Migne Reading Room

PG 46 · cols. 415–425 · Read from the page

Against those who defer baptism

Against those who defer baptism

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 46:415Read from the page
τοῦτο τὸ καταξιωθῆναι τὸν Θεὸν ἰδεῖν. Πάσης γὰρ ἐλπίδος ἡ κορυφὴ, καὶ πάσης ἐπιθυμίας, εὐλογίας τε Θεοῦ, ἐπαγγελίας πάσης, καὶ τῶν ἀῤῥήτων ἀγαθῶν, τῶν ὑπὲρ αἴσθησίν τε καὶ γνῶσιν πεπιστευμένων, τὸ πέρας καὶ τὸ κεφάλαιον τοῦτό ἐστιν, ὃ καὶ ὁ Μωσῆς ἰδεῖν ἐπεπόθησε, καὶ πολλοὶ προφῆται καὶ βασιλεῖς ἐπεθύμησαν· ἀξιοῦνται δὲ μόνοι οἱ καθαροὶ τῇ καρδίᾳ, οἱ διὰ τοῦτο ὄντως μακάριοι καὶ ὄντες καὶ ὀνομαζόμενοι, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· ὧν ἕνεκα καὶ σὲ βουλόμεθα γενέσθαι συσταυρωθέντα Χριστῷ, παραστάντα τῷ Θεῷ ἁγνὸν ἱερέα, καὶ καθαρὸν θῦμα γενόμενον, ἐν πάσῃ καθαρότητι διὰ τῆς ἁγνείας ἑαυτὸν ἑτοιμάσαντα τῇ τοῦ Θεοῦ παρουσίᾳ· ἵνα καὶ αὐτὸς ἴδῃς τὸν Θεὸν ἐν καθαρᾷ τῇ καρδίᾳ, κατὰ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
this very being counted worthy to see God. For the summit of every hope, and of every desire, and of God's blessing, of every promise, and of the ineffable good things that are believed to be above both sense and knowledge—the goal and the chief point is this, which Moses also longed to see, and many prophets and kings desired; yet only the pure in heart are counted worthy of it, who on this account both truly are and are called blessed, because they themselves shall see God; for the sake of which things we wish you also to become crucified together with Christ, presenting yourself to God a chaste priest, and having become a pure victim, preparing yourself in all purity through chastity for the coming of God; that you also yourself may see God in a pure heart, according to the promise of our God and Saviour Jesus Christ, to Whom be the glory unto the ages of the ages. Amen.
ΤΟΥ ΑΥΤΟΥ ΓΡΗΓΟΡΙΟΥ ΠΡΟΣ ΤΟΥΣ ΒΡΑΔΥΝΟΝΤΑΣ ΕΙΣ ΤΟ ΒΑΠΤΙΣΜΑ.
Of the Same Gregory, Against Those Who Delay Baptism.
EJUSDEM S. GREGORII ADVERSUS EOS QUI DIFFERUNT BAPTISMUM ORATIO.
Oration of the Same St Gregory Against Those Who Defer Baptism.
Gentiano Herveto interprete.
With Gentian Hervet as translator.
Οἱ τῆς οἰκουμένης ταύτης βασιλεῖς, ἡνίκα ἂν νόμους συγγράψωσι τοὺς τῶν ἀνθρώπων βίους καλῶς κανονίζοντας, τοῖς ἄρχουσιν αὐτοὺς ἐγχειρίζοντες, δι' ἐκείνων κελεύουσι τοῖς ὑπηκόοις δημοσιεύεσθαι, ἵν' οὕτως ἀπαράβατα τὰ προστεταγμένα φυλάττοιτο. Ἔδωκε δὲ ὁ μέγας Θεὸς νόμους τοῖς τῶν Ἐκκλησιῶν ἡγεμόσιν, οὓς καθ' ἕκαστον ἐνιαυτὸν ἐν τοῖς καθήκουσι χρόνοις προφέροντες, ὑπαναγινώσκομεν ὑμῖν, καὶ τηρεῖν εἰς δύναμιν τὰ γεγραμμένα κελεύομεν. Ἰδοὺ τοίνυν ὁ τῶν ὅλων ἀγαθὸς οἰκονόμος, ὁ τοὺς ἐνιαυτοὺς ἀνακυκλῶν καὶ κυβερνῶν τὴν τῶν χρόνων περίοδον, ἤγαγεν ἡμέραν σωτήριον, καθ' ἣν σύνηθες ἡμῖν καλεῖν εἰς υἱοθεσίαν τοὺς ξένους, εἰς χάριτος μετουσίαν τοὺς πενομένους, εἰς κάθαρσιν ἁμαρτιῶν τοὺς ἐῤῥυπωμένους τοῖς πλημμελήμασι. Καὶ τοῦτό ἐστι τὸ ἀρχαῖον ἐκεῖνο κήρυγμα, τὸ προλαβὸν ὀλίγον τοῦ Σωτῆρος τὴν ἐπιφάνειαν· «Φωνὴ βοῶντος
The kings of this world, whenever they draw up laws rightly regulating the lives of men, handing them over to the magistrates, command through them that they be published to their subjects, that thus the things ordained may be kept inviolate. And the great God also gave laws to the leaders of the Churches, which we bring forth every year at the appointed seasons, read aloud to you, and bid you keep what is written to the utmost of your power. Behold, therefore, the good Steward of the universe, Who brings round the years in their cycle and steers the revolution of the times, has brought a saving day, on which it is our custom to call strangers to adoption as sons, the poor to participation in grace, those defiled with transgressions to the cleansing of sins. And this is that ancient proclamation, which preceded by a little the manifestation of the Saviour: 'The voice of one crying
PG 46:417Read from the page
ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. » Εἰ δὲ μήτε Ἰωάννης, μήτε Δαβὶδ ἐγὼ, ἀλλὰ ἡ ταπεινότης τοῦ ὑπηρέτου μὴ βλαπτέτω τοῦ Δεσποτικοῦ νόμου τὴν δύναμιν. Οὔτε γὰρ τοὺς γραμματέας τῶν νόμων αἰδούμενοι τοῖς διηγορευμένοις πειθόμεθα· ἀλλὰ δεδοικότες τοῦ Νομοθέτου τὴν ἐξουσίαν, ὑποκύπτομεν τοῖς προστάγμασιν. Ἦλθε χάρις βασιλικὴ δυσὶ τάγμασι θλιβομένοις χαριζομένη τὴν ἄνεσιν· τοῖς δεσμώταις λύσιν, τοῖς ὀφειλέταις συγχώρησιν. Καὶ διὰ τοῦτο κἀγὼ ἀμφοτέροις τοῖς τάγμασιν, τὰ κατάλληλα ἰατρεῖα ἀνοίγω· καὶ μετὰ πολλῆς πεποιθήσεως ὑπισχνοῦμαι τὴν ἐκ τῆς ἐπιμελείας βοήθειαν.
