Migne Reading Room

PG 46 · cols. 132–141 · Read from the page

Dialogue on the soul and resurrection which is entitled Macrinia from the edition of John Christian Wolf, collated with that which John George Krabinger gave at Landshut in the year 1840

Dialogue on the soul and resurrection which is entitled Macrinia from the edition of John Christian Wolf, collated with that which John George Krabinger gave at Landshut in the year 1840

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 46:132Read from the page
τὸ πρόσωπον τῆς γῆς.» Πάντα ἐν πᾶσιν ἐνεργοῦσαν τοῦ πνεύματος δύναμιν, ζωοποιεῖν τε λέγων, οἷς ἂν ἐγγένηται, καὶ ἀφιστᾶν τῆς ζωῆς πάλιν ὧν ἂν ἀπογένηται. Ἐπεὶ οὖν τῇ ἀναχωρήσει τοῦ πνεύματος τὴν τῶν ζώντων ἔκλειψιν, τῇ δὲ τούτου παρουσίᾳ τὸν τῶν ἐκλειπόντων ἀνακαινισμὸν γίνεσθαι λέγει, προηγεῖται δὲ κατὰ τὴν τοῦ λόγου τάξιν τῶν ἀνακαινιζομένων ἡ ἔκλειψις· τούτῳ ἐκείνῳ φαμὲν τὸ κατὰ τὴν ἀνάστασιν καταγγέλλεσθαι τῇ Ἐκκλησίᾳ μυστήριον, τῷ προφητικῷ πνεύματι τοῦ Δαβὶδ τὴν χάριν ταύτην προεκφωνήσαντος. Ἀλλὰ καὶ ἑτέρωθέν φησιν ὁ αὐτὸς οὗτος προφήτης, ὅτι ὁ τοῦ παντὸς Θεὸς, ὁ τῶν ὄντων Κύριος ἐπέφανεν ἡμῖν ἐπὶ τῷ συστήσασθαι τὴν ἑορτὴν ἐν τοῖς πυκάζουσι τὴν τῶν Σκηνοπηγίων ἑορτὴν διὰ τῆς τοῦ πυκασμοῦ λέξεως ἑρμηνεύων, ἣ πάλαι μὲν ἐκ τῆς παραδόσεως τοῦ Μωϋσέως νενόμιστο· προφητικῶς, οἶμαι, τὰ μέλλοντα τοῦ νομοθέτου προαγορεύοντος· ἀεὶ δὲ γενόμενος, οὔπω ἐγεγόνει. Προεδηλοῦτο μὲν γὰρ τοῖς τῶν γινομένων αἰνίγμασι τυπικῶς ἡ ἀλήθεια· αὕτη δὲ ἡ ἀληθὴς σκηνοπηγία οὔπω ἦν, ἀλλὰ τούτου χάριν, κατὰ τὸν προφητικὸν λόγον, ὁ Θεὸς τῶν ὅλων καὶ Κύριος ἑαυτὸν ἐπέφανεν ἡμῖν, ὡς ἂν συσταίη τῇ ἀνθρωπίνῃ φύσει ἡ τοῦ διαλυθέντος ἡμῶν οἰκητηρίου σκηνοπηγία, πάλιν διὰ τῆς συνόδου τῶν στοιχείων σωματικῶς πυκαζομένη. Τὴν γὰρ περιβολὴν καὶ τὸν ἐκ ταύτης κόσμον ἡ τοῦ πυκασμοῦ λέξις κατὰ τὴν ἰδίαν ἔμφασιν διασημαίνει.
the face of the earth." Speaking of the power of the Spirit that works all things in all, he says that it both gives life to those in whom it comes to be, and again removes from life those from whom it departs. Since, therefore, he says that by the withdrawal of the spirit the failing of the living comes about, and by its presence the renewal of those that have failed, while in the order of the statement the failing precedes those that are renewed, by that very point we declare that the mystery of the resurrection is proclaimed to the Church, David having foretold this grace beforehand by the prophetic Spirit. Moreover, elsewhere too this very same prophet says that the God of the universe, the Lord of all things that exist, shone forth upon us so as to establish the feast among those that cover thickly, interpreting the feast of Tabernacle-pitching through the expression "thick-covering"—a feast which of old had been appointed by custom from the tradition of Moses, the lawgiver, I suppose, prophetically foretelling things to come; yet though ever coming to pass, it had not yet come to pass. For the truth was indeed foreshown typically through the riddles of what was enacted, whereas this true pitching of the tabernacle did not yet exist; rather, for this reason, according to the prophetic word, the God and Lord of all manifested Himself to us, so that for human nature the pitching again of our dissolved dwelling-place might be established, thickly covered once more in bodily fashion through the coming together of the elements. For the expression "thick-covering" signifies, according to its proper force, an enveloping vesture and the adornment arising from it.
