PG 46:1176Read from the pageματος. Τὸ εἰρηκέναι δὲ τὸν θεόφρονα Συμεῶνα εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ κεῖσθαι τὸν Κύριον, δείκνυσι τῇ συμβάσει τῶν νοημάτων πρὸς τὰ προφητικὰ διαγγέλματα, ἕνα καὶ τὸν αὐτὸν Θεόν τε καὶ νομοθέτην ἔν τε προφήταις καὶ τῇ Καινῇ Διαθήκῃ λελαληκέναι. Τὸν γὰρ λίθον τοῦ προσκόμματος καὶ τοῦ σκανδάλου τὴν πέτραν αἰτίαν τοῦ μὴ καταισχυνθήσεσθαι τοὺς ἐπ' αὐτὸν πιστεύοντας, ὁ προφητικὸς διηγόρευσε λόγος. Οὐκοῦν πτῶσις μὲν ἔστι τοῖς τῷ ταπεινῷ τῆς σαρκὸς ἐξ ἀπιστίας προσπταίουσιν· ἀνάστασις δὲ, τοῖς τὸ στερρὸν τῆς θείας οἰκονομίας ἐπεγνωκόσιν. Ἀλλὰ καὶ αὐτῆς τῆς Θεοτόκου ψυχῆς ῥομφαίαν διελαθῆναι λέγων, σαφῶς τὸ ἐν τῷ σταυρῷ προφητεύει πάθος. Τοῖς γὰρ ἐξ αὐτῆς τῆς παραδόξου συλλήψεως μέχρι τοῦ κατὰ τοῦ πάθους καιροῦ θεοπρεπῶς εἰς αὐτὸν εἰρημένοις τε καὶ πεπραγμένοις, ἓν ὥσπερ ἂν ἀδιάτμητον σῶμα, ὑψηλοτέραν τε καὶ θεοπρεπεστέραν περὶ αὐτοῦ ἐχούσης τῆς Θεοτόκου ὑπόληψιν, τομὴν ὥσπερ τινὰ πεπονθέναι αὐτὴν νομιούμεθα, ἐν τῷ ἀδόξῳ τῆς σταυρώσεως, εἰ καὶ τὸ τῆς ἀναστάσεως θαῦμα συνούλωσιν παντελῆ τῆς τομῆς ἀπειργάσατο. Ἀλλ' οὐδὲ μόνην αὐτὴν τῷ τοιούτῳ πάθει ἐνσχεθῆναι σημαίνει, ἀλλ' ἐκ πολλῶν καρδιῶν διαλογισμοὺς ἀμφιβολίας τε καὶ διχονοίας ἀναφανῆναι προλέγει· ὡς ἂν ἐν τῷ διαφόρῳ τῶν περὶ αὐτοῦ ὑπολήψεων, μή τινα κλόνον σχοίη ἡ Θεομήτωρ Παρθένος. Ἐπειδὴ δὲ ἡ προφῆτις Ἄννα ἐκ τοῦ γήρως ἀδρανές τι καὶ οὐ λίαν ἐξακουστὸν φθέγγεται, ἀλλ' οὐδὲ τὸ ὑψηλὸν Εὐαγγέλιον αὐτολεξεὶ τὰ ἐξ αὐτῆς λεχθέντα παρήγαγε· πρῶτον μὲν ἐκ τοῦ εὐαγγελιστοῦ πυθώμεθα, τίς τε καὶ πόθεν αὕτη καθέστηκε, καὶ ἐπὶ ποίοις καὶ πότε τῷ ἱερῷ ἐφέστηκεν, αὖθίς τε τίνων ἔλεγε διάνοιαν ἐρευνήσωμεν.
