στόλου φωνὴν τῷ παρόντι λόγῳ, ἣν ἐπὶ τῶν ἀνεφίκτων ἐκεῖνος πεποίηται λέγων· « Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Τίς γὰρ ἔγνω νοῦν Κυρίου; » Ἐπειδὴ δὲ πάλιν ὁ Ἀπόστολος ἴδιον τοῦ πνευματικοῦ φησι τὸ ἀνακρίνειν τὰ πάντα, καὶ ἀποδέχεται τοὺς παρὰ τῆς θείας χάριτος πλουτισθέντας ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει· καλῶς ἔχειν φημὶ μὴ κατολιγωρῆσαι τῆς δυνατῆς ἐξετάσεως, μηδὲ περιιδεῖν τὸ ζητούμενον ἐν τούτοις ἀνερεύνητόν τε καὶ ἀθεώρητον, ὡς ἂν μὴ καθ' ὁμοιότητα τῆς τοῦ προβλήματος ὑποθέσεως, καὶ ὁ περὶ αὐτοῦ λόγος ἀτελὴς ἀφανισθείη, ἢ καὶ ἄωρος, καθάπερ τι νήπιον τῶν ἀρτιτόκων πρὶν εἰς φῶς προελθεῖν καὶ ἀδρυνθῆναι, οἷόν τινι θανάτῳ τῇ ῥᾳθυμίᾳ τῶν πρὸς τὴν ζήτησιν τῆς ἀληθείας ἀτονούντων διαφθειρόμενος. Φημὶ τοίνυν καλῶς ἔχειν μὴ ῥητορικῶς τε καὶ ἀγωνιστικῶς εὐθὺς κατὰ στόμα πρὸς ἀντιθέσεις συμπλέκεσθαι, ἀλλά τινα τάξιν ἐπιθέντας τῷ λόγῳ, δι' ἀκολούθου προάγειν τὴν περὶ τοῦ προβλήματος θεωρίαν. Τίς οὖν ἡ τάξις; Τὸ γνῶναι πρῶτον ὅθεν ἡ ἀνθρωπίνη φύσις, καὶ ὅτου χάριν ἦλθεν εἰς γένεσιν. Εἰ γὰρ τούτων μὴ διαμάρτοιμεν, οὐδὲ τῆς προκειμένης ἡμῖν θεωρίας ἡμαρτηκότες ἐσόμεθα. Τὸ μὲν οὖν ἐκ Θεοῦ πᾶν ὅ τί πέρ ἐστι μετ' αὐτὸν ἐν τοῖς οὖσιν ἐν τῇ φύσει νοούμενόν τε καὶ ὁρώμενον τὸ εἶναι ἔχειν, περιττὸν ἂν εἴη λόγῳ κατασκευάζεσθαι, οὐδενὸς, οἶμαι, τῶν ὁπωσοῦν ἐπεσκεμμένων τὴν τῶν ὄντων ἀλήθειαν πρὸς τὴν τοιαύτην ὑπόληψιν ἐνισταμένου. Ὁμολογεῖται γὰρ παρὰ πάντων, μιᾶς αἰτίας ἐξῆφθαι τὸ πᾶν, καὶ οὐδὲν τῶν ὄντων αὐτοῦ ἐξ ἑαυτοῦ τὸ εἶναι ἔχειν, οὐδὲ ἑαυτοῦ εἶναι ἀρχὴν καὶ αἰτίαν, ἀλλὰ μίαν μὲν φύσιν εἶναι ἄκτιστον καὶ ἀΐδιον, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν, παντὸς διαστηματικοῦ νοήματος ὑπερκειμένην, ἀναυξῆ τινα καὶ ἀμείωτον, καὶ παντὸς ὅρου ἐπέκεινα θεωρουμένην· ἧς ἔργον, καὶ χρόνος, καὶ τόπος, καὶ τὰ ἐπὶ τούτοις πάντα, καὶ εἴ τι πρὸ τούτων καταλαμβάνει ἡ ἔννοια νοητόν τε καὶ ὑπερκόσμιον. Ἓν δὲ τῶν γεγονότων καὶ τὴν ἀνθρωπίνην φύσιν εἶναί φαμεν, λόγῳ τινὶ τῆς θεοπνεύστου διδασκαλίας ὁδηγῷ πρὸς τοῦτο συγχρώμενοι· ὅς φησι πάντων παρὰ τοῦ Θεοῦ παραχθέντων εἰς γένεσιν, καὶ τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς ἀναδειχθῆναι, ἐξ ἑτερογενῶν συγκεκραμένον τὴν φύσιν, τῆς θείας τε καὶ νοερᾶς οὐσίας, πρὸς τὴν ἑκάστου τῶν στοιχείων αὐτῷ συνερανισθεῖσαν μοῖραν καταμιχθείσης· γενέσθαι δὲ τοῦτον παρὰ τοῦ πεποιηκότος, ἐφ' ᾧτε εἶναι τῆς θείας τε καὶ ὑπερκειμένης δυνάμεως ἔμψυχόν τι ὁμοίωμα. Βέλτιον δ' ἂν εἴη καὶ αὐτὴν παραθέσθαι τὴν λέξιν ἔχουσαν οὕτως· « Καὶ ἐποίησε, » φησὶν, « ὁ Θεὸς τὸν ἄνθρωπον· κατ' εικόνα Θεοῦ ἐποίησεν αὐτόν. » Τὴν δὲ αἰτίαν τῆς τοῦ ζώου τούτου κατασκευῆς, τῶν πρὸ ἡμῶν τινες ταύτην ἀποδεδώκασιν. ὅτι διχῆ διῃρημένης τῆς κτίσεως πάσης, καθώς φησιν ὁ Ἀπόστολος, εἰς τὸ ὁρατόν τε καὶ ἀόρατον· σημαίνεται διὰ μὲν τοῦ ἀοράτου, τὸ νοητὸν καὶ ἀσώμα-