in the wilderness: Prepare the way of the Lord, make straight His paths." And even if I am neither John nor David, yet let not the lowliness of the servant impair the force of the Master's law. For neither is it out of respect for the scribes of the laws that we obey the things proclaimed; but fearing the authority of the Lawgiver, we bow beneath His ordinances. Royal grace has come, granting relief to two afflicted orders: release to the prisoners, forgiveness to the debtors. And on this account I too open the fitting lazarets to both orders, and with great confidence promise the help that comes from careful tending.
Ἵνα δὲ μὴ νομίσῃ τις πολυδάπανον τὴν θεραπείαν, αὐτὰ προλέγω τὰ φάρμακα οἷς ἐξιῶμαι τοὺς κάμνοντας. Τοῖς μὲν γὰρ δι' ὕδατος καὶ λουτροῦ ἐγγυῶμαι τὴν ὑγείαν, τῶν δὲ δι' ὀλίγων δακρύων ἐξαλείφω τὴν νόσον. Ἁπλῆ γὰρ ἡ μεταχείρησις, καὶ θεόπεμπτος ἡ δωρεὰ, καὶ μεγάλη ἀληθῶς ἡ ἐπιτυχία, χωρὶς καύσεως ἢ τομῆς χρονίων ἀπαλλαγῆναι τραυμάτων, ἃ κακῶς ἐπάθομεν ἐκ τῶν δηγμάτων τοῦ ὄφεως. Ἔλθετε οὖν, οἱ κεκακωμένοι, πρὸς τὴν ἑαυτῶν ἐπιμέλειαν, καὶ μὴ ῥᾳθυμίᾳ δότε τὸ πρᾶγμα. Νόσος γὰρ παλαιωθεῖσα καὶ ἐγχρονίσασα, τέχνης θεραπείας γίνεται κρείττων. Οἱ πένητες καὶ ἐνδεεῖς, σπεύσατε πρὸς τὴν διανομὴν τῶν βασιλικῶν χαρισμάτων· τὰ πρόβατα, πρὸς τὴν σφραγῖδα καὶ τὸ σημεῖον τοῦ σταυροῦ τὸ τῶν κακῶν ἀλεξητήριον. Δότε μοι τὰ ὀνόματα, ἵνα ἐγὼ μὲν αὐτὰ ταῖς αἰσθηταῖς ἐγχαράξω βίβλοις, καὶ γράψω τῷ μέλανι· Θεὸς δὲ ταῖς ἀφθάρτοις πλαξὶν ἐνσημήνηται, δακτύλῳ γράψας ἰδίῳ, ὥς ποτε τοῖς Ἑβραίοις τὸν νόμον.
And lest any one should suppose the healing to be costly, I proclaim beforehand the very medicines wherewith I heal the sick. For to the one class I pledge health through water and the laver, while of the other I wipe away the disease through a few tears. For simple is the treatment, and God-sent the gift, and great indeed the good fortune, without cautery or incision to be rid of chronic wounds which we have grievously suffered from the bites of the serpent. Come therefore, you who are afflicted, to the care of yourselves, and do not surrender the matter to indolence. For a disease grown old and inveterate prevails over the art of healing. You poor and needy, hasten to the distribution of the royal bounties; you sheep, to the seal and the sign of the cross, the averter of evils. Give me your names, that I for my part may engrave them in perceptible books and write them with ink, while God marks them upon incorruptible tablets, writing with His own finger, as once He wrote the law for the Hebrews.
« Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Λούσασθε, ἀφέλεσθε τὰς ἁμαρτίας ὑμῶν. » Ταῦτα ἐγράφη πρὸ πολλοῦ· οὐκ ἐπαλαιώθη δὲ τῶν γραμμάτων ἡ δύναμις, ἀλλ' ἀκμάζει καὶ καθ' ἡμέραν ἰσχύει. Ἐξέλθετε τοῦ δεσμωτηρίου, παρακαλῶ. Μισήσατε τὰ τῆς ἁμαρτίας σκοτεινὰ οἰκητήρια. Φεύγετε τὸν διάβολον, ὡς πικρὸν δεσμοφύλακα, ἐκ τῆς συμφορᾶς τῶν ἁμαρτωλῶν τρεφόμενον καὶ κερδαίνοντα. Ὡς γὰρ Θεὸς εὐφραίνεται ταῖς δικαιοσύναις ἡμῶν, οὕτως ἐφήδεται τοῖς παραπτώμασιν ὁ τῆς ἁμαρτίας αἴτιος. Ἔξω τοῦ παραδείσου τυγχάνεις, ὁ κατηχούμενος, κοινωνῶν τῆς ἐξορίας τῷ Ἀδὰμ τῷ προπάτορι. Νῦν δέ σοι τῆς θύρας ὑπανοιγομένης, εἴσελθε ὅθεν ἐξῆλθες, καὶ μὴ βραδύνῃς, μήπου θάνατος παρεμπεσὼν ἀποφράξῃ τὴν εἴσοδον. Ἡ κεφαλὴ λοιπὸν λευκαίνεται, τοῦ βίου τὸ θέρος ἐγγὺς, τάχα ἀκονᾶται καθ' ἡμῶν ἡ δρεπάνη, καὶ δέδοικα, μὴ καθευδόντων ἡμῶν καὶ ἐνασχολουμένων ταῖς ματαίαις ματαιότησιν, ἀθρόον ἐπιστῇ φοβερὸς ὁ τέμνων. Ἀλλ' ἐρεῖς ὁ νέος· Οὐδέπω γεγήρακα. Μὴ τοίνυν ἀπατηθήσῃ· θάνατος γὰρ προθεσμίαις ἡλικιῶν οὐχ ὁρίζεται, οὐδὲ φοβεῖται τοὺς ἐν ἀκμῇ, κατὰ δὲ γερόντων μόνον ἔχει τὸ κράτος. Καὶ τούτου μάθε τὴν καθημερινὴν πεῖραν διδάσκαλον. Ὁρᾷς γὰρ τὴν κλίνην τῆς ἐκφορᾶς, ὅπως ἀνω-
"Draw near to Him and be enlightened, and your faces shall by no means be put to shame. Wash yourselves, put away your sins." These things were written long ago; yet the force of the letters has not grown old, but flourishes and prevails day by day. Come forth from the prison, I beseech you. Hate the dark habitations of sin. Flee the devil as a bitter gaoler, who feeds upon and makes gain from the calamity of sinners. For just as God rejoices in our righteous deeds, so the author of sin exults over transgressions. You find yourself outside paradise, O catechumen, sharing exile with Adam our forefather. Now as the door is opening to you, enter whence you came out, and do not delay, lest death, falling in between, should bar the entrance. The head is already growing white, the harvest of life is near, perchance the sickle is being whetted against us, and I fear lest, while we sleep and busy ourselves with vain vanities, the dread reaper may suddenly stand upon us. But you who are young will say: Not yet have I grown old. Be not deceived, then; for death is not bounded by fixed terms of years, nor does it fear those in their prime and hold sway against old men alone. And of this learn daily experience as your teacher. For you see the bier of the funeral procession, how une-
PG 46:420Read from the page
μάλως, καὶ ὡς ἔτυχε, πᾶσαν ἡλικίαν ἐξάγει, σήμερον τὸν πρεσβύτην, αὔριον τὸ ἀνθοῦν καὶ χαρίεν μειράκιον, μετ' ὀλίγον τὸν αὐξανόμενον τοῦ ἰούλου, πάλιν τὸν ῥωμαλέον, καὶ ἀκμάζοντα, αὖθις τὴν γραῦν, ὁμοῦ τὴν κόρην. Ταῦτα ὁρῶντες, τὴν ἀδηλίαν ἀσφαλισώμεθα· Οὐ γάρ ἐστιν ἐργῶδες, ἵνα ἀσκὸς κενωθῇ τοῦ πνεύματος, μικρὸν ὑπανοιγέντος τοῦ στόματος, οὐδὲ δύσκολον ἄνθρωπον ἐν ἀκαρεῖ τὴν ψυχὴν προέσθαι.
venly, and as it chances, it carries forth every age: to-day the old man, to-morrow the blooming and graceful stripling, a little later him whose first down is growing, again the robust man in his prime, once more the old woman, together with the maiden. Seeing these things, let us make ourselves secure against uncertainty; for it is no laborious thing for a wineskin to be emptied of breath when its mouth is opened a little, nor hard for a man in an instant to yield up his soul.
Ὁρῶ ὅταν ποτὲ σεισμὸς ἐπιγένηται τῷ βίῳ, ἢ λιμὸς, ἢ πολεμίων καταδρομὴ, πάντας ἐπειγμένως ἐπὶ τὸ βαπτιστήριον σπεύδοντας, ἵνα μὴ κενοὶ τῆς χάριτος ἐξ ἀνθρώπων ἀπέλθωσιν. Τί οὖν; τὰ ἄλλα τὰ ποικίλα πάθη καὶ ἀπροσδόκητα οὐκ ἰσοδυναμεῖ τοῖς κακοῖς ἐκείνοις; Ἀποπληξίαι, παρακοπαὶ, πνίξεις ἀδόκητοι, πνευμάτων ἐνστάσεις, καὶ τὰ τούτων ἀκόλουθα; Οὐ βλέπομεν τοὺς ἐν τῷ τρέχειν πίπτοντας, ἐσθίοντας καὶ τελείως τῆς τροφῆς παυομένους, καθεύδοντας καὶ λανθανόντως τῷ ἀδελφῷ τοῦ ὕπνου τῷ θανάτῳ προσαγομένους; Ἀσφάλισαι τὸ ἀστάθμητον καὶ ἄδηλον τοῦ βίου. Μὴ ἐμπορεύου τὴν χάριν, ἵνα μὴ ἐκπέσῃς τῆς δωρεᾶς. Τοσαῦτα χρειώστησον, ὅσα δυνατὸν καὶ συγχωρηθῆναι, ὅσα καὶ τὴν φιλανθρωπίαν τοῦ βασιλέως οὐκ ἀποκλείσει. Καὶ γὰρ οἱ τῆς γῆς ἄρχοντες ὅταν τινὰ λάβωσιν ὑπεράγαν σπαθήσαντα τὰ δημόσια, καὶ τῶν βασιλικῶν χρημάτων ὑπὲρ κόρον κατατρυφήσαντα, τῆς μὲν ἀποδόσεως ἀπογινώσκουσι· κολάζουσι δὲ πικρῶς, ἀντὶ τῶν χρημάτων ταῖς τιμωρίαις ἀρκούμενοι. Πολλοὺς χρόνους ἐχαρίσω τῇ ἡδονῇ· δὸς καὶ τῇ φιλοσοφίᾳ σχολήν. Ἀπόδυσαι τὸν παλαιὸν ἄνθρωπον, ὡς ἱμάτιον ῥυπαρὸν, τὸ αἰσχρὸν, τὸ γέμον αἰσχύνης τὸ ἐκ τοῦ πλήθους τῶν ἁμαρτιῶν πολυκόλλητον, τοῖς οἰκτροῖς ῥακίοις περικεκεντημένον