Migne Reading Room

PG 46 · cols. 308–316 · Read from the page

Against those who bear chastisements ill

Against those who bear chastisements ill

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 46:308Read from the page
Θεῖον ἀληθῶς καὶ ἱερὸν χρῆμα ὁ λόγος Θεοῦ, κτῆμα ἐξαίρετον, οὐκ ἄλλοθεν προσγενόμενον, ἀλλὰ συγκεκραμένον τῇ φύσει, ἀνθρώπῳ δῶρον τιμιώτατον παρὰ τοῦ δημιουργήσαντος εἰς αὐτὸν ἐλθόν. Διὸ καὶ καθ' ὁμοίωσιν Θεοῦ γεγενῆσθαι λέγεται. Τούτῳ γοῦν ἔχει καὶ πρὸς τὰ ἄλλα ζῶα τὴν διαφορὰν, καὶ τῷ θεοειδεῖ πλεονεκτήματι ἰδιαζόντως χαρακτηρίζεται, σφόδρα τοῖς ἄλλοις πολλὴν ἔχων τὴν κοινωνίαν πρὸς τὰ βοσκήματα. Ὀφθαλμῶν γὰρ τύπος, καὶ σαρκῶν διάπλασις, τῶν τε ἐπὶ τῆς ἐπιφανείας, καὶ τῶν ἐν γαστρὶ κρυπτομένων, οὐ σεμνύνει τὸν ἄνθρωπον· ἐπειδὴ καὶ ἐν χερσαίοις, καὶ ἐνύδροις, καὶ πτηνοῖς, καὶ πᾶσιν ἁπλῶς ζώοις ἡ ἐκείνων μετουσία βλέπεται. Τοῦτο δὲ ἡγεμόνα τῶν πάντων ποιεῖ, καὶ μακαριστὸν ἀποδείκνυσιν· ὅπερ Θεὸς ἔχων πλουσίως, ὀλίγον ἡμῖν ἐχαρίσατο, ἵνα πρῶτον ἐκεῖνον βλέπωμεν, καὶ γνωρίζωμεν λόγον τοῦ λόγου δοτῆρα, καὶ λατρεύωμεν τῷ οὕτως ἡμᾶς καλῶς τῇ ἰδίᾳ κατακοσμήσαντι χάριτι. Διὰ λόγους ἰσχύομεν τῶν ἰσχυρῶν πλέον ἀσθενεῖς ὄντες τὸ σῶμα, καὶ πάντα δουλούμεθα, καὶ ταῖς ἡμετέραις ὑπηρετεῖσθαι χρείαις κελεύομεν. Οὕτω ταύρους δαμάζομεν καὶ ὑπάγομεν τῷ ζυγῷ, καὶ γῆν ἀρότροις ἀνατέμνειν παρασκευάζομεν, καὶ ἵππον ταχὺν τοῖς ψαλίοις κατάγχοντες ἔχομεν εὐπειθῆ, καὶ τὸν βραδὺν ὄνον τοῖς ῥοπάλοις ἐπείγοντες ποιοῦμεν ὀξύτερον, καὶ τὰς σκληρὰς ἡμιόνους ὀχήματα ἕλκειν καὶ ἀχθοφορεῖν ἀναγκάζομεν· ἐλεφάντων δὲ τὴν ἐκκεχυμένην πολυσαρκίαν, καὶ καμήλων τὸ μέγεθος εὐμηχάνως πρὸς τὸ δοκοῦν μεταχειριζόμεθα. Ἐντεῦθεν καὶ βάθος περαιούμεθα, καὶ μικρῷ ξύλῳ διὰ κυβερνητικῆς τὰ ἄφατα τῶν πελαγῶν ἐφοδεύομεν, καὶ τῆς πορείας ἐκείνης οὐκ ἔχοντες σύμβολα, ὅταν γῆν ἀποκρύψωμεν, τοῖς κατ' οὐρανὸν σημείοις ἀσφαλῶς ὁδηγούμεθα, καὶ ὁδηγεῖ τὸν ναύτην ὡς τοὺς Μάγους ἀστήρ. Οὐρανοῦ δὲ πλάτη καὶ σχήματα ἐξευρέθη καὶ πλῆθος ἀστέρων, καὶ ὅπως ἕκαστος μεγέθους ἔχει, καὶ διαστήματος, καὶ τῆς σελήνης σημείωσις, καὶ τί πάσχων ὁ ἥλιος κατά τινας χρόνους τὴν ἀκτῖνα καλύπτεται· ἤδη δὲ καὶ κατὰ γῆς κινουμένης φιλοσοφοῦμεν, ὅπως λυομένη τῶν φυσικῶν ἐρεισμάτων αὐτή τε ἀναβράσσεται, καὶ τοὺς ἐποίκους μετὰ τῶν ἐπικειμένων κλονεῖ. Συμβόλοις δὲ τοῖς παρατετηρημένοις καὶ αὐχμοὺς
Truly a divine and sacred thing is the reason of God, a choice possession, not accrued from without, but blended with nature, a most precious gift to man coming unto him from his Maker. Therefore he is also said to have come into being according to the likeness of God. Hereby, at all events, he holds his difference from the other living creatures as well, and is peculiarly marked out by this godlike prerogative, though in other respects possessing very great fellowship with the beasts. For the shape of the eyes and the fashioning of the flesh—both of the parts upon the surface and of those hidden within the belly—do not dignify man, seeing that in terrestrial, aquatic, and winged creatures, and simply in all animals, participation in those things is observed. Rather, it is this that makes him leader of all things and shows him blessed; which God, possessing it richly, bestowed upon us in small measure, so that first we might look unto Him, and recognize through reason the Giver of