Migne Reading Room

PG 45 · cols. 832–841 · Read from the page

Against Eunomius, twelve books

Against Eunomius, twelve books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 45:832Read from the page
Ἐγὼ δὲ τοῦτο παρὰ τῆς θεοπνεύστου Γραφῆς διδαχθεὶς, θαρσῶν ἀποφαίνομαι· ὅτι ὁ ὑπὲρ πᾶν ὄνομα ὢν, ἡμῖν πολυώνυμος γίνεται, κατὰ τὰς τῶν εὐεργεσιῶν ποικιλίας ὀνομαζόμενος· φῶς μὲν, ὅταν ἐξαφανίζει τῆς ἀγνοίας τὸν ζόφον· ζωὴ δὲ, ὅταν τὴν ἀθανασίαν χαρίζεται· ὁδὸς δὲ, ὅταν πρὸς τὴν ἀλήθειαν ἀπὸ τῆς πλάνης χειραγωγήσῃ· οὕτω καὶ πύργος ισχύος, καὶ πόλις περιοχῆς, καὶ πηγὴ, καὶ πέτρα, καὶ ἄμπελος, καὶ ιατρὸς, καὶ ἀνάστασις, καὶ πάντα τὰ τοιαῦτα πρὸς ἡμᾶς ὀνομάζεται· ποικίλως ἑαυτὸν ταῖς ἡμετέραις εὐεργεσίαις καταμερίζων. Τὰς δὲ οὐσίας διὰ τῶν ὀνομάτων ἑρμηνεύονται οἱ ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν ὀξυωποῦντες, οἱ τὸ μὲν ἀκατάληπτον βλέποντες, τὸ δὲ καταληπτὸν παραβλέποντες. Ὃν γὰρ οὔτε εἶδέ τις ἀνθρώπων, οὔτε ἰδεῖν δύναται, τοῦτον οὐ μόνον ὁρᾷν, ἀλλὰ καὶ μετρεῖν διαβεβαιοῦνται· τὴν δὲ πίστιν οὐ βλέπουσι τῷ τῆς ψυχῆς ὀφθαλμῷ, ὅπερ δὴ μόνον σύμμετρόν ἐστι τῇ ἡμετέρᾳ κατανοήσει· τὴν ἐκ τῶν λογισμῶν ἐπίγνωσιν ἐπίπροσθεν ταύτης ποιούμενοι. Οὕτως ἤκουσα τῆς ιστορίας τῶν υἱῶν Βενιαμὶν κατηγορούσης, οἳ πρὸς μὲν τὸν νόμον οὐκ ἔβλεπον, κατὰ δὲ τριχὸς ἐτοξάζοντο· δηλοῦντος, οἶμαι, τοῦ λόγου τὴν περὶ τὸ μάταιον αὐτῶν ἀσχολίαν· ὅτι τῶν μὲν ἀνωφελῶν καὶ ἀνυποστάτων, ἑκηβόλοι τινὲς ἦσαν καὶ εὐφυεῖς στοχασταί· τῶν δὲ προδήλως ὠφελούντων, ἀμαθεῖς τε καὶ ἀμελέτητοι· ἐπάγει γὰρ τοῖς εἰρημένοις ιστορία τὴν κατ' αὐτοὺς συμφοράν, ὅπως πρὸς τὴν Σοδομιτικὴν παρανομίαν λυσσήσαντες, πανστρατιᾷ τοῦ Ἰσραηλίτου λαοῦ κατ' αὐτῶν ὁπλισθέντος, ἐξεπορθήθησαν· καί μοι δοκεῖ φιλάνθρωπον εἶναι γνώμην εισηγήσασθαι τοῖς νέοις τοξόταις, μὴ κατὰ τριχὸς ἐθέλειν τοξάζεσθαι, τὴν δὲ θύραν μὴ βλέπειν τῆς πίστεως, ἀλλὰ παρέντας τὴν περὶ τὸ ἄληπτον ματαιοπονίαν, μὴ ζημιοῦσθαι τὸ πρόχειρον κέρδος, τὸ διὰ μόνης τῆς πίστεως εὑρισκόμενον.
As for me, having been taught this by the divinely inspired Scripture, I boldly declare that He Who is above every name becomes many-named for us, being named in accordance with the varieties of His benefactions: light, when He causes the gloom of ignorance to vanish; life, when He bestows immortality; way, when He leads us by the hand from error unto truth; and so also tower of strength, and city of enclosure, and fountain, and rock, and vine, and physician, and resurrection, and all such things He is named in relation to us, variously apportioning Himself to the benefactions bestowed upon us. Yet those who are sharp-sighted beyond human nature interpret essences through names—men who behold the incomprehensible, yet overlook the comprehensible. For Him Whom no one of men has either seen or is able to see, this One they confidently affirm that they not only behold, but even measure; yet faith they do not behold with the eye of the soul, which alone is commensurate with our apprehension, setting the knowledge derived from reasonings in front of it. Thus have I heard history accusing the sons of Benjamin, who did not look towards the law, yet shot with the bow at a hair—the word indicating, I think, their busy occupation over what is vain: namely, that of useless and unsubstantial things they were far-shooting and clever marksmen, whereas of the things that manifestly profit they were ignorant and unpractised; for to what has been said history subjoins the calamity that befell them, how having gone mad unto Sodomitic lawlessness, when the Israelite people armed itself against them in full force, they were utterly sacked. And to me it seems humane to propose this counsel to our new archers: not to wish to shoot with the bow at a hair while failing to behold the door of faith, but letting go their vain toil over what cannot be grasped, not to forfeit the gain ready to hand, which is found through faith alone.
Ἀλλὰ τὰ λειπόμενα τῆς λογογραφίας ἐπισκεψάμενος, ὀκνῶ προαγαγεῖν περαιτέρω τὸν λόγον, φρίκης τινὸς ἐκ τῶν λεγομένων τὴν καρδίαν ὑποδραμούσης. Βούλεται γὰρ ἄλλο τι δεῖξαι παρὰ τὴν αἰωνίαν ζωὴν τὸν Υἱὸν ὄντα, ἥτις εἰ μὴ ἐν τῷ Μονογενεῖ θεωροῖτο, ματαία μὲν ἡ πίστις ἀποδειχθήσεται, κενὸν δὲ τὸ κήρυγμα, περιττὸν δὲ βάπτισμα, εἰς οὐδὲν δὲ τῶν μαρτύρων οἱ πόνοι, ἄχρηστοι δὲ καὶ ἀνόνητοι τῇ ζωῇ τῶν ἀνθρώπων οἱ τῶν ἀποστόλων ἱδρῶτες. Τί γὰρ κατήγγειλαν τὸν Χριστὸν, ἐν ᾧ τῆς αιωνίας ζωῆς κατ' Εὐνόμιον οὐκ ἔστιν ἡ δύναμις; Εις τί δὲ τῷ ὀνόματι Χριστοῦ τους πεπιστευκότας κατονομάζουσιν, εἰ μὴ διὰ τούτου τῆς αἰωνίας μέλλοιεν μετέχειν ζωῆς; Ὁ γὰρ νοῦς, φησὶ, τῶν εις τὸν Κύριον πεπιστευκότων, πᾶσαν αἰσθητὴν καὶ νοητὴν οὐσίαν ὑπερκύψας, οὐδὲ ἐπὶ τῆς τοῦ Υἱοῦ γεννήσεως ἵστασθαι πέφυκεν· ἐπέκεινα δὲ ταύτης ἵεται πόθῳ τῆς αἰωνίου ζωῆς ἐντυχεῖν τῷ πρώτῳ γλιχόμενος. Τί τῶν εἰρημένων πλέον
Yet having looked over the remaining parts of his treatise, I shrink from carrying my discourse any further, as a kind of shudder creeps over my heart at the things that are said. For he wishes to show that the Son is something other beside eternal life; yet unless this be contemplated in the Only-begotten, faith will be proved vain, preaching empty, baptism superfluous, the toils of the martyrs for naught, and the sweats of the apostles useless and unprofitable to the life of men. For why did they proclaim Christ, in Whom according to Eunomius the power of eternal life does not exist? And unto what end do they call by the name of Christ those who have believed, unless through Him they were about to partake of eternal life? For the mind, he says, of those who have believed in the Lord, having stooped out above every perceptible and intelligible essence, is not by nature wont to halt even at the generation of the Son, but speeds beyond this in longing for eternal life, yearning to light upon the First. Which of the things that have been said shall I more
Notes, col. 832