τῆς ἀνομίας. Δέξαι δὲ τὸ τῆς ἀφθαρσίας ἔνδυμα, ὅπερ ὁ Χριστός σοι διαπλώσας προτείνεται, καὶ μὴ ἀπώσῃ τὴν δωρεὰν, ἵνα μὴ ὑβρίσῃς τὸν δωρησάμενον. Ἐπὶ μακρὸν ἐνεκυλίσω τῷ βορβόρῳ· σπεῦσον, ἄνθρωπε, ἐπὶ τὸν ἐμὸν Ἰορδάνην, οὐκ Ἰωάννου καλοῦντος, ἀλλὰ Χριστοῦ προτρέποντος. Ὁ γὰρ τῆς χάριτος ποταμὸς ῥεῖ πανταχοῦ, οὐκ ἐν τῇ Παλαιστίνῃ τὰς πηγὰς ἔχων, καὶ εἰς τὴν γείτονα καλυπτόμενος θάλασσαν, ἀλλὰ πᾶσαν τὴν οἰκουμένην κυκλῶν, καὶ εἰσβάλλων εἰς τὸν παράδεισον· ἀντιπρόσωπος ῥέων τῶν τεσσάρων τῶν ἐκεῖθεν ἀποῤῥεόντων, καὶ πολὺ τιμιώτερα εἰσάγων εἰς τὸν παράδεισον τῶν ἐκεῖθεν ἐκφερομένων. Οἱ μὲν γὰρ φέρουσιν ἀρώματα, γεωργίαν, καὶ βλάστημα γῆς. Ὁ δὲ ἀνθρώπους εἰσφέρει γεννήματα πνεύματος. Ὅπου δ' ἂν ἑλκύσῃς, ἐκεῖ μεταῤῥεῖ, πρὸς πᾶσαν τὴν οἰκουμένην ἐξοχετεύεται, καὶ οὐ δαπανᾷ ἐν τοῖς μεριζομένοις τὸ ῥεῖθρον. Πηγὴν γὰρ ἔχει πλουσίαν τὸν Χριστὸν, καὶ ἀπ' ἐκείνου ῥέων, σύμπαντα πελαγίζει τὸν κόσμον. Γλυκὺς οὗτος καὶ πότιμος, οὐδὲν τῆς ἀηδοῦς ἅλμης ἐπισυρόμενος. Ἡδύνεται γὰρ τῇ ἐπιφοιτήσει τοῦ πνεύματος ὡς ἡ Μεῤῥὰ πηγὴ τῇ θήξει τοῦ ξύλου, διαβατὸς τοῖς εὐσεβέσι, τοῖς δὲ βεβήλοις ἀγχιβαθὴς καὶ ἀπρόσιτος. Μίμησαι τὸν Ἰησοῦν τὸν Ναυή. Βά-
I see, whenever an earthquake comes upon life, or famine, or an inroad of enemies, all men urgently hastening to the baptistery, lest they depart from among men empty of grace. What then? Are not the other varied and unexpected afflictions equal in force to those evils? Apoplexies, deliria, unlooked-for suffocations, obstructions of breath, and the things consequent upon these? Do we not see men falling while running, eating and ceasing utterly from nourishment, sleeping and unawares led away to death, the brother of sleep? Make yourself secure against what is unstable and uncertain in life. Do not traffic in grace, lest you fall away from the gift. Incur only so much debt as can also be forgiven, so much as will not shut out the loving-kindness of the King. For indeed the rulers of the earth, when they catch any one who has squandered the public funds beyond all measure and revelled in the royal moneys past satiety, despair of repayment, and punish bitterly, contenting themselves with penalties in place of the moneys. Many seasons have you gratified pleasure; give leisure also to philosophy. Put off the old man like a filthy garment, the base one, full of shame, patched together many times over out of the multitude of sins, quilted round with the pitiable rags of iniquity. And receive the raiment of incorruption, which Christ unfolds and holds out to you, and do not thrust away the gift, lest you insult the Giver. For long have you wallowed in the mire; hasten, O man, to my Jordan, not at John's call, but at Christ's exhortation. For the river of grace flows everywhere, not having its springs in Palestine and hiding itself in the neighbouring sea, but encircling the whole habitable world and pouring into paradise; flowing opposite to the four rivers that flow forth thence, and bringing into paradise things far more precious than those carried out thence. For those bring spices, tillage, and the offshoot of earth; whereas this brings in men begotten of the Spirit. Whithersoever you draw it, thither it shifts its course; it is channelled out to the whole habitable world, and does not spend its stream among those to whom it is parted. For it has Christ as a rich spring, and flowing from Him it floods the whole world like a sea. Sweet is this river and drinkable, drawing along nothing of unpleasant brine. For it is sweetened by the visitation of the Spirit, as the spring of Marrah by the touch of the wood, fordable to the devout, but steep-banked and unapproachable to the profane. Imitate Jesus the son of Nun. Bear
Notes, col. 420

On the reading

Printed χρειώστησον, for χρεώστησον.

PG 46:421Read from the page
στασον τὸ Εὐαγγέλιον, ὡς ἐκεῖνος τὴν κιβωτόν· ἄφες τὴν ἔρημον, τὴν ἁμαρτίαν· περαιώθητι τὸν Ἰορδάνην· σπεῦσον εἰς τὴν κατὰ Χριστὸν πολιτείαν, εἰς τὴν γῆν τὴν γόνιμον τῶν εὐφραινόντων καρπῶν, τὴν ῥέουσαν, κατὰ τὴν ἐπαγγελίαν, μέλι καὶ γάλα· κατάλυσον τὴν Ἰεριχὼ, τὴν παλαιὰν συνήθειαν, μὴ ἀφῇς αὐτῆς ὀχύρωμα· ἐκ θεμελίων λῦσον τῶν ἁμαρτωλῶν λογισμῶν τὴν μητέρα· ποίησον τοὺς δολεροὺς Γαβαωνίτας οἰκέτας τοῦ Ἰσραὴλ, τουτέστι, δούλους τοὺς πονηροὺς λογισμοὺς τοῦ κατὰ τὸ Εὐαγγέλιον βίου· λιθοβολείσθω ὁ σοφιστὴς καὶ πλεονέκτης Ἄχαρ· ὁ τὴν γλῶσσαν τὴν χρυσῆν ὑφελόμενος. Οὗτος δέ ἐστιν ἐκεῖνος ὁ τῆς τιμίας ἐντολῆς ἀφανίσας τὴν τήρησιν. Πάντα ἐκεῖνα τύπος ἡμέτερος, πάντα προμηνύματα τῶν νῦν φαινομένων πραγμάτων.
