Migne Reading Room

PG 46 · cols. 205–216 · Read from the page

* Testimonies against the Jews, with interpreter and scholiast Lorenzo Zacagni

* Testimonies against the Jews, with interpreter and scholiast Lorenzo Zacagni

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 46:205Read from the page
ἀνορθώσω τὴν βασιλείαν αὐτοῦ εἰς τὸν αἰῶνα. Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς Υἱὸν, καὶ τὸ ἔλεός μου οὐκ ἀποστήσω ἀπ' αὐτοῦ, καθὼς ἀπέστησα ἀπὸ τῶν ἔμπροσθέν σου. Καὶ πιστώσω αὐτὸν ἐν οἴκῳ μου· καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος· καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος ἕως αἰῶνος. » Σολομὼν, « Καὶ νῦν, Κύριε ὁ Θεὸς Ἰσραὴλ, πιστωθήτω δὴ τὸ ῥῆμά σου τῷ Δαβὶδ τῷ Πατρί μου· εἰ ἀληθῶς κατοικήσει ὁ Θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς. » Ἱερεμίας, « Καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; » Ἀμώς· « Ἐπικαλεῖστο τὸν Θεόν σου· ἑτοιμάζου, Ἱερουσαλὴμ, ὅτι ἐγὼ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀποστέλλων εἰς ἀνθρώπους τὸν Χριστόν μου, ποιῶν ὄρθρον, καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς. » Μιχαίας, « Ἀκούσατε, λαοὶ πάντες, λόγον, καὶ προσεχέτω ἡ γῆ, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ· καὶ ἔσται Κύριος ἐν ἡμῖν εἰς μαρτύριον, Κύριος ἐκ ναοῦ ἁγίου αὐτοῦ, διότι ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καταβήσεται ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς. »
will establish his kingdom forever. I will be to him a Father, and he shall be to Me a Son; and My mercy will I not take away from him, as I took it away from those who were before thee. And I will confirm him in My house, and his kingdom forever; and his throne shall be established forever." Solomon: "And now, O Lord God of Israel, let Thy word, I pray, be confirmed unto David my father: whether God will truly dwell with men upon the earth." Jeremiah: "And He is a man, and who shall know Him?" Amos: "Invoke thy God; prepare thyself, O Jerusalem, because I am He Who establishes thunder, and creates wind, and sends forth unto men My Christ, making dawn and mist, and mounting upon the high places of the earth." Micah: "Hear a word, all you peoples, and let the earth give heed, and all who dwell therein; and the Lord shall be among us for a witness, the Lord out of His holy temple, because behold, the Lord comes forth out of His place, He will come down upon the high places of the earth."
Ὁ Ἰακὼβ ἐν ταῖς ἐντολαῖς, « Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως οὗ ἔλθῃ ᾧ ἀπόκειται. Καὶ αὐτὸς προσδοκία ἐθνῶν. » Βαλαὰμ, « Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἄνθρωπος ἐξ Ἰσραὴλ, καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωὰβ, καὶ προνομεύσει τοὺς υἱοὺς Σήθ· καὶ ἔσται Ἐδὼμ κληρονομία ἐθνῶν. » Δαβὶδ δὲ τούτων οὐ περιεγένετο. Εἰ δὲ περὶ τῶν ἐξ αὐτοῦ ἔδει εἰπεῖν, Ἀνατελοῦσιν ἄστρα ἐξ Ἰακὼβ, καὶ ἡγούμενοι ἐξ Ἰσραήλ. Ἠσαΐας, « Ἰδοὺ ὁ δεσπότης Κύριος Σαβαὼθ συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ ταπεινωθήσονται οἱ ὑψηλοὶ, καὶ πεσοῦνται μαχαίρᾳ. Ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται. Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπ' αὐτὸν πνεῦμα Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ. Οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει· ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν, καὶ ἐλέγξει τοὺς ἐν-
