Migne Reading Room

PG 45 · cols. 105–109 · Read from the page

The great Catechetical Oration. Col

The great Catechetical Oration. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 45:105Read from the page
ὃ ἐν τούτῳ οὐκ ἔστι. Τὸ μὲν γὰρ οὐ σβέννυται· τούτου δὲ πολλὰ παρὰ τῆς πείρας ἐξεύρηται τὰ σβεστήρια· πολλὴ δὲ τοῦ σβεννυμένου πρὸς τὸ μὴ παραδεχόμενον σβέσιν ἡ διαφορά. Οὐκοῦν ἄλλο τι, καὶ οὐχὶ τοῦτό ἐστι. Πάλιν σκώληκά τις ἀκούσας, μὴ διὰ τῆς ὁμωνυμίας πρὸς τὸ ἐπίγειον τοῦτο θηρίον ἀποφερέσθω τῇ διανοίᾳ. Ἡ γὰρ προσθήκη τοῦ ἀτελεύτητον εἶναι, ἄλλην τινὰ φύσιν παρὰ τὴν γινωσκομένην νοεῖν ὑποτίθεται. Ἐπεὶ οὖν ταῦτα πρόκειται τῇ ἐλπίδι τοῦ μετὰ ταῦτα βίου, καταλλήλως ἐκ τῆς ἑκάστου προαιρέσεως, κατὰ τὴν δικαίαν τοῦ Θεοῦ κρίσιν ἀναφυόμενα τῷ βίῳ, σωφρονούντων ἂν εἴη, μὴ πρὸς τὸ παρὸν, ἀλλὰ πρὸς τὸ μετὰ τοῦτο βλέπειν, καὶ τῆς ἀφράστου μακαριότητος ἐν τῇ ὀλίγῃ ταύτῃ καὶ προσκαίρῳ ζωῇ τὰς ἀφορμὰς καταβάλλεσθαι, καὶ τῆς τῶν κακῶν πείρας δι' ἀγαθῆς προαιρέσεως ἀλλοτριοῦσθαι· νῦν μὲν κατὰ τὸν βίον, μετὰ ταῦτα δὲ κατὰ τὴν αιωνίαν ἀντίδοσιν ὁ Χριστὸς βούλεται θεωρεῖν, δύο φύσεις οὐσιωδῶς ἡνωμένας ὁμολογοῦσα κἀκ τούτου παριστῶσα τὸ μεγαλεῖον τοῦ ἐλέους, καὶ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ περὶ ἡμᾶς, καταδεξαμένου διὰ τὴν πρὸς ἡμᾶς στοργὴν, συνεῖναί τε καὶ συναριθμεῖσθαι τῇ ἑαυτοῦ φύσει τὴν ἡμετέραν. Καὶ χάρις τῷ Θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Ἐπειδὴ δὲ ὁ Σευῆρος ψιλαῖς προκαθέζεται φωναῖς, ἐν ῥήμασί τε μόνοις καὶ ἤχοις τὴν εὐσέβειαν ὑποτίθεται, καίτοι γε τοῦ Ἀποστόλου λέγοντος· Οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ' ἐν δυνάμει καὶ ἀληθείᾳ· οὗτος δὲ παρ' αὐτῷ Σευήρῳ κράτιστος θεολόγος γνωρίζεται, ὃς ἂν τὰς κατηγορίας Ἀριστοτέλους, καὶ τὰ λοιπὰ τῶν ἔξω φιλοσόφων κομψὰ ἠσκημένος τυγχάνοι, ἀναγκαῖον ἡμᾶς τὰ σημαινόμενα ἑκάστης λέξεως τῶν εἰς τὰ πρὸς αὐτὸν Σευῆρον λεγόμενα χρειωδῶς λαμβανομένων, ἐπὶ καιροῦ σαφηνίσαι κατὰ τὸν νοῦν τῶν ἐκκλησιαστικῶν διδασκάλων, καθ' ὃν ταῦτα ἐξειλήφασιν· ἵνα ἔχοιεν οἱ ἐντυγχάνοντες τοῖς ὑπογεγραμμένοις λόγοις, ἐκ πρώτης ἐντεύξεως νοεῖν τῶν λεγομένων δύναμιν· καὶ μὴ διὰ τὴν ἄγνοιαν τοῦ σημαινομένου τῶν λέξεων πρὸς τὴν κατάληψιν τῶν ἐν αὐτοῖς θεωρημάτων παραποδίζωνται.