Ἔχει δὲ ἡ ῥῆσις τῆς ψαλμῳδίας τοῦτον τὸν τρόπον· Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν συστήσασθαι ἑορτὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου. Ὅπερ δοκεῖ μοι προαναφωνεῖν δι' αἰνίγματος, τὸ μίαν ἑορτὴν πάσῃ τῇ λογικῇ κτίσει συνίστασθαι τῶν ὑποδεεστέρων τοῖς ὑπερέχουσιν ἐν τῇ τῶν ἀγαθῶν συνόδῳ συγχορευόντων. Ἐπειδὴ γὰρ ἐν τῇ τυπικῇ τοῦ ναοῦ κατασκευῇ, οὐ πᾶσιν ἐφεῖτο τῆς ἔξωθεν περιβολῆς ἐντὸς γενέσθαι, ἀλλὰ περικέκριτο τῆς εἰσόδου πᾶν ὅσον ἐθνικὸν καὶ ἀλλόφυλον, τῶν τε αὖ ἐντὸς γινομένων, οὐ μετῆν ἐκ τοῦ ἴσου πᾶσι τῆς ἐπὶ τὸ ἐνδότερον παρόδου, μή τινι καθαρωτέρᾳ διαίτῃ, καί τισι περιῤῥαντηρίοις ἀφαγνισθεῖσι· πάλιν δὲ καὶ ἐν αὐτοῖς τούτοις οὐ πᾶσι βάσιμος ἦν ὁ ἔνδον ναὸς, ἀλλὰ
Now the wording of the psalmody runs in this manner: "God is the Lord, and He hath shone forth upon us, to appoint a feast among those that cover thickly, even unto the horns of the altar" (Ps. 117:27). This seems to me to proclaim beforehand in a riddle that a single feast is appointed for the entire rational creation, those who are inferior joining in the festal dance with those who excel in the assembly of good things. For since in the typical construction of the temple it was not permitted to all from outside the surrounding court to come within, but everyone Gentile and of foreign race was fenced off from entering, and again among those who did come within, not all had an equal share in passing further inward unless they had been purified by some cleaner regimen and by certain lustral sprinklings; and once again, even among these very persons the inner sanctuary was not accessible to all, but
PG 46:133Read from the page
τοῖς ἱερεῦσι μόνοις νόμιμον ἦν κατὰ χρείαν ἱερουργίας ἐντὸς τοῦ καταπετάσματος γίνεσθαι, τὸ δὲ ἀπόκρυφόν τε καὶ ἄδυτον τοῦ ναοῦ, ἐν ᾧ τὸ θυσιαστήριον ἵδρυτο κεράτων τισὶ προσβολαῖς κεκαλλωπισμένον, καὶ αὐτοῖς τοῖς ἱερεῦσιν ἀνεπίβατον ἦν, πλὴν ἑνὸς τοῦ προτεταγμένου τῆς ἱερωσύνης, ὡς ἅπαξ τοῦ ἐνιαυτοῦ κατά τινα νόμιμον ἡμέραν, μόνος ⟨ἀ⟩ποῤῥητοτέραν τινὰ καὶ μυστικωτέραν προσάγων ⟨ἱ⟩ερουργίαν ἐπὶ τὸ ἐντὸς παρεδύετο. Τοσαύτης οὖν οὔσης περὶ τὸν ναὸν τοῦτον διαφορᾶς, ὅτι τις ⟨ε⟩ἰκὼν καὶ μίμημα τῆς νοητῆς ἦν καταστά⟨σ⟩εως, τοῦτο τῆς σωματικῆς παρατηρήσεως διδασκού⟨σ⟩ης, ὅτι οὔτε πᾶσα ἡ λογικὴ φύσις τῷ ναῷ τοῦ Θεοῦ, τουτέστι τῇ ὁμολογίᾳ τοῦ μεγάλου Θεοῦ προσεγγίζει· ἀλλ' οἱ πρὸς τὰς ψευδεῖς ὑπολήψεις πεπλανημένοι ἐκτός εἰσι τοῦ θείου περισχοινίσματος. Τῶν δὲ διὰ τῆς ὁμολογίας ἐντὸς γεγενημένων προτιμοτέρων τῶν ἄλλων, οἱ περιῤῥαντηρίοις καὶ ἁγνείαις προκαθαιρόμενοι, καὶ τούτων οἱ ἀφιερωθέντες ἤδη τὸ πλέον ἔχουσιν, ὥστε τῆς ἐσωτερικῆς ἀξιοῦσθαι μυσταγωγίας, ὡς δ' ἄν τις ἐπὶ τὸ φανερώτερον προάγοι τὴν τοῦ αἰνίγματος ἔμφασιν. Ταῦτα ἔστι μαθεῖν τοῦ λόγου διδάσκοντος, ὅτι τῶν λογικῶν δυνάμεων, αἱ μέν τινές εἰσιν οἷον τὸ ἅγιον θυσιαστήριον ἐν τῷ ἀδύτῳ τῆς θεότητος καθιδρυμέναι· αἱ δέ τινες πάλιν καὶ τούτων ἐν ἐξοχῇ θεωροῦνται, κεράτων δίκην προβεβλημέναι, καὶ ἄλλαι περὶ ἐκείνας κατά τινα τάξεως ἀκολουθίαν προτερεύουσί τε καὶ δευτερεύουσι. Τὸ δὲ τῶν ἀνθρώπων γένος διὰ τὴν ἐγγινομένην κακίαν ἔξω τῆς θείας περιβολῆς ἀπεώσθη· ὅπερ τῷ περιράντρῳ λουτρῷ καθηράμενον ἐντὸς γίνεται.