reason, and worship Him Who has so nobly adorned us with His own grace. Through rational powers we prevail over the strong though weaker in body, and enslave all things, and bid them minister to our needs. Thus we tame bulls and bring them under the yoke, and prepare them to cleave the earth with ploughs; and curbing the swift horse with bits we keep him obedient; and urging on the slow ass with cudgels we make him brisker; and we compel hardy mules to draw carriages and bear burdens; while the sprawling bulk of elephants and the size of camels we skilfully handle at our pleasure. Hence, too, we cross the deep, and on a small piece of timber traverse through seamanship the boundless expanses of the seas, and having no landmarks of that journey once we have lost sight of land, we are safely guided by the signs in the sky, and a star guides the mariner just as it guided the Magi. Moreover, the breadths and figures of heaven have been discovered, and the multitude of the stars, and how each stands in magnitude and distance, and the marking of the moon, and through what affection the sun at certain times has its ray veiled; and now we even philosophize concerning the quaking earth, how, loosened from its natural props, it both heaves up of itself and shakes its inhabitants together with what rests upon it. And by observed signs, droughts also
PG 46:309Read from the page
παραθεωροῦμεν, καὶ ἐπομβρίας προμαντευόμεθα, καὶ τοῖς ἐκ γῆς φυομένοις τὸν λόγον προσάγοντες, τὰς φύσεις τῶν βοτανῶν ἐξετάζομεν, καὶ τὴν μὲν τῷ τραυματίᾳ σωτήριον ἀποφαίνομεν, ἄλλην ἐπιτήδειον πρὸς ὕπνον τῷ μὴ καθεύδοντι, ἑτέραν ἥπατος ἰατικὴν, καὶ ἄλλην τὰς ἐπαναστάσεις τοῦ σπληνὸς καταστέλλουσαν. Ἐῶ τὰς ἐπιστήμας, ἀφίημι τὰς τέχνας τὰς ἀναγκαίας, τὰς πρὸς τροφὴν πᾶσαν, τὴν ποικίλην τῶν ἐπιτηδευμάτων περίοδον. Τὸ δὲ τοιοῦτον ζῶον, τὸ σοφὸν, τὸ πρακτικὸν, τὸ δραστήριον, τὸ μνημονικὸν, τὸ ἐνταῦθα ὂν καὶ τὰ ἀλλαχοῦ βλέπον, διὰ τὸ ποικίλαις ἡδοναῖς καὶ διαφόροις πάθεσι περιέλκεσθαι, ἑνὸς ὀλιγώρως ἔχει, τῆς ἀληθοῦς ζωῆς καὶ τῆς οἰκείας σωτηρίας. Καὶ ὁ προβλέπων τροπὰς ἀέρων, τὴν ἀνάστασιν οὐχ ὁρᾷς· ὁ τὰς μεταβολὰς τῶν ἐνιαυτῶν εἰδὼς, τὴν μεταβολὴν οὐ βλέπεις τοῦ βίου· ὁ τὸν ἴδιον δοῦλον ἀπαιτῶν τὰς εὐθύνας ὧν διαπράττεται, τοῦ σοῦ κριτοῦ καὶ Κυρίου τῆς ἐξουσίας καταφρονεῖς.
we observe in advance, and foretell heavy rains; and applying reason to the things that grow out of the earth, we examine the natures of herbs, and show one to be salutary for a wounded man, another suitable to induce sleep for one who cannot sleep, another curative of the liver, and another able to allay swellings of the spleen. I pass over the sciences, I leave aside the necessary arts, those that serve every kind of nourishment, and the varied round of pursuits. Yet such a living creature—wise, practical, energetic, endowed with memory, present here and yet beholding things elsewhere—because it is dragged about by varied pleasures and diverse passions, is neglectful of one thing alone: true life and its own salvation. And you who foresee changes of the air do not behold the resurrection; you who know the revolutions of the years do not see the change of your life; you who demand from your own servant an accounting of what he transacts despise the authority of your Judge and Lord.