which does not exist in this fire. For the former is never quenched, whereas for the latter many means of quenching have been discovered by experience; and vast is the difference between what is quenched and what admits of no quenching. Therefore it is something else, and not this fire. Again, should someone hear of a worm, let him not be carried away in thought through the sameness of the name to this earthly creature; for the addition of its being undying suggests that we are to understand another nature beyond the one known to us. Since, then, these things are set before the hope of the life hereafter, springing up for our life suitably out of each person's free choice according to the righteous judgement of God, it would be the part of the prudent to look not towards the present, but towards what comes hereafter, and in this brief and transitory life to lay down the foundations of ineffable blessedness, and through good moral choice to estrange oneself from the experience of evils—now during this life, and hereafter in the eternal recompense Christ wills to behold, confessing two natures substantially united and thereby setting forth the greatness of the mercy and compassions of God towards us, Who out of tender affection towards us deigned that our nature should both dwell with and be numbered together with His own nature. And thanks be to God for His indescribable gift! So much, then, for these matters. Now since Severus entrenches himself in bare expressions and places piety in mere words and sounds—even though the Apostle says: For the kingdom of God is not in speech, but in power and truth—and with Severus himself that man is recognized as the supreme theologian who happens to be trained in the Categories of Aristotle and the other subtleties of the outside philosophers, it is necessary for us opportunely to clarify the meanings of each term usefully employed in the arguments against Severus himself, in accordance with the mind of the teachers of the Church in the sense in which they have understood them, so that readers encountering the discourses subjoined below may be able from their very first reading to grasp the force of what is said, and may not through ignorance of the meaning of the terms be hindered from comprehending the doctrines contained within them.
Notes, col. 105

On the reading

Printed αιωνίαν, for αἰωνίαν.

PG 45:108Read from the page
Ὁ εἰπὼν τοῖς ἑαυτοῦ μαθηταῖς, Ζητεῖτε καὶ εὑρήσετε, δώσει πάντως καὶ τὴν πρὸς τὸ εὑρεῖν δύναμιν τοῖς φιλομαθῶς κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου διερευνωμένοις, καὶ ἀναζητοῦσι τὰ κεκρυμμένα μυστήρια. Ἀψευδὴς γὰρ ὁ ἐπαγγειλάμενος, ὑπὲρ τὴν αἴτησιν ἐπιδαψιλούμενος τῇ μεγαλοδωρεᾷ τῶν χαρισμάτων. Οὐκοῦν πρόσεχε τῇ ἀναγνώσει, τέκνον Τιμόθεε· πρέπει γὰρ, οἶμαι, τῇ τοῦ μεγάλου φωνῇ πρὸς τὴν σὴν ἀγαθότητα χρήσασθαι, καὶ δῴη σοι Κύριος σύνεσιν ἐν πᾶσιν, ὥστε σε πλουτισθῆναι ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. Νῦν δὲ περὶ ὧν ἐπέταξας, ὅσαπερ ἂν ὁ Κύριος ὑποβάλῃ, δι' ὀλίγων ὑπηρετήσασθαί