Ἀλλ' ἀκούσωμεν πῶς κατὰ τὸν ἐπιβάλλοντα τῇ χρείᾳ τρόπον, καὶ τὸν προλαβόντα τύπον· οὕτω γὰρ τοῖς ἰσοτύποις τῶν ὀνομάτων πάλιν ἡμῖν ἐνωραΐζεται· πῶς διὰ τούτων διαλύειν μέν φησι τὴν περὶ αὐτοῦ γενομένην ὑπόνοιαν, περιστέλλειν δὲ τὴν τῶν ἠπατημένων ἄγνοιαν. Αὐταῖς γὰρ χρήσομαι τοῦ διθυραμβιστοῦ ταῖς ὁμοιολήκτοις φωναῖς· Εἰπόντες, φησὶν, ὅτι τὰ κατ' ἐπίνοιαν λεγόμενα ταῖς φωναῖς συνδιαλύεσθαι πέφυκεν, ἐπηγάγομεν τούτοις· Ὁ δὲ Θεὸς, καὶ σιωπώντων καὶ φθεγγομένων γεγονότων, καὶ πρὸ τοῦ γεγονέναι τὰ ὀνόματα, ἦν τε καὶ ἔστιν ἀγέννητος. Μάθωμεν τοίνυν κοινῶν ῥημάτων ἐπινοίᾳ, ἢ ὀνομάτων θέσει, πρὸς αὐτὰ τὰ πράγματα, ἃ διὰ τῆς ποιᾶς τῆς ὀνομάτων τε καὶ ῥημάτων φωνῆς σημειούμεθα. Ὥστε εἰ ἀγεννήτως ἐστὶν ὁ Θεὸς πρὸ τῆς ἀνθρωπίνης συστάσεως, τὴν ἐμφαντικὴν τῆς τοιαύτης ὑπολήψεως φωνὴν ὡς τῷ φθόγγῳ συνδιαχεομένην ἄκυρον κρίνειν, εἰ κατ' ἐπίνοιαν ἀνθρωπίνην ὀνομασθεῖσα τύχοι. Οὐ γὰρ ταὐτόν ἐστι τὸ εἶναι, τῷ λέγεσθαι. Ἀλλ' ἔστι μὲν τῇ φύσει ὅπερ ἐστὶν ὁ Θεός. Λέγεται δὲ παρ' ἡμῶν, ὡς ἂν ᾖ δυνατὸν ἐξαγγεῖλαι διὰ τὴν τῆς φύσεως ἡμῶν πτωχείαν, ἣ τὰς ἐν τῇ ψυχῇ διαθέσεις ἀδήλους ἔχει, μὴ διὰ φωνῆς ἐκκαλυπτομένας καὶ λόγου. Οὐκοῦν τὸ μὴ ἐξ αἰτίας αὐτὸν εἶναι νοήσαντες, ἐπινοίᾳ τὴν νόησιν ταύτην διὰ τῆς τοῦ ἀγεννήτου φωνῆς ἐξαγγέλλομεν. Τίς οὖν ἡ βλάβη τῷ οὕτως ὄντι, τὸ ὡς ἔστι παρ' ἡμῶν ὀνομάζεσθαι; Οὐ γὰρ ἐκ τοῦ ῥηθῆναι ἀγέννητον, καὶ τὸ ὑπάρχειν ἀγεννήτως ἐστὶν, ἀλλ' ἐκ τοῦ εἶναι καὶ τὸ ῥηθῆναι προσγίνεται. Τοῦτο δὲ οὐ σύνοιδεν ὁ λεπτὸς τὴν διάνοιαν, οὐδὲ τὰ παρ' αὐτοῦ τεθέντα σαφῶς κατενόησεν. Ἦ γὰρ ἂν ἐπαύσατο τοὺς δι' ἐπινοίας τὴν ἀγεννησίαν ὀνοματοποιοῦντας κακίζων. Σκοπεῖτε γὰρ ὅ φησι· Τὰ κατ' ἐπίνοιαν λεγόμενα ταῖς φωναῖς συνδιαλύεται· ὁ δὲ Θεὸς καὶ γεγενημένων, καὶ πρὸ τοῦ γενέσθαι τὰ ὀνόματα, καὶ ἦν, καὶ ἔστιν ἀγέννητος. Ὁρᾷς ὅτι τὸ μὲν εἶναι ὅπερ ἐστὶν, ἔχει πρὸ τῆς τῶν πάντων ὑπάρξεως καὶ σιωπώντων καὶ φθεγγομένων, οὔτε μᾶλλον οὔτε ἧττον ὅ ἐστιν ὢν. Ἡ δὲ τῶν ῥημάτων τε καὶ ὀνομάτων χρῆσις μετὰ τὴν τῶν ἀνθρώπων κατασκευὴν ἐλογίσθαι τῶν τῇ λογικῇ δυνάμει παρὰ τοῦ Θεοῦ τιμηθέντων. Εἰ οὖν ὑστέρα μὲν τοῦ πεποιηκότος ἡ κτίσις, τῆς κτίσεως δὲ πάσης ἔσχατος ὁ ἄνθρωπός ἐστιν, ἴδιον δὲ τοῦ ἀνθρώπου ὁ λόγος· λόγου δὲ μέρη ῥήματά τε καὶ ὀνόματα, ὄνομα δὲ ἡ ἀγεννησία· πῶς οὐ συνίησιν οἷς κατασκευάζει τούτοις μαχόμενος; Ἡμεῖς τε γάρ φαμεν ἐφευρῆσθαι τοῖς οὖσι τὰ γνωριστικὰ τῶν ὄντων ὀνόματα διὰ τῆς ἀνθρωπίνης ἐννοίας, κἀκεῖνος ὑστέρους ὁμολογεῖ τοὺς κεχρημένους τῷ λόγῳ τῆς θείας ἀναδειχθῆναι ζωῆς· εἶναι δὲ τὴν θείαν φύσιν ὡς νῦν τέ ἐστι καὶ ἀεὶ ἦν, ἀγεννήτως. Εἰ οὖν ἐκεῖνος τὸ προϋπάρχειν τῶν ἀνθρώπων ὁμολογεῖ τὴν μακαρίαν ζωήν. Πάλιν γὰρ ἐπαναστρέψας τῷ αὐτῷ χρήσομαι λόγῳ· ἡμεῖς τε τὸ χρόνοις ὕστερον φῦναι τοὺς ἀνθρώπους οὐκ ἀντιλέγομεν, ῥήμασι δὲ κεχρῆσθαί φαμεν καὶ ὀνόμασιν, ἀφ' οὗ τε συνέστημεν καὶ τὸ λογικοὶ εἶναι
