Migne Reading Room

PG 46 · cols. 448–453 · Read from the page

Against usurers

Against usurers

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 46:448Read from the page
σιν κατεπείγουσιν, ἵνα θᾶττον τὸ χρυσίον ὑποδεξάμενοι, ἄλλον ἄθλιον δανείσματι καταδήσωσιν· κατὰ τοὺς σπουδαίους καὶ ἀπλήστους τῶν θηρευτῶν, οἳ μίαν κοιλάδα τοῖς δικτύοις κυκλώσαντες, καὶ πάντα τὰ ἐν αὐτῇ σαγηνεύσαντες θηρία, πάλιν ἐπὶ τὴν γείτονα φάραγγα μεθιστᾶσι τὰς στάλικας καὶ ἀπ' ἐκείνης ἐπὶ τὴν ἄλλην, καὶ μέχρι τοσούτου, μέχρις ἂν τὰ ὄρη τῶν θηρευμάτων κενώσωσιν. Ποίοις οὖν ὀφθαλμοῖς ὁ τοιοῦτος ἀναβλέπεις εἰς οὐρανόν; Πῶς δὲ αἰτεῖς ἄφεσιν ἁμαρτήματος; Ἢ τάχα ὑπ' ἀναισθησίας καὶ τοῦτο λέγεις εὐχόμενος, ὅπερ ἐδίδαξεν ὁ Σωτήρ, Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν; Ὢ πόσοι διὰ τόκον ἀγχόνης ἥψαντο, καὶ ῥεύμασι ποταμῶν ἑαυτοὺς ἐξέδωκαν, καὶ κουφότερον ἔκριναν τοῦ δανειστοῦ τὸν θάνατον, ἀφῆκαν δὲ παῖδας ὀρφανοὺς, κακὴν μητρυιὰν ἔχοντας τὴν πενίαν! Οἱ δὲ χρηστοὶ τοκογλύφοι οὐδὲ τότε τῆς ἐρήμου φείδονται οἰκίας, ἀλλ' ἕλκουσι τοὺς κληρονόμους, τάχα τὴν σχοῖνον μόνην τοῦ βρόχου κληρονομήσαντας, καὶ χρυσίον ἀπαιτοῦσι τοὺς τὸν ἄρτον ἐξ ἐράνου ποριζομένους. Ὀνειδιζόμενοι δὲ, ὡς εἰκὸς, ἐπὶ τῷ θανάτῳ τοῦ χρεώστου, καί τινων πρὸς δυσωπίαν μεμνημένων τοῦ βρόχου, οὐδὲ ἐγκαλύπτονται πρὸς τὸ δρᾶμα, οὐδὲ πλήττονται τὴν ψυχήν· ἀπὸ πικρᾶς δὲ γνώμης λόγους λέγουσιν ἀναιδεῖς. Καὶ ἠθῶν ἀδίκημα τοῦτο ἡμετέρων, εἰ ὁ κακοδαίμων καὶ ἀγνώμων ἐκεῖνος, μοχθηρᾶς γενέσεως λαχὼν, τῇ ἀνάγκῃ τῆς εἱμαρμένης πρὸς τὸν βίαιον ἤχθη θάνατον; Καὶ γὰρ καὶ φιλοσοφοῦσιν οἱ τοκογλύφοι, καὶ τῶν μαθηματικῶν Αἰγυπτίων γίνονται μαθηταὶ, ὅταν δεήσῃ ὑπὲρ τῶν ἐναγῶν αὐτῶν πράξεων καὶ τῶν φόνων ἀπολογήσασθαι.
urge on the sale, so that having the sooner received the gold, they may bind another wretch with a loan; after the manner of eager and insatiable hunters, who, having encircled a single valley with their nets and captured in a sweep all the wild beasts within it, shift their stakes over again to the neighbouring ravine, and from that one to another, and so on until they empty the mountains of their game. With what eyes, then, do you, being such a man, look up to heaven? And how do you ask remission of sin? Or perhaps out of insensibility you even utter this in prayer, which the Saviour taught: Forgive us our debts, as we also have forgiven our debtors? Oh, how many because of interest have laid hold of a halter, and given themselves over to the currents of rivers, and judged death lighter than the lender, leaving behind orphaned children having poverty as an evil stepmother! Yet the worthy interest-carvers do not even then spare the desolate house, but drag off the heirs, who perhaps inherited only the cord of the noose, and demand gold from those who procure their bread by charity. And when reproached, as is natural, over the death of the debtor, and when certain people mention the noose to put them to shame, they neither veil their faces at the deed, nor are they stricken in soul; but from an embittered mind they speak shameless words. And is this an offence of our character, if that ill-starred and senseless fellow, having obtained a wretched nativity, was led by the necessity of fate to a violent death? For the interest-carvers even philosophize, and become disciples of the Egyptian astrologers, whenever it is necessary to make defence for their accursed deeds and their murders.