Jacob in his charges: "A ruler shall not fail from Judah, nor a leader from his thighs, until He comes for Whom it is reserved; and He is the expectation of the nations." Balaam: "A star shall rise out of Jacob, and a man out of Israel, and He shall crush the chiefs of Moab, and shall despoil the sons of Seth; and Edom shall be an inheritance of the nations." Yet David did not prevail over these. And if it had been necessary to speak concerning his descendants, it would have said: Stars shall rise out of Jacob, and leaders out of Israel. Isaiah: "Behold, the Sovereign Lord Sabaoth shall confound the glorious ones with strength, and the lofty in pride shall be shattered, and the lofty shall be humbled, and they shall fall by the sword. And Lebanon with its lofty ones shall fall. And there shall come forth a rod out of the root of Jesse, and a blossom shall come up out of the root; and the Spirit of God shall rest upon Him, the spirit of wisdom and understanding, the spirit of counsel and strength, the spirit of knowledge and godliness; the spirit of the fear of God shall fill Him. Not according to appearance shall He judge, nor according to speech shall He reprove; but He shall judge judgement for the humble, and shall reprove the
PG 46:208Read from the page
δόξους τῆς γῆς, καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ ἐν Πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ· καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀλήθειαν ἠλειμμένος τὰς πλευρὰς αὐτοῦ. » Καὶ μετ' ὀλίγα· « Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή. » Δαβὶδ, « Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως περὶ τοὺς μετόχους σου. » Ὁρᾷς ὅτι ὁ Θεὸς χρίεται παρὰ τοῦ Θεοῦ· ἐνανθρωπίσας γὰρ γέγονεν « ἀρχιερεὺς, καὶ ἀπόστολος τῆς ὁμολογίας ἡμῶν. » Καὶ μετ' ὀλίγα, « Καὶ σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν, » τοῦ χρισθέντος δηλαδή.
glorious ones of the earth; and He shall smite the earth with the word of His mouth, and with the Spirit through His lips shall He slay the ungodly; and He shall have His loins girded with righteousness, and His sides anointed with truth." And shortly thereafter: "And in that day there shall be the root of Jesse, and He Who rises up to rule over the nations; in Him shall the nations hope, and His rest shall be honour." David: "Thy throne, O God, is forever and ever; a sceptre of uprightness is the sceptre of Thy kingdom. Thou hast loved righteousness and hated iniquity; therefore God, Thy God, has anointed Thee with