On the reading

Printed ισχύος, for ἰσχύος.

Printed ιατρὸς, for ἰατρὸς.

Printed ιστορίας, for ἱστορίας.

Printed ιστορία, for ἱστορία.

Printed εισηγήσασθαι, for εἰσηγήσασθαι.

Printed αιωνίας, for αἰωνίας.

Printed Εις, for Εἰς.

Printed τους, for τοὺς.

Printed εις, for εἰς.

PG 45:833Read from the page
ὀδύρωμαι, τὸ μὴ εἶναι την αἰωνίαν ζωὴν ἐν τῷ Υἱῷ τοὺς δειλαίους νομίζειν, ἢ τὸ χθαμαλὴν οὕτω καὶ πρόσγειον βλέπειν τὴν τοῦ Μονογενοῦς ὑπόστασιν, ὥστε τῆς ἀρχῆς αὐτοῦ τοῖς λογισμοῖς ἐπιβάντας, ὑπερκύπτειν ἄνω τῆς τοῦ Υἱοῦ ζωῆς τῇ ἑαυτῶν διανοίᾳ φαντάζεσθαι, καὶ καταλιπόντας κάτω που τοῦ Κυρίου τὴν γέννησιν, ἐπέκεινα ταύτης ἵεσθαι πόθῳ τῆς αιωνίου ζωῆς; Ταύτην γὰρ τὰ ειρημένα τὴν διάνοιαν ἔχει, ὅτι ὁ ἀνθρώπινος νοῦς τὴν τῶν ὄντων γνῶσιν διερευνώμενος, καὶ τῆς αισθητῆς τε καὶ νοητῆς κτίσεως ἑαυτὸν ὑπάρας, καθ' ὁμοιότητα τῶν λοιπῶν, κατώτερον ἑαυτῷ τὸν ἐν ἀρχῇ ὄντα Λόγον Θεὸν καταλείψει· καὶ ἐν ᾧ οὐκ ἦν ὁ Θεὸς Λόγος, ἐν ἐκείνῳ αὐτὸς γίνεται διὰ τῆς πολυπραγμοσύνης τοῦ νοῦ τοῖς ὑπερκειμένοις τῆς τοῦ Υἱοῦ ζωῆς ἐμβατεύων, ἐκεῖ τὴν αἰώνιον ζωὴν ἐρευνώμενος, ὅπου ὁ Μονογενὴς Θεὸς οὐκ ἔστιν. Πόθῳ γὰρ τῆς αιωνίας, φησὶ, ζωῆς εἰς τὰ ἐπέκεινα τοῦ Υἱοῦ τῷ νῷ φέρεται, ὡς ἐν τῷ Υἱῷ πάντως μὴ εὑρὼν τὸ ζητούμενον. Ει οὖν οϋκ ἔστιν ἐν τῷ Υἱῷ ἡ αιώνιος ζωή, ἄρα ψευδὴς ἁλῶται ὁ ειπὼν, ὅτι Ἐγώ ειμι ἡ ζωή· ἢ ζωὴ μὲν ἔστιν, οὐκ αιώνιος δέ. Ἀλλὰ τὸ μὴ αιώνιον, πρόσκαιρον πάντως. Τὸ δὲ τοιοῦτο τῆς ζωῆς εἶδος, κοινὸν καὶ τῶν ἀλόγων ἐστίν. Ποῦ τοίνυν τὸ μεγαλεῖον τῆς ὄντως ζωῆς, ει μετέχοι ταύτης καὶ ἡ ἄλογος φύσις; Πῶς δὲ ταυτὸν ἔσται τῇ ζωῇ ὁ λόγος, ει τῇ ἀλόγῳ φύσει διὰ τῆς προσκαίρου ζωῆς εισοικίζοιτο; Ει γὰρ κατὰ τὸν μεγάλον Ἰωάννην, ζωὴ μέν ἐστιν ὁ Λόγος, πρόσκαιρος δὲ αὕτη καὶ οὐκ αιώνιος, καθὼς τῇ αἱρέσει δοκεῖ· γίνεται δὲ καὶ ἐν τοῖς ἄλλοις ἡ πρόσκαιρος, τί κατὰ τὸ ἀκόλουθον συμπεραίνεται; ἢ λογικὰ εἶναι τὰ ἄλογα, ἢ ἄλογον ὁμολογεῖσθαι τὸν Λόγον. Ἆρα ἔτι λόγων πρὸς ἔλεγχον τῆς ἐξαγίστου καὶ πονηρᾶς αὐτῶν βλασφημίας δεόμεθα; Μὴ γὰρ τοιαῦτα λεγόμενα, ὡς κεκρυμμένην ἔχειν τὴν συμβουλὴν τῆς τοῦ Κυρίου ἀρνήσεως; Ει γὰρ φανερῶς μὲν ὁ Ἀπόστολος λέγει· Τὸ μὴ αιώνιον πρόσκαιρον· οὗτοι δὲ ἐν μόνῃ τῇ οὐσίᾳ τοῦ Πατρὸς την αιώνιον ὁρῶσι ζωήν, τὸν δὲ Υἱὸν τῆς τοῦ Πατρὸς φύσεως ἀλλοτριοῦντες, συναποτέμνουσι καὶ τῆς αιωνίου ζωῆς· τί ἄλλο καὶ οὐχὶ ἄρνησίς ἐστι περιφανής, καὶ ἀθέτησις τῆς εις τὸν Κύριον πίστεως, σαφῶς τοῦ Ἀποστόλου λέγοντος, τοὺς ἐν τῇ ζωῇ ταύτῃ μόνον ἐν Χριστῷ ἠλπικότας ἐλεεινοτάτους ἁπάντων εἶναι; Ει οὖν ζωὴ μὲν Κύριος, οὐκ αιώνιος δὲ, πρόσκαιρος πάντως ἐστὶν ἡ ζωὴ καὶ ἡ ἐφήμερος, ἡ κατὰ τὸν παρόντα χρόνον ἐνεργουμένη, ᾗ τοὺς ἐλπίζοντας ὁ Ἀπόστολος κατοικτίζεται, ὡς τῆς ἀληθινῆς ἀψαμαρτόντας ζωῆς.