the Gospel, as that man bore the ark; leave the wilderness, which is sin; cross over the Jordan; hasten into the way of life according to Christ, into the land fruitful in gladdening fruits, flowing according to the promise with honey and milk; cast down Jericho, the old habit, do not leave its stronghold standing; raze from the foundations the mother of sinful thoughts; make the crafty Gibeonites household servants of Israel, that is, make wicked thoughts slaves of the life according to the Gospel; let the sophist and greedy Achar be stoned, who filched the wedge of gold. And this man is he who did away with the keeping of the precious commandment. All those things were a type of us, all foretokens of the things now appearing.
Ἀπόλυσον λοιπὸν τοῦ βίου σου τὸν γαστρίμαργον κόρακα· δὸς τῇ περιστερᾷ καιρὸν ἐπιπτῆναί σοι· ἣν πρῶτος Ἰησοῦς τυπικῶς ἐξ οὐρανοῦ κατήγαγε, τὴν ἄδολον, τὴν πραϋτάτην, τὴν πολύγονον· ἥτις ἐπειδὰν εὕρῃ ἄνδρα κεκαθαρμένον ὡς πύριον καλῶς ἠσκημένον, εἰσοικίζεται, καὶ ἐπωάζουσα πυροῖ τὴν ψυχὴν, καὶ πολλὰ τίκτει καὶ εὐχαρῆ τὰ ἑαυτῆς τέκνα. Ταῦτα δέ εἰσιν ἀγαθαὶ πράξεις καὶ λόγοι σεμνοὶ, πίστις, εὐσέβεια, δικαιοσύνη, σωφροσύνη, ἁγνεία, καθαρότης. Ταῦτα τέκνα τοῦ πνεύματος, κτήματα δὲ ἡμέτερα. Μέχρι πότε μαθητὴς τῶν πρώτων στοιχείων; Ἄνοιξόν σου τὴν ψυχὴν ὡς δέλτον, καὶ συγχώρησον ἡμῖν ἐγχαράξαι μάθημα τέλειον· μὴ ἀεὶ μετὰ τῶν παίδων ψελλίζου· μὴ νηπιώδης τὴν φρένα. Ἐρυθριῶ ὑπὲρ σοῦ, ὅτι γηράσας λοιπὸν μετὰ τῶν κατηχουμένων ἐκβάλλῃ, ὡς παιδάριον ἄνουν καὶ οὐκ ἐχέμυθον, μέλλοντος μυστηρίου λαλεῖσθαι. Ἑνώθητι τῷ μυστικῷ λαῷ καὶ μάθε λόγους ἀποῤῥήτους. Φθέγξαι μεθ' ἡμῶν ἐκεῖνα, ἃ καὶ τὰ ἑξαπτέρυγα Σεραφὶμ μετὰ τῶν τελείων Χριστιανῶν ὑμνοῦντα λέγει. Ἐπιθύμησον τροφῆς ἐνδυναμούσης ψυχήν· γεῦσαι πόματος καρδίαν εὐφραίνοντος· ἐράσθητι μυστηρίου εἰς νεότητα τοὺς παλαιοὺς ἀοράτως ἀμείβοντος. Μίμησαι τὸν Αἰθίοπα τὸν εὐνοῦχον τῆς ζεούσης ἐπιθυμίας. Καὶ γὰρ ἐκεῖνος ἐπειδὴ τὸν Φίλιππον προσαχθέντα παρὰ τοῦ Πνεύματος σύνεδρον ἐπὶ τοῦ ἅρματος ἔλαβεν, ὁδοῦ δὲ πάρεργον ἔμαθε μὴ ἀναγινώσκειν μόνον, ἀλλὰ καὶ γινώσκειν τὸν σοφὸν Ἠσαΐαν· ἐγεύσατο δὲ διὰ τῆς ἑρμηνείας ὡς ἀγαθὸς σκύλαξ τοῦ αἵματος καὶ τοῦ σφαγέντος ἀμνοῦ· σφοδρῶς τοῦ Φιλίππου καθυλάκτησεν, μέχρις οὗ πρὸς τὴν τελείαν αὐτὸν θήραν τῆς ἐν χερσὶ προφητείας ὡδήγησεν· αὐτοσχέδιον δὲ τὸ βάπτισμα ζητήσας ἔλαβεν, οὔτε καταγωγίαν ἀναμείνας, οὔτε πόλιν ἢ κώμην, ἢ τὸν τόπον ἁγιάσματος ἐκδεξάμενος, λογισάμενος δὲ σωφρόνως, ὅτι πᾶς τόπος τοῦ κοινοῦ Δεσπότου, καὶ πᾶν ὕδωρ ἐπιτήδειον εἰς τὴν τοῦ βαπτίσματος χρείαν, μόνον ἐὰν εὕρῃ πίστιν τοῦ λαμβάνοντος, καὶ εὐλογίαν τοῦ ἁγιάζοντος ἱερέως. Μὴ παροξύνῃς τὸν βαπτιστὴν βραδύνων, μηδὲ παροργίσῃς αὐτὸν ἡμέραν ἐξ ἡμέρας ἀναβαλλόμενος, καὶ δαπανῶν ἐν ὑποσχέ-
Dismiss then from your life the gluttonous raven; give the dove a season to fly down upon you, which Jesus first brought down figuratively out of heaven, the guileless, the most gentle, the fruitful in offspring; which, whenever it finds a man cleansed like some fiery metal well wrought, takes up its abode within, and brooding kindles the soul with fire, and brings forth many and graceful children of its own. And these are good deeds and reverend words, faith, godliness, righteousness, sobriety, chastity, purity. These are children of the Spirit, and our possessions. Until when will you be a learner of the first elements? Open your soul like a writing-tablet, and allow us to engrave a perfect lesson; do not always lisp with the children; be not infantile in mind. I blush on your behalf, that having already grown old you are cast out with the catechumens like a witless child unable to keep secret, when a mystery is about to be spoken. Be united to the mystic people and learn unutterable words. Utter with us those things which the six-winged Seraphim also speak, singing hymns together with perfect Christians. Long for nourishment that strengthens the soul; taste of drink that gladdens the heart; fall in love with a mystery that invisibly changes the aged into youth. Imitate the Ethiopian eunuch in his boiling desire. For he too, when he took Philip, brought to him by the Spirit, to sit beside him upon his chariot, and as a by-work of the road learned not only to read, but also to understand the wise Isaiah, and tasted through the interpretation, like a good hound, of the blood and of the slain Lamb, bayed vehemently at Philip until he led him to the complete quarry of the prophecy in his hands; and seeking immediate baptism he received it, neither waiting for a lodging-place, nor looking out for city or village or place of sanctuary, but reasoning prudently that every place belongs to the common Master, and every water is fit for the need of baptism, if only it find faith in him who receives and the blessing of the sanctifying priest. Do not provoke the baptizer by delaying, nor anger him by putting off day after day, and spending in promi-
Notes, col. 421

On the reading

Printed πύριον, for ἀργύριον.