the oil of gladness above Thy fellows." Do you see that God is anointed by God? For having become man, He became "the High Priest and Apostle of our confession." And shortly thereafter: "And Thou, Lord, in the beginning didst lay the foundation of the earth, and the heavens are the works of Thy hands. They shall perish, but Thou remainest; and they all shall grow old like a garment, and like a mantle shalt Thou roll them up, and they shall be changed. But Thou art the same, and Thy years shall not fail"—namely, the years of Him Who was anointed.
Γʹ. Περὶ τῆς γεννήσεως αὐτοῦ τῆς ἐκ Παρθένου.
III. Concerning His birth from the Virgin.
Ἠσαΐας, « Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐ[μ]μανουήλ· » ὃ ἑρμηνεύεται, Μεθ' ἡμῶν ὁ Θεός· « Καὶ πρὶν ἐπιγνῶναι πατέρα, ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ, καὶ τὰ σκῦλα Σαμαρείας ἔδεται. » Καὶ Σολομὼν προφητικῶς, « Παῖς ἤμην εὐφυὴς, ψυχῆς τε ἔλαχον ἀγαθῆς· μᾶλλον δὲ ἀγαθὸς ὢν, ἦλθον εις σῶμα ἀμίαντον. » (Τίς οὖν πρὸ γεννήσεως ἦν ἀγαθός; καὶ τίς ἦλθεν εἰς σῶμα ἀμίαντον;) Ἠσαΐας, « Καὶ θελήσουσιν ει ἐγενήθησαν πυρίκαυστοι, ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος, Θαυμαστὸς, Σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, Ἄρχον εἰρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶνος. Καὶ πάλιν, « Ἰδοὺ ἡ δάμαλις τέτοκε, καὶ οὐ τέτοκε. » Τοῦτο δὲ δηλοῖ τὴν Παρθένον. Καὶ πάλιν, « Βούτυρον, καὶ μέλι φάγεται. » Τούτῳ γὰρ ἐτρέφετο κατιούσης τῆς μητρὸς αὐτοῦ ἀπὸ τῆς ἀπογραφῆς· ὕστερον γὰρ εὐπόρησεν γάλακτος. Καὶ πάλιν, « Οὕτως λέγει Κύριος Σαβαώθ· Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων· καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ δια-
Isaiah: "Behold, the virgin shall conceive in the womb, and shall bring forth a son, and they shall call His name Emmanuel"—which is interpreted, God with us—"And before the child knows father or mother, He shall receive the power of Damascus and take the spoils of Samaria." And Solomon prophetically: "I was a child of goodly nature, and obtained a good soul; nay rather, being good, I came into an undefiled body." (Who, then, was good before birth? And who came into an undefiled body?) Isaiah: "And they shall wish that they had been burned with fire; because unto us a Child has been born, unto us a Son also has been given, Whose government is upon His shoulder; and His name is called Angel of Great Counsel, Wonderful, Counsellor, Mighty God, Potentate, Prince of Peace, Father of the age to come." And again: "Behold, the heifer has brought forth, and has not brought forth." Now this signifies the Virgin. And again: "Butter and honey shall He eat." For with this He was nourished as His mother was coming down from the enrolment; for afterwards she had abundance of milk. And again: "Thus says the Lord Sabaoth: Egypt has laboured, and the merchandise of the Ethiopians; and the Sabaeans, men of stature, shall pass over unto Thee
Notes, col. 208

