εἶναι ταῖς ἐγγαστριμύθοις, τὸν τηνικαῦτα διὰ τῆς αὐτῶν γοητείας τὴν ἄνοδον τῆς ψυχῆς αὐτοῦ μαντεύσαντα. Ἐγὼ δὲ πρὸς τὸ εὐαγγελικὸν χάσμα βλέπων, ὃ διὰ μέσον τῶν κακῶν τε καὶ ἀγαθῶν ἐστήρικται, φησὶν ὁ πατριάρχης, μᾶλλον δὲ ὁ τοῦ πατριάρχου Κύριος, ὡς ἀμήχανον εἶναι τοῖς τε κατακρίτοις ἐπὶ τὴν τῶν δικαίων ἄνεσιν ἀναβῆναι, καὶ τοῖς ἁγίοις πρὸς τὸν τῶν πονηρῶν χορὸν διαπεράσαι· οὐ δέχομαι ἀληθεῖς εἶναι τὰς τοιαύτας ὑπολήψεις, διδαχθεὶς μόνον ἀληθὲς εἶναι πιστεύειν τὸ Εὐαγγέλιον. Ἐπειδὴ τοίνυν μέγας ἐν ἁγίοις ὁ Σαμουὴλ, πονηρὸν δὲ κτῆμα ἡ γοητεία, οὐ πείθομαι ὅτι ἐν τοσούτῳ τῆς ἰδίας ἀναπαύσεως ὁ Σαμουὴλ καταστὰς, τὸ ἀδιόδευτον ἐκεῖνο χάσμα πρὸς τοὺς ἀσεβοῦντας διήρχετο, οὔτε ἑκὼν οὔτε ἄκων· ἄκων μὲν οὖν οὐκ ἂν ἔτι ὑπέμεινε τὸ μή δύνασθαι τὸ δαιμόνιον διαβῆναι τὸ χάσμα, καὶ ἐν τῷ χορῷ τῶν ὁσίων γενόμενον μετακινῆσαι τὸν ἅγιον· ἑκὼν δὲ οὐκ ἂν τοῦτο ἐποίησε, τῷ μήτε βούλεσθαι ἐπιμιχθῆναι τοῖς κακοῖς, μήτε δύνασθαι· τῷ γὰρ ἐν ἀγαθοῖς ὄντι ἀβούλητον ἀπὸ τῶν ἐν οἷς ἐστιν ἡ πρὸς τὰ ἐναντία μετάστασις. Εἰ δέ τις καὶ βούλεσθαι δοίη, ἀλλ' ἡ τοῦ χάσματος φύσις οὐκ ἐπιτρέπει τὴν πάροδον.
to be to the ventriloquists, him who at that time through their sorcery had divined the ascent of his soul. But I, looking towards the evangelical chasm, which has been fixed across the midst both of the evil and of the good, says the patriarch, or rather the Lord of the patriarch, so that it is impossible both for the condemned to ascend unto the rest of the righteous, and for the saints to cross over towards the company of the wicked—I do not accept suppositions of such a kind to be true, having been taught to believe the Gospel alone to be true. Since, therefore, Samuel was great among the saints, while sorcery is a wicked possession, I am not persuaded that Samuel, having been established in so great a measure of his own rest, traversed that impassable chasm towards the ungodly, neither willingly nor unwillingly: unwillingly, on the one hand, then, he would no longer have undergone it, because the demon is not able to cross the chasm, and, coming to be in the company of the holy ones, to dislodge the saint; and willingly, on the other hand, he would not have done this, through neither wishing to be mingled with the evil, nor being able; for to one who is among good things, removal from the things in which he is towards their opposites is undesired. And even if someone should grant that he wished it, yet the nature of the chasm does not permit the passage.