PG 46:424Read from the page
σεσι τὸν ῥέοντα χρόνον, μήποτέ σου ταῖς ὁμοίαις φωναῖς Ἰωάννου καθίκηται, γέννημά σε ὀνομάζων ἐχίδνης, ἢ ἀσπίδα κωφὴν, πρὸς τὴν φωνὴν τοῦ ἐπάδοντος ἀγριαίνουσαν, ἢ τὴν ἀξίνην σοι δείξῃ τεθηγμένην καὶ στίλβουσαν, παρακειμένην τῷ δένδρῳ, καὶ τὴν τομὴν ἀπειλοῦσαν. Αἱρετώτερον ἐν κακῶν ἐκλογῇ ἀξιωθέντα τινὰ τοῦ σωτηρίου λουτροῦ, γενέσθαι πάλιν ἐν ἁμαρτήματι, ἢ τῆς χάριτος ἀμέτοχον τελευτῆσαι τὸν βίον. Τὸ μὲν γὰρ πλημμέλημα τυχὸν καὶ συγγνώμης ἢ φιλανθρωπίας ἀξιωθήσεται, ἧς πολλὴ παρὰ τῶν ἀγαθῶν ἐλπίς· τὸ δὲ παντάπασιν ἀπηγορευμένην ἔχειν τὴν σωτηρίαν ἐξ ἀποφάσεως ὡρισμένης· ὅταν γὰρ ἀκούσω τῆς ἀψευδοῦς φωνῆς λεγούσης, « Ἀμὴν, ἀμὴν λέγω σοι· ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ, » οὐδὲν δύναμαι τοῖς ἀμυήτοις προσδοκῆσαι χρηστόν. Τίνος γὰρ ὄντως συγγνώμης δίκαιον τοῖς τοιούτοις μεταδιδόναι, οἳ τὴν βασιλικὴν χάριν ἐνύβρισαν, μὴ δεξάμενοι τὰς ἀποκοπὰς τῶν χρεῶν, μηδὲ προσκυνήσαντες τὴν ἐλευθερίαν καὶ ἀσπασάμενοι, αὐτεπάγγελτον πρὸς αὐτοὺς ἐλθοῦσαν ἐξ οὐρανῶν· διὰ δὲ τῆς καταφρονήσεως τοῦ δώρου, τὸν δωρησάμενον ἀτιμάσαντες; Ψυχὴν ἀφώτιστον καὶ τῇ χάριτι τῆς παλιγγενεσίας μὴ κοσμηθεῖσαν, οὐκ οἶδα οὐδὲ εἰ ἄγγελοι μετὰ τὸν χωρισμὸν τοῦ σώματος ὑποδέχονται. Πῶς γὰρ τὴν ἀσφράγιστον, τὴν μηδὲν τῆς δεσποτείας ἐπίσημον φέρουσαν; Ἢ εἰκὸς ἐμφέρεσθαι τῷ ἀέρι πλανωμένην καὶ ἀλητεύουσαν, καὶ ἀζήτητον, ὡς ἀδέσποτον· ἐπιθυμοῦσαν ἀναπαύσεως καὶ μονῆς, καὶ μὴ εὑρίσκουσαν ὀδυρομένην ἀνόνητα, καὶ μεταμελομένην ἄπρακτα· ὁμοίαν τῷ πλουσίῳ, ὃν πορφύρα, καὶ βύσσος ἠμφίαζεν, τρυφὴ δὲ παντοία καὶ ἀπόλαυσις ἁβροδίαιτος ἔτρεφεν, ὕλην τοῦ ἀσβέστου πυρός.
ses the fleeting time, lest haply he come down upon you with voices like John's, naming you offspring of a viper, or a deaf asp growing savage at the voice of the charmer, or show you the axe whetted and glittering, lying beside the tree and threatening to cut it down. It is more choiceworthy, in a choice of evils, for one who has been counted worthy of the saving laver to fall again into a transgression, than to end one's life without share in grace. For the offence perchance will even be counted worthy of pardon or loving-kindness, whereof there is great hope among good men; whereas the other has salvation altogether barred by a fixed sentence; for when I hear the unerring voice saying, "Amen, amen I say to you: unless a man be born from above, he cannot see the kingdom of God," I am unable to expect anything good for the uninitiated. For of what pardon indeed is it just to grant a share to such men, who insulted the royal grace, neither accepting the cancellations of debts, nor doing homage to and welcoming freedom when of its own accord it came down to them out of heaven, but through contempt of the gift dishonouring the Giver? A soul unillumined and unadorned with the grace of regeneration, I do not even know whether angels receive after its separation from the body. For how could they receive the unsealed soul, bearing no badge of lordship? Or likely it is borne about in the air wandering and roaming, unsought for, as masterless; longing for rest and abiding, and finding none, wailing in vain, and repenting bootlessly; like the rich man whom purple and fine linen clothed, and whom every sort of luxury and soft-living enjoyment nourished as fuel for the unquenchable fire.