On the reading

Printed ἐνανθρωπίσας, for ἐνανθρωπήσας.

Printed εις, for εἰς.

Printed ει, for εἰ.

Printed Ἄρχον, for Ἄρχων.

PG 46:209Read from the page
βήσονται, καὶ σοὶ ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ διαβήσονται πρὸς σὲ, καὶ προσκυνήσουσί σοι καὶ ἐν σοὶ προσεύξονται ὅτι ὁ Θεὸς ἐν σοί ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ. » Ἰεζεκιὴλ, « Καὶ ἐπέτρεψέ με Κύριος κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολὰς, καὶ αὕτη ἦν κεκλεισμένη· καὶ εἶπε Κύριος πρὸς μέ· Υἱὲ ἀνθρώπου, ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται, καὶ ἐξελεύσεται δι' αὐτῆς, καὶ ἔσται κεκλεισμένη. » Ἠσαΐας, « Ἐκ κοιλίας μητρὸς ἐκάλεσα τὸ ὄνομα αὐτοῦ Μάχαιραν ὀξεῖαν. » Δανιὴλ, « Ἰδοὺ ἐτμήθη λίθος ἄνευ χειρῶν, καὶ ἐπάταξε τὸν ἀνδριάντα, καὶ ἐγένετο εἰς ὄρος μέγα, καὶ ἐπλήρωσε τὴν οἰκουμένην. » Ὁ οὖν τμηθεὶς λίθος ἄνευ χειρὸς, ἔστιν ὁ γεννηθεὶς ἄνευ σπορᾶς ἀνδρός. Ἠσαΐας πάλιν, « Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, οὐδὲ ὁ λαός με συνῆκε. » Καὶ πάλιν, « Λάβε τόμον καινοῦ χάρτου μεγάλου, καὶ γράψον ἐν αὐτῷ γραφίδι ἀνθρώπου, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε, καὶ ἔτεκεν υἱόν· καὶ εἶπέ μοι Κύριος· Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον. » Τόμον οὖν καινὸν νοοῦμεν τὴν Παρθένον· ὥσπερ γὰρ ὁ χάρτης καινός ἐστι καθαρὸς, ἄγραφος ὢν, οὕτως καὶ ἡ Παρθένος ἁγία ἀμύητος ἀνδρός. Καὶ πάλιν, « Πᾶν ἄρσεν διανοῖγον μήτραν, ἅγιον τῷ Κυρίῳ κληθήσεται. » Οὐδὲν δὲ ἄρσεν διανοίγει μήτραν, ἀλλ' ἡ κοινωνία ἀνδρὸς πρὸς γυναῖκα. Τὸ γοῦν ειρημένον περὶ τοῦ Κυρίου νοητέον. Συμβαίνει δὲ πολλοὺς τῶν πρωτοτόκων εἶναι ἀσεβεῖς, καὶ ἁμαρτωλούς. Πῶς οὖν οὗτοι ἅγιοι τῷ Κυρίῳ, διὰ τοῦτο καὶ ἄμωμοι; διὰ τί δὲ μὴ καὶ πᾶν θῆλυ; Δῆλον οὖν, ὅτι αὐτὸς ἅγιος καὶ ἄμωμος μόνος, Δαβίδ. « Μήτηρ Σιὼν ἐρεῖ, Ἄνθρωπος, καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος. »
shall pass over, and they shall be slaves to you, and behind you shall they follow bound in handcuffs, and they shall pass over to you, and shall bow down to you and in you shall they pray, because God is in you, and there is no God beside Thee. For Thou art God, and we knew not, O God of Israel, Saviour. » Ezekiel, « And the Lord turned me back along the way of the gate looking towards the east, and this was shut; and the Lord said to me: Son of man, this gate shall be shut, and no one at all shall pass through it, because the Lord the God of Israel shall enter, and shall go out through it, and it shall be shut. » Isaiah, « From my mother's womb He called His name a sharp sword. » Daniel, « Behold, a stone was cut without hands, and struck the statue, and became a great mountain, and filled the whole world. » The stone, therefore, cut without a hand, is He Who was begotten without a man's seed. Isaiah again, « Hear, O heaven, and give ear, O earth, for the Lord has spoken: I have begotten and exalted sons, yet they themselves have rejected Me. The ox knew his owner, and the ass his master's crib; but Israel did not know Me, nor did My people understand Me. » And again, « Take a roll of a great new sheet, and write upon it with a man's pen, for making a speedy plunder of spoils. And I approached the prophetess, and she conceived in the womb, and bore a son; and the Lord said to me: Call his name, Spoil quickly, Plunder speedily. » By a new roll, therefore, we understand the Virgin; for just as the new sheet is pure, being unwritten upon, so too the holy Virgin is uninitiated in man. And again, « Every male opening the womb shall be called holy to the Lord. » Now no male opens the womb, save the union of a man with a woman. What is said, therefore, must be understood concerning the Lord. Moreover, it happens that many of the firstborn are ungodly, and sinners. How then are these holy to the Lord, and on this account blameless too? and why not every female also? It is plain, therefore, that He Himself alone is holy and blameless, [as] David [says]. « Mother Sion shall say, A man, and a man was born in her, and the Most High Himself founded her. »
Δʹ. Περὶ θαυμάτων, ὧν ἔμελλε ποιεῖν ἐνανθρωπίσας ὁ Κύριος.
IV. Concerning miracles, which the Lord was about to perform having become incarnate.
Ἰερεμίας, « Ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους, καὶ εἰς φῶς ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν,
Jeremiah, « Behold, I have set Thee for a covenant of a race, and for a light of nations, to establish the earth,
Notes, col. 209

On the reading

Printed ειρημένον, for εἰρημένον.

