γεγενῆσθαι κατασκευάζειν, ὁ αὐτὸς οὗτος καὶ τὸ, Εἶδεν ὁ Θεὸς, κατὰ τὴν ἀντιληπτικὴν ἡμῶν αἴσθησιν διὰ τῆς τῶν ὀφθαλμῶν ἐνεργείας γινώσκειν πάντως ὑπονοήσει. Καὶ τὸ, Ἤκουσε Κύριος καὶ ἠλέησέ με, καὶ, Ὀσφράνθη ὀσμὴν εὐωδίας, καὶ ὅσα περὶ κεφαλῆς θείας, ἢ ποδὸς, ἢ χειρὸς, ἢ βλεφάρων, ἢ δακτύλων, ἢ ὑποδήματος ἡ Γραφὴ σωματικώτερον διεξέρχεται, πάντα κατὰ τὸ προχείρως σημαινόμενον ἐκλαβὼν, ἀνθρωποειδὲς ἡμῖν διαγράψει τὸ Θεῖον, καθ' ὁμοιότητα τῶν ἐν ἡμῖν φαινομένων. Εἰ δὲ δακτύλων τις ἔργα τοὺς οὐρανοὺς ἀκούων, καὶ χεῖρα κραταιὰν, καὶ βραχίονα ὑψηλὸν, καὶ ὀφθαλμὸν, καὶ βλέφαρα, καὶ πόδα, καὶ ὑποδήματα, θεοπρεπεῖς ἐννοίας δι' ἑκάστου τῶν εἰρημένων ἀναλογίζεται, καὶ οὐ διαμολύνει τὸν περὶ τῆς καθαρᾶς φύσεως λόγον ταῖς σωματικαῖς ὑπολήψεσι καταρυπαίνων, ἀκόλουθον ἂν εἴη καὶ τὰς τῶν ῥημάτων ἐκφωνήσεις ἐνδεικτικὰς μὲν ἡγεῖσθαι τοῦ θείου βουλήματος, μὴ μέντοι φωνὰς ἐνάρθρους ὑπολαμβάνειν, ἀλλ' ἐκεῖνο λογίζεσθαι, ὅτι ὁ τῆς λογικῆς φύσεως Δημιουργὸς ἀναλογοῦντα τῷ μέτρῳ τῆς φύσεως τὸν λόγον ἡμῖν δεδώρηται, ὡς ἂν ἔχοιμεν ἐξαγγέλλειν δι' αὐτοῦ τῆς ψυχῆς τὰ κινήματα. Ὅσον δὲ ἀπέχει ἡ φύσις τῆς φύσεως, ἡ θεία λέγω τῆς ἡμετέρας, κατὰ τὸ ἴσον μέτρον τῆς ὑποστάσεως πάντα τὰ περὶ αὐτὴν ὄντα τῶν ἐν ἡμῖν θεωρουμένων, πρὸς τὸ μεγαλειότερόν τε καὶ θεοπρεπέστερον τὴν παραλλαγὴν ἔχει. Καὶ ὡς ἡ δύναμις ἡ καθ' ἡμᾶς πρὸς τὴν τοῦ Θεοῦ κρινομένη τὸ μηδέν ἐστι, καὶ ἡ ζωὴ πρὸς τὴν ζωήν, καὶ τὰ ἄλλα πάντα τὰ ἡμέτερα πρὸς τὰ ἐν ἐκείνῳ κρινόμενα, ὡς οὐθὲν ἐνώπιον αὐτοῦ, καθὼς ἡ προφητεία φησίν· οὕτως καὶ ὁ ἡμέτερος λόγος πρὸς τὸν ὄντως ὄντα Λόγον κρινόμενός ἐστιν οὐδέν. Οὗτος μὲν γὰρ ἐν ἀρχῇ οὐκ ἦν, ἀλλὰ τῇ ἡμετέρᾳ συγκατεσκευάσθη φύσει· οὔτε κατ' ἰδίαν θεωρεῖται ὑπόστασιν, ἀλλ' ὥς φησί που ὁ διδάσκαλος, τῷ ψόφῳ τῆς γλώσσης συναφανίζεται· οὔτε ἔργον ἔστι τούτου νοῆσαι τοῦ λόγου, ἀλλ' ἐν μόνῃ φωνῇ καὶ γράμματι τὴν ὑπόστασιν ἔχει. Ὁ δὲ ἐκ τοῦ Θεοῦ Λόγος, Θεός ἐστι, Λόγος ἐν ἀρχῇ ὢν καὶ εἰσαεὶ διαμένων, δι' οὗ τὰ πάντα καὶ ἔστι καὶ συνέστηκε, καὶ τοῦ παντὸς ἐπιστατεῖ, καὶ πᾶσαν ἔχει τὴν ἐξουσίαν τῶν ἐν οὐρανῷ καὶ τῶν ἐπὶ τῆς γῆς, ζωὴ, καὶ ἀλήθεια, καὶ δικαιοσύνη, καὶ φῶς, καὶ πᾶν ἀγαθὸν ὢν, καὶ τὰ πάντα ἐν τῷ εἶναι διακρατῶν. Τοιούτου τοίνυν ὄντος καὶ τοσούτου τοῦ Λόγου τοῦ περὶ τὸν Θεὸν νοουμένου, οὗτος τὸν ἐν ὀνόμασι καὶ ῥήμασι καὶ συνδέσμοις συναπαρτιζόμενον λόγον, ὥς τι μέγα χαρίζεται Θεῷ, ἀγνοῶν ὅτι ὥσπερ ὁ τὴν πρακτικὴν τῇ φύσει ἡμῶν χαρισάμενος δύναμιν, οὐ τὰ καθ' ἕκαστον ἡμῶν ἔργα δημιουργεῖν λέγεται, ἀλλ' ὁ μὲν ἔδωκε τῇ φύσει τὴν δύναμιν, ἐνεργεῖται δὲ παρ' ἡμῶν οἰκία, καὶ βάθρον, καὶ ῥομφαία, καὶ ἄροτρον, καὶ ὅτουπερ ἂν ὁ βίος τύχῃ δεόμενος· ὧν τὰ καθ' ἕκαστόν ἐστι μὲν ἔργα ἡμέτερα, εἰς δὲ τὸν ἡμῶν αὐτῶν αἴτιον τὴν ἀναφορὰν ἔχει, τὸν δεκτικὴν πάσης ἐπιστήμης τὴν φύσιν ἡμῶν δημιουργήσαντα· οὕτως καὶ ἡ τοῦ λόγου δύναμις, ἔργον μὲν ἔστι τοῦ τοιαύτην ἡμῶν πεποιηκότος τὴν φύσιν, ἡ δὲ τῶν καθ'
