Migne Reading Room

PG 46 · cols. 156–159 · Read from the page

Dialogue on the soul and resurrection which is entitled Macrinia from the edition of John Christian Wolf, collated with that which John George Krabinger gave at Landshut in the year 1840

Dialogue on the soul and resurrection which is entitled Macrinia from the edition of John Christian Wolf, collated with that which John George Krabinger gave at Landshut in the year 1840

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 46:156Read from the page
θῆναι ἐν τῇ βώλῳ σῖτος τὴν ἐν τῷ ποσῷ βραχύτητα, καὶ τὴν ἐν τῷ ποιῷ σχήματος αὐτοῦ ιδιότητα, ἑαυτὸν οὐκ ἀφῆκεν, ἀλλ' ἐν αὐτῷ μένων στάχυς γίνεται, πάμπολλα διαφέρων αὐτὸς ἑαυτοῦ, μεγέθει, καὶ κάλλει, καὶ ποικιλίᾳ, καὶ σχήματι· κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ ἀνθρωπίνη φύσις ἐναφεῖσα τῷ θανάτῳ πάντα τὰ περὶ αὐτὴν ιδιώματα, ὅσα διὰ τῆς ἐμπαθοῦς διαθέσεως ἐπεκτήσατο, τὴν ἀτιμίαν λέγω, τὴν φθορὰν, τὴν ἀσθένειαν, τὴν κατὰ τῆς ἡλικίας διαφορὰν, ἑαυτὴν οὐκ ἀφίησιν, ἀλλ' ὥσπερ εἰς στάχυν τινὰ πρὸς τὴν ἀφθαρσίαν μεθίσταται, καὶ τὴν δόξαν, καὶ τὴν τιμὴν, καὶ τὴν δύναμιν, καὶ τὴν ἐν παντὶ τελειότητα, καὶ τὸ μηκέτι τὴν ζωὴν αὐτῆς οικονομεῖσθαι τοῖς φυσικοῖς ιδιώμασιν, ἀλλ' εἰς πνευματικήν τινα καὶ ἀπαθῆ μεταβῆναι κατάστασιν. Αὔτη γάρ ἐστιν ἡ τοῦ ψυχικοῦ σώματος ιδιότης, ἀεὶ διά τινος ῥοῆς καὶ κινήσεως ἀπὸ τοῦ ἐν ᾧ ἐστιν ἀλλοιοῦσθαι, καὶ μεταβάλλειν εἰς ἕτερον. Ἃ γὰρ οὖν οὐκ ἐπ' ἀνθρώποις μόνον ὁρῶμεν, ἀλλὰ καὶ ἐν φυτοῖς καὶ ἐν βοσκήμασι, τούτων οὐδὲν ἐν τῷ τῷδε βίῳ ὑπολειφθήσεται.
ved in the clod its smallness in quantity and the peculiar character of its outward form in quality, did not abandon itself, but abiding in itself becomes an ear of corn, differing vastly from its own former self in magnitude, in beauty, in variety, and in outward form: in the very same way human nature also, having left behind in death all the properties around it which it acquired through its passible disposition—I mean dishonour, corruption, weakness, and difference of age—does not abandon itself, but as though into some ear of corn is transformed unto incorruption, and glory, and honour, and power, and perfection in every respect, and into having its life no longer governed by natural properties, but passing over into a certain spiritual and impassible state. For this is the peculiar character of the natural body: ever through a kind of flux and motion to be altered from the state wherein it stands, and to change into another. For of all the things that we behold not in human beings alone, but also in plants and in cattle, nothing shall be left behind in this life.