PG 46:212Read from the page
καὶ κληρονομῆσαι κληρονομίαν ἐρήμου, λέγων τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε. » Καὶ ὅτι οὐ περὶ ψιλοῦ ἀνθρώπου λέγει, αὐτὸς ἦν ὁ εἰπὼν, « Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. » Ἠσαΐας, « Ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα· παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε. Ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται. » Καὶ πάλιν, « Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἁλεῖται, ὡς ἔλαφος, ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων. » Καὶ πάλιν, « Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν.
and to inherit a desert heritage, saying to those in bonds, Come forth; and to those in the darkness, Be unveiled. » And that he does not speak concerning a mere man, it was he himself who said, « This is our God; no other shall be reckoned beside Him. » Isaiah, « Be strong, you slackened hands and palsied knees; comfort one another, you faint-hearted in mind; be strong, fear not. Behold our God, behold, the Lord comes with strength. » And again, « Then shall the eyes of the blind be opened, and the ears of the deaf shall hear; then shall the lame man leap as a hart, and the tongue of stammerers shall be clear. » And again, « The Spirit of the Lord is upon Me, on account of which He has anointed Me; He has sent Me to preach good tidings to the poor, to proclaim release to captives and recovery of sight to the blind.
Εʹ. Περὶ προδοσίας.
V. Concerning betrayal.
Δαβὶδ, « Ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν. »
David, « He who ate My loaves magnified supplanting against Me. »
Ϛʹ. Περὶ Πάθους.
VI. Concerning the Passion.
« Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ἐκταράσσουσιν. Ἀλλὰ νῦν καταστήσεται Κύριος εἰς κρίσιν, καὶ στήσει τὸν λαὸν αὐτοῦ εἰς κρίσιν. Αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μετὰ τῶν ἀρχόντων αὐτῶν. » Δαβὶδ, « Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. » Ἰερεμίας, « Πνεῦμα προσώπου ἡμῶν Θεὸς Κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν, οὗ εἴπομεν· Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν. » Ἠσαΐας, « Αὐτὸς τὰς ἀνομίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει. Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτὸν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Πάντες ὡς πρόβατα ἐπλανήθημεν· ἕκαστος τὴν ὁδὸν αὐτοῦ ἐπλανήθη. Καὶ Κύριος παρέδωκεν αὐτὸν διὰ τὰς ἁμαρτίας ἡμῶν· καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίνει τὸ στόμα αὐτοῦ ἐν
« O My people, those who pronounce you blessed lead you astray, and disturb the path of your feet. But now the Lord shall stand up for judgement, and shall set His people for judgement. The Lord Himself shall come into judgement with the elders of the people, and with their rulers. » David, « Why did the nations rage, and the peoples meditate vain things? The kings of the earth stood by, and the rulers were gathered together against the Lord and against His Christ. » Jeremiah, « The Spirit of our countenance, the Lord God, was taken in their corruptions, of Whom we said: Under His shadow we shall live among the nations. » Isaiah, « He Himself bears our iniquities, and suffers pain for us, and we reckoned Him to be in toil, and in stroke, and in affliction. But He Himself was wounded on account of our sins, and has been weakened on account of our iniquities. The chastisement of our peace is upon Him; by His bruise we were healed. All we like sheep went astray; each wandered in his own way. And the Lord delivered Him up for our sins; and He, on account of having been afflicted, does not open His mouth. Like a sheep He was led to slaughter, and as a lamb voiceless before him who sheared it, so He does not open His mouth in
Notes, col. 212

On the reading

Printed ἀνοίνει, for ἀνοίγει.