Ταῦτα οὐκ ἔστι τοῦ λογικοῦ, ἀλλ' εἰς μωρίαν τὸ λογικὸν παρατρέποντος. Δικαιοσύνην οὐκ ἀσκεῖς, τὴν ἀρετὴν οὐ μανθάνεις, εὐχῆς ἀμελεῖς. Καὶ τοῦτο ἐδήλωσεν ἡ χθιζὴ ἡμέρα. Ποίοις γὰρ ὀφθαλμοῖς τὴν Κυριακὴν ὁρᾷς, ὁ ἀτιμάσας τὸ Σάββατον; Ἢ οὐκ οἶδας ὡς ἀδελφαὶ αὗται αἱ ἡμέραι; κἂν εἰς τὴν ἑτέραν ἐξυβρίσῃς, τῇ ἑτέρᾳ προσκρούεις; Ἔχων νοῦν καὶ λόγον, οὐ προορᾷς τὸ πρέπον καὶ συμφέρον, οὐδὲ ἐμμελῶς ποιῇ τῆς σαυτοῦ ἀθανασίας τὴν ἐπιμέλειαν, οὐδὲ δια[σ]κέπτῃ τὴν σαυτοῦ φύσιν ὅστις εἶ, καὶ τί γενέσθαι δύνασαι· γαστρὶ δὲ καὶ λαγνείαις, καὶ ἀργίᾳ, καὶ ὕπνῳ τοῦ Θεοῦ καὶ εὐεργέτου προδίδως τὸ δῶρον, ἵνα σοι ἀχρεῖον καὶ ἀνωφελὲς καὶ μάταιον γένηται. Αἴσχιστον τοῦτο, καὶ νηπίας φρενὸς, καὶ τῆς ἐπαχθοῦς κατηγορίας ἄξιον. Ἦττον δ' ἂν ἦν κακὸν, εἰ μὴ νοοῦντες οἴκοθεν καὶ παρ' ἑαυτῶν τὸ συμφέρον, ἄλλου γοῦν εἰσηγουμένου τὸ χρήσιμον, ἐπειθόμεθα. Τὸ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ καὶ σφόδρα τοῖς διδασκάλοις ἀχθόμεθα, καὶ χαλεπῶς αὐτῶν τὴν νουθεσίαν φέρομεν, καὶ ταῖς συμβουλαῖς βαρυνόμεθα. Ναυτιῶμεν δὲ πρὸς τὴν παιδείαν τῶν καλῶν, ὡς οἱ κακόσιτοι τῶν ἀῤῥώστων πρὸς τὰ ὄψα τὰ παρὰ τῶν ἰατρῶν αὐτοῖς ὀρεγόμενα. Κἂν ἐπίπληξις γένηται, χαλεπαίνομεν· κἂν τραχυτέρου ἀκούσωμεν ῥήματος, δυσανασχετοῦμεν· κἂν ἀπόκλεισθῶσιν ἡμῖν ἀφορισμῷ αἱ θύραι τῆς ἐκκλησίας, βλασφημοῦμεν. Οὗτος δὲ οὐκ ἔστι μανθανόντων τρόπος, οὐδὲ ὑπακοὴ μαθητῶν, ἀλλὰ στασιαστῶν καὶ μαχομένων φιλονεικία. Παιδίου γὰρ τάξιν ὁ μαθητὴς ἐπέχειν ὀφείλει, ὃς τέχνης ἢ ἐπιστήμης ἐπιθυμήσει μιᾶς τῶν ἔξωθεν· ὁ δὲ εὐσέβειαν ἀσκούμενος, μετὰ πλείονος τῆς προσθήκης εἶναι βρέφος ὀφείλει· ἐπειδὴ καὶ ὁ Κύριος ἐκείνην τὴν ἡλικίαν ὡς εὐπειθῆ τοῖς παρ' ἑαυτοῦ ἐπαίνοις ἐσέμνυνε. Τὸ παιδίον τοίνυν οὐκ ἐμβαίνει τοὺς χαρακτῆρας καὶ τὰς γραμμὰς ἅσπερ ἂν ὁ διδάσκαλος τῷ κηρῷ ἐνσημήνηται· οὐδὲ στοιχεῖα καινοτομεῖ, ὑπ' ἐξουσίας ἐμπλήκτου νεωτερίζων περὶ τὰ γράμματα· ἀλλὰ πρώτην μὲν τῇ γραφίδι τοῖς τοῦ διδασκάλου τύποις ἐνασκεῖ τὴν χεῖρα· ὀνόματα δὲ οὐκ ἄλλα τοῖς στοιχείοις ἐπι-
These are not the ways of a rational being, but of one perverting reason into folly. You do not practise righteousness, you do not learn virtue, you neglect prayer. And yesterday showed this. For with what eyes do you behold the Lord's Day, you who have dishonoured the Sabbath? Or do you not know that these days are sisters, and that if you commit outrage against the one, you offend against the other? Possessing mind and reason, you do not foresee what is fitting and profitable, nor take harmonious care for your own immortality, nor examine thoroughly your own nature—who you are, and what you are capable of becoming; instead, to the belly, to debaucheries, to idleness, and to sleep you betray the gift of your God and Benefactor, so that it becomes useless, unprofitable, and vain to you. Most shameful is this, the mark of a childish mind, and worthy of heavy accusation. Yet the evil would have been lesser if, failing to understand from within and of ourselves what is profitable, we at least obeyed when another suggested what is useful. As it is, however, things do not stand thus; rather, we are exceedingly vexed at our teachers, bear their admonition ill, and are weighed down by their counsels. We feel nausea towards training in noble things, like sick men of squeamish appetite towards the dishes offered them by physicians. If rebuke takes place, we grow angry; if we hear a somewhat harsh word, we chafe with impatience; if the doors of the church are shut against us by excommunication, we rail and blaspheme. Yet this is not the manner of learners, nor the obedience of disciples, but the contentiousness of rebels and combatants. For a disciple who desires any one of the external arts or sciences ought to occupy the rank of a little child; while he who trains himself in godliness ought to be an infant in still greater measure, seeing that the Lord also honoured that age as obedient with praises of His own. Now the little child does not trample upon the characters and lines which the teacher marks upon the wax, nor invent new elements, innovating upon the letters out of reckless licence; rather, first it trains its hand with the stylus upon the teacher's models, and imposes no other names upon the elements
Notes, col. 309

On the reading

Printed ἀπόκλεισθῶσιν, for ἀποκλεισθῶσιν.