spirit. Now the fact that the godly-minded Simeon said that the Lord is set for the fall and rising of many in Israel shows, by the harmony of its thoughts with the prophetic proclamations, that one and the same God and Lawgiver spoke both in the prophets and in the New Covenant. For the prophetic word declared that the stone of stumbling and the rock of offence is the cause why those who believe in Him shall not be put to shame. Therefore there is a fall for those who through unbelief stumble at the lowliness of the flesh, whereas there is a rising for those who have recognized the firmness of the divine dispensation. Moreover, in saying that a sword would pierce through the soul of the Theotokos herself, he clearly prophesies the Passion upon the cross. For since the things spoken and done concerning Him in a manner worthy of God from the paradoxical conception itself down to the time of the Passion formed as it were one unsevered body, and the Theotokos held a loftier and more God-befitting conception concerning Him, we shall suppose her to have suffered a kind of severing in the ignominy of the crucifixion, even though the miracle of the resurrection wrought a complete cicatrization of the cut. Yet he signifies that not she alone would be held fast by such an affection, but foretells that thoughts of doubt and dissension would be revealed out of many hearts, lest in the diversity of conceptions concerning Him the Virgin Mother of God should suffer any agitation. And since the prophetess Anna speaks from old age something faint and not very audible, and neither did the sublime Gospel report word for word the things spoken by her, let us first inquire from the evangelist who and whence she was, and upon what matters and when she stood by the temple, and then let us investigate the meaning of what things she was saying.
Φησὶ τοίνυν ὁ μακάριος Λουκᾶς, ὡς Ἦν Ἄννα ἡ προφῆτις θυγάτηρ Φανουὴλ ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς· καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων· ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ, νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν· καὶ αὕτη, αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα, ἀνθωμολογεῖτο τῷ Θεῷ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ. Τίς ὁ λόγος τοῦ τοιαύτην ἀκριβῆ τὴν περὶ τῆς προφήτιδος ταύτης τὸν εὐαγγελιστὴν ποιήσασθαι τὴν ἀφήγησιν, ὥστε καὶ τὸν ταύτης πατέρα, καὶ τὴν φυλὴν ἐν ἐπιμνήσει ποιήσασθαι, καὶ ὅπερ ἐπ' οὐδενὶ ἑτέρῳ σχεδὸν ἱστορημένον εὕρηται; Τὸν μὲν περὶ τούτου ἀκριβῆ λόγον μόνος ἂν εἰδείη αὐτὸς ὁ τῶν ἁγίων Θεὸς, καὶ οἱ τῇ αὐτοῦ ἐπιπνοίᾳ
Blessed Luke says, then, that Anna was a prophetess, the daughter of Phanuel, of the tribe of Asher; she was advanced in many days, having lived with a husband seven years from her virginity, and she was a widow of about eighty-four years, who did not depart from the temple, worshipping with fastings and supplications night and day; and she, coming up at that very hour, gave thanks in return to God and spoke concerning Him to all those who were waiting for redemption in Jerusalem. What is the reason why the evangelist made so exact a narration concerning this prophetess, so as to make mention both of her father and of her tribe, and that which is found recorded of scarcely any other person? The exact account concerning this none would know save the God of the saints Himself, and those who by His inspiration