to the priests alone was it lawful, according to the need of sacred ministration, to come inside the veil, whereas the hidden and innermost sanctuary of the temple, in which the altar had been set up adorned with certain projections of horns, was unapproachable even to the priests themselves, save to one alone who stood at the head of the priesthood, seeing that once a year on a certain appointed day he alone, offering a more ineffable and more mystical sacred service, entered within. Since, then, there was so great a distinction around this temple—because it was a certain image and imitation of the intelligible state, this bodily observance teaching that not every rational nature draws near to the temple of God, that is, to the confession of the great God, whereas those who have wandered astray towards false suppositions stand outside the divine enclosure—among those who through confession have come within, those purified beforehand by lustral sprinklings and abstinences stand higher in honour than the rest, and above these again those who have been consecrated already hold a further advantage, so as to be counted worthy of the inner initiation into the mysteries. And should someone bring out more plainly the force of the riddle, one may learn these things from the teaching of the word: that among the rational powers, some are established, like the holy altar, in the innermost sanctuary of the Godhead, while others even among these are beheld in prominence, put forward after the manner of horns, and still others round about them hold first or second rank according to a certain sequence of order. As for the race of human beings, because of the wickedness arising within it, it was thrust outside the divine court; yet once cleansed by the lustral bath of sprinkling, it comes within.
Ἀλλ' ἐπειδὴ μέλλει ποτὲ τὰ μετὰ ταῦτα παραφράγματα λύεσθαι, δι' ὧν ἡμᾶς ἡ κακία πρὸς τὰ ἐντὸς τοῦ καταπετάσματος ἀπετείχισεν, ὅταν σκηνοπηχθῇ πάλιν διὰ τῆς ἀναστάσεως ἡμῶν ἡ φύσις, καὶ πᾶσα ἡ κατὰ κακίαν ἐγγινομένη διαφθορὰ ἐξαφανισθῇ τῶν ὄντων, τότε κοινὴ συστήσεται ἡ περὶ τὸν Θεὸν ἑορτὴ τοῖς διὰ τῆς ἀναστάσεως πυκασθεῖσιν, ὡς μίαν τε καὶ τὴν αὐτὴν προκεῖσθαι πᾶσι τὴν εὐφροσύνην· μηκέτι διαφορᾶς τινος τῆς τῶν ἴσων μετουσίας, τὴν λογικὴν φύσιν διατεμνούσης, ἀλλὰ τῶν νῦν ἔξω διὰ τὴν κακίαν ὄντων ἐντὸς τῶν ἀδύτων τῆς θείας μακαριότητός ποτε γενησομένων, καὶ τοῖς κέρασι τοῦ θυσιαστηρίου, τουτέστι, ταῖς ἐξεχούσαις τῶν ὑπερκοσμίων δυνάμεσιν ἑαυτοὺς
Yet since the partition-walls hereafter, through which wickedness walled us off from what lies inside the veil, are one day to be dissolved—when our nature is pitched again as a tabernacle through the resurrection, and all the corruption arising through wickedness vanishes away from things that exist—then a common feast around God will be established for those thickly arrayed through the resurrection, so that one and the same gladness will lie open before all: no distinction any longer severing rational nature from an equal share, but those who are now outside because of wickedness coming one day within the innermost sanctuaries of divine blessedness, and joining themselves to the horns of the altar, that is, to the pre-eminent supramundane powers
PG 46:136Read from the page
συναπτόντων. Ὅπερ δὴ γυμνότερόν φησιν ὁ Ἀπόστολος, τὴν τοῦ παντὸς πρὸς τὸ ἀγαθὸν συμφωνίαν διερμηνεύων, ὅτι αὐτῷ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός· ἀντὶ μὲν τῶν κεράτων λέγων τὸ ἀγγελικόν τε καὶ ἐπουράνιον, διὰ δὲ τῶν λοιπῶν σήμαίνων τὴν μετ' ἐκείνους νοουμένην κτίσιν ἡμᾶς, οὓς πάντας μία καὶ σύμφωνος ἑορτὴ κατακρατήσει. Ἑορτή ἐστιν ἡ τοῦ ὄντως ὄντος ὁμολογία τε καὶ ἐπίγνωσις. Ἔστι δὲ, φησὶ, καὶ ἄλλα πολλὰ τῆς ἁγίας Γραφῆς πρὸς σύστασιν τοῦ κατὰ τὴν ἀνάστασιν δόγματος ἀναλέξασθαι. Ὅ τε γὰρ Ἐζεκιὴλ τῷ προφητικῷ πνεύματι τὸν ἐν τῷ μέσῳ πάντα χρόνον, καὶ τὸ ἐν τούτῳ διάστημα ὑπερβὰς, ἐπ' αὐτοῦ ἵσταται τοῦ καιροῦ τῆς ἀναστάσεως τῇ προγνωστικῇ δυνάμει καὶ τὸ ἐσόμενον ὡς ἤδη τεθεαμένος ὑπ' ὄψιν ἄγει τῷ διηγήματι. Πεδίον μέγα καὶ εἰς ἄπειρον εἶδε διηπλωμένον, ὀστέων σωρείαν ἐπὶ τούτῳ πολλὴν, ἄλλων ἀλλαχῆ πρὸς τὸ συμβὰν διεῤῥιμμένων· εἶτα θείᾳ δυνάμει πρὸς τὰ συγγενῆ καὶ ἴδια συγκινουμένων, καὶ ταῖς οἰκείαις ἁρμονίαις ἐμφυομένων. Εἶτα νεύροις καὶ σαρξὶ καὶ δέρμασι καλυπτομένων (ὅπερ ἡ ψαλμῳδία πυκαζομένων λέγει), καὶ πνεῦμα ζωοποιοῦν τε καὶ διεγεῖρον ἅπαν τὸ κείμενον.