PG 46:312Read from the page
λέγει, ἀλλ' ἅπερ ἤκουσε· παντὶ δὲ τρόπῳ καὶ λόγῳ καὶ ἔργῳ μιμεῖται τοῦ καθηγητοῦ τὴν παράδοσιν. Ἂν δέ που καὶ ῥᾳθυμῆσαν ἀποτυμπανισθῇ τῷ σκύτει, οὐ θρασύνεται τῇ πληγῇ, οὐδὲ τὰς δέλτους τῷ διδασκάλῳ περιῤῥῆξαν ἀποφοιτᾷ· ἀλλ' ἐπ' ὀλίγον τῇ ἀλγηδόνι πικρὸν ἐπιστάξαν τὸ δάκρυον, ἔχεται τῶν μαθημάτων, καὶ συντονώτερον περὶ τὴν μελέτην, ἀλλ' οὐκ ἀμελέστερον γίνεται. Ἄλλοτε πάλιν ὀλιγωρήσας ὡς νέος, κελεύεται μένειν ἀπόσιτος, καὶ τῷ λιμῷ τὴν ῥᾳθυμίαν καταδικάζεται. Παραμένει δὲ τῷ διδασκαλείῳ καὶ μόνος, τῶν ἄλλων παίδων ἀναχωρησάντων ἐπ' ἄριστον, τηρῶν τὸ πρόσταγμα σὺν εὐλαβείᾳ πολλῇ. Ὁ Χριστιανὸς δὲ οὐχ οὕτως, ὁ ἀκούσας, « Ἂν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· » ἀλλ' ὅταν αὐστηρότερον ἴδῃ τὸν ἱερέα σχήματι καὶ φωνῇ διορθούμενον τὸ πλημμέλημα, προφανῶς ἀντιλέγει, καὶ ὑπ' ὀδόντα γογγύζει, καὶ περινοστῶν τὴν ἀγορὰν καὶ τὰ ἄμφοδα λοιδορεῖται. Κἂν τῆς ἐκκλησίας ἀποκλεισθῇ, καταφρονεῖ τῆς εὐχῆς, ἀπροσποιήτως τοῦ λαοῦ καὶ τῶν μυστηρίων ἀποτεμνόμενος· ἢ τυχὸν οὐδὲ ὑποβληθεὶς ταύτῃ τῇ τιμωρίᾳ, ἑαυτὸν τῆς ἐκκλησίας ἀπάγει, διὰ τὴν ὀργὴν τὴν πρὸς τὸν ἐπίσκοπον, καὶ τὸν Θεὸν καὶ Δεσπότην ἀποστρεφόμενος. Λεκτέον δὲ τῷ τοιούτῳ τὸ πρὸς Παῦλον λεχθὲν, ἡνίκα ἔτι Σαῦλος ἐτύγχανε· « Σκληρόν σοι, ἄνθρωπε, πρὸς κέντρα λακτίζειν. » Εἴτε ἀπὸ σαυτοῦ τὸν Θεὸν ἀφῆκας, λόγισαι ὅτι ὁ τοῦ ἡλίου χωριζόμενος, ἐν σκότει καὶ ζόφῳ διάγει τὸν βίον· εἴτε ἀπεβλήθης τῶν εὐχῶν ὡς ἀνάξιος, ἀνακάλεσαι τῇ μετανοίᾳ τὴν πρώτην κατάστασιν.
says, save what it has heard; and in every manner, both in word and in deed, it imitates the tradition of its master. And if perchance through slackness it be beaten with the leather strap, it does not grow insolent at the blow, nor tear up its tablets at the teacher and truant from school; but after shedding a bitter tear for a brief while at the smart, it clings to its lessons, and becomes more earnest about its study rather than more negligent. At another time again, having been careless like a youth, he is ordered to remain without food, and has his laziness condemned to hunger. Yet he stays behind in the schoolroom even alone, when the other boys have withdrawn for their meal, keeping the command with great reverence. The Christian, however, does not act thus, even though he has heard, "Unless you turn and become like little children, you shall by no means enter into the kingdom of heaven"; rather, whenever he sees the priest somewhat sternly correcting his transgression in demeanour and voice, he openly contradicts him, and mutters under his breath, and goes round the marketplace and the streets railing abusively. Even if he be shut out from the church, he despises prayer, unfeignedly cutting himself off from the people and from the mysteries; or perhaps without even having been subjected to this punishment, he leads himself away from the church out of anger towards the bishop, turning away also from his God and Master. To such a man must be spoken what was said to Paul while he was still Saul: "It is hard for you, O man, to kick against the goads." Whether of your own accord you have forsaken God, reckon that he who separates himself from the sun spends his life in darkness and gloom; or whether you have been cast out from the prayers as unworthy, recall your former state through repentance.