Λεκτέον οὖν πρὸς ἕνα τῶν τοιούτων· Σὺ ἡ μοχθηρὰ γένεσις, σὺ ἡ κακὴ τῶν ἀστέρων ἀνάγκη. Εἰ γὰρ ἐπεκούφισας τὴν φροντίδα, καὶ μέρος μὲν ἀφῆκας τοῦ μέρους, μέρος δὲ ἐκομίσω μετὰ ἀνέσεως, οὐκ ἂν τὴν ἐπίμοχθον ζωὴν ἐμίσησεν, οὐδὲ αὐτὸς ἑαυτοῦ ἐγένετο δήμιος. Ἆρα ποίοις ὀφθαλμοῖς κατὰ τὸν καιρὸν τῆς ἀναστάσεως ὄψει τὸν φονευθέντα; Ἥξετε γὰρ ἀμφότεροι πρὸς τὸ τοῦ Χριστοῦ βῆμα, ἔνθα οὐ τόκοι ψηφίζονται, ἀλλὰ βίοι κρίνονται. Τί δὲ λέξεις ἐγκαλούμενος τῷ ἀδεκάστῳ κριτῇ, ὅταν σοι λέγηται· Εἶχες νόμον, προφήτας, εὐαγγελικὰ παραγγέλματα. Πάντων ἤκουες ὁμοῦ βοώντων μιᾷ φωνῇ τὴν ἀγάπην, τὴν φιλανθρωπίαν· καὶ τῶν μὲν λεγόντων· Οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου· τῶν δὲ, Τὸ ἀργύριον οὐκ ἔδωκεν ἐπὶ τόκον· ἄλλων, Ἐὰν δα-
One must therefore say to one of such men: You are the wretched nativity, you are the evil necessity of the stars. For if you had lightened his anxiety, and remitted a part of the portion, and recovered a part with forbearance, he would not have hated his toilsome life, nor would he have become his own executioner. With what eyes, then, at the season of the resurrection will you look upon the murdered man? For you will both come before the tribunal of Christ, where interests are not reckoned up, but lives are judged. And what will you say when accused before the incorruptible Judge, when it is said to you: You had the law, the prophets, the evangelical precepts. You heard them all crying aloud together with one voice love and humanity; some saying: You shall not lend at interest to your brother; others, He did not give his money upon interest; others, If you le-
PG 46:449Read from the page
νείσῃς τῷ ἀδελφῷ σου, οὐκ ἔσῃ αὐτὸν κατεπείγων. Ματθαῖος δὲ ἐν παραβολαῖς ἔκραξεν λέγων, Δεσποτικὸν λόγον ἀπαγγέλλων· Δοῦλε πονηρὲ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με. Οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα; Καὶ ὀργισθεὶς ὁ Κύριος παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ. Τότε σε καταλήψεται ἡ ἀνόνητος μεταμέλεια· στεναγμοὶ δὲ καταλήψονται βαρεῖς, καὶ κόλασις ἀπαραίτητος. Οὐδαμοῦ δὲ χρυσὸς βοηθῶν, οὐκ ἄργυρος ἐπαμύνων. Πικροτέρα δὲ χολῆς ἡ τῶν τόκων ἀνάδοσις. Ταῦτα οὐ ῥήματα φοβοῦντα, ἀλλὰ πράγματα ἀληθῆ, πρὸ τῆς πείρας τὸ κριτήριον διαμαρτυρόμενα, ἃ φυλάξασθαι τῷ σωφρονοῦντι καλὸν, καὶ ᾧ τοῦ μέλλοντος πρόνοια.