lament: that these wretched men suppose eternal life not to be in the Son, or that they behold the hypostasis of the Only-begotten as so lowly and earthbound that they imagine that, having mounted in their reasonings upon His beginning, they stoop out in their own thought above the life of the Son, and leaving the generation of the Lord somewhere down below, speed beyond this in longing for eternal life? For the things that have been said hold this meaning: that the human mind, searching out the knowledge of existing things, and having lifted itself above both perceptible and intelligible creation, after the likeness of the rest will leave the Word God Who was in the beginning lower than itself; and in that wherein God the Word was not, therein it itself comes to be through the meddlesome curiosity of the mind, stepping into the realms that transcend the life of the Son, searching out eternal life there where the Only-begotten God is not. For in longing for eternal life, he says, one is borne in mind unto the things beyond the Son, as though having altogether failed to find in the Son what is sought. If therefore eternal life is not in the Son, then He Who said, I am the life, is convicted of falsehood; or else He is indeed life, yet not eternal. Yet what is not eternal is altogether transitory; and such a form of life is common to irrational creatures as well. Where then is the majesty of true life, if irrational nature also partakes of it? And how shall reason be the same as life, if through transitory life it is settled in an irrational nature? For if according to the great John the Word is indeed life, yet this life is transitory and not eternal, just as seems good to the heresy, and transitory life comes to be in the other creatures as well, what is concluded by consequence? Either that irrational creatures are rational, or that the Word is confessed to be irrational. Do we still have need of arguments for the refutation of their accursed and wicked blasphemy? For are such things spoken in such a way as to keep hidden the counsel of denying the Lord? For if the Apostle manifestly says, What is not eternal is transitory, while these men behold eternal life in the essence of the Father alone, and alienating the Son from the nature of the Father, cut Him off along with it from eternal life as well, what else is this than a manifest denial and setting aside of faith in the Lord, when the Apostle clearly says that those who in this life only have hoped in Christ are of all men most pitiable? If therefore the Lord is indeed life, yet not eternal, that life is altogether transitory and ephemeral, operating in accordance with the present time, wherein the Apostle pities those who hope, as having missed true life.
Ἀλλὰ μὴν τοῦτον διαβάντες οἱ κατ' Εὐνόμιον πεφωτισμένοι, εἰς τὸν ἐπέκεινα τοῦ Υἱοῦ τοῖς λογισμοῖς φέρονται, ἐν τῷ ἔξω τοῦ Μονογενοῦς θεωρουμένῳ τὴν αιώνιον ἀναζητοῦντες ζωήν. Τί χρὴ λέγειν ἐπὶ τῶν τοιούτων κακῶν ἄλλο πλὴν εἴ τι θρῆνον ἐκκαλεῖται καὶ δάκρυον; Ὦ πῶς ἂν ἐπιστενάξαιμεν τῇ δειλαίᾳ ταύτῃ καὶ ἐλεεινῇ γενεᾷ, τοιούτων κακῶν ἐξεν-
Nay rather, having passed Him by, those who have been enlightened according to Eunomius are borne in their reasonings unto Him Who is beyond the Son, searching out eternal life in that which is contemplated outside the Only-begotten. What else must one say in the face of such evils, save whatever calls forth lamentation and tears? O how might we groan over this wretched and pitiable generation, of such evils the inven-
Notes, col. 833