Οὐδὲν ψεῦδος ἐν Εὐαγγελίοις γέγραπται, οὐδὲ πρόῤῥησις τοῦ Χριστοῦ ἐσφαλμένην ἔχει τὴν ἔκβασιν. Διὰ Πέτρου ἔδωκε τοῖς ἐπισκόποις τὴν κλεῖδα τῶν ἐπουρανίων τιμῶν· γίνωσκε ὅτι λυθεὶς λέλυσαι, καὶ δεθεὶς τοῖς ἀοράτοις δεσμοῖς κατασφίγγῃ. Εἰ ὀφθαλμοὺς εἶχες πρὸς τὴν οὐσίαν τῆς ψυχῆς, ἔδειξα ἄν σοι τῷ ἀφωρισμένῳ σχῆμα κατακεκριμένου, βαρυτάτοις δεσμοῖς τὸν αὐχένα πιεζομένου, οὐδὲν τῶν μελῶν ἐλεύθερον ἢ ἄνετον ἔχοντος. Καὶ εἴθε τῷ βίῳ ἡ τιμωρία περιωρίζετο! νυνὶ δὲ [ἂν] ἀνθρώπινόν τι συμβῇ, καὶ ἀθρόον παραστῇ ἡ τελευτὴ, ὡς κλέπτης ἐν νυκτὶ, γίνωσκε κεκλεῖσθαί σοι τὰ ἐκεῖ. Ἐπιμελεῖς εἰσι καὶ μὴ παιζόμενοι οἱ τῆς βασιλείας θυρωροί· ὁρῶσι τὴν ψυχὴν τὰ τοῦ ἀφορισμοῦ φέρουσαν σύμβολα. Ὡς τινα τοῦ δεσμωτηρίου τῇ κόμῃ καὶ τῷ ῥύπῳ κατηγορούμενον, ἀπελαύνουσιν αὐτὴν τῆς ἐπὶ τὰ καλὰ φερούσης ὁδοῦ· οὐ συγχωρήσουσιν ἰδεῖν τὰ τάγματα δικαίων, καὶ ἀγγελικὴν εὐφροσύνην. Ἡ δὲ ἀθλία τότε πολλὰ τῆς ἀβουλίας ἑαυτὴν καταμεμφομένη, οἰμώζουσα δὲ καὶ ὀδυρομένη, καὶ στένουσα, καὶ σκυθρωπῷ τινι τόπῳ, οἷον γωνίᾳ προσεῤῥιμμένη διατελέσει, τὸν ἄληκτον ὀδυρμὸν καὶ ἀπαραμύθητον εἰς αἰῶνας ἐκτίνουσα. « Μὴ γίνεσθε, » φησὶν, « ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις· ἐν κημῷ καὶ χαλινῷ
No falsehood is written in the Gospels, nor does the prediction of Christ have a mistaken outcome. Through Peter He gave to the bishops the key of the heavenly honours; know that having been loosed you are loosed, and having been bound you are held fast by the invisible bonds. If you had eyes for the essence of the soul, I would have shown you, excommunicated as you are, the figure of a condemned prisoner, weighed down upon his neck with the heaviest fetters, having none of his limbs free or unrestrained. And would that the punishment were bounded by this life! Yet as it is, [if] anything human should befall you, and the end come upon you suddenly like a thief in the night, know that what lies yonder has been shut against you. Vigilant and not to be trifled with are the doorkeepers of the kingdom; they behold the soul bearing the marks of excommunication. Like someone betrayed by the unkempt hair and filth of the prison-house, they drive it away from the road that leads to good things; they will not suffer it to behold the ranks of the righteous and angelic gladness. And the wretched soul, then reproaching itself bitterly for its folly, wailing too and lamenting and groaning, will abide continually cast away in some gloomy place, as it were in a corner, paying out unceasing and inconsolable lamentation unto the ages. "Become not," it says, "like horse and mule, in which there is no understanding; with bit and bridle