But let us hear how, in a manner fitting the need and following the preceding pattern—for thus he again plumes himself before us with uniformly fashioned names—how through these he claims both to dissolve the notion formed about him and to check the ignorance of those led astray. For I will employ the like-ending phrases of the dithyrambist himself: Having said, he states, that things spoken by way of conceptual thought naturally dissolve along with the sounds, we added to this: Yet God, both after silent and speaking beings came to be, and prior to the coming-to-be of names, both was and is unbegotten. Let us learn, then, by the conception of common words or the assignment of names, with regard to the realities themselves which we mark out through the particular utterance of names and words; so that if God exists unbegottenly prior to the human constitution, one would judge the term expressive of such a notion invalid as dispersing along with the sound, if it happened to be named by human conception. For to be is not the same thing as to be spoken of; rather, God is by nature whatever He is, while He is spoken of by us so far as it is possible to declare Him owing to the poverty of our nature, which holds the dispositions in the soul unmanifested unless uncovered through voice and speech. Accordingly, having grasped in thought that He does not exist from a cause, we declare this grasp conceptually through the term unbegotten. What harm, then, comes to Him Who exists thus, from His being named by us as He is? For His subsisting unbegottenly does not arise from His being called unbegotten, rather, His being so called accrues from His being so. Yet the man of slender understanding is unaware of this, nor did he clearly grasp the things laid down by himself; surely else he would have ceased reviling those who coin the name unbegottenness through conceptual thought. For consider what he says: Things spoken by way of conceptual thought dissolve along with the sounds; yet God, both when names have come to be and before they came to be, both was and is unbegotten. You see that He holds His being what He is prior to the existence of all things, both silent and speaking, being neither more nor less what He is; whereas the usage of words and names was reckoned after the forming of human beings, who were honoured by God with the rational faculty. If, then, creation is later than its Maker, and man is last of all creation, and speech is proper to man, and parts of speech are words and names, and unbegottenness is a name, how does he fail to perceive that he fights against the very points he constructs? For we both maintain that names indicative of existing things were devised for things through human thought, and he too confesses that those who employ speech were shown forth later than the divine life, while the divine nature is—just as it both is now and ever was—unbegottenly. If, then, he confesses that the blessed life pre-exists human beings (for turning back again I shall employ the same argument), we too do not dispute that human beings sprang up later in times, and we maintain that we have employed words and names ever since we were constituted and our being rational