On the reading

Printed την, for τὴν.

Printed αιωνίου, for αἰωνίου.

Printed ειρημένα, for εἰρημένα.

Printed αισθητῆς, for αἰσθητῆς.

Printed αιωνίας, for αἰωνίας.

Printed Ει, for Εἰ.

Printed οϋκ, for οὐκ.

Printed αιώνιος, for αἰώνιος.

Printed ειπὼν, for εἰπὼν.

Printed ειμι, for εἰμι.

Printed αιώνιον, for αἰώνιον.

Printed ει, for εἰ.

Printed εισοικίζοιτο, for εἰσοικίζοιτο.

Printed εις, for εἰς.

Printed ἀψαμαρτόντας, for ἀφαμαρτόντας.

PG 45:836Read from the page
εγχούσῃ φοράν! Ἐθρήνησέ ποτε τὸν Ἰσραηλίτην λαὸν ὁ ζηλωτὴς Ἱερεμίας, ὅτε τῷ Ἰεχονίᾳ τῆς εἰδωλολατρίας καθηγουμένῳ πρὸς τὸ κακὸν συνεφρόνησαν· καὶ ἀντὶ τῆς εἰς τὴν θρησκείαν παρανομίας, τὴν εἰς Ἀσσυρίους αἰχμαλωσίαν κατεδικάσθησαν, ἐξοικισθέντες τοῦ ἁγιάσματος, καὶ πόρρω τῆς τῶν πατέρων κληρονομίας γενόμενοι. Τούτους μοι δοκεῖ νῦν τοὺς θρήνους οἰκειότερον ᾄδεσθαι, ὅτε ὁ μιμητὴς τοῦ Ἰεχονίου πρὸς τὸ καινὸν τοῦτο τῆς εἰδωλολατρίας εἶδος τοὺς ἀπαγομένους ἐφέλκεται, τῆς πατρικῆς ἐξοικίζων κληρονομίας, τῆς πίστεως λέγω. Οἷς ἀτεχνῶς κατὰ τὴν ἱστορίαν εἰς Βαβυλωνίους ἡ μετανάστασις γίνεται, ἀπὸ τῆς ἄνω Ἱερουσαλήμ, τουτέστιν, ἀπὸ τῆς τοῦ Θεοῦ Ἐκκλησίας ἐπὶ τὴν σύγχυσιν ταύτην τῶν πονηρῶν δογμάτων μεθισταμένοις. Σύγχυσις γὰρ ἡ Βαβυλὼν ἑρμηνεύεται· καὶ κατὰ τὸν πηρωθέντα Ἰεχονίαν, καὶ οὗτος ἑαυτὸν ἑκουσίως τοῦ φωτὸς τῆς ἀληθείας στερήσας, λάφυρον γέγονε τοῦ Βαβυλωνίου τυράννου, μὴ καταμαθὼν ὁ δείλαιος, ὅτι τὴν αἰώνιον ζωὴν ἐπίσης Πατρί τε καὶ Υἱῷ καὶ Πνεύματι ἁγίῳ τὸ Εὐαγγέλιον ἐνορᾷν δογματίζει. Περὶ μὲν τοῦ Πατρός, οὕτως εἰπόντος τοῦ Λόγου ὅτι Τὸ γινώσκειν αὐτὸν ἡ αἰώνιός ἐστι ζωή· περὶ δὲ τοῦ Υἱοῦ, ὅτι Πᾶς ὁ πιστεύων εἰς αὐτὸν τὴν αἰώνιον ἔχει ζωήν· περὶ δὲ τοῦ Πνεύματος τοῦ ἁγίου, ὅτι Τῷ δεξαμένῳ τὴν χάριν ἔσται πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Οὐκοῦν πᾶς ὁ ποθῶν τὴν αἰώνιον ζωήν, ἐπειδὰν εὕρῃ τὸν Υἱόν, τὸν ἀληθῆ λέγω καὶ οὐ ψευδώνυμον, ὅλον εὗρεν ἐν ἑαυτῷ ὅπερ ἐπεπόθησε. Διότι καὶ αὐτός ἐστιν ἡ ζωή, καὶ ἐν ἑαυτῷ τὴν ζωὴν ἔχει. Ἀλλ' ὁ λεπτὸς οὗτος τὸν νοῦν, καὶ διορατικὸς τὴν καρδίαν, ὑπὸ πολλῆς ὀξυωπίας τῷ Υἱῷ τὴν αἰωνίαν οὐκ ἐνευρίσκει ζωήν· ἀλλ' ὑπερβὰς τοῦτον καὶ καταλιπών, οἷον ἐμπόδιόν τι πρὸς τὸ ζητούμενον, ἐκεῖ διερευνᾶται τὴν αἰώνιον ζωήν, ὅπου μὴ εἶναι οἴεται τὴν ὄντως ζωήν. Τί ἄν τις ἐπινοήσειε τούτων ἢ εἰς βλασφημίαν φρικτότερον, ἢ εἰς θρήνων ἀφορμὴν σκυθρωπότερον; Ἀλλὰ μὴν τὸ Σαβέλλιόν τε καὶ Μοντανόν, τοῖς ἡμετέροις δόγμασιν ἐπιθρυλλεῖσθαι, τοιοῦτόν ἐστιν, οἷον εἴ τις καὶ τὴν κατ' Εὐνόμιον ἡμῖν βλασφημίαν προστρίβοιτο. Εἰ γάρ τις ἐπεσκεμμένος τὴν τῶν αἱρέσεων ταύτην ἀπάτην διεξετάσειεν, εὑρήσει πολλὴν ἔχοντα πρὸς τὴν κατ' Εὐνόμιον πλάνην, τὴν οἰκειότητα. Ἰουδαΐζει γὰρ ἑκάτερος αὐτῷ δόγματι, οὔτε τὸν μονογενῆ Θεόν, οὔτε τὸ Πνεῦμα τὸ ἅγιον εἰς κοινωνίαν τῆς θεότητος τοῦ μεγάλου παρ' αὐτοῖς καὶ πρώτου λεγομένου Θεοῦ προσδεχόμενος. Ὃν γὰρ Σαβέλλιος λέγει τριώνυμον, τοῦτον Εὐνόμιος ὀνομάζει ἀγέννητον. Οὐθέτερος δὲ τούτων ἐν τῇ Τριάδι τῶν ὑποστάσεων θεωρεῖ τὴν θεότητα. Τίς τοίνυν οἰκείως ἔχει πρὸς τὸν Σαβέλλιον, ἡ τῶν ἐντυγχανόντων τῷ λόγῳ κρίσις ἀποφηνάσθω. Ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον.