joining [themselves]. This indeed the Apostle states more plainly when interpreting the harmony of the universe with the Good: that unto Him every knee shall bow, of heavenly, earthly, and subterranean beings, and every tongue shall confess that Jesus Christ is Lord, to the glory of God the Father (Phil. 2:10-11)—by the horns meaning the angelic and heavenly order, and through the rest signifying us, the creation conceived next after them, over all of whom one harmonious feast will prevail. A feast is the confession and full knowledge of Him Who truly is. Moreover, says she, one may also gather many other passages of holy Scripture to establish the doctrine concerning the resurrection. For Ezekiel too, stepping in the prophetic spirit across all the intervening time and the span within it, takes his stand by his foreknowing power at the very moment of the resurrection, and brings what is to come before our eyes in his narrative as though he had already beheld it (Ezek. 37:1-10). He saw a great plain unfolded endlessly, and upon it a vast heap of bones flung apart here and there as it chanced; then, by divine power, moved together towards their kindred and proper parts and growing fast into their own joints; then covered over with sinews, flesh, and skin (which the psalmody calls "being thickly arrayed"), and a spirit both giving life and rousing up all that lay prostrate.
Τὴν δὲ τοῦ Ἀποστόλου κατὰ τὴν ἀνάστασιν θαυμάτων διασκευὴν, ὡς πρόχειρον οὖσαν τοῖς ἐντυγχάνουσιν, τί ἄν τις λέγοι; Ὅπως ἐν κελεύσματί τινι καὶ σαλπίγγων ἤχει φησὶν ὁ λόγος ἐν ἀκαρεῖ τοῦ χρόνου ἅπαν ἀθρόως τὸ τεθνηκός τε καὶ κείμενον, εἰς ἀθανάτου φύσιν ὑπαμειφθήσεσθαι; Ἀλλὰ καί τὰς ἀγγελικὰς φωνὰς, ὡς προδήλους ἅπασιν οὔσας, παρήσαμεν. Οὐ γὰρ μόνῳ λόγῳ φησὶν ὁ Κύριος τοὺς νεκροὺς ἀναστήσεσθαι, ἀλλὰ καὶ αὐτὴν ἐνεργεὶ τὴν ἀνάστασιν, ἀπὸ τῶν ἐγγυτέρων ἡμῖν καὶ ἧττον ἀπιστεῖσθαι δυναμένων τῆς θαυματοποιίας ἀρξάμενος. Πρῶτον μὲν
And as for the Apostle's account of the wonders at the resurrection, since it lies ready at hand for readers, why should anyone set it forth—how at a certain word of command and sound of trumpets, says Scripture, in an instant of time all together that has died and lies prostrate will be changed over into an immortal nature (1 Cor. 15:51-52; 1 Thess. 4:16)? Moreover, we passed by the angelic [or Gospel] utterances too, since they are manifest to all. For not by word alone does the Lord declare that the dead will rise again, but He also works the resurrection itself, beginning His wonder-working from things closer to us and less capable of being disbelieved. First indeed
Notes, col. 136

On the reading

Printed σήμαίνων, for σημαίνων.

Printed καί τὰς, for καὶ τὰς.

Printed ἐνεργεὶ, for ἐνεργεῖ.