Δοκεῖ δέ μοι καὶ διὰ πάντων συναγορεύειν ὁ ἀποστολικὸς λόγος τῇ καθ' ἡμᾶς ὑπολήψει τῆς ἀναστάσεως, καὶ τοῦτο δεικνύειν ὅπερ ὁ ἡμέτερος ὁρισμὸς περιέχει λέγων, Μηδὲν ἕτερον εἶναι ἀνάστασιν, ἢ τὴν εις τὸ ἀρχαῖον τῆς φύσεως ἡμῶν ἀποκατάστασιν. Ἐπειδὴ γὰρ ἐν τῇ πρώτῃ κοσμογονίᾳ τοῦτο παρὰ τῆς Γραφῆς μεμαθήκαμεν, ὅτι πρῶτον ἐβλάστησεν ἡ γῆ βοτάνην χόρτου, καθὼς ὁ λόγος φησὶν, εἶτα ἐκ τῆς βλάστης σπέρμα ἐγένετο, οὗπερ ἐπὶ τὴν γῆν καταῤῥυέντος, τὸ αὐτὸ πάλιν εἶδος τοῦ ἐξ ἀρχῆς φυέντος ἀνέδραμε· φησὶ δὲ τοῦτο ὁ θεῖος Ἀπόστολος καὶ ἐπὶ τῆς ἀναστάσεως γίνεσθαι. Οὐ μόνον δὲ τοῦτο παρ' αὐτοῦ διδασκόμεθα, τὸ πρὸς τὸ μεγαλοπρεπέστατον μεθίστασθαι τὸ ἀνθρώπινον, ἀλλ' ὅτι τὸ ἐλπιζόμενον οὐδὲν ἕτερόν ἐστιν, ἢ ὅπερ ἐν πρώτοις ἦν. Ἐπειδὴ γὰρ τὸ κατ' ἀρχὰς οὐχ ὡς στάχυς ἀπὸ τοῦ σπέρματος, ἀλλ' ἐκεῖθεν τὸ σπέρμα· μετὰ ταῦτα δὲ οὗτος τῷ σπέρματι περιφύεται, ἡ τοῦ ὑποδείγματος ἀκολουθία σαφῶς ἐπιδείκνυσι, τὸ πᾶσαν τὴν διὰ τῆς ἀναστάσεως ἀναβλαστήσουσαν ἡμῖν μακαριότητα, πρὸς τὴν ἐξ ἀρχῆς ἐπανιέναι χάριν. Στάχυς γὰρ ὄντες καταρχὰς τρόπον τινὰ καὶ ἡμεῖς, ἐπειδὴ τῷ καύσωνι τῆς
Moreover, the apostolic discourse seems to me throughout all respects to plead in support of our conception of the resurrection, and to demonstrate the very thing that our definition contains when it says that resurrection is nothing other than the restoration of our nature to its ancient state. For seeing that in the primal cosmogony we have learned this from Scripture, that first the earth sprouted forth shooting herbage, even as the account says, and afterwards out of that shoot came seed, and when this had fallen down upon the earth, the selfsame form of that which had grown up at the beginning sprang up again—the divine Apostle says that this comes to pass in the resurrection also. Nor do we learn from him this alone, that humanity is transformed unto the utmost magnificence, but also that what is hoped for is nothing other than what existed at the first. For since at the beginning the ear did not arise from the seed, rather the seed came from the ear, and thereafter the ear grows around the seed, the sequence of the illustration clearly shows that all the blessedness that shall sprout up again for us through the resurrection returns unto our primal grace. For we ourselves also were in a manner an ear of corn at the beginning; yet since by the scorching heat of
Notes, col. 156