PG 46:1177Read from the pageΠνεύματι λαλεῖν κατὰ τὸν θεῖον Ἀπόστολον δεδιδαγμένοι μυστήρια· κατὰ δὲ τὸ ἡμῖν ἐφικτὸν, καὶ ἑτέρας κατ' ἐκεῖνο καιροῦ τῇ μακαρίᾳ ταύτῃ συνωνύμους ὑπάρχειν φαμὲν, καὶ τῶν αὐτῶν ἐκείνῃ ἔχεσθαι ἱερῶν σπουδασμάτων, τοῦ ἐν νηστείαις καὶ προσευχαῖς προσκαρτερεῖν. Πρὸς οὖν τὸ εὐκρινὲς εἶναι τὸ ταύτης πρόσωπον, τῇ τοῦ πατρὸς αὐτῆς ἐπιμνήσει καὶ τῆς φυλῆς τὸ ἴδιον προσεγράψατο· μεγάλοις δὲ αὐτὴν ἐγκωμίοις ἐστέψατο, καὶ πάντως τὸ παρὰ τοῖς ἀκούουσιν ἀξιόπιστον ἔχουσιν, οἷς καὶ περὶ τοῦ Κυρίου διελέγετο. Ἀλλ' ἐπειδὴ, ὡς εἴρηται, τὸ τοῦ λόγου διηχημένον καὶ μεγαλόφωνον ὑπὸ τοῦ γήρως ἀφήρηται, πλησίον αὐτῆς ὥσπερ τοῦ στόματος τὸ οὖς τῆς διανοίας ἐνθέμενοι διὰ τῆς παρούσης ὑποθέσεως ἐρεύνης, ἴδωμεν τί καὶ αὕτη διελέγετο τοῖς τὴν λύτρωσιν προσδεχομένοις ἐν Ἱερουσαλήμ. Κατὰ γὰρ τὸ τῆς ἐννοίας ἀκόλουθον ἐκ τῶν προφητικῶν λόγων, τὴν περὶ τοῦ Κυρίου ἐποιεῖτο διάλεξιν· ἐπεὶ καὶ οὗτοι, πρὸς οὓς ταῦτα λαλεῖν αὐτὴν τὸ Εὐαγγέλιον ἔφησεν, πάντως ἐκ τῶν ἐν τοῖς προφήταις ἐκφερομένων θείων χρησμῶν προσδέχεσθαι λύτρωσιν μεμαθήκασιν. Πάντως αὐτῇ πρόχειρος εἰς ὑπογραφὴν τοῦ μυστηρίου ὁ τοῦ μεγάλου Ἠσαΐου λόγος καθέστηκε· Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγεννήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ ὅτι καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος. Καὶ μὴν, Φωτίζου, φωτίζου, Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. Καὶ Δαυῖδ ὁ μέγας παρήγετο· Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν· καὶ, Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν. Καὶ ἐνδεικτικῶς εἰς αὐτόν· Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αι φυλαὶ τῆς γῆς. Πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτὸν, καὶ δουλεύσουσιν αὐτῷ καὶ προσκυνήσουσιν αὐτῷ· καὶ ὅτι Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ τοῖς υἱοῖς Ἰσραήλ. Αὖθίς τε ἡ τιμία καὶ ἀγγελοπεπρής τοῦ σοφοῦ Μαλαχίου φωνή· Ἰδοὺ ἐγὼ ἀποστελῶ τὸν ἄγγελύν μου, καὶ ἑτοιμάσει ὁδὸν πρὸ προσώπου σου· καὶ ἐξαίφνης ἥξει εις τὸν ναὸν αὐτοῦ Κύριος, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε.
In the Spirit taught to speak mysteries according to the divine Apostle; yet so far as lies within our reach, we say that there were also other women at that time bearing the same name as this blessed woman, and cleaving to the same sacred pursuits as she, namely, persevering in fastings and prayers. In order, then, that her person might be distinct, he added her peculiar mark by the mention of her father and of her tribe; and he crowned her with great encomiums, which altogether possessed trustworthiness in the eyes of the hearers, with whom she also conversed concerning the Lord. But since, as has been said, the resonance and loudness of her speech had been taken away by old age, placing the ear of our understanding near to her mouth, as it were, through the investigation of the present subject, let us see what she too was discoursing to those who were waiting for redemption in Jerusalem. For in accordance with the sequence of thought drawn from the prophetic words, she made her discourse concerning the Lord; since these men also, to whom the Gospel said she spoke these things, had altogether learned from the divine oracles set forth in the prophets to wait for redemption. Altogether ready at hand for her to delineate the mystery stood the word of the great Isaiah: Unto us a child has been born, and a son has been given unto us, whose government was upon His shoulder, and that His name is called the Messenger of great counsel. And indeed: Shine, shine, O Jerusalem, for your light has come, and the glory of the Lord has risen upon you. And the great David was adduced: Mercy and truth have met together, righteousness and peace have kissed each other; and: All the ends of the earth have seen the salvation of our God. And pointedly with reference to Him: Before the sun His name endures, and all the tribes of the earth shall be blessed in Him. All the nations shall call Him blessed, and shall serve Him and worship Him; and that: The Lord has made known His salvation to the sons of Israel. And again, the precious and angel-befitting voice of the wise Malachi: Behold, I will send My messenger, and he shall prepare a way before Thy face; and suddenly the Lord Whom you seek shall come into His temple, even the Messenger of the covenant, Whom you desire.