impulse that brings them in! Jeremiah the zealot once lamented over the Israelite people, when they agreed in evil with Jechoniah as ringleader of idolatry; and in return for their transgression against religion, they were condemned to captivity among the Assyrians, banished from the sanctuary and removed far from the inheritance of their fathers. It seems to me that these laments are sung more fittingly now, when the imitator of Jechoniah drags away his captives towards this new form of idolatry, banishing them from their ancestral inheritance, I mean the faith; for whom, strictly in accordance with the history, the removal to the Babylonians comes to pass, as they migrate from the Jerusalem above, that is, from the Church of God, unto this confusion of wicked doctrines. For Babylon is interpreted as confusion; and after the manner of the blinded Jechoniah, this man too, having of his own accord deprived himself of the light of the truth, has become the booty of the Babylonian tyrant, the wretched man not having learned that the Gospel teaches us to behold eternal life equally in the Father and the Son and the Holy Spirit: concerning the Father, the Word speaking thus, that To know Him is eternal life; concerning the Son, that Everyone who believes in Him has eternal life; and concerning the Holy Spirit, that To him who has received the grace there shall be a spring of water leaping up unto eternal life. Therefore everyone who longs for eternal life, whenever he finds the Son, I mean the true One and not the falsely named, has found whole in Himself that very thing for which he longed; because He Himself also is the life, and has life in Himself. But this man, subtle in mind and keen-sighted in heart, through great sharpness of vision does not find eternal life in the Son; but overstepping Him and leaving Him behind, like some obstacle towards what is sought, searches out eternal life there where he supposes that the true life is not. What could anyone devise more shuddering for blasphemy than these things, or more gloomy as an occasion for laments? And yet for both Sabellius and Montanus to be bruited abroad against our doctrines is just as if someone were also to rub off upon us the blasphemy of Eunomius. For if anyone with consideration should examine thoroughly this deceit of the heresies, he will find it having great kinship with the error of Eunomius. For each of the two Judaizes in the doctrine itself, admitting neither the only-begotten God nor the Holy Spirit into the communion of the Godhead of the God called great and first among them. For Him Whom Sabellius calls three-named, this One Eunomius names unbegotten; and neither of these contemplates the Godhead in the Trinity of the hypostases. Who then stands in affinity with Sabellius, let the judgement of those who read this treatise declare. But so much for these matters.
Ἐπεὶ δὲ πολύς ἐστιν ἐν τοῖς ἐφεξῆς, τῶν βδελυρῶν ἐπιχειρημάτων ἀνακινῶν τὴν δυσωδήν, δι' ὧν μὴ εἶναί ποτε τὸν μονογενῆ κατασκευάζει Θεόν, καλῶς ἔχειν φημὶ διὰ τῶν προλαβόντων μετρίως τῆς
And since he is prolix in what follows, stirring up the stench of his loathsome arguments whereby he seeks to establish that the only-begotten God at some time was not, I say that it is well, now that through what has gone before moderately the
Notes, col. 836

On the reading

Printed δυσωδήν, for δυσωδίαν.