PG 46:137Read from the page
γὰρ ἐν τοῖς ἐπιθανασίοις τῶν νοσημάτων τὴν ζωοποιὸν δείκνυσι δύναμιν, ἀπελαύνων προστάγματι καὶ λόγῳ τὰ πάθη· εἶτα ἀρτιθανὲς ἐγείρει παιδίον, εἶτα νεανίαν τοῖς τάφοις ἤδη προσκομιζόμενον τῆς σοροῦ διαναστήσας τῇ μητρὶ δίδωσι· μετὰ τοῦτο διαπεπτωκότα ἤδη τετραημέρῳ χρόνῳ τὸν Λάζαρον νεκρὸν ἐξάγει τοῦ τάφου φωνῇ καὶ προστάγματι ζωοποιήσας τὸν κείμενον· εἶτα τὸν ἑαυτοῦ ἄνθρωπον ἥλοις καὶ λόγχῃ διαπεπαρμένον ἐκ νεκρῶν διὰ τρίτης ἡμέρας διανίστησι, τοὺς τύπους τῶν ἥλων καὶ τὴν πληγὴν τῆς λόγχης εἰς μαρτυρίαν τῆς ἀναστάσεως ἐπαγόμενος. Περὶ ὧν οὐδὲν οἶμαι χρῆναι διεξιέναι, μὴ μιᾶς ἀμφιβολίας ἐν τοῖς τὰ προγεγραμμένα παραδεδειγμένοις εἰπούσης.
in sicknesses at the point of death He displays His life-giving power, driving away afflictions by command and word; next He raises a child only just dead (Mark 5:41-42); next, raising up from the bier a young man already being carried out to the tombs, He restores him to his mother (Luke 7:12-15); after this He brings forth Lazarus dead out of the tomb when he had already fallen into decay after four days' time, making alive by voice and command him who lay prostrate (John 11:39-44); then after three days He raises up from the dead His own human nature pierced through with nails and spear, adducing the prints of the nails and the wound of the spear in testimony of the resurrection (John 20:27). Concerning these matters I suppose there is no need to go through them in detail, since not a single doubt has spoken among those who have accepted what has been written above.
Γ. Ἀλλ' οὐ τοῦτο, εἶπον ἐγὼ, τὸ ζητούμενον ἦν· τὸ γὰρ ἔσεσθαί ποτε τὴν ἀνάστασιν, καὶ τὸ ὑπαχθήσεσθαι τῇ ἀδεκάστῳ κρίσει τὸν ἄνθρωπον, διά τε τῶν γραφικῶν ἀποδείξεων, καὶ τῶν ἤδη προεξητασμένων, οἱ πολλοὶ τῶν ἀκουόντων συνθήσονται. Ὑπόλοιπον ἂν εἴη σκοπεῖν, φησὶν, εἰ ὥσπερ τὸ νῦν καὶ τὸ ἐλπιζόμενον ἔσται. Ὅπερ εἰ ὄντως εἴη, φευκτὸν εἶπον τοῖς ἀνθρώποις τὴν ἐλπίδα τῆς ἀναστάσεως εἶναι. Εἰ γὰρ οἷα γίνεται, ὅταν λήγεται τοῦ ζῆν τὰ ἀνθρώπινα σώματα, τοιαῦτα τῇ ζωῇ πάλιν ἀποκαθίσταται· ἄρα τις ἀτέλεστος συμφορὰ διὰ τῆς ἀναστάσεως τοῖς ἀνθρώποις ἐλπίζεται. Τί γὰρ ἂν ἐλεεινότερον γένοιτο θέαμα, ἢ ὅταν ἐν ἐσχάτῳ γήρᾳ καταῤῥιγνυθέντα τὰ σώματα μεταποιηθῇ πρὸς τὸ εἰδεχθές τε καὶ ἄμορφον, τῆς μὲν σαρκὸς αὐτῆς ἀναλωθείσης τῷ χρόνῳ, ῥυσοῦ δὲ τοῖς ὀστέοις περιεσκληκότος τοῦ δέρματος; Τῶν δὲ δὴ νεύρων συνεσπασμένων διὰ τὸ μηκέτι τῇ φυσικῇ ἰκμάδι ὑποπιαίνεσθαι, καὶ διὰ τοῦτο παντὸς συνελκομένου τοῦ σώματος, ἄτοπόν τι καὶ ἐλεεινὸν θέαμα γίνεται, τῆς μὲν κεφαλῆς ἐπὶ τὸ γόνυ συγκεκλιμένης· τῆς δὲ χειρὸς ἔνθεν καὶ ἔνθεν πρὸς μὲν τὴν κατὰ φύσιν ἐνέργειαν ἀπρακτούσης, ἐντρομῆς δὲ κατὰ τὸ ἀκούσιον ἀεὶ κραδαινομένης. Οἷα δὲ πάλιν τῶν ταῖς χρονίαις νόσοις ἐκτετηκότων τὰ σώματα; Ἃ τοσοῦτον διαφέρει τῶν γυμνωθέντων ὀστέων, ὅσον ἐπικαλύφθαι δοκεῖ λεπτῷ, καὶ ἐκδεδαπανημένῳ ἤδη τῷ δέρματι. Οἷα δὲ καὶ τῶν ἐν ταῖς ὑδερι-
G. Yet this, said I, was not the point under inquiry; for that the resurrection will one day take place, and that humanity will be brought before the incorruptible judgement, most of our hearers will agree, both from the scriptural proofs and from what has already been examined above. What remains to consider, one says, would be whether what is hoped for will also be just like the present state. And if that truly were so, I said, the hope of the resurrection would be something for human beings to shun. For if human bodies are restored to life again in such a condition as they reach when they cease to live, then some unending calamity is what human beings hope for through the resurrection. For what sight could be more pitiable than when in extreme old age shrivelled bodies are transformed into something hideous and shapeless, the flesh itself having been wasted away by time while shrivelled skin has hardened around the bones? And when the sinews have contracted because they are no longer kept supple beneath by natural moisture, and on this account the whole body is drawn together, a grotesque and pitiable spectacle arises: the head bent down upon the knees, while the hands on either side are helpless for their natural function and involuntarily quiver forever with trembling. And of what sort again are the bodies of those wasted away by chronic illnesses, which differ from bare bones only in seeming to be covered over with thin and already exhausted skin? And of what sort too are those of people in drop-
Notes, col. 137

On the reading

Printed ἐπικαλύφθαι, for ἐπικεκαλύφθαι.