PG 46:313Read from the page
τὰς σιαγόνας αὐτῶν ἄγξεις. » Τὸν σκληρὸν ὁ ψαλμὸς ἀπαλύνων ταῦτά φησι, καὶ οἷον ἐλαίῳ ἐκμαλάσσων ταῖς παραινέσεσι. Κάμψον οὖν τὸν αὐχένα, εἶξον ὡς ζυγῷ τοῖς προστάγμασι· τὸ σκληρὸν ἀποῤῥήγνυται, τὸ εἶκον καὶ καμπτόμενον ὀρθοῦται· καὶ διδάσκει σε τοῦτο ἡ ἐπὶ τοῖς φυτοῖς πεῖρα. Μὴ τὸν χαλινὸν ἐνδακὼν ὁρμήσῃς ἐπὶ τὸν κρημνὸν, ἢ τὸ βάραθρον, ἀλλὰ περιαχθεὶς τὸν αὐχένα τῇ χειρὶ τοῦ ἀναβάτου, ἐπὶ τὴν σώζουσαν ὁδὸν κατευθύνθητι· ὅταν ἐπιτίμησιν δέξῃ, εἰπὲ ἀπὸ εὐλαβοῦς ψυχῆς τὸ Δαβιτικὸν, « Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. » Μὴ ἐπισκοπικῆς αὐθαδείας εἶναι τὸν ἀφορισμὸν νομίσῃς· πατρῷος ὁ νόμος, παλαιὸς τῆς Ἐκκλησίας κανὼν ἀπὸ ταῦ νόμου ἀρξάμενος καὶ κρατυνθεὶς ἐν τῇ χάριτι. θεώρησον τὸν ἅγιον Παῦλον δι' ἐπιστολῶν τὰς ἀποφάσεις τοῦ ἀφορισμοῦ κατὰ τῶν ὑπευθύνων ἐκπέμποντα, καὶ τὸν Κορίνθιον νεανίσκον τῷ τοιούτῳ ἰατρεύοντα φαρμάκῳ, τὸν τῇ μητρυιᾷ σατανικῶς ἐπιμανέντα· « Ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ υἱὸν ὃν παραδέχεται. » Οὐ γάρ εἰσιν αἱ ῥίζαι τῆς παιδείας γλυκεῖαι, ἀλλὰ πικραί· καρπὸν δὲ εἰς ὕστερον βλαστάνουσι κηρίων ἡδύτερον. Καὶ διὰ τοῦτο χρεία τῷ μὲν ἀσκουμένῳ τοῦ μοχθεῖν, τῷ δὲ ἀσκοῦντι καὶ πληγῆς καὶ τραχύτητος. Καὶ τῷ μὲν Μωσαϊκῷ νόμῳ αἱ τέσσαρες δεκάδες μέχρι νῦν αἱ νομικαὶ τῶν πληγῶν παραμένουσιν, οὐ τῷ εὐαγγελικῷ δὲ βίῳ· ἐπειδὴ πάντων ὁ λόγος ἐστὶ, καὶ ἔλεος, καὶ ῥάβδος, καὶ παράκλησις, καὶ πληγή. Οὐ γὰρ τύπτομέν σε ὡς οἰκέτην, ἀλλὰ παιδεύομέν σε ὡς ἐλεύθερον· σοὶ γὰρ ἐκ τῆς Σάῤῥας τῆς ἐλευθέρας τὸ γένος, οὐκ ἐκ τῆς Ἄγαρ τῆς δούλης. Αἰδούμεθά σε ὡς υἱὸν τῆς ἐλευθέρας, οὐκ ἀτιμάζομεν ὡς γέννημα τῆς παιδίσκης. Διὰ τοῦτο ταῖς ἐλευθερίοις ἐπιτιμήσεσι λυποῦμέν σε πλημμελοῦντα, οὐ σῶμα ξαίνοντες, ἀλλὰ ψυχὴν ἀνιῶντες. Ἂν δὲ καὶ τούτου φειδώμεθα, πῶς σε παιδεύσομεν; Δυσμεταχείριστός ἐστιν ὁ διδασκαλικὸς λόγος, καὶ ἡ ἀγωγὴ τῆς ἀρετῆς, καὶ ποικίλην ἐπιζητεῖ τὴν τῆς ἐπιστασίας οἰκονομίαν, τοῖς ὑποκειμένοις ἤθεσιν ἑαυτὴν προσαρμόζουσα. Ἔστι τις εὐπειθὴς καὶ τὴν γνώμην εὐάγωγος; τούτῳ ὁ πρᾶος καὶ ἁπαλὸς ἁρμόζει λόγος. Ἄλλος σκληρὸς καὶ ἀνάγωγος; μαστίγων χρήζει. Τί οὖν ποιήσομεν, ἐπειδὴ ῥάβδους οὐ μεταχειριζόμεθα; καταλείψομεν αὐτὸν ἀπρονόητον; Οὐχ οὕτως. Ἀλλὰ τὸν αὐτὸν λόγῳ μεταῤῥυθμίσομεν εἰς ἄλλο σχῆμα ὑποκειμένῃ χρείᾳ κατάλληλον· καὶ ὥσπερ τὰ ὄψα τῇ μικρᾷ προσθέσει τῶν ἀρτυμάτων πρὸς τὰς ἐναντίας ποιότητας διαμείβεται, ἀπὸ τοῦ στύφοντος εἰς τὸ γλυκὺ, καὶ ἀπὸ τοῦ γλυκέος εἰς τὸ στύφον μεταβαλλόμενα· οὕτως καὶ ὁ ἡμέτερος λόγος τῇ προσθήκῃ τῶν σχημάτων πρὸς διαφόρους χρείας μετατυποῦται, ἵν' ἐπινοηθῇ ἑκάστου τὸ τρόφιμον.