PG 45:837Read from the page
περὶ τούτων ἡμῖν διανοίας ἐκκαθαρθείσης, μηκέτι συνδιαβαπτίζειν τὸν λόγον τοῖς ὁμοίοις κακοῖς, πλὴν τοῦτο μόνον οὐκ ἄκαιρον ἴσως προσθεῖναι τῶν πολλῶν ἐκλεξάμενον· Φησὶ κατὰ τὸ ἴσον, καὶ τῇ τοῦ Πατρὸς οὐσίᾳ συνεζεῦχθαί τινος τὴν ἀγεννησίαν εἰπόντος. Διὰ τῶν ὁμοίων ὁ λόγος προέρχεται, καθὼς ἐπὶ τοῦ Υἱοῦ συνεπέρανεν σαφῶς διὰ τῆς τῶν ἐναντίων κατασκευῆς, τὸ δόγμα τῆς εὐσεβείας κρατύνεται, τὸ μὴ ταὐτὸν οἴεσθαι εἶναι τῇ οὐσίᾳ τὴν ἀγεννησίαν τε καὶ τὴν γέννησιν· ἀλλ' ἐπιθεωρεῖσθαι μὲν ταῦτα τῷ ὑποκειμένῳ, ἄλλο δέ τι παρὰ ταῦτα εἶναι τῷ ἰδίῳ λόγῳ τὸ ὑποκείμενον, ἐφ' οὗ μηδεμιᾶς διαφορᾶς εὑρισκομένης, διὰ τὸ κεχωρίσθαι τῆς οὐσίας τὴν κατὰ τὸ γεννητόν τε καὶ ἀγέννητον διαφοράν· λείπεται κατὰ πᾶσαν ἀνάγκην τὸ ἀπαράλλακτον ἐπ' ἀμφοῖν τὴν οὐσίαν συντίθεσθαι. Ἔτι καὶ τοῦτο τοῖς εἰρημένοις προσεξετάσωμεν· Πῶς κεχωρίσθαι τοῦ Πατρὸς λέγει τὴν γέννησιν, οὐσίαν αὐτὴν νοῶν, ἢ ἐνέργειαν; Ἀλλ' ει μὲν ἐνέργειαν οἴεται ταύτην, ἐπίσης πάντως τῷ τε ἐνεργηθέντι, καὶ τῷ ἐνεργοῦντι συνάπτεται· ὥσπερ ἐπὶ πάσης κατασκευῆς, ὁμοίως ἐπί τε τοῦ γινομένου καὶ τοῦ ποιοῦντος ἔστιν ιδεῖν τὴν ἐνέργειαν, μήτε τοῦ τεχνιτεύοντος χωριζομένην, καὶ τῇ κατασκευῇ τῶν ἀποτελεσμάτων ἐμφαινομένην. Εἰ δὲ οὐσίαν αὐτὴν λέγοι τῆς τοῦ Πατρὸς οὐσίας κεχωρισμένην, ἐκ ταύτης ὁμολογῶν εἶναι τὸν Κύριον, δῆλός ἐστι ταύτην ἀντὶ τοῦ Πατρὸς ἐπὶ τοῦ Μονογενοῦς βλέπων, ὡς δύο Πατέρας ἐπὶ τοῦ Υἱοῦ νοεῖσθαι· τὸν μὲν ὀνομαζόμενον μόνον, ὃν δὴ καὶ ἀγέννητον λέγει, μὴ κοινωνοῦντα δὲ τῆς γεννήσεως· τὴν δέ, τὰ τοῦ Πατρὸς ἐπὶ τοῦ Μονογενοῦς ἐνεργοῦσαν, ἣν γέννησιν ὀνομάζει. Καὶ τοῦτο μᾶλλον δι' αὐτῶν τῶν Εὐνομίου λόγων, ἢ διὰ τῶν ἡμετέρων ἐλέγχεται.
mind within us concerning these things has been cleansed out, no longer to plunge our discourse together into the like evils, save that perhaps it is not unseasonable to add this alone, having selected it out of the many: He speaks in the same manner as someone who has said that unbegottenness has been yoked together with the essence of the Father. Through the like arguments the discourse proceeds, just as in the case of the Son it clearly concluded; through the establishment of the contraries the doctrine of godliness is strengthened: not to suppose that both unbegottenness and generation are the same thing as the essence, but that while these are contemplated upon the underlying subject, the underlying subject in its own definition is something else beside these, wherein no difference being found, because the difference according to the begotten and the unbegotten has been separated from the essence, it remains by every necessity to agree that the essence is indistinguishable in both. Let us examine this too in addition to what has been said: How does he say that generation has been separated from the Father, conceiving it as an essence, or as an operation? Now if he supposes this to be an operation, it is altogether conjoined equally both with that which was wrought and with Him Who works it; just as in every construction, alike both in that which comes into being and in him who makes it, it is possible to see the operation both not separated from the craftsman and manifested in the construction of the effects. But if he should call it an essence separated from the essence of the Father, confessing that the Lord is from this, he manifestly looks to this instead of the Father in the case of the Only-begotten, so that two Fathers are conceived in the case of the Son: the one merely named so, whom indeed he also calls unbegotten, yet having no fellowship in the generation; and the other working the things of the Father in the case of the Only-begotten, which he names generation. And this is convicted rather through Eunomius's own words than through ours.
Λέγει γὰρ ἐν τοῖς ἐφεξῆς· Ὁ δὲ Θεὸς χωρὶς γεννήσεως ὤν, καὶ πρὸ τοῦ γεννηθέντος ἐστί· καὶ μετ' ὀλίγον· ᾯ γὰρ ἐκ τοῦ γεννηθῆναι τὸ εἶναι, οὗτος πρὶν γεννηθῆναι οὐκ ἦν. Οὐκοῦν ει ἡ γέννησις μὲν πεχώρισται τοῦ Πατρός, τῷ δὲ Υἱῷ ἐκ τοῦ γεννηθῆναι τὸ εἶναί ἐστιν· ἄρα ἀνενέργητος ὁ Πατὴρ ἐπὶ τῆς τοῦ Μονογενοῦς ὑποστάσεως, ὁ κεχωρισμένος τῆς γεννήσεως, ἀφ' ἧς ὁ Υἱὸς τὸ εἶναι ἔχει. Εἰ οὖν ἠλλοτρίωται τῆς τοῦ Υἱοῦ γεννήσεως ὁ Πατήρ, ἢ ἄλλον τινὰ Πατέρα τοῦ Υἱοῦ διὰ τοῦ τῆς γεννήσεως ὀνόματος ἀναπλάσσουσιν, ἢ αὐτογέννητόν τινα καὶ αὐτογένεθλον τὸν Υἱὸν οἱ σοφοὶ διὰ τῶν εἰρημένων ἀποδεικνύουσιν. Ὁρᾷς τὸ πεφωραμένον τῆς διανοίας τοῦ τὴν ἀμαθίαν ἡμῖν ἄνω καὶ κάτω διὰ τῶν ἰδίων λόγων προφέροντος· ὡς διαπλανᾶται ταῖς πολυοδίαις, μᾶλλον δὲ ταῖς ἀνοδίαις ἡ βλασφημία, δι' οὐδενὸς βεβαίου πρὸς τὸν σκοπὸν ἑαυτῆς προϊοῦσα. Καὶ ὡς ἔστιν ἐπὶ τῶν νηπίων ιδεῖν, ὅταν ὑφ' ἡλικίας ἀθύροντες, ἐν ψάμμῳ τινὶ μιμῶνται τὰς τῶν οἰκοδομημάτων κατασκευάς· οἷς οὐ κατὰ σκοπὸν ἡ μίμησις τεχνικῶς πρὸς τὸ ἀρχέτυπον ὁμοιοῦται· ἀλλὰ πρότερον ὑπ' ἀνοίας τι κατὰ τὸ συμβὰν ἐξειργάσαντο· εἶτα βουλεύονται τί χρὴ ὀνομάσαι τὸ κατασκεύασμα. Ταύτην καὶ ἐπὶ τοῦ λογογράφου τὴν ἀγχίνοιαν βλέπω. Οἷον γάρ τινα ψάμμου σωρείαν κατὰ τὸ ἐπελθὸν αὐτῷ τὰ τῆς ἀσε-
For he says in what follows: And God, being apart from generation, is also prior to Him Who was begotten; and a little after: For he whose being is from having been begotten, before being begotten was not. Therefore if generation has been separated from the Father, while for the Son His being is from having been begotten, then the Father is inactive in the subsistence of the Only-begotten, being separated from the generation wherefrom the Son has His being. If, therefore, the Father has been alienated from the generation of the Son, these wise men through what has been said either fashion some other Father of the Son by means of the name of generation, or demonstrate the Son to be someone self-begotten and self-originated. Do you see the detected state of the mind of him who up and down brings forward our ignorance against us through his own words: how his blasphemy wanders astray along its many paths, or rather pathless places, advancing through nothing firm towards its own goal? And just as it is possible to see in the case of infants, when sporting by reason of their tender age they imitate in some sand the structures of buildings, for whom the imitation is not skilfully assimilated to the archetype according to a goal, but first out of folly they have wrought something by chance, and then deliberate what they ought to name the structure: this shrewdness I behold in the speech-writer also. For like some heap of sand, at random as it occurred to him, the expressions of
Notes, col. 837