Καὶ ἄλλοις ἄλλοθεν προφητικων λογίῶν μυστικοῖς ἄνθεσι τὸ θεολόγον καὶ μακάριον στέφος ἐπλέξατο, ἀσθενεῖ μὲν ἔτι καὶ ὑποτρόμῳ χειρὶ, ὡς δὴ προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς. Οὐ γάρ που ἐχωρεῖτο τότε τοῖς ἀκούουσιν ἡ τῶν ὑψηλῶν περὶ τοῦ Κυρίου νοημάτων ἀφήγησις, ὅτε καὶ μετὰ τὴν τοσαύτην τῶν σημείων ἐπίδειξιν καὶ τῶν ἐνθέων μυστηρίων ἀνακήρυξιν ὁ τῶν τῆς σοφίας καὶ τῆς γνώσεως θησαυρῶν ταμίας Χριστὸς τοῖς ἑαυτοῦ ἔλεγε μαθηταῖς· Πολλὰ ὑμῖν ἔχω λαλῆσαι, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. Ὅμως εἰ καὶ ἀμυδρῶς ἡ γηραλέα καὶ προφῆτις τὸν περὶ τοῦ Κυρίου ἐποιήσατο λόγον, ὡς τοῦ νόμου
And with other mystical flowers of prophetic oracles gathered from one place and another she wove the divinely speaking and blessed crown, though with a hand now weak and trembling, as indeed advanced in many days. For nowise at that time could the exposition of the lofty thoughts concerning the Lord be received by the hearers, when even after so great a display of signs and proclamation of divinely inspired mysteries Christ, the steward of the treasures of wisdom and knowledge, said to His own disciples: I have many things to say to you, but you cannot bear them now. Nevertheless, even if dimly the aged woman and prophetess made her discourse concerning the Lord, as bearing the person of the Law,
Notes, col. 1177
On the reading
Printed ἀγγελοπεπρής, for ἀγγελοπρεπής.
Printed ἄγγελύν, for ἄγγελόν.
Printed προφητικων, for προφητικῶν.
Printed λογίῶν, for λογίων.
PG 46:1180Read from the pageἔχουσα πρόσωπον, ὅπερ παλαιωθέν τε καὶ γηράσαν καὶ ἐγγὺς ἀφανισμοῦ γεγονὸς, τῇ Καινῇ Διαθήκῃ παρεχώρησεν· ἀλλ' οὖν οὐκ ἀσυντελὴς ἡ παρ' αὐτῆς διάλεξις τοῖς συνετοῖς ἀκροαταῖς γέγονεν, ὥσπερ οὐδὲ ἡ παρὰ τοῦ νόμου ἐν σκιαῖς καὶ αινίγμασι τοῦ μεγάλου μυστηρίου προαναφώνησις. Δεῦτε οὖν καὶ ὑμεῖς, Πατέρες καὶ ἀδελφοὶ πνευματικοὶ, οἱ ἑορτάζειν δεδιδαγμένοι ἐν καινότητι πνεύματος, καὶ οὐ παλαιότητι γράμματος, οἱ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας τὸ τίμιον καὶ ζωοποιὸν Πάσχα τῆς θυσίας Χριστοῦ ἑορτάζειν ὀφείλοντες· οἱ τῇ θείᾳ ἀναγεννήσει τοῦ ἁγίου βαπτίσματος τὸν παλαιὸν ἄνθρωπον ἀποθέμενοι, τὸν κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης φθειρόμενον, καὶ τὸν νέον ἐνδυσάμενοι, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος· Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτῆρι ἡμῶν. Εἴπωμεν τὸ, Ὡς φοβερὰ τὰ ἔργα σου, Κύριε! εἰ καὶ ἐν τῷ πλήθει τῆς δυνάμεώς σου οἱ ἐχθροί σου ἐψεύσαντο, ἑκουσίως πρὸς τὸ φανὲν τῷ κόσμῳ θεῖόν σου φῶς τοὺς ὀφθαλμοὺς ἀπομύσαντες. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ. Ἀνενέγκωμεν θυσίαν αἰνέσεως διαπαντὸς τῷ Θεῷ, τουτέστι καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ, τῆς τε εὐποιίας καὶ κοινωνίας μὴ ἐπιλαθώμεθα· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεὸς ἵνα τὸν ῥύπον τῆς ἁμαρτίας ἀπονιψώμεθα, καὶ ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ πνευματικὴ ἡμῶν νεότης· καθάπερ καὶ τοῦ μακαρίου πρεσβύτου Συμεῶνος, ἵνα καὶ ἡμεῖς εἰρηνικῶς τε καὶ περιχαρῶς ἐν ἀγαθῇ πεποιθήσει καὶ σωτηρίῳ ἐλπίδι πρὸς τὴν τοῦ βίου ἔξοδον δράμωμεν, καὶ μὴ μετ' αἰσχύνης καὶ δέους τὸν παρόντα βίον ὑπεξέλθωμεν, καὶ τρόπον τινὰ μὴ βουλόμενοι, καθάπερ οἱ πονηρὰ ἑαυτοῖς συνεγνωκότες, ἀηδῆ τε καὶ κατεστυγημένην τοῦ βασιλέως τὴν ἐπιστασίαν ἔχουσι. Μιμησώμεθα τῆς μακαρίας Ἄννης τὸ ἐν νηστείαις τε καὶ προσευχαῖς σύντονον καὶ ἀνένδοτον· μὴ γυναικὸς χείρους φανείημεν, καὶ ταῦτα ὑπὸ τὴν σκιὰν πολιτευομένης τοῦ νόμου, ἔνθα τὸ ἐν τούτοις εὐδόκιμον σπάνιον. Ἀλλ' ἡμεῖς τῷ φωτὶ καταλαμπόμενοι τῆς χάριτος, καὶ τῷ τρανῷ τε καὶ ἐκτυπωτέρῳ τῆς ἐλπίδος βοηθούμενοι, καὶ τῷ κράτει τοῦ Πνεύματος δυναμούμενοι, μὴ χωρισθῶμεν τῶν ἱερῶν διδαγμάτων, ἐξ ὧν ἡ σωτήριος ἕξις ταῖς ψυχαῖς ἐντίκτεσθαι εἴωθεν· καθάπερ κἀκείνη ἀχώριστος εἶναι τοῦ ἱεροῦ μεμαρτύρηται, μὴ περιπλαζώμεθα τοὺς λογισμοὺς ἀπὸ τοῦ θείου φόβου, ἀλλ' ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ τὰς σάρκας ἡμῶν καὶ τὰ νοήματα, κατὰ τὴν τοῦ προφήτου εὐχὴν, καθηλώσωμεν. Ἀκούσωμεν τοῦ μεγάλου Παύλου διδάσκοντος· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἀγνὴν παραστῆσαι τῷ Χριστῷ, καὶ μὴ τὰς πρὸς αὐτὸν συνθήκας ἀθετήσωμεν διὰ τῆς πρὸς τὸν φθορέα τῆς ζωῆς ἡμῶν ἐπιμιξίας ἐκ τοῦ ποιεῖν τὰ ἐκείνου θελήματα· κἂν τούτῳ μιμούμενοι τῆς προφήτιδος τὸ σῶφρόν τε καὶ μονόζυγον· ἀλλὰ κατὰ τὸ πρόχειρον μὴ ἀπολειφθείητε τῆς μιμήσεως, ὅσοι μονογαμίας ἐλύθητε, καὶ εἰ δυνα-
having that role which, having grown obsolete and aged and coming near to vanishing away, gave place to the New Covenant; yet none the less the discourse spoken by her has not proved unprofitable to understanding hearers, just as neither was the foretelling of the great mystery by the Law in shadows and riddles. Come, therefore, you also, spiritual Fathers and brethren, who have been taught to keep feast in newness of spirit and not in oldness of letter, who ought to celebrate the precious and life-giving Passover of the sacrifice of Christ with the unleavened bread of sincerity and truth; who through the divine regeneration of