came into being, this same person will altogether suppose that the phrase, God saw, means knowing through the activity of eyes according to our perceptive sense. And, The Lord heard and had mercy on me, and, He smelled an odour of sweet fragrance, and whatever Scripture recounts in a more bodily way concerning a divine head, or foot, or hand, or eyelids, or fingers, or sandal—taking all these according to their superficial meaning, he will depict the Divine for us as human in form, after the likeness of things seen in ourselves. Yet if one who hears of the heavens as works of fingers, and a mighty hand, and a lofty arm, and an eye, and eyelids, and a foot, and sandals, forms conceptions worthy of God by analogy through each of the things mentioned, and does not defile the account of the pure nature by sullying it with corporeal notions, it would follow also to regard utterances of words as indicative of the divine will, yet not to suppose them articulate voices, but to reckon this: that the Artificer of rational nature has bestowed speech upon us proportioned to the measure of our nature, so that through it we might announce the movements of the soul. By as much as nature is removed from nature—I mean the divine from our own—by the same measure of subsistence all things belonging to it differ towards greater majesty and God-befitting dignity from the things observed in us. And just as our power judged against the power of God is nothing, and our life against His life, and all other things of ours judged against those in Him are as nothing before Him, as the prophecy says, so too our speech judged against Him Who truly is the Word is nothing. For ours did not exist in the beginning, but was fashioned together with our nature; nor is it contemplated in its own subsistence, but, as the master says somewhere, vanishes away along with the sound of the tongue; nor can one conceive any work of this speech, since it holds its subsistence in voice and letter alone. But the Word Who is from God is God, the Word Who is in the beginning and abides for ever, through Whom all things both exist and hold together; He presides over the whole, holds all authority over things in heaven and things upon earth, being life, and truth, and righteousness, and light, and every good, and maintaining all things in being. Since, therefore, the Word conceived in relation to God is such and so great, this man bestows upon God, as though some great gift, speech put together out of nouns and verbs and conjunctions, unaware that just as He Who granted practical faculty to our nature is not said to fashion each of our individual works—rather, He gave the faculty to nature, while by us are wrought a house, a bench, a sword, a plough, and whatever else life may happen to need, each of which is indeed our own work yet refers back to the Author of ourselves Who fashioned our nature receptive of every science—so too the faculty of speech is indeed the work of Him Who made our nature such, whereas the [invention] of each