PG 46:140Read from the page
καῖς ἀῤῥωστίαις ἐξῳδηκότων, τῶν δὲ τῇ ἱερᾷ νόσῳ κεκρατημένων τὴν ἀσχήμονα λώβην τίς ἂν ὑπ' ὄψιν ἀγάγοι λόγος, ὡς κατ' ὀλίγον αὐτοῖς πάντα τὰ μέλη τὰ ὀργανικά τε καὶ αἰσθητὰ προσιοῦσα ἡ σηπεδὼν ἐπιβόσκεται; τῶν δὲ ἐν σεισμοῖς, ἢ πολέμοις, ἢ ἐξ ἑτέρας τινὸς αἰτίας ἠκροτηριασμένων, καὶ πρὸ τοῦ θανάτου χρόνον τινὰ ἐν τῇ συμφορᾷ ταύτῃ ἐπιβιούντων, ἢ τῶν ἀπὸ γενέσεως λώβῃ τινὶ συναποτελεσθέντων ἐν διαστρόφοις τοῖς μέλεσι, περιὸν, τί ἄν τις λέγοι;
sical ailments have swollen up? And as for those seized by the sacred disease [leprosy], what discourse could bring before our eyes their unsightly disfigurement, as creeping putrefaction little by little feeds upon all their instrumental and sensory members? Or as for those mutilated in earthquakes, or wars, or from some other cause, who survive for some time before death in this calamity, or those brought to maturity with some congenital deformity in distorted limbs as time goes round—what could anyone say?
Περὶ τῶν ἀρτιγενῶν νηπίων τῶν τε ἐκτιθεμένων, καὶ τῶν καταπνιγομένων, καὶ τῶν κατὰ τὸ αὐτόματον ἀπολλυμένων, τί ἔστι λογίσασθαι, εἰ τὰ τοιαῦτα πάλιν πρὸς τὴν ζωὴν ἐπανάγοιτο, ἆρα ἐναπομένῃ τῇ νηπιότητι, καὶ τί ἀθλιώτερον; ἀλλ' ἐπὶ τὸ ἄκρον ἥξει τῆς ἡλικίας, καὶ ποίῳ γάλακτι πάλιν ἡ φύσις αὐτὰ τιθηνήσεται; Ὥστε εἰ μὲν διὰ πάντων ταὐτὸν ἡμῖν τὸ σῶμα πάλιν ἀναβιώσεται, συμφορὰ ἔσται τὸ προσδοκώμενον· εἰ δὲ μὴ ταὐτὸν, ἄλλος τις ὁ ἐγειρόμενος ἔσται παρὰ τὸν κείμενον. Εἰ γὰρ πέπτωκε μὲν τὸ παιδίον, ἀνίσταται δὲ τέλειος, ἢ τὸ ἔμπαλιν, πῶς ἔστιν εἰπεῖν αὐτὸν ἀνωρθῶσθαι τὸν κείμενον, ἐν τῇ τῆς ἡλικίας διαφορᾷ τοῦ πεπτωκότος ὑπηλλαγμένου ὄντος· ἀντὶ γὰρ τοῦ παιδίου τέλειον, καὶ ἀντὶ τοῦ πρεσβυτέρου τὸν ἀκμηστὸν τίς ὁρῶν, ἕτερον ἀνθ' ἑτέρου τεθέαται, καὶ ἀντὶ τοῦ λελωβημένου τὸν ἄρτιον, καὶ ἀντὶ τοῦ ἐκτετηκότος τὸν εὔσαρκον, καὶ τὰ ἄλλα πάντα ὡσαύτως, ἵνα μὴ, τὰ καθ' ἕκαστόν τις διεξιὼν, ὄχλον ἐπεισάγῃ τῷ λόγῳ; Εἰ μὴ οὖν τοιοῦτον ἀναβιώσῃ τὸ σῶμα πάλιν, οἷον ἦν ὅτε τῇ γῇ κατεμίγνυτο, οὐ τὸ τεθνηκὸς ἀναστήσεται, ἀλλ' εἰς ἄλλον ἄνθρωπον ἡ γῆ διαπλασθήσεται. Τί οὖν πρὸς ἐμὲ ἡ ἀνάστασις, εἰ ἀντ' ἐμοῦ τις ἄλλος ἀναβιώσεται; Πῶς γὰρ ἂν ἐπιγνοίην αὐτὸς ἐμαυτὸν, βλέπων ἐν ἐμαυτῷ οὐκ ἐμαυτόν; Οὐ γὰρ ἂν εἴην ἀληθῶς ἐγὼ, εἰ μὴ διὰ πάντων εἴην ὁ αὐτὸς ἐμαυτῷ. Καθάπερ γὰρ κατὰ τὸν παρόντα βίον εἴ τινος ἔχοιμι διὰ μνήμης τὸν χαρακτῆρα, ὑποκείσθω δὲ κατὰ τὸν λόγον ψεδνὸς ὁ τοιοῦτος εἶναι, προχειλής, ὑποσιμὸς, λευκόχρους, γλαυκόμματος, ἐν πολιᾷ τῇ τριχὶ, καὶ ῥυσῷ τῷ σώματι· εἶτα ζητῶν τὸν