On the reading

Printed ιδιότητα, for ἰδιότητα.

Printed ιδιώματα, for ἰδιώματα.

Printed οικονομεῖσθαι, for οἰκονομεῖσθαι.

Printed ιδιώμασιν, for ἰδιώμασιν.

Printed Αὔτη, for Αὕτη.

Printed ιδιότης, for ἰδιότης.

Printed εις, for εἰς.

PG 46:157Read from the page
κακίας κατεξηράνθημεν, ὑπολαβοῦσα ἡμᾶς ἡ γῆ διὰ τοῦ θανάτου λυθέντας, πάλιν κατὰ τὸ ἔαρ τῆς ἀναστάσεως στάχυν ἀναδείξει τὸν γυμνὸν τοῦτον κόκκον τοῦ σώματος, εὐμεγέθη τε καὶ ἀμφιλαφῆ καὶ ὄρθιον, καὶ εἰς τὸ οὐράνιον ὕψος ἀνατεινόμενον, ἀντὶ καλάμης ἢ ἀνθέρικος τῇ ἀφθαρσίᾳ καὶ τοῖς λοιποῖς τῶν θεοπρεπῶν γνωρισμάτων ὡραϊζόμενον. « Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν. » Ἡ δὲ ἀφθαρσία, καὶ ἡ δόξα, καὶ ἡ τιμὴ, καὶ ἡ δύναμις, ἴδια τῆς θείας φύσεως εἶναι ὁμολογεῖται, ἅπερ πρότερόν τε περὶ τὸν κατ' εικόνα γενόμενον ἦν, καὶ εισαῦθις ἐλπίζεται. Ὁ γὰρ πρῶτος στάχυς ὁ πρῶτος ἄνθρωπος ἦν Αδὰμ. Ἀλλ' ἐπειδὴ τῇ τῆς κακίας εισόδῳ εἰς πλῆθος ἡ φύσις κατεμερίσθη, καθὼς γίνεται ὁ καρπὸς ἐν τῷ στάχυϊ· οὕτως οἱ καθ' ἕκαστον γυμνωθέντες τοῦ κατὰ τὸν στάχυν ἐκεῖνον εἴδους, καὶ τῇ γῇ καταμιχθέντες, πάλιν ἐν τῇ ἀναστάσει κατὰ τὸ ἀρχέγονον κάλλος ἀναφυόμεθα, ἀντὶ ἑνὸς τοῦ πρώτου στάχυος ἀνάπειροι μυριάδες τῶν ληΐων γενόμενοι.
wickedness we were withered up, the earth, having received us when dissolved through death, in the springtime of the resurrection will once again display this bare grain of the body as an ear of corn, goodly in size, luxuriant, upright, stretching aloft unto the heavenly height, and instead of stalk or beard of grain adorned with incorruption and the rest of the God-befitting tokens. For this corruptible must put on incorruption. Now incorruption, and glory, and honour, and power are acknowledged to be proper to the divine nature, which belonged of old to him who was made according to the image, and are hoped for hereafter as well. For the first ear of corn was the first man, Adam. Yet since by the entrance of wickedness human nature was parted into a multitude, even as the fruit comes to be within the ear, so we individuals, having been stripped of the form of that ear and mingled with the earth, sprout up again in the resurrection in accordance with our primal beauty, having become instead of the single first ear countless myriads of standing crops.