holy baptism have put off the old man, who is corrupted according to the lusts of deceit, and have put on the new man, who is being renewed unto knowledge after the image of Him Who created him: Come, let us exult in the Lord, let us shout with joy to God our Saviour. Let us say: How awesome are Thy works, O Lord! even if in the multitude of Thy power Thine enemies lied to Thee, willingly closing their eyes against Thy divine light that appeared to the world. Let us come before His presence with thanksgiving, and with psalms let us shout with joy to Him. Let us offer up a sacrifice of praise continually to God, that is, the fruit of lips confessing His name, and let us not forget doing good and fellowship; for with such sacrifices God is well pleased, so that we may wash away the filth of sin, and our spiritual youth shall be renewed like the eagle's, even as that of the blessed elder Simeon, so that we too, peacefully and with exultant joy in good confidence and saving hope, may run towards the departure of life, and not pass out of the present life with shame and dread, and in a manner unwillingly, just as those who are conscious of evil within themselves regard the arrival of the king as unwelcome and detested. Let us imitate blessed Anna's strenuous and unremitting devotion in fastings and prayers; let us not appear inferior to a woman, and one conducting her life under the shadow of the Law at that, where excellence in these things was rare. Rather let us, illumined by the light of grace, and aided by the clear and more distinctly imprinted hope, and strengthened by the might of the Spirit, not be separated from the sacred teachings, from which the saving habit is wont to be engendered in souls; just as she too is witnessed to have been inseparable from the temple, let us not let our thoughts wander about away from the fear of God, but from it and in it let us nail fast our flesh and our thoughts, according to the prayer of the prophet. Let us hear the great Paul teaching: I espoused you to one husband, to present you as a chaste virgin to Christ; and let us not break faith with our covenants towards Him through intercourse with the corrupter of our life by doing his will, in this too imitating the temperate and single-yoked life of the prophetess; yet do not readily fall short of this imitation, all you who have been loosed from single marriage, even if pos-
Notes, col. 1180
On the reading
Printed αινίγμασι, for αἰνίγμασι.
Printed ἀγνὴν, for ἁγνὴν.
