Πρὸς τὸν κατωρθωκότα βλέπε, καὶ θαρῤῶν κατατόλμησον τῆς ἀγαθῆς ναυτιλίας τῇ ἐπιπνοίᾳ τοῦ ἁγίου Πνεύματος, ὑπὸ κυβερνήτῃ τῷ Χριστῷ ἐν τῷ πηδαλίῳ τῆς εὐφροσύνης εὐθυνόμενος. Οὐδὲ γὰρ οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, καὶ ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς, τὸ συμβάν τινι ναυάγιον κώλυμα τῶν ἐλπίδων πεποίηνται· ἀλλὰ τὴν ἀγαθὴν ἐλπίδα ἑαυτῶν προβαλλόμενοι, ἐπὶ τὸ πέρας τοῦ κατορθώματος σπεύδουσιν. Ἢ οὐχὶ πάντων ἀτοπώτατον ἂν εἴη, τὸ μὲν σφαλῆναί τινα ἐν τῷ ἠκριβωμένῳ πονηρὸν τίθεσθαι, ὅλον δὲ τὸν βίον καταγηρῶντας ἐν σφάλμασιν ἄμεινον ἡγεῖσθαι βουλεύεσθαι; Εἰ γὰρ δεινόν ἐστιν ἅπαξ προσεγγίσαι τῇ ἁμαρτίᾳ, καὶ διὰ τοῦτο ἀσφαλὲς εἶναι νομίζεις τὸ μηδὲ ἐγχειρεῖν τῷ ὑψηλοτέρῳ σκοπῷ· πόσῳ χαλεπώτερόν ἐστιν ἐπιτήδευμα βίου τὴν ἁμαρτίαν ποιήσασθαι, καὶ διὰ τοῦτο ἀμέτοχον καθόλου τῆς καθαρωτέρας διαμεῖναι ζωῆς; Πῶς ἀκούῃς τοῦ ἐσταυρωμένου, ὁ ζῶν, τοῦ ἀποθανόντος τῇ ἁμαρτίᾳ, ὁ κατ' αὐτὴν ὑγιαίνων, τοῦ κελεύοντος τὴν ἀκολούθησιν ὀπίσω αὐτοῦ, ὥσπερ τι τρόπαιον κατὰ τοῦ Ἀντικειμένου τὸν σταυρὸν ἐπὶ τοῦ σώματος φέροντος, ὁ μὴ σταυρούμενος τῷ κόσμῳ, καὶ τὴν νέκρωσιν τῆς σαρκὸς μὴ δεχόμενος; Πῶς πείθῃ τῷ παρακαλοῦντί σε Παύλῳ, παραστῆσαι τὸ σῶμά σου θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, ὁ συσχηματιζόμενος τῷ αἰῶνι τούτῳ, καὶ μὴ μεταμορφούμενος τῇ ἀνακαινώσει τοῦ νοός σου, μηδὲ περιπατῶν ἐν τῇ καινότητι τῆς ζωῆς ταύτης, ἀλλ' ἔτι τὴν ἀκολουθίαν τῆς τοῦ παλαιοῦ ἀνθρώπου ζωῆς περιέπων; Πῶς ἱερατεύεις Θεῷ, καίτοι εἰς αὐτὸ τοῦτο χρισθεὶς, εἰς τὸ προσφέρειν δῶρον τῷ Θεῷ, δῶρον δὲ οὐκ ἀλλότριόν τι πάντως, οὐδὲ ὑποβολιμαῖον ἐκ τῶν ἔξωθέν σοι παρεπομένων, ἀλλὰ τὸ ἀληθῶς σὸν, ὅπερ ἐστὶν ὁ ἔσω ἄνθρωπος, τέλειός τε καὶ ἄμωμος εἶναι ὀφείλων, κατὰ τὸν περὶ τοῦ ἀμνοῦ νόμον, πάσης κηλίδος τε καὶ λώβης ἀπηλλαγμένον; Πῶς οὖν ταῦτα προσοίσεις Θεῷ, ὁ μὴ ἀκούων τοῦ κωλύεσθαι ἱερᾶσθαι τὸν ἄναγνον; Εἰ δὲ καὶ τὸν Θεὸν ἐπιφανῆναί σοι ποθεῖς, τί οὐκ ἀκούεις τοῦ Μωσέως, καθαρεύειν ἀπὸ γάμου τῷ λαῷ παραγγέλλοντος, ἵνα χωρήσωσι τοῦ Θεοῦ τὴν ἐμφάνειαν; Εἰ δὲ μικρά σοι ταῦτα δοκεῖ, τὸ συσταυρωθῆναι Χριστῷ, τὸ παραστῆσαι ἑαυτὸν θυσίαν Θεῷ, τὸ ἱερέα γενέσθαι τοῦ Θεοῦ τοῦ ὑψίστου, τὸ τῆς μεγάλης τοῦ Θεοῦ ἐπιφανείας ἀξιωθῆναι· τί σοι τούτων ἐπινοήσωμεν ὑψηλότερον, εἴπερ σοι μικρὰ καὶ τὰ ἀπὸ τούτων δόξει; Ἐκ μὲν γὰρ τοῦ συσταυρωθῆναι, καὶ συζῆσαι, καὶ συνδοξασθῆναι, καὶ συμβασιλεῦσαι προσγίνεται· ἐκ δὲ τοῦ ἑαυτὸν παραστῆσαι τῷ Θεῷ, ἀπὸ τῆς ἀνθρωπίνης φύσεως καὶ ἀξίας, εἰς τὴν ἀγγελικὴν ἔστι μετατάξασθαι. Οὕτω γάρ φησι καὶ ὁ Δανιὴλ, ὅτι « Χίλιαι χιλιάδες παρειστήκεισαν αὐτῷ. » Ὁ δὲ τῆς ἀληθινῆς ἱερωσύνης λαβόμενος, καὶ τῷ μεγάλῳ ἀρχιερεῖ ἑαυτὸν συντάξας, μένει πάντως καὶ αὐτὸς ἱερεὺς εἰς τὸν αἰῶνα, οὐκέτι θανάτῳ παραμένειν εἰς τὸ διηνεκὲς κωλυόμενος. Τοῦ δὲ τὸν Θεὸν εἰπεῖν καταξιωθῆναι ἰδεῖν, οὐκ ἄλλος τίς ἐστιν ὁ καρπὸς, ἢ αὐτὸ
