Ταῦτα δέ φαμεν οὐχ ὡς σωματικῆς τινος διαφορᾶς ἐν τοῖς κατ' ἀρετὴν ἢ κακίαν βεβιωκόσιν ἐν τῇ ἀναστάσει φανησομένης, ὡς τὸν μὲν ἀτελῆ κατὰ τὸ σῶμα νομίζειν, τὸν δὲ τὸ τέλειον ἔχειν οἴεσθαι· ἀλλ' ὥσπερ παρὰ τὸν βίον ὁ δεσμώτης τε καὶ ἄνετος, ἔχουσι μὲν ἀμφότεροι παραπλησίως τῷ σώματι, πολλὴ δὲ μεταξὺ ἀμφοτέρων ἡ καθ' ἡδονήν τε καὶ λύπην διαφορά· οὕτως οἶμαι χρῆναι τῶν ἀγαθῶν τε καὶ κακῶν ἐν τῷ μεταξὺ ταῦτα χρόνῳ λογίζεσθαι τὸ διάφορον. Ἡ γὰρ τελείωσις τῶν ἐκ τῆς φθορᾶς ἀναφυομένων σωμάτων ἐν ἀφθαρσίᾳ τε καὶ δόξῃ, καὶ τιμῇ, καὶ δυνάμει παρὰ τοῦ Ἀποστόλου γενέσθαι λέγεται· ἡ δὲ τῶν τοιούτων ἐλάττωσις οὐ σωματικήν τινα τοῦ φυέντος διασημαίνει κολόβωσιν, ἀλλ' ἑκάστου τῶν κατὰ τὸ ἀγαθὸν νοουμένων στέρησίν τε καὶ ἀλλοτρίωσιν. Ἐπεὶ οὖν ἕν τι χρὴ πάντως περὶ ἡμᾶς εἶναι τῶν κατ' ἀντίθεσιν νοουμένων, ἢ ἀγαθὸν, ἢ κακὸν, δηλονότι τὸ ἐν τῷ ἀγαθῷ τινα λέγειν μὴ εἶναι, ἀπόδειξις γίνεται τοῦ ἐν τῷ κακῷ πάντως. Ἀλλὰ μὴν περὶ τὴν κακίαν, οὐ τιμὴ, οὐ δόξα, οὐκ ἀφθαρσία, οὐ δύναμις. Ἀνάγκη πᾶσα, περὶ ὃν μὴ ἦν ταῦτα, τὰ τούτοις ἐξ ἀντιθέτου νοούμενα παρεῖναι, μὴ ἀμφιβάλλειν, ἀσθένειαν, ἀτιμίαν, φθορὰν, καὶ ὅσα τοιούτου γένους ἐστὶν, ἃ ἐν τοῖς ἔμπροσθεν εἴρηται λόγοις, ὅσα δυσαπάλλακτα γίνεται τῇ ψυχῇ τὰ ἐκ κακίας πάθη, δι' ὅλης αὐτῆς ἀνακραθέντα καὶ συμφυέντα, καὶ ἓν πρὸς ἐκείνην γενόμενα. Τῶν τοιούτων οὖν ταῖς διὰ πυρὸς ιατρείαις ἐκκαθαρθέντων τε καὶ ἀφανισθέντων, ἕκαστον τῶν πρὸς τὸ κρεῖττον νοουμένων ἀντεπελεύσεται, ἡ ἀφθαρσία, ἡ ζωὴ, ἡ τιμὴ, ἡ χάρις, ἡ δόξα, ἡ δύναμις, καὶ εἴ τι ἄλλο τοιοῦτον ἔν τε τῷ Θεῷ ἐπιθεωρεῖσθαι εικάζομεν, καὶ τῇ εἰκόνι αὐτοῦ, ἥ τίς ἐστιν ἡ ἀνθρωπίνη φύσις.
We say these things not as though some bodily difference will appear in the resurrection among those who have lived in virtue or in vice, so as to suppose the one imperfect in body and to deem the other to possess completeness; rather, just as during life the prisoner and the free man are both similarly circumstanced in body, whilst great is the difference between them both in regard to pleasure and grief, so too I think one ought to reckon the difference between the good and the bad in the intervening time after these things. For the perfecting of the bodies that spring up again out of corruption is said by the Apostle to come to pass in incorruption and glory, and honour, and power; and the diminution of such things signifies no bodily mutilation of him who has sprung up, but rather the privation and alienation of each of the things conceived according to the good. Since, therefore, one of the things conceived by way of opposition must altogether be about us, either good or evil, plainly to say that anyone is not in the good becomes a proof of his being altogether in evil. Yet round about vice there is no honour, no glory, no incorruption, no power. There is every necessity not to doubt that about him in whom these things were not present, the things conceived in opposition to them are present—weakness, dishonour, corruption, and whatsoever things are of such a kind, which have been spoken of in the preceding discourses, all the passions from vice that become hard to rid from the soul, having been blent throughout the whole of her and grown together with her, and having become one with her. When such things, therefore, have been thoroughly cleansed and blotted out by healings through fire, each of the things conceived for the better will enter in their stead—incorruption, life, honour, grace, glory, power, and whatsoever other such thing we conjecture to be beheld both in God and in His image, which is human nature.