stle is fitting for the present discourse—that exclamation which he uttered concerning things unattainable, saying: "O the depth of the riches and wisdom and knowledge of God! How unsearchable are His judgements, and untraceable His ways! For who has known the mind of the Lord?". Yet since the Apostle again declares it proper to the spiritual man to discern all things, and commends those who have been enriched by divine grace in every word and in all knowledge, I say that it is right not to neglect such examination as lies within our power, nor to overlook the matter sought in these questions as uninvestigated and uncontemplated, lest, after the likeness of the theme of our problem, the discourse concerning it should likewise vanish away incomplete, or even untimely—like some newborn infant before coming forth into the light and growing to maturity—perishing, as it were by a kind of death, through the sloth of those who lack vigour for the search after truth. I say, then, that it is best not to grapple straightway head-on with objections in rhetorical and combative fashion, but to impose a certain order upon our discourse and advance the contemplation of the problem in due sequence. What, then, is that order? First to know whence human nature comes, and for what purpose it came into being. For should we not miss the mark in these things, neither shall we fail of the contemplation set before us. Now that everything after God among things that exist in nature, both intelligible and visible, has its being from God, would be superfluous to establish by argument, since no one, I think, of those who have in any way considered the truth of beings objects to such a supposition. For it is agreed on all hands that the universe depends upon one single cause, and that none of existing things possesses being of itself from itself, nor is its own principle and cause; rather, there is one uncreated and eternal nature, ever abiding in the same state and manner, transcending every dimensional conception, admitting neither increase nor diminution, and contemplated beyond every bound—whose work is time, and place, and all things consequent upon these, and whatever prior to these thought apprehends as intelligible and supramundane. And we affirm that human nature too is one of the things that have come into being, making use of a certain word of divinely inspired teaching as our guide thereto: which declares that after all things had been brought forth by God into generation, man also was displayed upon the earth, having his nature blended out of diverse kinds, the divine and intellectual essence being mingled with the portion contributed to him from each of the elements; and that he was made by his Maker to the end that he might be a living likeness of the divine and transcendent power. Indeed it would be better to set down the very wording itself, which runs thus: "And God made man," it says; "according to the image of God He made him". As for the cause of the framing of this living creature, certain of our predecessors have given the following account: that whereas the whole creation is divided twofold, as the Apostle says, into the visible and the invisible, by the invisible is signified the intelligible and incorpo-