ὢν κατὰ τὴν φύσιν τῷ ἀῤῥωστήσαντι, φεύγεις τὸν ὁμογενῆ. Μὴ, ἀδελφὲ, μὴ ἀρεσάτω σοι ἡ βουλὴ ἡ κακή. Γνῶθι τίς ὢν, περὶ τίνων βουλεύῃ· ὅτι περὶ ἀνθρώπων, ἄνθρωπος, οὐδὲν ἰδιάζον ἐν σεαυτῷ παρὰ τὴν κοινὴν κεκτημένος φύσιν. Μὴ προαποφαίνου τοῦ μέλλοντος. Ἐν ᾧ γὰρ καταψηφίζῃ τοῦ πάθους, τέως ἐν ἀλλοτρίῳ σώματι φαινομένου, ἀόριστον κατὰ πάσης τῆς φύσεως ἐκφέρεις ἀπόφασιν· μετέχεις δὲ καὶ σὺ τῆς φύσεως παραπλησίως τοῖς πᾶσιν. Οὐκοῦν ὡς ὑπὲρ κοινοῦ τοῦ πράγματος ὁ λόγος ἔστω.
that man in need of mercy whom the narrative says had become half-dead at the hands of the robbers. For if they were culpable for not turning towards the wounds swelling upon his naked body, how shall we be free from blame when we imitate the culpable? And yet what was there so great to behold in him who had fallen among robbers, compared with what the spectacle is in those captured by this affliction? You see a man refashioned through the grievous infirmity into the shape of a quadruped, taking up blocks of wood under his palms in place of hoof and claws, imprinting a strange track upon human paths; who could recognize from the track that a man had stamped such marks in his walk? Man, upright in form, looking unto heaven, possessing hands from nature for the service of works—this man is bent to the earth, and becomes four-footed, and falls little short of being without reason: roaring undertone violently from within out of his inward parts in thick and hoarse gasping; or rather, if one must dare to say so, becoming more wretched even than irrational beasts. For for the most part they preserve until the end their stamp from birth; and none of them has been shifted by any such misfortune into another stamp. Whereas this man, as though his nature had been altered, appears as something else, and not the customary living being: his hands take over for him the use of feet; his knees become his support, while his natural supports and ankles either drop away utterly, or, hung on at random like some skiff towed from without, are dragged along as chance may have it. Seeing the man in such a plight, then, do you not reverence your kinship? Do you not pity one of your own race? Rather, do you loathe his misfortune, and hate the suppliant, shunning his approach like the onrush of some wild beast? And yet you ought in fair-mindedness to reflect that an angel touches you, a man, and though incorporeal and immaterial, did not loathe one commingled with flesh and blood. Why do I speak of angels? Did not the Lord of angels Himself, the King of heavenly blessedness, become man for your sake, and clothe Himself with this foul-smelling and squalid flesh, together with the soul bound within it, so that He might heal your sufferings through His own touch? Yet you, who are the same in nature as the sick man, flee one of your own kin. Do not, brother, do not let evil counsel please you. Know who you are, and concerning whom you take counsel: that being a man, you deliberate concerning men, possessing nothing peculiar in yourself apart from our common nature. Do not pronounce ahead of the future. For in condemning the affliction that appears for the time being in another's body, you issue an indefinite verdict against all nature; and you too share in that nature in like manner with all. Let our reasoning, therefore, be as concerning a common matter.