Concerning newborn infants who are exposed, or smothered, or perish spontaneously, what is one to reckon if such creatures are brought back to life again: will they remain in infancy—and what could be more wretched?—or will they reach full stature, and with what milk will nature nurse them anew? Consequently, if our body revives again altogether the same, what we await will be a calamity; whereas if it is not the same, the person raised up will be someone else other than the one who lay dead. For if a little child has fallen in death while a full-grown adult rises, or the reverse, how can one say that the very person who lay dead has been raised upright, when in the difference of age he has been changed from the one who fell? For anyone seeing a full-grown adult in place of the little child, and one in his prime in place of the elderly man, beholds one person in place of another—and so too the sound in place of the maimed, the well-fleshed in place of the wasted away, and all other cases likewise, lest someone going through them one by one bring tedium into the discourse. Unless, therefore, the body revives again just as it was when it was mingled with the earth, what died will not rise again, but the earth will be fashioned anew into another human being. What, then, is the resurrection to me, if someone else revives in place of me? For how could I myself recognize myself, seeing in myself someone other than myself? For I should not truly be I, unless I were altogether identical with myself. Just as in the present life, if I held someone's features in memory—and let such a person be supposed, for the sake of argument, to be sparse-haired, prominent-lipped, slightly snub-nosed, fair-complexioned, grey-eyed, with hoary hair and a shrivelled body—and then in seeking the
PG 46:141Read from the page
τοιοῦτον, ἐντύχοιμι νέῳ, κομήτῃ, γρυπῷ, μελανοχροῖ, καὶ τὰ λοιπὰ πάντα τοῦ κατὰ τὴν μορφὴν χαρακτῆρος ἑτέρως ἔχοντι. Ἆρα τοῦτον εἰδὼς ἐκεῖνον οἰήσομαι; μᾶλλον δὲ τί χρὴ ταῖς ἐλάττοσι τῶν ἐνστάσεων ἐνδιατρίβειν τὸν ἰσχυρότερον ἀφιέμενον; Τίς γὰρ οὐκ οἶδεν, ὅτι ῥοῇ τινι προσέοικεν ἡ ἀνθρωπίνη φύσις, ἀπὸ γενέσεως εἰς θάνατον ἀεὶ διά τινος κινήσεως προϊοῦσα, τότε τῆς κινήσεως λήγουσα, ὅταν καὶ τοῦ εἶναι παύσεται;
such a condition, I were to light upon a young man with long hair, an aquiline nose, a swarthy complexion, and having all the remaining features of his bodily form different. Recognizing this man, shall I suppose him to be that other? Or rather, why need one linger over the lesser objections while passing by the stronger? For who does not know that human nature resembles a kind of stream, ever advancing from birth unto death through a certain motion, and ceasing from that motion only when it shall also cease to exist?