PG 46:1181Read from the pageτὸν, πρὸς δεύτερον γάμον μὴ ἔλθητε. Οὕτω γὰρ μακαριώτερον ἔσεσθαι Παῦλος ὑμᾶς περὶ τούτου διαβεβαιοῦται. Προσαγάγωμεν καὶ ἡμεῖς ἐπὶ τὸ ἄνω θυσιαστήριον ὡς ζεῦγος τρυγόνων τὴν τῆς ψυχῆς καὶ τοῦ σώματος καθαρότητα · ἢ ὡς δύο νεοσσοὺς περιστερῶν τὸ προνοεῖσθαι καλὰ, οὐ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων, ἵνα πάντα καὶ ἡμεῖς πνευματικῶς κατὰ τὸν θεῖον νόμον τελέσαντες, ἐν σοφίᾳ τε καὶ χάριτι προκόπτοντες, καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ φθάνοντες, καὶ τὸν ἔσω ἄνθρωπον τελειούμενοι, καὶ Πνεύματος ἁγίου γινόμενοι ἐνδιαίτημα, ὑποστρέψωμεν εἰς την πατρίδα ἡμῶν τὴν ἀληθινήν, τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ἐν ᾗ καταξιωθείημεν τῆς μακαρίας καὶ διηνεκοῦς εὐφροσύνης τε καὶ βασιλείας ἀπολαύειν ἐν Χριστῷ Ἰησοῦ, ᾧ δόξα καὶ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
possible, do not enter upon a second marriage. For Paul strongly assures you concerning this that so you will be more blessed. Let us also bring to the altar above, as a pair of turtledoves, purity of soul and body, or as two young pigeons, taking thought for things noble not only in the sight of the Lord, but also in the sight of men, so that having accomplished all things spiritually according to the divine law, advancing too in wisdom and grace, and attaining unto the measure of the stature of the fullness of Christ, and being perfected in the inner man, and becoming a dwelling-place of the Holy Spirit, we may return to our true fatherland, the heavenly Jerusalem, wherein may we be counted worthy to enjoy blessed and perpetual gladness and the kingdom in Christ Jesus, to Whom be glory and dominion with the Father and the Holy Spirit, now and ever and unto the ages of the ages. Amen.
VARIORUM NOTAE.
NOTES OF VARIOUS SCHOLARS.
DE PERFECTA CHRISTIANI FORMA.
ON THE PERFECT FORM OF A CHRISTIAN.
Prodiit in lucem hic liber Latinitate donatus a Petro Francisco Zino, Veronensi canonico, Venetiis anno Christi 1570, et post decennium ibidem a Maximo Margunio episcopo Cytherensi, una cum altero tractatu ad Harmonium De nomine Christiano, et Epistola ad Letoium, quasi tum primum ederetur e Graeco in Latinum conversus est apud Lorium de Loriis, an. 1585. Secuta demum est Graeca editio Lugduno-Batava Raphelengii, an. 1593, cujus in pag. 179 legitur τὰ τῆς ἀφράστου μεγαλειότητος ἡμῖν, quorum loco scripsimus col. 254 D hujus editionis, et majestatis illius quae explicari nequit, non ut Zinus ediderat, et beatitudinis illius, quod fortasse legisset τῆς ἀφ. μακαριότητος · Margunius quoque, tantum ineffabilis illius beatitudinis nobis ostendentia : sed verior lectio videtur excusi codicis Graeci, τῆς μεγαλειότητος, et paulo ante μεγαλωσύνης voce utitur. At paucis interjectis idem Margunius nobiscum vertit, ut ex historiis edocti fuimus, non ut Zinus, ut ex litterarum monumentis : innuit enim quod I Reg. X, 1, Sauli dictum est a Samuele : Unxit te Dominus super haereditatem suam in principem. Postremo adjecimus e Graeco, sed ex vita testim. habeamus, quod neque in Zini, neque in Margunii editione reperitur.
This book saw the light rendered into Latin by Pietro Francesco Zino, canon of Verona, at Venice in the year of Christ 1570, and ten years later at the same place was translated from Greek into Latin by Maximos Margounios, bishop of Cythera, together with another treatise to Harmonius On the Christian Name and the Epistle to Letoius, as if then being published for the first time, at the press of Lorio de' Lorii, in the year 1585. Finally there followed the Greek edition of Raphelengius at Leiden in the year 1593, on p. 179 of which is read the things of His ineffable majesty to us, in place of which we wrote at col. 254 D of this edition, and of that majesty of His which cannot be unfolded, not as Zino had published, and of that blessedness of His, because perhaps he had read of His ineffable blessedness; Margounios too rendered, showing us only the things of that ineffable blessedness: yet the truer reading appears to be that of the printed Greek text, of majesty, and shortly before he uses the word greatness. Yet a few words later the same Margounios translates with us, as we have been taught from histories, not as Zino, as from monuments of literature: for he alludes to what was spoken to Saul by Samuel in 1 Sam. 10:1: The Lord has anointed you to be prince over His inheritance. Lastly, we have added from the Greek, but let us have testimony from our life, which is found neither in Zino's nor in Margounios's edition.