Thou shalt bind fast their jaws." Softening the stubborn man, the psalm speaks these words, and mollifies him as though with oil by its exhortations. Bend your neck, therefore, and yield as to a yoke to the commands; what is stiff snaps asunder, whereas what yields and bends is set upright, and experience with plants teaches you this. Do not champ the bit and rush headlong towards the cliff or the pit, but having your neck turned round by the hand of the rider, be guided straight onto the saving road; whenever you receive rebuke, speak from a devout soul the Davidic word, "It is good for me that Thou hast humbled me, so that I might learn Thy statutes." Do not suppose excommunication to proceed from episcopal self-will; ancestral is the law, and ancient is the canon of the Church, having begun from the law and been ratified in grace. Behold Saint Paul sending forth through his epistles sentences of excommunication against the guilty, and healing with such a medicine the Corinthian youth who was satanically infatuated with his stepmother: "For whom the Lord loves He disciplines, and scourges a son whom He receives." For the roots of discipline are not sweet, but bitter; yet afterwards they put forth fruit sweeter than honeycombs. And on this account the one being trained has need of toil, and the one who trains has need both of the blow and of severity. And in the Mosaic law the four tens—the legal stripes—abide even until now, though not in the evangelical life; since the Word is all things: mercy and rod, exhortation and blow. For we do not strike you as a bondservant, but discipline you as a free man; for your lineage is from Sarah the freewoman, not from Hagar the bondslave. We respect you as a son of the freewoman; we do not dishonour you as the offspring of the bondmaid. Therefore with freeborn rebukes we grieve you when you transgress, not lacerating the body, but distressing the soul. Yet if we spare even this, how shall we discipline you? Hard to handle is the word of instruction and the training of virtue, and varied is the stewardship of oversight which it requires, adapting itself to the underlying characters. Is someone obedient and tractable in mind? To him gentle and soft speech is suited. Is another stubborn and unruly? He stands in need of whips. What then shall we do, since we do not wield rods? Shall we leave him uncared for? Not so; rather by speech we shall refashion that same man into another disposition suited to the underlying need; and just as dishes by a slight addition of seasonings are changed towards opposite qualities, being transformed from astringent into sweet and from sweet into astringent, so too is our speech remodelled by the addition of figures for diverse needs, in order that what is nourishing for each person may be devised.
Μὴ οὖν ἐν ταῖς γωνίαις μου καταλάλει, τραχὺ ὀνομάζων τὸ διδασκαλικὸν, μηδὲ τοὺς κοινωνοὺς τῶν ἁμαρτημάτων κοινωνοὺς τῶν κατ' ἐμοῦ ποιούμενος μέμψεων, καθέζῃ κρίνων ἐπίσκοπον μετὰ τοῦ συν-
Do not therefore speak against me in corners, calling my manner of teaching harsh, nor, making the partners of your sins partners of your reproaches against me, sit judging a bishop with the assem-
Notes, col. 313

On the reading

Printed ταῦ, for τοῦ.

Printed θεώρησον, for Θεώρησον.

PG 46:316Read from the page
εδρίου τῆς ματαιότητος. Ἐγὼ δὲ οὐ παραχθήσομαι τὴν ψυχὴν καινόν τι πάσχων, εἰ ἄχθονταί μου τῶν μαθητῶν οἱ σκληρότεροι. Πάθος γάρ ἐστι τοῦτο ἀνθρώπινον ἐξ ἀρχῆς εἰς τέλος τῷ βίῳ παρακόλουθον· καὶ βαρὺς μὲν ὁ ἄρχων ὡς ἐπὶ πᾶν τοῖς ἀρχομένοις· τοῖς δὲ μιαροῖς καὶ παρανόμοις καὶ μίσους ἄξιος. Λυπεῖ γὰρ τὴν ἁμαρτίαν κωλύων· καί με τοῦτο μετὰ τῶν ἔξωθεν πραγμάτων ἱκανῶς καὶ ἡ ἐκκλησιαστικὴ ἱστορία διδάσκει. Τίς κρείττων ποιμὴν Μωσέως; τίς δὲ ἄρχων ἐμμελὴς οὕτω καὶ ἤπιος, πάντα γινόμενος τῷ λαῷ, τροφεὺς, στρατηγὸς, ἱερεὺς, αὐτοπάτηρ, ἐν πολέμοις σώζων, ἐν ἐρήμῳ ἄσπαρτα καὶ ἀνήροτα χορηγῶν ἀγαθὰ, δικάζων ἐμμελῶς, ἀπλανῶς ὁδηγῶν; καίτοι ἐπὶ τούτων κατεστασιάσθη ὡς ἀδικῶν, ὑβρίσθη ὡς βλάπτων, κατεγογγύσθη ὡς οἱ κλέπτοντες καὶ νοσφιζόμενοι, ἐβλασφημήθη ὡς ἀνεπιστήμων στρατηγὸς καὶ προστάτης οὐκ ἀγαθὸς, ἐκινδύνευσε καὶ αὐτῆς τῆς ἱερωσύνης ἀπελαθῆναι, ἡνίκα Δαθὰν καὶ Ἀβειρὼν καὶ υἱοὶ Κορὲ δῆμον στασιώδη μεθ' ἑαυτῶν τοῦ λαοῦ ἀποῤῥήξαντες, βέβηλοι τῶν ἁγίων ἱερεῖς ἐφιλονείκουν εἶναι, καὶ τὰς θυμιατρίδας μετεχειρίζοντο, καὶ ὅσον οὐδέπω