Ἐθέλω δὲ ὑμῖν εἰπεῖν τινα καὶ λόγον ἀνδρὸς ἀθλίου, ἀποτυχόντος τῆς μεγάλης ἐλπίδος, καὶ ζητοῦντος ὕδωρ ἐν ἀνύδρῳ καιρῷ. Πρώην γὰρ ἡνίκα ἡ καταδρομὴ τῶν νομάδων Σκυθῶν, πολλὴν σὺν τοῖς οἰκοῦσι χώραν ἠφάνισεν, ἐπὶ τῆς Κομαναίων πόλεως ταύτης ἀστυγείτονος τὰ προάστεια τῶν βαρβάρων ληϊζομένων, ἀνήρ τις νέος τῶν εὐπατριδῶν, Ἀρχίας τοὔνομα, ὃν καὶ αὐτὸς ἀκριβῶς ἠπιστάμην περιαλγεῖν τοῖς τε ἰδίοις καὶ κοινοῖς τῆς πατρίδος κακοῖς ἐξῆλθε τῆς πόλεως καὶ τοῦ φρουρίου, ὡς κατοπτεῦσαι ἀκριβῶς, πόσοι μὲν οἱ ληοῦντες βάρβαροι, τίνα δὲ τὰ συμβαίνοντα πάθη· καὶ περιπεσὼν τοῖς πολεμίοις κατετοξεύθη. Πεσὼν δὲ καὶ πρὸς τὸν θάνατον ἐπειγόμενος, ὡς εἶχε δυνάμεως, ἀνεβόα (καὶ γὰρ ἦν τῶν ἀμυήτων)· Ὄρη καὶ νάπαι, βαπτίσατε· δένδρα, καὶ πέτραι, καὶ πηγαὶ, δότε τὴν χάριν. Καὶ ταῖς οἰκτραῖς φωναῖς ταύταις ἐπετελεύτησεν. Ἃς καὶ ἡ πόλις μαθοῦσα, πλέον τῆς συμφορᾶς τῆς κατὰ τὸν πόλεμον ἀπεθρήνησεν. Παραπλήσιοι δὲ τούτῳ καὶ οἱ παρὰ τῶν νόσων ἀθρόως πιεζόμενοι. Ὅταν γὰρ ὁ χθὲς ὑγιαίνων καὶ μακροὺς ἑαυτῷ τοὺς χρόνους τῆς
And I wish to tell you also a story of a wretched man who missed the great hope, and sought water in a waterless season. For lately, when the inroad of the nomad Scythians wiped out much country together with its inhabitants, while the barbarians were plundering the suburbs at this neighbouring city of the Comanians, a certain young man of noble birth, Archias by name, whom I myself also knew well to be sorely grieved at both the private and the common woes of his fatherland, went out from the city and the fort, so as to spy out accurately how many were the ravaging barbarians and what the sufferings taking place; and falling in among the enemy, he was shot down with arrows. And having fallen and hastening towards death, with all the strength he had he cried aloud (for he was one of the uninitiated): "Mountains and glens, baptize me; trees, and rocks, and springs, give me the grace!" And with these pitiable cries he breathed his last. Learning of which, the city also bewailed them more than the calamity of the war. And much like this man are those too who are suddenly hard pressed by diseases. For when he who yesterday was in health and was mapping out for himself long seasons of
Notes, col. 424

On the reading

Printed ληοῦντες, for δηοῦντες.

PG 46:425Read from the page
ζωῆς διαγράφων πάθῃ τὸ τοῦ παλαιοῦ ματαιόφρονος, καὶ λεχθῇ πρὸς αὐτὸν ἐκ τῆς ἀπογνώσεως, ὅτι ταύτῃ τῇ νυκτὶ ἡ ψυχή σου τοῦ σώματος λύεται, τότε θόρυβος καὶ κραυγή· καὶ πάντα ἐν ῥοπῇ καιροῦ ὀξέως ζητεῖται, τὰ σκεύη, τὸ ὕδωρ, ὁ ἱερεὺς, ὁ λόγος ὁ πρὸς τὴν χάριν προευτρεπίζων, ὃν ἀπαιτεῖ μὲν ἡ χρεία, ἐπισκοτεῖ δὲ ἡ νόσος, σφοδρὸν καὶ ἀνένδοτον ἐργαζομένη τὸ ἆσθμα. Καὶ ποιεῖ τὸν θόρυβον τῆς κατὰ πόλεμον συνοχῆς οὐκ ἐλάττονα· πάντες δὲ οἱ κατὰ τὴν οἰκίαν ἀλλήλοις ἀπαντῶντες ἐκρήγνυνται· καὶ ὠθισμός ἐστι, καὶ ταραχὴ, καὶ θρόος γοώδης καὶ ἄσημος, ὥσπερ ἐν νυκτομαχίᾳ ἀλλήλοις ἐμπλεκομένων, δούλων, συγγενῶν, φίλων, τῶν παίδων, τῆς γαμετῆς. Ὡς ἔτι τοίνυν καιρὸς εἰρήνης, τὰ καθ' ἑαυτοὺς σωφρόνως διαθώμεθα. Ἐν σχολῇ καὶ γαλήνῃ τοῦ βίου δέξασθε τὴν τοῦ Χριστοῦ δωρεὰν, ὅτε καὶ ὁ λαμβάνων τὴν ὑψηλὴν καὶ ἀσύγκριτον εὐεργεσίαν μεθ' ἡδονῆς τῷ καταλόγῳ τῶν υἱοθετουμένων συναριθμεῖται, καὶ οἱ γνώριμοι πάντες τὴν ἐκείνου πρὸς τὸ κρεῖττον μεταποίησιν ἐξαίρετον χαρὰν καὶ εὐφροσύνην ποιοῦνται.
life suffers the fate of the vain-minded man of old, and out of despair it is said to him, "This night your soul is loosed from the body," then there is tumult and shrieking; and in the turn of a moment everything is keenly sought for—the vessels, the water, the priest, the discourse that prepares beforehand for grace, which need indeed demands, while the disease clouds it over, making his gasping vehement and unremitting. And it makes the tumult no less than the distress of war; and all those in the household, meeting one another, burst forth; and there is jostling, and confusion, and a mournful and indistinct murmur, as in a night-battle, as slaves, kinsfolk, friends, the children, the wife become entangled with one another. While there is still a season of peace, then, let us prudently set our own affairs in order. In leisure and calm of life receive the gift of Christ, when both he who receives the lofty and incomparable benefit is numbered with pleasure on the roll of those adopted as sons, and all his acquaintances make his transformation for the better an especial joy and gladness.