Τί οὖν ἐστιν ὃ περὶ τούτων ἡμεῖς λογιζόμεθα; Ἐχθρὸς τῆς ἀνθρωπίνης φύσεώς ἐστιν ὁ κοινὸς πάντων πολέμιος, ᾧ πᾶσά ἐστιν ἐπίνοια καὶ σπουδὴ εἰς αὐτὰ τὰ καίρια βλάπτειν τὸν ἄνθρωπον. Τίς δὲ τοιαύτη καιρία κατὰ τῶν ἀνθρώπων ἄλλη πληγὴ, ὡς τὸ ἀποβληθῆναι ἀπὸ τοῦ Θεοῦ ζωοποιοῦντος, καὶ πρὸς τὴν ἀπώλειαν τοῦ θανάτου ἑκουσίως αὐτομολῆσαι; Ἐπειδὴ τοίνυν σπουδή τίς ἐστι κατὰ τὸν βίον τοῖς φιλοσωμάτοις γνῶσίν τινα τῶν μελλόντων ἔχειν· δι' ἧς ἐλπίζουσιν ἢ τῶν κακῶν ἀποφυγὴν, ἢ πρὸς τὰ καταθύμια χειραγωγίαν· τούτου χάριν, ὡς ἂν μὴ πρὸς τὸν Θεὸν οἱ ἄνθρωποι βλέποιεν, πολλοὺς τρόπους τῆς τοῦ μέλλοντος γνώσεως ἡ ἀπατηλὴ τῶν δαιμόνων ἐτεχνάσατο φύσις, οιωνοσκοπίας, συμβολομαντείας, χρηστήρια, ἡπατοσκοπίας, νεκυΐας, ἐνθουσιασμοὺς, κατακωχὰς, ἐμπνεύσεις, καὶ ἄλλα τοιαῦτα πολλά· καὶ ὅπερ ἄν τις εἶδος προγνώσεως ἔκ τινος ἀπάτης ἀληθὲς εἶναι νομίσειεν, ἐκεῖνο τὸ ἀπατηλὸν δαιμόνιον παραφαίνεται εἰς δικαίωσιν τῆς ἠπατημένης ὑπολήψεως τοῦ πεπλανημένου. Οὕτως καὶ τὴν τοῦ ἀετοῦ πτῆσιν πρὸς τὴν τοῦ παρατετηρηκότος ἐλπίδα συνδραμεῖν παρασκευάζει ὁ δαίμων, καὶ τοῦ ἥπατος τὸν παλμὸν, καὶ τὴν ἐκ τοῦ φυσώδους γινομένην τῶν μηνίγγων παραφορὰν, καὶ τῶν ὀμμάτων παραστροφὴν, καὶ ἑκάστην κατὰ τὴν σημειωθεῖσαν ἐκ τῆς ἀπάτης παρατήρησιν ἡ τοῦ δαίμονος πανουργία προδείκνυσι τοῖς ἀπατωμένοις· ὥστε ἀποστάντας τοὺς ἀνθρώπους τοῦ Θεοῦ, προσέχειν τῇ θεραπείᾳ τῶν δαιμόνων, δι' ὧν ἐνεργεῖσθαι τὰ τοιαῦτα πιστεύουσιν. Ἓν τοίνυν ἀπάτης εἶδος ἦν καὶ τὸ τῶν ἐγγαστριμύθων, ὧν ἡ μαγγανεία ἐπιστεύετο δύνασθαι τὰς τῶν κατοιχομένων ψυχὰς πάλιν πρὸς τὸν ἄνω βίον ἐφέλκεσθαι. Τοῦ τοίνυν Σαοὺλ ἐν ἀπογνώσει σωτηρίας γεγονότος, διὰ τὸ πανστρατιᾷ συγκεκινῆσθαι κατ' αὐτοῦ πᾶν τὸ ἀλλόφυλον, καὶ ἐπὶ ταύτην ἐλθόντος τὴν ἐπίνοιαν, ὥστε τὸν Σαμουὴλ αὐτῷ τρόπον ὑποθέσθαι τινὰ σωτηρίας· τὸ παραμέ-
What then is that which we reason concerning these things? An enemy of human nature is the common foe of all, whose whole contrivance and zeal is to harm man in the very vital parts. And what other blow against men is so vital, as to be cast away from the life-giving God, and willingly to desert unto the destruction of death? Since, therefore, there is a certain eagerness in life among lovers of the body to possess some knowledge of things to come—through which they hope for either escape from evils, or guidance towards the things after their heart—for this reason, lest men should look towards God, the deceitful nature of the demons devised many ways of knowing the future: auguries from birds, divinations by omens, oracles, inspections of livers, conjurings of the dead, frenzies, possessions, inspirations, and many other such things; and whatever kind of foreknowledge out of some deceit anyone might suppose to be true, that deceitful demon shows itself alongside for the justification of the deceived supposition of him who has gone astray. Thus the demon contrives both the flight of the eagle to concur towards the hope of him who has watched closely, and the throbbing of the liver, and the derangement of the membranes arising from flatulence, and rolling aside of the eyes, and each observation according to what has been noted down out of the deceit does the craftiness of the demon display beforehand to those being deceived; so that men, having departed from God, give heed to the service of the demons, through whom they believe such things to be wrought. One kind of deceit, therefore, was also that of the ventriloquists, whose jugglery was believed to be able to draw up again the souls of the departed towards the upper life. When Saul, therefore, had come to be in despair of deliverance, because the whole foreign host had been stirred up together in full force against him, and had come to this contrivance, so that Samuel might suggest to him some way of deliverance, the attendant