τῶν ἁγίων ἥπτοντο, καῖ τὸ πῦρ ἀνῆπτον τὸ μυστικὸν, ὃ πρὸ τοῦ θυμιάματος τοὺς θυμιῶντας κατέφλεξε. Καὶ τοσοῦτόν γέ ἐστιν εὐπρόσκρουστον προστασία λαοῦ καὶ τὸ διδασκαλικὸν ἐπιτήδευμα, ὥστε οὐδὲ οἱ ἀδελφοὶ τοῦ Μωϋσέως ἐφείσαντο· ἀλλὰ καὶ Μαρία κατελάλει, καὶ Ἀαρὼν ἐλοιδόρει, καὶ τὸ φορτικὸν τῆς ἀρχῆς τὴν φυσικὴν παρώξυνεν εὔνοιαν, καὶ τοὺς οἰκειοτάτους τῷ πολυμόχθῳ ἀνδρὶ ἐπανέστησεν. Ἀλλ' οὐδὲν περὶ τοῦτο· ὁ μὲν γὰρ ἦν Μωϋσῆς, καὶ οὐδὲν ἑαυτοῦ χείρων ἐγένετο· οἱ δὲ τῶν εἰς τὸν ἡγεμόνα πλημμελημάτων παρὰ Θεοῦ τὰς δίκας καὶ ἀπητήθησαν, καὶ ἀπέτισαν. Τί οἱ μετὰ τοῦτον; Οὐχ Ἠσαΐας τὴν εὐσέβειαν διδάσκων ἐπρίσθη; Οὐχ Ἱερεμίας τὴν εἰδωλολατρείαν ἀποκηρύττων κατεβοήθη, καὶ λάκκοι αὐτὸν καὶ τιμωρίαι καταῤῥακτῶν διεδέξαντο; Οὐ Ζαχαρίας μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου ἐπολεμήθη καὶ ἐφονεύθη; Ὁ Κύριος ἡμῶν [ὁ] αὐτὸς οὐ περὶ τῶν προβάτων, ὁ ποιμὴν, ἐσφάγη; οὐ περὶ τῶν παιδευομένων μισηθεὶς ἐσταυρώθη; Τί Παῦλον τῆς κεφαλῆς ἀπέτεμε; τί Πέτρον ἐπὶ τὸν σταυρὸν ὕψωσε; τί τοὺς καθ' ἕκαστον τῶν μαθητῶν ταῖς ποικίλαις τιμωρίαις παρέδωκεν; Οὐ τὸ κωλύειν τὴν ἁμαρτίαν, καὶ παιδεύειν δικαιοσύνην; Ἀεὶ γὰρ ἐχθροὶ τῶν ἐλεγχομένων μαθητῶν οἱ τῆς ἀληθείας φίλοι τε καὶ διδάσκαλοι.
-bly of vanity. Yet I shall not be disturbed in soul as though suffering something strange, if the more stubborn among my disciples are vexed. For this is a human passion that accompanies life from beginning to end; and a ruler is on the whole burdensome to those who are ruled, while to the polluted and lawless he is even worthy of hatred. For he grieves them by hindering sin; and beside outward experience, ecclesiastical history too teaches me this sufficiently. Who was a better shepherd than Moses? And who was a ruler so harmonious and gentle, becoming all things to the people—nourisher, general, priest, very father, saving them in wars, supplying unsown and unploughed good things in the wilderness, judging harmoniously, guiding unerringly? And yet amidst all these things he was mutinied against as a wrongdoer, insulted as one doing harm, murmured against like thieves and peculators, reviled as an unskilful general and no good leader, and even ran the risk of being driven from the priesthood itself, when Dathan and Abiram and the sons of Korah, tearing away with themselves a seditious faction from the people, strove profanely to be priests of the holy things, and handled the censers, and all but laid hold of the sanctuary, and kindled the mystic fire, which before the incense consumed those offering incense. And so prone to give offence is the leadership of a people and the calling of a teacher, that not even the siblings of Moses spared him; nay, Miriam too spoke against him, and Aaron reviled him, and the irksomeness of rule provoked natural goodwill and raised up those closest to him against that much-toiling man. Yet he cared nothing for this; for Moses remained Moses, and became in no way worse than himself, whereas from the others penalties for their offences against their leader were both demanded by God and paid in full. What of those after him? Was not Isaiah sawn asunder while teaching godliness? Was not Jeremiah shouted down while denouncing idolatry, and did not pits and punishments of dungeons await him? Was not Zechariah assailed and slain between the temple and the altar? Was not our Lord Himself, the Shepherd, slaughtered on behalf of the sheep? Was He not hated and crucified on behalf of those whom He was instructing? What severed Paul's head? What lifted Peter up onto the cross? What delivered each single one of the disciples over to manifold torments? Was it not the hindering of sin and the teaching of righteousness? For the friends and teachers of the truth are ever enemies to disciples who are reproved.
Ἡμεῖς δὲ οὐδέπω ὑπὲρ τῆς ἀληθείας ἐῤῥαπίσθημεν, οὐδέπω τῇ σαρκὶ τὸν κίνδυνον ἐδεξάμεθα. Καὶ τί μέγα ἂν γογγυσθῶμεν, οἱ τοῦ σταυρωθέντος διάκονοι; Ὡς πατὴρ ἢ μήτηρ δέχομαί σου τὰς σκληρότητας καὶ παροξυσμούς.
Yet we have never yet been struck on the cheek on behalf of the truth, never yet have we accepted danger in the flesh. And what great matter is it if we are murmured against, we who are ministers of the Crucified? Like a father or a mother I accept your harshnesses and provocations.
Notes, col. 316

On the reading

Printed παραχθήσομαι, for ταραχθήσομαι.

Printed καῖ, for καὶ.