Ἡ δὲ κίνησις αὕτη οὐ τοπική τίς ἐστι μετάστασις (οὐ γὰρ ἐκβαίνει ἑαυτὴν ἡ φύσις), ἀλλὰ δι' ἀλλοιώσεως ἔχει τὴν πρόοδον. Ἡ δὲ ἀλλοίωσις ἕως ἂν ᾖ τοῦτο ὃ λέγεται, οὐδέποτε ἐπὶ τοῦ αὐτοῦ μένει· (πῶς γὰρ ἂν ἐν ταυτότητι φυλαχθείη τὸ ἀλλοιούμενον;) ἀλλ' ὥσπερ τὸ ἐπὶ τῆς θρυαλλίδος πῦρ, τῷ μὲν δοκεῖν ἀεὶ τὸ αὐτὸ φαίνεται (τὸ γὰρ συνεχὲς ἀεὶ τῆς κινήσεως ἀδιάσπαστον αὐτὸ καὶ ἡνωμένον πρὸς ἑαυτὸ δείκνυσι), τῇ δὲ ἀληθείᾳ πάντως πάντοτε ἑαυτὸν αὐτὸ διαδεχόμενον, οὐδέποτε αὐτὸ μένει (ἡ γὰρ ἐξελκυσθεῖσα διὰ τῆς θερμότητος ἰκμὰς, ὁμοῦ τε ἐξεφλογώθη καὶ εἰς λίγνην ἐκκαυθεῖσα μετεποιήθη, καὶ ἀεὶ τῇ ἀλλοιωτικῇ δυνάμει ἡ τῆς φλογὸς κίνησις ἐνεργεῖται, εἰς λίγνην δι' ἑαυτῆς ἀλλοιοῦσα τὸ ὑποκείμενον)· ὥσπερ τοίνυν δὶς κατὰ ταυτὸν τῆς φλογὸς θίγοντα, οὐκ ἔστι τῆς αὐτῆς τὸ δὶς ἅψασθαι· (τὸ γὰρ ὀξὺ τῆς ἀλλοιώσεως οὐκ ἀναμένει τὸν ἐκ δευτέρου πάλιν ἐπιθιγγάνοντα, κἂν ὡς τάχιστα τοῦτο ποιῇ), ἀλλ' ἀεὶ καινή τε καὶ πρόσφατός ἐστιν ἡ φλὸξ πάντοτε γινομένη, καὶ ἀεὶ ἑαυτὴν διαδεχομένη, καὶ οὐδέποτε ἐπὶ τοῦ αὐτοῦ μένουσα· τοιοῦτόν τι καὶ περὶ τὴν τοῦ σώματος ἡμῶν φύσιν ἐστί. Τὸ γὰρ ἐπίῤῥυτον τῆς φύσεως ἡμῶν, καὶ τὸ ἀπόῤῥυτον διὰ τῆς ἀλλοιωτικῆς κινήσεως ἀεὶ πορευόμενον, τότε κινούμενον ἵσταται, ὅταν καὶ τῆς ζωῆς ἀπολήξῃ· ἕως δ' ἂν ἐν τῷ ζῆν ᾖ, στάσιν οὐκ ἔχει. Ἢ γὰρ πληροῦται, ἢ διαπνέεται, ἢ δι' ἑκατέρων πάντως εἰσαεὶ διεξάγεται. Εἰ τοίνυν οὐδὲ τῷ χθιζῷ τις ὁ αὐτός ἐστιν, ἀλλ' ἕτερος τῇ ἀπαλλαγῇ γίνεται, ὅταν ἐπαναγάγῃ πάλιν τὸ σῶμα ἡμῶν πρὸς τὴν ζωὴν ἡ ἀνάστασις, δῆμός τις ἀνθρώπων πάντως ὁ εἷς γενήσεται, ὡς ἂν μηδὲν ἐλλείποι τοῦ ἀνισταμένου τὸ βρέφος, τὸ νήπιον, ὁ παῖς, τὸ μειράκιον, ὁ ἀνὴρ, ὁ πατὴρ, ὁ πρεσβύτης, καὶ τὰ διὰ μέσου πάντα. Σωφροσύνης δὲ καὶ ἀκολασίας διὰ σαρκὸς ἐνεργουμένης, τῶν δὲ ὑπομε-
But this motion is not a local transference (for nature does not step outside itself), rather it makes its advance through alteration. And alteration, so long as it is that which it is called, never abides in the same state (for how could that which is being altered be preserved in identity?); rather, just as the fire upon the wick, in appearance indeed, ever seems the same (for the unceasing continuity of its motion displays it as unbroken and united with itself), yet in truth, constantly succeeding itself at every moment, it never remains the same (for the moisture drawn up by the heat is at once kindled into flame and, being consumed, transformed into smoky soot, and ever by its alterative power the motion of the flame is at work, altering the underlying fuel into soot through itself); just as, therefore, for one who touches the flame twice at the same spot, it is impossible to touch the same flame twice (for the swiftness of the alteration does not await him who touches it again a second time, even should he do this as rapidly as possible), rather the flame is ever new and fresh, coming into being at every moment, ever succeeding itself, and never remaining in the same state: some such thing holds true also concerning the nature of our body. For the influx and efflux of our nature, ever travelling through alterative motion, comes to a halt in its movement only when it also ceases from life; so long as it remains in life, it has no standstill. For either it is being replenished, or it is being dispersed by transpiration, or through both together it is assuredly maintained perpetually. If, then, a man is not even the same as he was yesterday, but becomes another by this transformation, whenever the resurrection leads our body back again unto life, the single individual will assuredly become a veritable multitude of human beings, so that nothing may be lacking to him who rises—the newborn babe, the infant, the child, the stripling, the grown man, the father, the old man, and all the stages in between. Moreover, since temperance and intemperance are wrought through the flesh, and since both those who endu-