σου τῇ προθυμίᾳ καλῶς ἔχειν ἐδοκίμασα· ὡς ἂν διὰ τούτων μάθοις ὅτι χρὴ δι' ἀγάπης ἀλλήλοις δουλεύειν ἡμᾶς, ἐν τῷ ποιεῖν τὰ ἀλλήλων θελήματα. Πρῶτον τοίνυν ἐπειδὴ καὶ τῶν λοιπῶν ἦν κεφαλαίων προτεταγμένον τὸ περὶ τοῦ Σαμουὴλ ἐπιζητούμενον νόημα, διὰ βραχέων ὡς ἔστι δυνατὸν Θεοῦ διδόντος ἐκθήσομαι. Ἤρεσέ τισι τῶν πρὸ ἡμῶν ἀληθῆ νομίσαι τῆς γοητρίδος ἐκείνης τὴν ἐπὶ τοῦ Σαμουὴλ ψυχαγωγίαν, καί τινα λόγον τοιοῦτον εἰς συνηγορίαν τῆς ὑπολήψεως αὐτῶν ταύτης παρέχονται, ὅτι λυπουμένου τοῦ Σαμουὴλ ἐπὶ τῇ ἀποβολῇ τοῦ Σαοὺλ, καὶ πάντοτε τοῦ τῷ Κυρίῳ προσφέροντος τὸ ὅτι θέλει τὴν ἐκ τῶν ἐγγαστριμύθων γινομένην γοητείαν ἐπὶ ἀπάτῃ τῶν ἀνθρώπων ἐξεκάθηρεν ἐκ τοῦ λαοῦ Σαούλ· καὶ διὰ τοῦτο δυσανασχετοῦντος τοῦ προφήτου ἐπὶ τῷ μὴ θελῆσαι τὸν Κύριον διαλλαγῆναι τῷ ἀποβλήτῳ, συγχωρῆσαι φασι τὸν Θεὸν ἀναχθῆναι τοῦ προφήτου ψυχὴν διὰ τῆς τοιαύτης μαγγανείας· ἵνα εἰδῇ ὁ Σαμουὴλ ὅτι ψευδῆ ὑπὲρ αὐτοῦ τῷ Θεῷ προετείνετο, λέγων αὐτὸν πολέμιον
He Who said to His own disciples, Seek and you shall find, will assuredly grant also the power for finding to those who in a love of learning search thoroughly according to the commandment of the Lord, and seek out the hidden mysteries. For unlying is He Who promised, lavishing beyond the request in the munificence of His gifts. Therefore give heed to the reading, my child Timothy; for it is fitting, I think, to use the voice of the great one towards your goodness, and may the Lord grant you understanding in all things, so that you may be enriched in every word and in all knowledge. Now concerning the matters which you enjoined, whatever the Lord may suggest, I have judged it well in few words to minister to your eagerness; so that through these things you might learn that we ought through love to serve one another, in doing one another's wills. First, therefore, since the inquiry sought after concerning Samuel was placed ahead of the remaining chapters also, I shall set it forth in brief so far as is possible, God granting. It pleased certain of those before us to consider that sorceress's conjuring of souls in the case of Samuel to be true, and they furnish an argument of some such kind in advocacy of this supposition of theirs: that while Samuel was grieving over the rejection of Saul, and while he who always offered to the Lord whatever He wills [did so], Saul purged out of the people the sorcery arising from ventriloquists for the deception of mankind; and on account of this, while the prophet was indignant at the Lord's not willing to be reconciled to the rejected man, they say that God permitted the prophet's soul to be brought up through jugglery of such a kind, in order that Samuel might know that he was putting forward falsehoods on his behalf to God, saying that he, an enemy
PG 45:109Read from the page