nd to your brother, you shall not press him hard. And Matthew in parables cried aloud saying, reporting the Master's word: Wicked servant, all that debt I forgave you, since you besought me. Ought you not also to have had mercy upon your fellow-servant, even as I had mercy upon you? And the Lord, provoked to anger, handed him over to the torturers, until he should pay back all that was owed to him. Then unprofitable remorse will seize you; and heavy groans will overtake you, and inexorable punishment. Nowhere will there be gold to help, nor silver to defend. Bitterer than gall is the returning of interests. These are not words meant to frighten, but true realities attesting the tribunal before the trial, against which it is good for the prudent man, and him who has forethought for the future, to guard.
Ἵνα δὲ μεταξὺ τῶν τοῦ Θεοῦ κριμάτων καί τι τῶν ἐν τοῖς καθ' ἡμᾶς χρόνοις συμβάντων ἐν οἰκίᾳ τοκογλύφου διηγησάμενος ὠφελήσω τι τοὺς ἀκούοντας, ἀκούσατε τοῦ λόγου, καὶ τάχα οἱ πολλοὶ τὴν ὑπόθεσιν ὡς γνώριμον ἐπιγνώσεσθε.
And so that, amid the judgements of God, by narrating also one of the things that happened in our own times in the house of an interest-carver I may in some way benefit the hearers, listen to the account, and perhaps many of you will recognize the subject as familiar.
Ἀνήρ τις ἦν ἐπὶ τῆσδε τῆς πόλεως (οὐκ ἐρῶ δὲ τοὔνομα, κωμῳδεῖν ὀνομαστὶ τὸν τελευτήσαντα φυλαττόμενος), τέχνην ἔχων τὰ δανείσματα, καὶ τὴν ἐκ τῶν μιαρῶν τόκων ἐπικαρπίαν. Τῷ πάθει δὲ συνεχόμενος τῆς φιλαργυρίας, φειδωλὸς ἦν καὶ περὶ τὴν ἰδίαν δαπάνην (τοιοῦτοι γὰρ οἱ φιλάργυροι), οὐ τράπεζαν αὐτάρκη παρατιθέμενος, οὐχ ἱματίων συνέχειαν, ἢ κατὰ χρείαν, ἀμείβων, οὐ τέκνοις παρέχων τὴν ἀναγκαίαν τοῦ βίου διαγωγὴν, οὐ λουτρῶν ταχέως μεταλαμβάνων, φόβῳ τοῦ μισθοῦ καὶ τῶν τριῶν ὀβολῶν· πάντα δὲ τρόπον ἐπινοῶν, ὅθεν ἂν πλέον τὸν ἀριθμὸν προαγάγοι τῶν χρημάτων. Οὔτε μὴν ἀξιόπιστόν τινα φύλακα τοῦ βαλαντίου ἐνόμιζεν, οὐ τέκνον, οὐ δοῦλον, οὐ τραπεζίτην, οὐ κλεῖν, οὐ σφραγῖδα, ταῖς δὲ τῶν τοίχων ὀπαῖς τὸ χρυσίον ἐμβάλλων, καὶ τὸν πηλὸν ἔξωθεν ἐπαλείφων, ἄγνωστον πᾶσιν εἶχεν τὸν θησαυρὸν, τόπους ἐκ τόπων ἀμείβων, καὶ τοίχους ἐκ τοίχων, καὶ τὸ λανθάνειν πάντας σοφιζόμενος εὐμηχάνως. Ἀθρόον ἀπῆλθε τοῦ βίου, οὐδενὶ τῶν οἰκείων ἐξαγορεύσας, ἔνθα ὁ χρυσὸς κατώρυκτο. Κατωρύχθη μὲν οὖν κἀκεῖνος τὸ κρύψαι κερδάνας. Οἱ δὲ παῖδες αὐτοῦ, πάντων ἔσεσθαι τῶν ἐν τῇ πόλει λαμπρότεροι διὰ πλοῦτον ἐλπίσαντες, ἠρεύνων πανταχοῦ, παρ' ἀλλήλων διεπυνθάνοντο, τοὺς οἰκέτας ἀνέκρινον, τὰ ἐδάφη τῶν οἴκων ἀνώρυττον, τοὺς τοίχους ὑπεκένουν, τὰς τῶν γειτόνων καὶ γνωρίμων οἰκίας ἐπολυπραγμόνουν, πάντα δὲ λίθον, τὸ τοῦ λόγου, κινήσαντες, εὗρον οὐδ' ὀβολόν. Διάγουσι
There was a certain man in this city (I will not tell his name, guarding against ridiculing by name one who has died), having loans as his trade, and the profit from polluted interests. Held fast by the passion of avarice, he was sparing even regarding his own expense (for such are covetous men), not setting before himself a sufficient table, not changing a series of garments save according to necessity, not providing his children with the necessary maintenance of life, not readily partaking of baths, out of fear of the fee