PG 46:213Read from the page
τῇ ταπεινώσει αὐτοῦ, ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ· ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ, ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. » Καὶ μετά τινα, » Διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα, ἀνθ' ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, ὅτι ἀνομίαν οὐκ ἐποίησε, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη· καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε, καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη. » Ἐκ τούτων δῆλον ὅτι οὐ περὶ τοῦ λαοῦ τοῦ ἀπαχθέντος ἐν Βαβυλῶνι ὁ Προφήτης λέγει, ὥς τινες ὑπέλαβον. Πῶς γὰρ ἂν ὁ λαὸς, ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ ἤχθη εἰς θάνατον; ἢ ποῖος λαὸς, καὶ ποίου λαοῦ; Καὶ πάλιν, « Τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων. » Καὶ πάλιν, « Οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. » Καὶ πάλιν ὁ ταῦτα εἰπὼν, εἶπε, « Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; » Δαβὶδ, « Ὅτι ἐκύκλωσάν με κύνες πολλοί· συναγωγὴ πονηρευομένων περιέσχον με. Ὤρυξαν χεῖράς μου, καὶ πόδας μου· ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. Αὐτοὶ δὲ κατενόησαν, καὶ ἐπεῖδόν με· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. » Ἰερεμίας, « Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων. » Καὶ πάλιν, « Δεῦτε, καὶ ἐμβάλλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ· καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ τῶν ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἔτι. » Ζαχαρίας, « Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ· καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι Κύριος. »
His humiliation, because His life is taken away from the earth; from the sins of My people He was led to death. And I will give the wicked in place of His burial, and the rich in place of His death, because He committed no iniquity, nor was deceit found in His mouth. » And after some words, » On this account He Himself shall inherit many, and shall divide the spoils of the strong, in return for which His soul was delivered up to death, because He committed no iniquity, and was reckoned among the lawless; and He Himself bore the sins of many, and on account of their sins was delivered up. » From these words it is plain that the Prophet does not speak concerning the people led away in Babylon, as some supposed. For how would the people have been led to death from the sins of the people? or what sort of people, and of what sort of people? And again, « I gave My back to scourges, and My cheeks to blows, and My face I did not turn away from the shame of spittings. » And again, « He had neither form, nor beauty, but His form was dishonoured, failing beyond the sons of men. » And again he who spoke these things said, « And His generation who shall declare? » David, « For many dogs surrounded Me; an assembly of evildoers enclosed Me. They dug My hands, and My feet; they counted out all My bones. And they themselves considered, and gazed upon Me; they parted My garments among themselves, and upon My raiment they cast a lot. » Jeremiah, « But I as a guileless lamb led to be sacrificed, knew it not. » And again, « Come, and let us cast wood into His bread; and let us wipe Him out from the living, and let His name be remembered no more. » Zechariah, « And they took the thirty pieces of silver, the price of the prized One, Whom they priced from the sons of Israel; and they gave them for the potter's field, just as the Lord appointed me. »
Ζʹ. Περὶ τοῦ σταυροῦ, καὶ τοῦ γενομένου σκότους.
VII. Concerning the cross, and the darkness that came to pass.
« Ὄψεσθε τὴν ζωήν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν, καὶ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγεῖται ὑμῖν. Τὸ πρωῗ ἐρεῖς· Πῶς ἐγένετο ἑσπέρα; καὶ τὸ ἑσπέρας· Πῶς ἐγένετο πρωῗ; » Ἀμὼς, « Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος ὁ Θεὸς, Δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐν ἡμέρᾳ τὸ φῶς. » Ἰερεμίας, « Ἐπέδυσεν ὁ ἥλιος ἔτι μεσούσης τῆς ἡμέρας. » Ἠσαΐας, « Ὅλην τὴν ἡμέραν διεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀντιλέγοντα, καὶ ἀπειθοῦντα. » Καὶ πάλιν, « Ἄρατε σύσσημον εἰς τὰ ἔθνη. » Καὶ πάλιν, « Καὶ τότε ταῦτα συντελεσθήσεται, λέγει Κύριος, ὅταν ξύλον ξύλων κλιθῇ, καὶ ἀναστῇ, καὶ ὅταν ἐκ ξύλου αἷμα
« You shall see your life hanging before your eyes, and you shall by no means believe, if anyone relates it thoroughly to you. In the morning you shall say: How has evening come? and in the evening: How has morning come? » Amos, « And it shall be in that day, says the Lord God, the sun shall go down at midday, and the light shall grow dark in the daytime. » Jeremiah, « The sun set while the day was still at its midpoint. » Isaiah, « All the day long I stretched out My hands to a gainsaying, and disobedient people. » And again, « Lift up a standard to the nations. » And again, « And then shall these things be accomplished, says the Lord, when wood of woods shall incline, and arise, and when out of wood blood
Notes, col. 213

On the reading

Printed » Διὰ, for « Διὰ.