εἶναι ταῖς ἐγγαστριμύθοις, τὸν τηνικαῦτα διὰ τῆς αὐτῶν γοητείας τὴν ἄνοδον τῆς ψυχῆς αὐτοῦ μαντεύσαντα. Ἐγὼ δὲ πρὸς τὸ εὐαγγελικὸν χάσμα βλέπων, ὃ διὰ μέσον τῶν κακῶν τε καὶ ἀγαθῶν ἐστήρικται, φησὶν ὁ πατριάρχης, μᾶλλον δὲ ὁ τοῦ πατριάρχου Κύριος, ὡς ἀμήχανον εἶναι τοῖς τε κατακρίτοις ἐπὶ τὴν τῶν δικαίων ἄνεσιν ἀναβῆναι, καὶ τοῖς ἁγίοις πρὸς τὸν τῶν πονηρῶν χορὸν διαπεράσαι· οὐ δέχομαι ἀληθεῖς εἶναι τὰς τοιαύτας ὑπολήψεις, διδαχθεὶς μόνον ἀληθὲς εἶναι πιστεύειν τὸ Εὐαγγέλιον. Ἐπειδὴ τοίνυν μέγας ἐν ἁγίοις ὁ Σαμουὴλ, πονηρὸν δὲ κτῆμα ἡ γοητεία, οὐ πείθομαι ὅτι ἐν τοσούτῳ τῆς ἰδίας ἀναπαύσεως ὁ Σαμουὴλ καταστὰς, τὸ ἀδιόδευτον ἐκεῖνο χάσμα πρὸς τοὺς ἀσεβοῦντας διήρχετο, οὔτε ἑκὼν οὔτε ἄκων· ἄκων μὲν οὖν οὐκ ἂν ἔτι ὑπέμεινε τὸ μή δύνασθαι τὸ δαιμόνιον διαβῆναι τὸ χάσμα, καὶ ἐν τῷ χορῷ τῶν ὁσίων γενόμενον μετακινῆσαι τὸν ἅγιον· ἑκὼν δὲ οὐκ ἂν τοῦτο ἐποίησε, τῷ μήτε βούλεσθαι ἐπιμιχθῆναι τοῖς κακοῖς, μήτε δύνασθαι· τῷ γὰρ ἐν ἀγαθοῖς ὄντι ἀβούλητον ἀπὸ τῶν ἐν οἷς ἐστιν ἡ πρὸς τὰ ἐναντία μετάστασις. Εἰ δέ τις καὶ βούλεσθαι δοίη, ἀλλ' ἡ τοῦ χάσματος φύσις οὐκ ἐπιτρέπει τὴν πάροδον.
to be to the ventriloquists, him who at that time through their sorcery had divined the ascent of his soul. But I, looking towards the evangelical chasm, which has been fixed across the midst both of the evil and of the good, says the patriarch, or rather the Lord of the patriarch, so that it is impossible both for the condemned to ascend unto the rest of the righteous, and for the saints to cross over towards the company of the wicked—I do not accept suppositions of such a kind to be true, having been taught to believe the Gospel alone to be true. Since, therefore, Samuel was great among the saints, while sorcery is a wicked possession, I am not persuaded that Samuel, having been established in so great a measure of his own rest, traversed that impassable chasm towards the ungodly, neither willingly nor unwillingly: unwillingly, on the one hand, then, he would no longer have undergone it, because the demon is not able to cross the chasm, and, coming to be in the company of the holy ones, to dislodge the saint; and willingly, on the other hand, he would not have done this, through neither wishing to be mingled with the evil, nor being able; for to one who is among good things, removal from the things in which he is towards their opposites is undesired. And even if someone should grant that he wished it, yet the nature of the chasm does not permit the passage.
Τί οὖν ἐστιν ὃ περὶ τούτων ἡμεῖς λογιζόμεθα; Ἐχθρὸς τῆς ἀνθρωπίνης φύσεώς ἐστιν ὁ κοινὸς πάντων πολέμιος, ᾧ πᾶσά ἐστιν ἐπίνοια καὶ σπουδὴ εἰς αὐτὰ τὰ καίρια βλάπτειν τὸν ἄνθρωπον. Τίς δὲ τοιαύτη καιρία κατὰ τῶν ἀνθρώπων ἄλλη πληγὴ, ὡς τὸ ἀποβληθῆναι ἀπὸ τοῦ Θεοῦ ζωοποιοῦντος, καὶ πρὸς τὴν ἀπώλειαν τοῦ θανάτου ἑκουσίως αὐτομολῆσαι; Ἐπειδὴ τοίνυν σπουδή τίς ἐστι κατὰ τὸν βίον τοῖς φιλοσωμάτοις γνῶσίν τινα τῶν μελλόντων ἔχειν· δι' ἧς ἐλπίζουσιν ἢ τῶν κακῶν ἀποφυγὴν, ἢ πρὸς τὰ καταθύμια χειραγωγίαν· τούτου χάριν, ὡς ἂν μὴ πρὸς τὸν Θεὸν οἱ ἄνθρωποι βλέποιεν, πολλοὺς τρόπους τῆς τοῦ μέλλοντος γνώσεως ἡ ἀπατηλὴ τῶν δαιμόνων ἐτεχνάσατο φύσις, οιωνοσκοπίας, συμβολομαντείας, χρηστήρια, ἡπατοσκοπίας, νεκυΐας, ἐνθουσιασμοὺς, κατακωχὰς, ἐμπνεύσεις, καὶ ἄλλα τοιαῦτα πολλά· καὶ ὅπερ ἄν τις εἶδος προγνώσεως ἔκ τινος