Col. 255 C. Materiam. Addimus inanimatam, ut Graecus liber, ἄψυχον, et Margun., animae expertem, et paulo post, quod vero ad imitationem natura ipsa non capit : neque enim verterat Zinus illud πρὸς μίμησιν, hoc est, ad quorum imitationem minime potest natura nostra pertingere.
Col. 255 C. Matter. We add inanimate, as the Greek book has lifeless, and Margounios, devoid of soul; and shortly afterwards, which indeed nature of itself does not admit for imitation: for Zino had not translated the phrase for imitation, that is, unto the imitation of which our nature can by no means attain.
Col. 258 A. In vituli. Zinus, in bestiae capite, quasi esset θηρίου, at Marg. in vituli cap. et qualem Minotaurum fingunt, sed illud γράφουσι fortasse aptius redderes utrobique, fingunt. Sic Israelitae Exodi XXXII, 8, idololatrae facti sunt conflato vitulo. De Minotauro Virgilius VI Aeneid. :
Col. 258 A. In a calf's. Zino has, on a beast's head, as if it were of a wild beast, whereas Margounios has on a calf's head and such as they fashion the Minotaur; yet you would perhaps render that word they depict/fashion more aptly in both places as they fashion. Thus the Israelites in Exod. 32:8 became idolaters when the calf was cast. On the Minotaur, Virgil in Aeneid VI says:
... Mixtumque genus, prolesque biformis Minotaurus inest.
...That mingled breed and two-formed offspring, the Minotaur, is there.
Ibid. B. Quam si hostis. Immutavimus verba interpretis, quam si cum adversus hostilem aciem pugnandum sit, tu te ipse concidas. Postea Margunium comperimus scripsisse, nihil aliud est quam in inimici ordinem ipsum ad seipsum discindi. Sequentem quoque periodum eumdem in sensum nobiscum restituit.
Ibid. B. Than if an enemy. We altered the translator's words, than if, when one must fight against a hostile battle-line, you should cut yourself down. Afterwards we found that Margounios had written, it is nothing else than to be rent asunder against oneself into the rank of an enemy. The following sentence too he restored in the same sense with us.
Col. 259 A. Quem series. Antea erat, quem ipsa memoria suggerit, quasi scriptum esset μνῆσις vel μνήμη pro ἀπαρίθμησις. Margunius quoque sic vertit, principium eorum quae memoriter tenemus, ordo. Citavit antea ex Apostolo, Christum esse Dei virtutem et sapientiam, I Cor. I, 24 ; singula nunc excutit.
Col. 259 A. Whom the series. Previously it stood, whom memory itself suggests, as if remembrance or memory had been written instead of enumeration. Margounios too translated thus, the beginning and order of those things which we hold by memory. Earlier he cited from the Apostle that Christ is the power of God and the wisdom of God, 1 Cor. 1:24; now he examines each point singly.
Col. 262 A. Si per eam pacem. Hoc membrum adjectum est e Graeco Lugdunensi, quod cum abesset ab utriusque interpretis textu, sententiam plane truncam et obscuram reddebat. Locus est Ephes. II, 14 et 16.
Col. 262 A. If through that peace. This clause was added from the Leiden Greek text, since its absence from the text of both translators rendered the sentence altogether truncated and obscure. The passage is Eph. 2:14 and 16.
Ibid. In uno homine. Addebat interpres, ad reconciliationem bonorum, non eos videlicet tantum, etc., quasi legisset καινὸν ἄνθρωπον εἰς καταλλαγὰς ἀγαθῶν, omissis intermediis. Margunium quo-
Ibid. In one man. The translator added, unto the reconciliation of good things, namely not them only, etc., as if he had read a new man unto reconciliations of good things, with the intervening words omitted. Margounios al-
Notes, col. 1181