Ὁ δὲ κατ' ἀρετὴν βίος ἐν τούτῳ πρὸς τὴν κακίαν τὸ διάφορον ἔχει, ὅτι οἱ μὲν ἐνταῦθα παρὰ τὸν βίον δι' ἀρετῆς ἑαυτοὺς γεωργήσαντες, εὐθὺς ἐν τελείῳ τῷ στάχυϊ φαίνονται· οἷς δὲ διὰ κακίας ἐξίτηλός τε καὶ ἀνεμόφθορος ὁ κόκκος γέγονε παρὰ τὸν βίον τοῦτον ἡ ἐν τῷ ψυχικῷ σπέρματι δύναμις, καθάπερ τὰ λεγόμενα κεράσβολα οἱ τῶν τοιούτων ἐπιστήμονες λέγουσι γίνεσθαι· οὕτω καὶ οὗτοι, κἂν φύωσι διὰ τῆς ἀναστάσεως, πολλὴν ἀποτομίαν παρὰ τῷ κριτῇ ἕξουσιν, ἅτε δὴ οὐκ ισχύοντες ἀναδραμεῖν ἐπὶ τὸ εἶδος τοῦ στάχυος, καὶ γενέσθαι ἐκεῖνο ὅπερ ἦμεν πρὸ τῆς ἐπὶ τὴν γῆν καταπτώσεως. Ἡ δὲ θεραπεία τοῦ ἐπιστατοῦντος τῶν γεννημάτων, ἡ τῶν ζιζανίων τε καὶ τῶν ἀκανθῶν ἐστι συλλογὴ, τῶν συναναφυέντων τῷ σπέρματι, πάσης τῆς ὑποτρεφούσης τὴν ῥίζαν δυνάμεως πρὸς τὸν νόθον μεταῤῥυείσης, δι' ὧν ἄτροφόν τε καὶ ἀτελεσφόρητον τὸ γνήσιον ἔμεινε σπέρμα τῇ παρὰ φύσιν βλαστῇ συμπεπλεγμένον. Ἐπειδὰν οὖν πᾶν ὅσον νόθον τε καὶ ἀλλότριον ἐκτιλῇ τοῦ τροφίμου, καὶ εις ἀφανισμὸν ἔλθῃ, τοῦ πυρὸς τὸ παρὰ φύσιν ἐκδαπανήσαντος τῷ αιωνίῳ πυρὶ παραδοθὲν, τότε καὶ τούτοις εὐτροφήσει ἡ φύσις, καὶ εἰς καρπὸν ἁδρυνθήσεται διὰ τῆς τοιαύτης ἐπιμελείας, μακραῖς ποτε περιόδοις τὸ κοινὸν εἶδος τὸ ἐξ ἀρχῆς ἡμῖν θεόθεν ἐπιβληθὲν ἀπολαβοῦσα. Μακάριοι δέ εἰσιν οἷς εὐθὺς τὸ τέλειον
Now the life lived according to virtue holds its difference with respect to wickedness in this: that those who here below during their lifetime have cultivated themselves through virtue straightway appear in the mature ear; whereas those for whom through wickedness the grain—the power within the natural seed—has during this present life become faint and blasted by the wind, just as experts in such matters say that so-called horn-struck seeds come to be: so these too, even though they sprout through the resurrection, will experience great severity before the Judge, inasmuch as they lack strength to shoot back up to the form of the ear and become that which we were prior to our fall upon the earth. And the remedy applied by Him Who oversees the crops is the gathering out of the tares and thorns that grew up together with the seed, when all the power nourishing the root underneath had flowed away towards the spurious growth, whereby the genuine seed remained unnurtured and unfruitful while entangled with the unnatural shoot. Whenever, therefore, all that is spurious and alien has been plucked out from the nutritious growth and has come to disappearance—after the fire has consumed what is contrary to nature upon its being delivered over to eternal fire—then for these also nature will thrive well and ripen unto fruit through care of such a kind, recovering at last after long cycles of ages the common form that was laid upon us by God from the beginning. Blessed, however, are those for whom straightway the mature
Notes, col. 157