ἀπάτης ἀληθὲς εἶναι νομίσειεν, ἐκεῖνο τὸ ἀπατηλὸν δαιμόνιον παραφαίνεται εἰς δικαίωσιν τῆς ἠπατημένης ὑπολήψεως τοῦ πεπλανημένου. Οὕτως καὶ τὴν τοῦ ἀετοῦ πτῆσιν πρὸς τὴν τοῦ παρατετηρηκότος ἐλπίδα συνδραμεῖν παρασκευάζει ὁ δαίμων, καὶ τοῦ ἥπατος τὸν παλμὸν, καὶ τὴν ἐκ τοῦ φυσώδους γινομένην τῶν μηνίγγων παραφορὰν, καὶ τῶν ὀμμάτων παραστροφὴν, καὶ ἑκάστην κατὰ τὴν σημειωθεῖσαν ἐκ τῆς ἀπάτης παρατήρησιν ἡ τοῦ δαίμονος πανουργία προδείκνυσι τοῖς ἀπατωμένοις· ὥστε ἀποστάντας τοὺς ἀνθρώπους τοῦ Θεοῦ, προσέχειν τῇ θεραπείᾳ τῶν δαιμόνων, δι' ὧν ἐνεργεῖσθαι τὰ τοιαῦτα πιστεύουσιν. Ἓν τοίνυν ἀπάτης εἶδος ἦν καὶ τὸ τῶν ἐγγαστριμύθων, ὧν ἡ μαγγανεία ἐπιστεύετο δύνασθαι τὰς τῶν κατοιχομένων ψυχὰς πάλιν πρὸς τὸν ἄνω βίον ἐφέλκεσθαι. Τοῦ τοίνυν Σαοὺλ ἐν ἀπογνώσει σωτηρίας γεγονότος, διὰ τὸ πανστρατιᾷ συγκεκινῆσθαι κατ' αὐτοῦ πᾶν τὸ ἀλλόφυλον, καὶ ἐπὶ ταύτην ἐλθόντος τὴν ἐπίνοιαν, ὥστε τὸν Σαμουὴλ αὐτῷ τρόπον ὑποθέσθαι τινὰ σωτηρίας· τὸ παραμέ-
What then is that which we reason concerning these things? An enemy of human nature is the common foe of all, whose whole contrivance and zeal is to harm man in the very vital parts. And what other blow against men is so vital, as to be cast away from the life-giving God, and willingly to desert unto the destruction of death? Since, therefore, there is a certain eagerness in life among lovers of the body to possess some knowledge of things to come—through which they hope for either escape from evils, or guidance towards the things after their heart—for this reason, lest men should look towards God, the deceitful nature of the demons devised many ways of knowing the future: auguries from birds, divinations by omens, oracles, inspections of livers, conjurings of the dead, frenzies, possessions, inspirations, and many other such things; and whatever kind of foreknowledge out of some deceit anyone might suppose to be true, that deceitful demon shows itself alongside for the justification of the deceived supposition of him who has gone astray. Thus the demon contrives both the flight of the eagle to concur towards the hope of him who has watched closely, and the throbbing of the liver, and the derangement of the membranes arising from flatulence, and rolling aside of the eyes, and each observation according to what has been noted down out of the deceit does the craftiness of the demon display beforehand to those being deceived; so that men, having departed from God, give heed to the service of the demons, through whom they believe such things to be wrought. One kind of deceit, therefore, was also that of the ventriloquists, whose jugglery was believed to be able to draw up again the souls of the departed towards the upper life. When Saul, therefore, had come to be in despair of deliverance, because the whole foreign host had been stirred up together in full force against him, and had come to this contrivance, so that Samuel might suggest to him some way of deliverance, the attendant
Notes, col. 109

On the reading

Printed οιωνοσκοπίας, for οἰωνοσκοπίας.