Look towards him who has rightly accomplished it, and taking courage dare the good voyage by the inspiration of the Holy Spirit, steered under Christ as Helmsman at the rudder of gladness. For neither have those who go down to the sea in ships, and ply their business in many waters, made the shipwreck that befell some man a hindrance to their hopes; but putting forward their own good hope, they hasten towards the end of their right achievement. Or would it not be most absurd of all to hold it evil that some one should stumble in what is exactly wrought, while thinking that those who grow old through their whole life in transgressions take better counsel? For if it is a dreadful thing once to draw near to sin, and on this account you deem it safe not even to put your hand to the loftier mark, how much harder is it to make sin the pursuit of life, and on this account to remain altogether without share in the purer life? How may you hear the Crucified, you who live—Him Who died to sin, you who thrive in it—Him Who commands the following after Him, bearing the cross upon the body like some trophy against the Adversary, you who are not crucified to the world and do not receive the mortification of the flesh? How do you obey Paul exhorting you to present your body a living sacrifice, holy, well-pleasing to God, you who are fashioned after this age, and are not transformed by the renewing of your mind, nor walk in the newness of this life, but still tend the sequence of the old man's life? How do you serve as priest to God, though anointed for this very thing, to offer a gift to God—a gift by no means foreign, nor supposititious from the things that accompany you from outside, but that which is truly yours, which is the inner man, bound to be perfect and unblemished according to the law concerning the lamb, freed from every stain and maiming? How then will you bring these things to God, you who do not hear that the unclean man is forbidden to serve as priest? And if you also long for God to appear to you, why do you not hear Moses charging the people to keep pure from marriage, that they may receive the manifestation of God? And if these things seem small to you—to be crucified with Christ, to present oneself a sacrifice to God, to become a priest of God Most High, to be counted worthy of the great manifestation of God—what shall we devise loftier than these for you, if even the things that come from these shall seem small to you? For from being crucified with Him there accrues also living with Him, and being glorified with Him, and reigning with Him; and from presenting oneself to God, it is possible to be transferred from human nature and dignity to the angelic. For thus also Daniel says, "Thousand thousands stood beside Him." And he who lays hold of the true priesthood, and ranks himself with the great High Priest, remains altogether a priest himself also for ever, no longer hindered by death from abiding perpetually. And of being counted worthy, so to speak, to see God, there is no other fruit than that very