Ἀλλὰ δέδοικα, φησὶ, τὸ τῆς φύσεως ἡμῶν εἰς ἁμαρτίαν εὔκολον, καὶ διὰ τοῦτο πρὸς τὴν χάριν τῆς παλιγγενεσίας βραδύνω. Εὐπρόσωπον μέν σου τῆς δειλίας τὸ πρόσχημα, καὶ καλῶς σαυτὸν κατασχηματίζεις τῷ τῆς εὐλαβείας πλάσματι· ἀλλά σοι σύντομος ἐρώτησις προσαχθεῖσα ἀρκέσει προγυμνῶσαι τὴν σκηνὴν εὐκόλως. Ἐπεὶ γὰρ, ὁ δεδοικέναι λέγων τὴν ἁμαρτίαν, κατηχούμενος ὑπάρχεις, τίνα ἄρα ζῇς βίον ἀκατηγόρητον, ἢ τὸν ἀναμάρτητον, ἢ τὸν ἐν ἁμαρτίαις; Εἰ μὲν γὰρ τὸν ἀναμάρτητον, τί δειλιᾷς τὸ βάπτισμα, καὶ πρὸ ἐκείνου τηρῶν τὴν νομοθετημένην ἀκρίβειαν; Εἰ δέ σοι ἀκάθαρτος καὶ ἀφύλακτος ἡ ζωὴ βραδύνων ἐν ἀνομίαις, καὶ τῇ μακρᾷ συνηθείᾳ ἕξιν κτώμενος τοῦ κακοῦ, πρόδηλον ὅτι τὴν ἐσχάτην ἀναμένεις ἀναπνοήν· ἵνα τῷ βαπτίσματι παραληφθέντι κατὰ τὴν τελευταίαν ὥραν συντελεσθῇ ἡ ζωή. Τοῦτο δέ ἐστι καινὴ καὶ παράδοξος ἐμπορία, οὐ χρυσοῦ καὶ ἐσθῆτος, ἀλλὰ πλήθους ἀνομιῶν καπηλεία περίεργος τῆς κατὰ ψυχὴν καθάρσεως. Καὶ καθάπερ οἱ χοῖροι πηλὸν ἐκ πηλοῦ μετέρχονται, καὶ τὸν βόρβορον ἔχουσιν αὐτοῖς ἐνδιαίτημα· οὕτως οἱ ταῖς ἀκαθαρσίαις συζῶντες συνάπτουσιν ἐπαλλήλους τὰς ἀνομίας. Ἢ γὰρ τῇ πορνείᾳ μολύνονται, ἢ τὴν δυσώνυμον μοιχείαν τεχνάζουσιν, ἢ τὴν μέθην ἀσκοῦσι τὸ τῶν πονηρῶν ἐπιθυμιῶν ὑπέκκαυμα, ἢ τὰς ἀδελφὰς τούτων καὶ συγγενεῖς ἁμαρτίας ἐπιτηδεύουσι. Φοβοῦνται δὲ τὸ βάπτισμα, ὡς τῶν ἡδονῶν κώλυμα, καὶ τῶν μιαρῶν ἀπολαύσεων ἀποχήν. Ὅταν οὖν λέγει ὁ προφασιζόμενος προφάσεις ἐν ἁμαρτίαις, ὅτι Φοβοῦμαι, πρόδηλός ἐστιν οὐ τὴν ἁμαρτίαν εὐλαβούμενος, ἀλλὰ μακρὰν αὐτῷ γενέσθαι βουλόμενος, τὴν ἐν ταῖς ἁμαρτίαις ἀναστροφήν. Οἱ δὲ ταύτην ἔχοντες ἐν τῷ βάθει τὴν πονηρὰν γνώμην, πρῶτον μὲν οὐδὲ ἀξιοῦνται τῆς χάριτος· ἀλλὰ ταῖς κεναῖς ἐλπίσιν ἑαυτοὺς
But I fear, says one, the readiness of our nature towards sin, and on this account I delay coming to the grace of regeneration. Specious indeed is the pretext of your cowardice, and neatly do you dress yourself up in the fiction of reverent caution; yet a brief question brought to bear upon you will suffice easily to strip bare the stage-play. For since you, who say that you fear sin, are a catechumen, what unblamed life then are you living—either the sinless life, or that in sins? For if the sinless life, why do you shrink in cowardice from baptism, keeping even before it the ordained exactness? But if your life is unclean and unguarded while you linger in iniquities and by long habit acquire a settled state of evil, it is plain that you await your last breath, so that when baptism has been received at the final hour your life may come to its close. And this is a new and paradoxical traffic, not in gold and raiment, but in a multitude of iniquities, a meddlesome huckstering of the soul's cleansing. And just as swine pass from mire to mire, and keep the mud as their dwelling, so those who live together with uncleannesses link iniquities one upon another. For either they defile themselves with fornication, or they contrive ill-named adultery, or they practise drunkenness, the tinder of wicked desires, or they pursue the sister and kindred sins of these. And they fear baptism as a hindrance to pleasures and an abstinence from foul enjoyments. When therefore he who makes excuses in sins says, "I am afraid," he is manifestly not bewaring of sin, but wishing that his conduct in sins may last long for him. And those who hold this wicked mind in the depth, first of all are not even counted worthy of the grace; but with empty hopes