On the reading

Printed ει, for εἰ.

Printed ιδεῖν, for ἰδεῖν.

Printed πεχώρισται, for κεχώρισται.

PG 45:840Read from the page
βείας ῥήματα συμφορήσας, μετὰ ταῦτα λογίζεται τὴν ἀδιανόητον βλασφημίαν, πρὸς ὅ τι βλέπει, δίχὰ τινὸς λογικῆς ἀκολουθίας ἐκ τοῦ αὐτομάτου διὰ τῶν εἰρημένων ἀναφυεῖσαν. Οὐ γὰρ οἶμαι κατὰ πρόθεσιν αὐτῷ τὴν τῆς γενέσεως ὑπόστασιν ἀναπεπλάσθαι, ἀντὶ Πατρὸς τῇ οὐσίᾳ τοῦ Υἱοῦ γινομένην. Οὐδὲ τὸ ἀλλότριον ἀποδειχθῆναι τῆς γεννήσεως τοῦ Υἱοῦ τὸν Πατέρα, ὁ σκοπὸς ἦν, ὡς οἶμαι, τῷ ῥήτορι, οὐδὲ ἡ αὐτογένεθλος τερατεία, διά τινος προβουλεύσεως ἐπεισηνέχθη. Ἀλλὰ πάντα τὰ τοιαῦτα διανοίας χωρὶς ἀπημέσθη τῷ λογογράφῳ, ὡς μηδὲ πολλῆς ἄξιον ἐν τούτοις κατηγορίας εἶναι, τὸν πλημμελοῦντα μὲν ἐν τοῖς δόγμασιν, οὐκ εἰδότα δέ, καθώς φησιν ὁ Ἀπόστολος, οὔτε ὃ λέγει, οὔτε περὶ τίνων διαβεβαιοῦται.
ungodliness having heaped together, after these things he reckons the unintelligible blasphemy, towards whatever he looks, sprouting up of its own accord apart from any logical sequence through the things that have been said. For I do not suppose that the subsistence of origin was deliberately fashioned by him as coming into being in the essence of the Son in place of the Father. Nor was demonstrating the Father to be alien from the generation of the Son the goal, as I suppose, for the orator, nor was this self-originated marvel brought in through any premeditation. But all such things were vomited forth without thought by the speech-writer, so that he is not even worthy of much accusation in these matters, erring indeed in his doctrines, yet not knowing, even as the Apostle says, either what he says or concerning what things he makes confident assertions.
ᾯ γὰρ ἐκ τοῦ γεννηθῆναι, φησί, τὸ εἶναι, οὗτος πρὸ τῆς γεννήσεως οὐκ ἦν. Εἰ ἀντὶ τοῦ Πατρὸς νοῶν τὴν γέννησιν λέγει, κἀγὼ συντίθεμαι, καὶ ὁ ἀντιλέγων οὐκ ἔστιν. Ταὐτὸ γάρ ἐστι δι' ἑκατέρας σημῆναι τῆς λέξεως, ἔκ τε τοῦ εἰπεῖν, ὅτι Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ, καὶ ἀντὶ τοῦ ἐγέννησεν, ὅτι πατὴρ ἐγένετο τοῦ Ἰσαάκ. Ἐπεὶ οὖν ταὐτόν ἐστι τῷ γεγεννηκέναι τὸ πατέρα εἶναι, εἴ τις πρὸς ἕτερον τύπον μεταλάβοι τὰ ῥήματα, ταὐτὸν οὖσα τῇ γεννήσει ἡ πατρότης ἀναδειχθήσεται. Εἰ οὖν οὕτω φησὶν ὁ Εὐνόμιος, ὅτι ᾯ γὰρ ἐκ τοῦ Πατρὸς τὸ εἶναι, οὗτος πρὸ τοῦ Πατρὸς οὐκ ἦν, ὑγιαίνει ὁ λόγος, καὶ ἡμεῖς τοῖς εἰρημένοις ἐπιψηφίζομεν. Εἰ δὲ πρὸς ἐκείνην ἀνατρέχει τῷ λόγῳ τὴν γέννησιν, καὶ κεχωρίσθαι μέν φησι τοῦ Πατρός, συνεζεῦχθαι δὲ τῷ Υἱῷ, μάταιον ἡγοῦμαι τῇ τῶν ἀδιανοήτων ἐμφιλοχωρεῖν θεωρίᾳ. Οὔτε γὰρ εἰ πρᾶγμα κατ' ἰδίαν ὑπόστασιν θεωρούμενον, τὴν γέννησιν οἴεται, οὔτε εἰ πρὸς τὸ ἀνυπόστατον ταῖς ἐννοίαις διὰ τοῦ ὀνόματος ὑποσύρεται, μέχρι τοῦ νῦν ἐκ τῶν εἰρημένων κατιδεῖν δεδυνήμεθα. Φέρεται γὰρ ὁμοίως πρὸς ἑκατέραν τῶν ὑπολήψεων τὸ ἀπαγὲς τοῦ λόγου καὶ ἄριζον, πρὸς τὸ δοκοῦν τῷ νοοῦντι περικλινόμενον.
For he whose being, he says, is from having been begotten, before generation was not. If he speaks conceiving generation instead of the Father, I too agree, and there is no one who contradicts. For it is possible to signify the same thing through either expression, both from saying that Abraham begot Isaac, and instead of begot, that he became the father of Isaac. Since, therefore, to be father is the same thing as to have begotten, if anyone should transpose the words into the other form, paternity will be shown to be the same thing as generation. If, therefore, Eunomius speaks thus, that He whose being is from the Father, before the Father was not, the statement is sound, and we cast our vote in favour of what has been said. But if in his argument he runs back to that generation, and says that it has been separated on the one hand from the Father, and yoked together on the other with the Son, I deem it vain to linger over the speculation of unintelligible things. For up to now we have not been able to discern from what has been said either whether he supposes generation to be a thing contemplated in its own subsistence, or whether through the name he is dragged down in his notions towards that which has no subsistence. For the incoherence and rootlessness of his discourse is borne alike towards either of the suppositions, inclining around towards whatever seems good to him who conceives it.
Ἀλλ' οὔπω τὰ χαλεπὰ τῆς βλασφημίας ἐξήτασται· ἅπερ ἤδη τῶν γεγραμμένων ἡ ἀκολουθία προστίθησι, καὶ δὴ τὰ εἰρημένα κατὰ λέξιν διασκεψώμεθα. Οἶδα δὲ πῶς ἔστι τολμῆσαι προσενεγκεῖν διὰ στόματος τὴν φρικώδη τε καὶ ἄθεον τοῦ χριστομάχου λογογραφίαν. Δέδοικα γὰρ μήποτε καθ' ὁμοιότητα τῶν δηλητηρίων φαρμάκων ἐναπόθηται τῷ στόματι, δι' οὗ τὸ ῥῆμα παρέρχεται, τῆς φθοροποιοῦ πικρίας τὸ λείψανον. Πιστεῦσαι δεῖ τὸν προσερχόμενον Θεῷ, φησὶν ὁ Ἀπόστολος, ὅτι ἔστιν. Οὐκοῦν ἴδιον θεότητος γνώρισμα, τὸ ἀληθῶς εἶναι· ὁ δὲ κατασκευάζει τὸν ἀληθῶς ὄντα, ἢ μὴ κυρίως εἶναι, ἢ μὴ καθόλου εἶναι, ὅπερ ἴσον ἐστὶ τῷ μηδὲ ὅλως εἶναι. Ὁ γὰρ μὴ κυρίως ὤν, οὐδέ ἐστιν ὅλως. Οἷον τρέχειν λέγεται κατὰ τὴν ἐνύπνιον φαντασίαν ὁ τῇ σπουδῇ τοῦ δρόμου ἐμφανταζόμενος. Ἀλλ' ἐπειδὴ ψευδῶς τὴν δόκησιν τοῦ ἀληθοῦς ὑποκρίνεται δρόμου, διὰ τοῦτο ἡ
But the grievous points of his blasphemy have not yet been examined, which the sequence of what has been written already adds; and indeed let us examine what has been said word for word. Yet I [do not] know how it is possible to dare to utter through the mouth the shuddering and godless composition of the fighter against Christ. For I fear lest, after the likeness of deadly drugs, there be deposited in the mouth through which the word passes the remnant of its destructive bitterness. He who comes to God must believe, says the Apostle, that He is. Therefore the proper mark of Godhead is truly to be; whereas this man seeks to establish that He Who truly is either is not properly, or is not at all, which is equal to not being altogether. For He Who properly is not, is not at all either: just as he who in the eagerness of the race imagines himself in a dream-vision is said to run; yet since he falsely counterfeits the semblance of the true race, on this account the
Notes, col. 840

On the reading

Printed δίχὰ, for δίχα.