and the three obols; but devising every way whence he might advance further the number of his moneys. Nor indeed did he deem anyone a trustworthy guardian of his purse, not child, not slave, not banker, not key, not seal, but casting his gold into the holes of the walls, and plastering clay over them on the outside, he kept his treasure unknown to all, changing places from places, and walls from walls, and ingeniously contriving to escape the notice of all. Suddenly he departed from life, having declared to none of his household where the gold had been buried. So he too was buried, having gained only the concealing of it. And his children, having hoped through wealth to be more splendid than all those in the city, searched everywhere, inquired of one another, examined the servants, dug up the floors of the houses, hollowed out the walls, pried into the houses of neighbours and acquaintances, and having left, as the saying goes, no stone unturned, they found not even an obol. They pass
PG 46:452Read from the page
δὲ τὸν βίον ἄοικον, ἀνέστιοι, πένητες, ἐπαρώμενοι, πολλὰ καθ' ἑκάστην τῇ τοῦ πατρὸς ματαιότητι.
a homeless life, hearthless, poor, cursing greatly each day the vanity of their father.
Ὁ μὲν δὴ φίλος ὑμῶν καὶ ἑταῖρος, ὦ τοκισταὶ, τοιοῦτος· ἀξίως τοῦ τρόπου καταστρέψας τὸν βίον, ἀνεμιαῖος χρηματιστὴς, ὀδύνῃ καὶ λιμῷ μοχθήσας, συναγαγὼν δὲ κληρονομίαν ἑαυτῷ μὲν τὴν αἰώνιον κόλασιν, τοῖς δὲ ἐξ αὐτοῦ τὴν πενίαν. Οὐκ ἴστε δὲ ὑμεῖς τίνι ἀθροίζετε ἢ μοχθεῖτε. Αἱ περιστάσεις πολλαὶ, οἱ συκοφάνται μυρίοι, ἐνέδρευταὶ καὶ λησταὶ γῆν διενοχλοῦσι καὶ θάλασσαν· ὁρᾶτε μὴ καὶ τὰς ἁμαρτίας κερδανεῖτε, καὶ τὸν χρυσὸν μὴ κατάσχητε. Ἀλλ' ἐπαχθὴς ἡμῖν οὗτός ἐστι, φασ⟨ὶ⟩ν (οἶδα γὰρ ὑμῶν τοὺς ὑπ' ὀδόντων γογγυσμοὺς, καὶ συνεχῶς ὑμᾶς στηρίζων ἐπὶ τοῦ βήματος)· ἐπιβουλεύει τοῖς εὐεργετουμένοις καὶ χρήζουσιν. Ἰδοὺ γὰρ οὐκέτι προησόμεθα δάνεισμα. Καὶ πῶς διάξουσιν οἱ στενούμενοι; Ἄξιοῖ τῶν πραγμάτων οἱ λόγοι, πρέπουσα ἡ ἀντίρῥησις τοῖς τῷ ζόφῳ τῶν χρημάτων ἐσκοτωμένοις. Οὔτε γὰρ τὸ τῆς διανοίας κριτήριον ἔχουσιν ἐρῥωμένον, ὡς συνιέναι τῶν λεγομένων. Πρὸς τοὐναντίον δὲ τῆς συμβουλῆς τῶν νουθετούντων ἀκούουσιν· ὡς γὰρ, ἐμοῦ λέγοντος, ἀπειλοῦσι τοῖς δεομένοις μὴ χρῆναι δανείζειν, οὕτως ὑπογογγύζοντες ἀπειλοῦσι τοῖς δεομένοις ἀποκλείσειν τὰς θύρας. Ἐγὼ πρῶτον μὲν τὸ δωρεῖσθαι κηρύσσω καὶ παραγγέλλω. Ἔπειτα καὶ τὸ δανείζειν παρακαλῶ. Δεύτερον γὰρ εἶδος δωρεᾶς δάνεισμα. Ποιεῖν δὲ τοῦτο μὴ μετὰ τόκων μηδὲ πλεονασμῶν, ἀλλὰ καθὼς ἡμῖν ὁ θεῖος διετάξατο λόγος. Ὁμοίως γὰρ ἔνοχος τιμωρίᾳ, καὶ ὁ μὴ διδοὺς δάνεισμα, καὶ ὁ μετὰ τόκων διδούς. Ἐπειδὴ τοῦ μὲν τὸ μισάνθρωπον, τοῦ δὲ τὸ καπηλικὸν κατακέκριται. Οἱ δὲ πρὸς τὴν ἐναντίαν αὐτομολοῦσιν ἀκρότητα, εἰς τὸ παντελὲς ἐφέξειν τὴν δόσιν ἐπαγγελλόμενοι. Ἔστι δὲ τοῦτο ἀναιδὴς ἔνστασις, πρὸς τὸ δίκαιον φιλονεικία μανιώδης, πρὸς Θεὸν ἔρις καὶ πόλεμος. Ἢ γὰρ οὐ δώσω, φησὶν, ἢ δανείζων ἔντοκον θήσομαι τὰ συνάλλαγμα.