On the reading

Printed εικόνα, for εἰκόνα.

Printed εισαῦθις, for εἰσαῦθις.

Printed Αδὰμ, for Ἀδὰμ.

Printed εισόδῳ, for εἰσόδῳ.

Printed ισχύοντες, for ἰσχύοντες.

Printed εις, for εἰς.

Printed αιωνίῳ, for αἰωνίῳ.

PG 46:159Read from the page
κάλλος τῶν ἀσταχύων συνανατελεῖ τοῖς φυομένοις διὰ τῆς ἀναστάσεως.
beauty of the ears of corn will rise up together with those who spring forth through the resurrection.
Ταῦτα δέ φαμεν οὐχ ὡς σωματικῆς τινος διαφορᾶς ἐν τοῖς κατ' ἀρετὴν ἢ κακίαν βεβιωκόσιν ἐν τῇ ἀναστάσει φανησομένης, ὡς τὸν μὲν ἀτελῆ κατὰ τὸ σῶμα νομίζειν, τὸν δὲ τὸ τέλειον ἔχειν οἴεσθαι· ἀλλ' ὥσπερ παρὰ τὸν βίον ὁ δεσμώτης τε καὶ ἄνετος, ἔχουσι μὲν ἀμφότεροι παραπλησίως τῷ σώματι, πολλὴ δὲ μεταξὺ ἀμφοτέρων ἡ καθ' ἡδονήν τε καὶ λύπην διαφορά· οὕτως οἶμαι χρῆναι τῶν ἀγαθῶν τε καὶ κακῶν ἐν τῷ μεταξὺ ταῦτα χρόνῳ λογίζεσθαι τὸ διάφορον. Ἡ γὰρ τελείωσις τῶν ἐκ τῆς φθορᾶς ἀναφυομένων σωμάτων ἐν ἀφθαρσίᾳ τε καὶ δόξῃ, καὶ τιμῇ, καὶ δυνάμει παρὰ τοῦ Ἀποστόλου γενέσθαι λέγεται· ἡ δὲ τῶν τοιούτων ἐλάττωσις οὐ σωματικήν τινα τοῦ φυέντος διασημαίνει κολόβωσιν, ἀλλ' ἑκάστου τῶν κατὰ τὸ ἀγαθὸν νοουμένων στέρησίν τε καὶ ἀλλοτρίωσιν. Ἐπεὶ οὖν ἕν τι χρὴ πάντως περὶ ἡμᾶς εἶναι τῶν κατ' ἀντίθεσιν νοουμένων, ἢ ἀγαθὸν, ἢ κακὸν, δηλονότι τὸ ἐν τῷ ἀγαθῷ τινα λέγειν μὴ εἶναι, ἀπόδειξις γίνεται τοῦ ἐν τῷ κακῷ πάντως. Ἀλλὰ μὴν περὶ τὴν κακίαν, οὐ τιμὴ, οὐ δόξα, οὐκ ἀφθαρσία, οὐ δύναμις. Ἀνάγκη πᾶσα, περὶ ὃν μὴ ἦν ταῦτα, τὰ τούτοις ἐξ ἀντιθέτου νοούμενα παρεῖναι, μὴ ἀμφιβάλλειν, ἀσθένειαν, ἀτιμίαν, φθορὰν, καὶ ὅσα τοιούτου γένους ἐστὶν, ἃ ἐν τοῖς ἔμπροσθεν εἴρηται λόγοις, ὅσα δυσαπάλλακτα γίνεται τῇ ψυχῇ τὰ ἐκ κακίας πάθη, δι' ὅλης αὐτῆς ἀνακραθέντα καὶ συμφυέντα, καὶ ἓν πρὸς ἐκείνην γενόμενα. Τῶν τοιούτων οὖν ταῖς διὰ πυρὸς ιατρείαις ἐκκαθαρθέντων τε καὶ ἀφανισθέντων, ἕκαστον τῶν πρὸς τὸ κρεῖττον νοουμένων ἀντεπελεύσεται, ἡ ἀφθαρσία, ἡ ζωὴ, ἡ τιμὴ, ἡ χάρις, ἡ δόξα, ἡ δύναμις, καὶ εἴ τι ἄλλο τοιοῦτον ἔν τε τῷ Θεῷ ἐπιθεωρεῖσθαι εικάζομεν, καὶ τῇ εἰκόνι αὐτοῦ, ἥ τίς ἐστιν ἡ ἀνθρωπίνη φύσις.
We say these things not as though some bodily difference will appear in the resurrection among those who have lived in virtue or in vice, so as to suppose the one imperfect in body and to deem the other to possess completeness; rather, just as during life the prisoner and the free man are both similarly circumstanced in body, whilst great is the difference between them both in regard to pleasure and grief, so too I think one ought to reckon the difference between the good and the bad in the intervening time after these things. For the perfecting of the bodies that spring up again out of corruption is said by the Apostle to come to pass in incorruption and glory, and honour, and power; and the diminution of such things signifies no bodily mutilation of him who has sprung up, but rather the privation and alienation of each of the things conceived according to the good. Since, therefore, one of the things conceived by way of opposition must altogether be about us, either good or evil, plainly to say that anyone is not in the good becomes a proof of his being altogether in evil. Yet round about vice there is no honour, no glory, no incorruption, no power. There is every necessity not to doubt that about him in whom these things were not present, the things conceived in opposition to them are present—weakness, dishonour, corruption, and whatsoever things are of such a kind, which have been spoken of in the preceding discourses, all the passions from vice that become hard to rid from the soul, having been blent throughout the whole of her and grown together with her, and having become one with her. When such things, therefore, have been thoroughly cleansed and blotted out by healings through fire, each of the things conceived for the better will enter in their stead—incorruption, life, honour, grace, glory, power, and whatsoever other such thing we conjecture to be beheld both in God and in His image, which is human nature.
Notes, col. 159

On the reading

Printed ιατρείαις, for ἰατρείαις.

Printed εικάζομεν, for εἰκάζομεν.