PG 45:841Read from the page
φαντασία δρόμος οὐκ ἔστιν. Ἀλλὰ κἂν οὕτως ἐκ καταχρήσεως λέγηται, ψευδωνύμῳ τῇ κλήσει κατονομάζεται. Οὐκοῦν ὁ τολμῶν τὸν μονογενῆ Θεὸν λέγειν ἢ μὴ εἶναι, ἢ μὴ κυρίως εἶναι, σαφῶς τὴν εἰς αὐτὸν πίστιν διαγράφει τοῦ δόγματος. Τίς γὰρ ἂν ἔτι μὴ ὄντι πιστεύσειεν; Ἢ τίς ἂν πρόσθοιτο τούτῳ, οὗ τὸ εἶναι ἄκυρον ἀποδέδεικται παρὰ τῶν ἐχθρῶν τοῦ ἀληθινοῦ Κυρίου καὶ ἀνυπόστατον.
fantasy is not a race. Yet even if it be spoken thus by an improper use of language, it is called by a falsely named appellation. Therefore he who dares to say that the only-begotten God either is not, or is not properly, clearly strikes faith in Him out of the doctrine. For who would any longer believe in one that is not? Or who would give assent to this one, whose being has been demonstrated by the enemies of the true Lord to be invalid and unsubstantial?
Καὶ ὡς ἂν μὴ δόξειεν διά τινος συκοφαντίας κατὰ τῶν ὑπεναντίων ὁ παρ' ἡμῶν γίνεσθαι λόγος, αὐτὴν παραθήσομαι τῶν ἀσεβῶν τὴν λέξιν ἔχουσαν οὕτως· Οὐκ ὦν, οὐδὲ κυρίως ὦν, φησίν, ὁ ἐν κόλποις ὢν τοῦ ὄντος, ἐν ἀρχῇ ὤν, καὶ πρὸς τὸν Θεὸν ὤν, κᾶν Βασίλειος τοῦ διορισμοῦ τούτου καὶ τῆς προσθήκης ἀμελήσας, ἀπαλλάττει τὴν τοῦ ὄντος προσηγορίαν παρὰ τὴν ἀλήθειαν. Τί λέγεις; Ὁ ἐν τῷ Πατρὶ ὢν οὐκ ἔστι, καὶ ὁ ἐν ἀρχῇ ὤν, καὶ ὁ ἐν τοῖς κόλποις ὤν, διὰ τοῦτο οὐκ ἔστιν, ὅτι ἐν ἀρχῇ ἐστι, καὶ ἐν τῷ Πατρί ἐστι, καὶ ἐν τοῖς κόλποις καθορᾶται τοῦ ὄντος, καὶ διὰ τοῦτο κυρίως οὐκ ἔστιν, ὅτι ἐν τῷ ὄντι ἐστίν; Ὢ κενῶν τε καὶ παραλόγων δογμάτων! νῦν πρώτως τῆς κενοφωνίας ταύτης ἠκούσαμεν, ὅτι ὁ Κύριος δι' οὗ τὰ πάντα, κυρίως οὐκ ἔστιν. Καὶ οὔπω τοῦτο δεινόν, ἀλλ' ἔτι καὶ τούτου παραλογώτερον, τὸ μὴ μόνον μὴ εἶναι αὐτὸν λέγειν, ἢ μὴ κυρίως εἶναι, ἀλλὰ καὶ τῇ συνθέτῳ τε καὶ ποικίλῃ ἐνθεωρεῖσθαι φύσει· οὐκ ὢν γάρ, φησίν, οὐδὲ ἁπλοῦς ὤν. ᾯ δὲ τὸ ἁπλοῦν οὐ πρόσεστι, τὸ ποικίλον δηλονότι προσμαρτυρεῖται, καὶ σύνθετον. Πῶς οὖν ὁ αὐτὸς καὶ οὐκ ἔστιν ὅλως καὶ σύνθετος κατὰ τὴν οὐσίαν ἐστίν; Χρὴ γὰρ τῶν δύο τὸ ἕτερον, ἢ καθόλου προσμαρτυροῦντας αὐτῷ τὸ ἀνύπαρκτον, μηδὲ σύνθετον λέγειν, ἢ τὸ σύνθετον ἐπικαλοῦντας αὐτῷ, μὴ ἐξαίρειν τοῦ ὄντος. Ἀλλ' ὡς ἂν πολυειδῶς τε καὶ ποικίλως γίνοιτο παρ' αὐτῶν ἡ βλασφημία, πᾶσι σφάλλεται τοῖς ἀθέοις νοήμασι· τῇ μὲν πρὸς τὸ ὂν συγκρίσει, μὴ εἶναι Κύριον λέγουσα· τῇ δὲ πρὸς τὸ ἁπλοῦν σχέσει, ἀμοιρεῖν τῆς ἁπλότητος· οὐκ ὤν, οὐδὲ ἁπλῶς, οὐδὲ κυρίως ὤν. Τίς τῶν παραβεβηκότων τὸν λόγον καὶ τὴν πίστιν ἐξομοσαμένων τοσοῦτον ἐνεδαψιλεύσατο ταῖς ἀρνητικαῖς τοῦ Κυρίου φωναῖς; Ἀντεφιλοτιμήθη τῷ θείῳ τοῦ Ἰωάννου κηρύγματι. Ὁσάκις γὰρ ἐκεῖνος τὸ ἦν τῷ Λόγῳ προσεμαρτύρησε, τοσαυτάκις οὗτος ἀντιθεῖναι τὸ οὐκ ἦν τῷ ὄντι ἐφιλονείκησε. Καὶ τῷ ἁγίῳ στόματι τοῦ πατρὸς ἡμῶν διαμάχεται ταῦτα προφέρων κατ' αὐτοῦ τὰ ἐγκλήματα· ὅτι ἀμελεῖ τῶν διορισμῶν τούτων Βασίλειος, ὄντα λέγων τὸν ἐν τῷ Πατρί, καὶ ἐν τῇ ἀρχῇ, καὶ ἐν τοῖς κόλποις ὄντα, ὡς τῆς τοιαύτης προσθέσεως τῆς κατὰ τὴν ἀρχὴν καὶ τὸν κόλπον, παραγραφομένης τοῦ ὄντος τὴν ὕπαρξιν. Ὢ κενῶν μαθημάτων! οἷα παιδεύουσιν οἱ παιδευταὶ τῆς ἀπάτης! οἵων δογμάτων εἰσηγηταὶ τοῖς ἀκούουσι γίνονται! τὸ ἔν τινι ὂν μὴ εἶναι διδάσκουσιν. Οὐκοῦν, ἐπειδὴ ἐντός σού ἐστιν, Εὐνόμιε, ἡ καρδία καὶ ὁ ἐγκέφαλος, οὐκ ἔστι κατὰ τὸν σὸν διορισμὸν τούτων ἑκάτερον. Εἰ γὰρ διὰ τοῦτο κυρίως ὁ Μονογενὴς Θεὸς οὐκ ἔστι, διότι ἐν τοῖς τοῦ Πατρός ἐστι κόλποις, πᾶν τὸ ἔν τινι ὄν, τοῦ εἶναι
And lest our argument against our adversaries should seem to proceed through some calumny, I will set down the very wording of the ungodly, running thus: Not being, nor being properly, says he, He Who is in the bosom of Him Who is, being in the beginning, and being with God, even if Basil, neglecting this distinction and addition, alters the appellation of Him Who is contrary to the truth. What do you say? He Who is in the Father is not, and He Who is in the beginning and He Who is in the bosom on this account is not, because He is in the beginning, and is in the Father, and is beheld in the bosom of Him Who is, and on this account properly is not, because He is in Him Who is? O empty and absurd doctrines! Now for the first time have we heard this empty babbling: that the Lord through Whom are all things properly is not. And not yet is this dreadful, but still more absurd even than this is not only to say that He is not, or is not properly, but also that He is contemplated in a composite and manifold nature; for not being, says he, neither being simple. Now to that to which simplicity does not belong, the manifold manifestly is attributed, and the composite. How then both is the same One not at all, and is He composite according to essence? For one must do one of the two: either attributing non-existence to Him altogether, not call Him composite either; or charging Him with the composite, not remove Him from Him Who is. But that their blasphemy might become multiform and manifold, it errs in all its godless notions: by comparison with Him Who is, saying that the Lord is not; and by relation to the simple, that He is bereft of simplicity: not being, nor simply, nor properly being. Who among those who have transgressed the word and abjured the faith has lavished with such profusion voices that deny the Lord? He has striven in rivalry against the divine proclamation of John. For as many times as that one testified Was of the Word, so many times has this man contended to oppose Was not to Him Who is. And he fights thoroughly against the holy mouth of our father, bringing forward these charges against him: that Basil neglects these distinctions, calling Him Who is in the Father, and in the beginning, and is in the bosom, He Who is, as though such an addition according to the beginning and the bosom cancelled the existence of Him Who is. O empty teachings! What things the teachers of deceit teach! Of what doctrines do they become introducers to their hearers! They teach that what is in something is not. Therefore, since within you, Eunomius, are your heart and your brain, according to your distinction neither of these exists. For if on this account the only-begotten God properly is not, because He is in the bosom of the Father, everything that is in something, from being
Notes, col. 841

On the reading

Printed ὦν, for ὤν.

Printed κᾶν, for κἂν.