Such indeed was your friend and comrade, O usurers: having brought his life to an end worthily of his character, a windy money-maker, having toiled in pain and famine, and having gathered as an inheritance for himself eternal punishment, and for his offspring poverty. Yet you do not know for whom you heap up or toil. Reversals of fortune are many, informers countless, ambushers and robbers harass land and sea; take heed lest you both gain the sins and fail to keep hold of the gold. But this man is irksome to us, they say (for I know your mutterings beneath your teeth, even while continually establishing you upon the tribunal): he plots against those who receive benefits and stand in need. For behold, we shall no longer put forth a loan. And how will those in straits get by? Worthy of their deeds are their words, fitting is the objection for those darkened by the gloom of wealth. For they do not even possess the faculty of judgement in their understanding sound enough to comprehend what is spoken. Rather they listen in the very opposite way to the counsel of those who admonish them; for just as, while I am speaking, they threaten the needy that one ought not to lend, so muttering under their breath they threaten to shut their doors against the needy. I, first of all, proclaim and enjoin giving freely. Next I also exhort lending. For a loan is a second kind of free gift. Yet one must do this without interests and without surcharges, even as the divine word ordained for us. For he who does not give a loan and he who gives with interests are alike liable to punishment: since the inhumanity of the former and the huckstering of the latter stand condemned. Yet they desert to the opposite extreme, promising to hold back from giving altogether. And this is a shameless resistance, a frantic contentiousness against justice, strife and warfare against God. For either I will not give, says he, or in lending I will make the contract interest-bearing.
Πρὸς μὲν οὖν τοὺς τοκογλύφους ἱκανῶς ὁ λόγος διηγωνίσατο, καὶ αὐτάρκως μοι τὰ τῆς κατηγορίας, ὡς ἐν δικαστηρίῳ, δείκνυται. Καὶ δοίη ὁ Θεὸς αὐταῖς τοῦ κακοῦ μεταμέλειαν. Πρὸς δὲ τοὺς προχείρως δανειζομένους καὶ τοῖς ἀγκίστροις τῶν τόκων ῥιψοκινδύνως ἑαυτοὺς περιπείροντας, οὐδένα ποιήσομαι λόγον, ἀρκεῖν αὐτοῖς κρίνας τὴν συμβουλὴν, ἣν ὁ θεσπέσιος Πατὴρ ἡμῶν Βασίλειος ἐν τῷ ἰδίῳ συγγράμματι σοφῶς ἐξεπόνησε, πλείονα πρὸς τοὺς ἀβούλως δανειζομένους, ἢ τοὺς πλεονεκτικῶς δανείζοντας ποιησάμενος λόγον.
Against the interest-carvers, then, our discourse has contended sufficiently, and the heads of the accusation have been adequately demonstrated by me, as in a court of justice. And may God grant them repentance from evil. As for those who hastily borrow and recklessly impale themselves upon the hooks of interests, I shall make no speech, judging that the counsel suffices for them which our divine Father Basil wisely wrought out in his own treatise, having devoted more of his discourse to those who borrow unadvisedly than to those who lend covetously.
Notes, col. 452