Printed ζωήν, for ζωὴν.

PG 46:216Read from the page
στάξει. » Ζαχαρίας, « Καὶ ἔσται, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσται φῶς· καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ· καὶ οὐχ ἡμέρα, καὶ οὐ νὺξ· τὸ πρὸς ἑσπέραν ἔσται φῶς. » Δαβὶδ, « Καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον· καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. » Ὧν οὐδὲν ἔχουσι ἐπὶ Δαβὶδ δεῖξαι γενόμενον. Καὶ πάλιν, « Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ. » Ζαχαρίας, « Ῥομφαία, ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα, καὶ ἐπ' ἄνδρα τοῦ λαοῦ μου· πάταξον τὸν ποιμένα μου, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης. » Καὶ πάλιν, « Καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον τῷ Κυρίῳ. »
shall drop. » Zechariah, « And it shall be, in that day there shall not be light; and that day is known to the Lord; and neither day, nor night; towards evening there shall be light. » David, « And I waited for one to grieve with Me, and there was none, and for one to comfort, and I found none; and they gave gall for My food, and for My thirst they gave Me vinegar to drink. » None of which things are they able to show as having happened in the case of David. And again, « They laid Me in the lowest pit. » Zechariah, « O sword, awake against the shepherd, and against a man of My people; strike My shepherd, and the sheep of the flock shall be scattered abroad. » And again, « And in that day, what is upon the bridle of the horse shall be holy to the Lord. »
Ηʹ. Περὶ ἀναστάσεως Χριστοῦ.
VIII. Concerning the resurrection of Christ.
Δαβὶδ τὴν ἀνάστασιν αὐτοῦ προορῶν ἔλεγεν· « Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, Κύριε; ἀνάστηθι, καὶ μὴ ἀπώσῃ εἰς τέλος. » Καὶ πάλιν, « Ἀνάστα, Κύριε· σῶσόν με, ὁ Θεός μου. » Καὶ πάλιν, « Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου. » Καὶ πάλιν, « Ἀνάστα, Κύριε, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι. » Ἠσαΐας, « Νῦν ἀναστήσομαι, λέγει Κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι, νῦν ὄψεσθε, νῦν σωθήσεσθε· ματαία ἔσται ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν. » Ὡσηὲ, « Καὶ ζητήσουσι τὸ πρόσωπόν μου ἐν θλίψει αὐτῶν, καὶ ὀρθριοῦσι πρὸς μὲ, λέγοντες, Πορευθῶμεν καὶ ἐπιστρέψωμεν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ὅτι αὐτὸς ἥρπακε, καὶ ἰάσεται ἡμᾶς· πατάξει, καὶ μοτώσει ἡμᾶς·
David, foreseeing His resurrection, said: « Awake, why sleepest Thou, O Lord? arise, and cast us not off utterly. » And again, « Arise, O Lord; save Me, O My God. » And again, « Arise, O Lord, help us, and redeem us for Thy name's sake. » And again, « Arise, O Lord, judge the earth, because Thou shalt inherit among all the nations. » Isaiah, « Now will I arise, says the Lord, now will I be glorified, now will I be exalted, now shall you see, now shall you be saved; vain shall be the strength of your spirit. » Hosea, « And they shall seek My face in their affliction, and at dawn they shall watch for Me, saying, Let us go and return to the Lord our God, because He Himself has torn away, and will heal us; He will smite, and bind us up;