On the reading

Printed Ἄξιοῖ, for Ἄξιοι.

Printed τὰ συνάλλαγμα, for τὸ συνάλλαγμα.

Printed αὐταῖς, for αὐτοῖς.

PG 46:453Read from the page
Ὁ τῆς Ἐκκλησίας ταύτης πρόεδρος, καὶ οἱ τῆς ἀπλανοῦς εὐσεβείας καὶ τῆς κατ' ἀρετὴν πολιτείας διδάσκαλοι, πολλὴν ἔχουσι πρὸς τοὺς γραμματιστὰς καὶ τοὺς παιδευτὰς τῶν πρώτων στοιχείων τὴν ὁμοιότητα. Ὥσπερ γὰρ ἐκεῖνοι τοὺς νηπίους καὶ ψελλιζομένους ἔτι παῖδας παρὰ τῶν πατέρων δεξάμενοι, ηὐκ εὐθὺς ἐπὶ τὰ τελειότερα τῶν μαθημάτων ἄγουσιν, ἀλλὰ πρότερον ἐν τῷ κηρῷ τὸ ἄλφα χαράξαντες, καὶ τὰ ἑξῆς τῶν στοιχείων, τά τε ὀνόματα αὐτῶν εἰδέναι διδάσκουσι, καὶ τοῖς τύποις τοῖς γραφεῖσιν ἐνασκοῦσι τὴν χεῖρα· μετὰ δὲ τοῦτο ταῖς συλλαβαῖς προβιβάζουσι, καὶ τῶν ὀνομάτων ἑξῆς παιδεύουσι τὴν ἐκφώνησιν· οὕτως καὶ τῆς ἐκκλησίας καθηγεμόνες τοῖς στοιχ[ει]ώδεσι πρῶτον τῶν μαθημάτων προσάγοντες τὸν ἀκροατὴν, παρέχουσι τῶν τελειωτέρων τὴν γνῶσιν.
The president of this Church, and the teachers of unerring piety and of the way of life according to virtue, bear a great resemblance to schoolmasters and the instructors of the first elements. For just as those men, having received from their fathers children still infant and lisping, do not straightway lead them to the more perfect of studies, but first, having inscribed the alpha upon the wax, and the subsequent elements, teach them both to know their names and exercise their hand upon the forms that have been written, and after this advance them to syllables, and next train them in the pronunciation of words; so also the guides of the Church, leading the hearer first to the elementary studies, impart the knowledge of more perfect things.
Ἐπειδὴ τοίνυν ἐν δύο ταῖς προλαβούσαις ἡμέραις, τῆς φάρυγγος καὶ τῆς γαστρὸς τὴν φιληδονίαν ἐσωφρονίσαμεν, μή με οἰηθῆτε καὶ σήμερον τὰ συνήθη λέξειν, ὡς καλὸν καταφρονῆσαι κρεῶν, καὶ ἀποσχέσθαι τοῦ φιλογέλωτος οἴνου καὶ βακχευτοῦ· ἐπισχεῖν δὲ τοὺς μαγείρους, καὶ πᾶσαν τοῦ οἰνοχόου τὴν χεῖρα κάμνουσαν. Ταῦτα γὰρ ἐμοί τε ἱκανῶς εἴρηται, καὶ ὑμεῖς διὰ τῶν πραγμάτων ἐνεργὸν τὴν συμβουλὴν ἐπεδείξασθε. Τὸ δὲ πρῶτον μάθημα ἀσκηθεῖσιν [ἀσκούντων] ὑμῖν, καλὸν ἐκ προσαγωγῆς μεταδοῦναι τῶν μειζόνων καὶ ἀνδρικωτέρων λοιπὸν διδαγμάτων.
Since, therefore, on the two preceding days we chastened the pleasure-loving craving of the throat and of the belly, do not suppose that today also I am going to speak the customary things: how good it is to despise meats, and to abstain from laughter-loving and frantic wine; and to hold in check the cooks, and every hand of the cup-bearer wearied with toil. For these things have been spoken sufficiently by me, and you through your deeds have shown the counsel effective. And now that you have been trained [or: with you practising] in the first lesson, it is good step by step to impart hereafter a share of the greater and more manly teachings.
Ἔστι τοίνυν καὶ ἀσώματος νηστεία, καὶ ἄϋλος ἐγκράτεια ἡ περὶ ψυχὴν στρεφομένη ἀποχὴ τῶν κακῶν· καὶ δι' ἐκείνην ἡμῖν καὶ αὕτη ἐνομοθετήθη ἡ ἀποχὴ τῶν βρωμάτων. Νηστεύσατε τοίνυν ἀπὸ κακίας· ἐγ-
There is, then, also a bodiless fasting, and an immaterial self-control: the abstinence from evils that turns about the soul; and on account of that one was this abstinence from foods also enacted for us as a law. Fast, therefore, from wickedness; exercise self-
Notes, col. 453

On the reading

Printed ηὐκ, for οὐκ.