Δοκεῖ δέ μοι καλῶς ἔχειν αὐτὸ τῆς γεννήσεως τὸ σημαινόμενον, δι' ἐπιμελεστέρας ἐξετάσεως διασκοπῆσαι τῷ λόγῳ. Ὅτι μὲν οὖν τὸ ἐξ αἰτίας εἶναί τινος τὸ ὄνομα τοῦτο παρίστησι, παντὶ δῆλόν ἐστι, καὶ οὐδὲν οἶμαι χρῆναι περὶ τούτου διαγωνίζεσθαι. Ἀλλ' ἐπειδὴ διάφορος τῶν ἐξ αἰτίας ὑφεστηκότων ἐστὶν ὁ λόγος, τοῦτ' οἶμαι προσήκειν διά τινος τεχνικῆς διαιρέσεως σαφηνισθῆναι τῷ λόγῳ. Τῶν τοίνυν ἔκ τινος γινομένων ταύτας τὰς διαφορὰς κατειλήφαμεν. Τὰ μὲν γὰρ ἐξ ὕλης ἐστὶ καὶ τέχνης, ὡς αἱ τῶν οἰκοδομημάτων καὶ τῶν λοιπῶν ἔργων κατασκευαὶ, διὰ τῆς καταλλήλου ὕλης γινόμεναι· καθηγεῖταί τις τέχνη πρὸς τὸν ἴδιον σκοπὸν τῶν γινομένων τὸ προτεθὲν συμπεραίνουσα· τὰ δὲ ἐξ ὕλης καὶ φύσεως· τὰς γὰρ ἐξ ἀλλήλων γενέσεις τῶν ζώων ἡ φύσις οἰκοδομεῖ, διὰ τῆς ἐν τοῖς σώμασιν ὑλικῆς ὑποστάσεως τὸ ἑαυτῆς ἐνεργοῦσα· τὰ δὲ ἐξ ὑλικῆς ἀποῤῥοίας, ἐφ' ὧν καὶ τὸ προηγούμενον μένει οἷόν ἐστι, καὶ τὸ ἀπ' ἐκείνου ῥέον ἐφ' ἑαυτοῦ νοεῖται, ὡς ἐπὶ τοῦ ἡλίου καὶ τῆς ἀκτῖνος, ἢ ἐπὶ τῆς λαμπάδος καὶ τῆς αὐγῆς, ἢ ἐπὶ τῶν ἀρωμάτων τε καὶ μύρων, καὶ τῆς ἐκεῖθεν ἐνδιδομένης ποιότητος· ταῦτα γὰρ ἐφ' ἑαυτῶν ἀμείωτα μένοντα, εὐθὺς ἔχει συμπαρομαρτοῦσαν ἑκάστῳ τὴν ἀπ' αὐτῶν ἐκδιδομένην φυσικὴν ἰδιότητα· οἷον ὁ μὲν ἧλιος τὴν ἀκτῖνα, ἡ δὲ λαμπὰς τὴν αὐγὴν, τὰ δὲ ἀρώματα τὴν τῷ ἀερίῳ ἐξ αὐτῶν ἐντικτομένην εὐωδίαν. Ἔστι καὶ ἕτερον εἶδος παρὰ ταῦτα γεννήσεως, οὗ ἡ μὲν αιτία ἄϋλός ἐστι καὶ ἀσώματος, ἡ δὲ γέννησις αισθητή τε καὶ διὰ σώματος· λέγω δὲ τὸν ἐκ τοῦ νοῦ γεννώμενον λόγον· ἀσώματος γὰρ ὢν καθ' ἑαυτὸν ὁ νοῦς, διὰ τῶν αισθητῶν ὀργάνων τίκτει τὸν λόγον. Τοσαύτας γεννήσεως διαφορὰς οἷον ἐν γενικῇ τινι θεωρίᾳ κατενοήσαμεν. Τὰ γὰρ ὅσα θαυματουργεῖται παρὰ τῆς φύσεως, τῆς σώματα ζώων τινῶν εἰς ἑτεροφυῆ τινα μεταβαλλούσης, ἢ ἀπό τινος τῶν ὑγρῶν ἀλλοιώσεως, ἢ σπερμάτων φθορᾶς, ἢ ξύλων σηπεδόνος ζῶά τινα δημιουργούσης, ἢ ἐκ τῆς τοῦ πυρὸς συμπιλήσεως τὸν ψυχρὸν ἐκ τῶν δαλῶν ἀτμὸν εναποληφθέντα τῷ βάθει πρὸς ζώου γένεσιν μεταποιούσης, ὃ σαλαμάνδραν προσαγορεύουσιν, κἂν ἔξω τῶν διορισθέντων εἶναι δοκῇ, οὐδὲν ἧττον ἐν τοῖς εἰρημένοις ἐστί. Διὰ γὰρ σωμάτων ἡ φύσις τὰ ποικίλα ταῦτα τῶν ζώων εἴδη τεχνάζεται· ἡ γὰρ ποιὰ τοῦ σώματος τροπὴ, τοιῶσδε παρὰ τῆς φύσεως διατεθεῖσα, τό δέ τι τοῦ ζώου τὸ εἶδος ἐδημιούργησεν· ὅπερ οὐκ ἄλλο τί ἐστιν εἶδος γεννήσεως, παρὰ τὸ ἐκ φύσεως καὶ ὕλης ἀποτελούμενον. Τούτων τοίνυν τῶν τῆς γεννήσεως τρόπων φανερῶν τοῖς ἀνθρώποις ὄντων, ἡ φιλάνθρωπος τοῦ ἁγίου Πνεύματος οἰκονομία παραδιδοῦσα ἡμῖν τὰ θεῖα μυστήρια, διὰ τῶν ἡμῖν χωρητῶν τὴν διδασκαλίαν ποιεῖται τῶν ὑπὲρ λόγον, ὡς καὶ ἐν τοῖς ἄλλοις ἅπασι τοῦτο ποιεῖ, ὅταν σωματικῶς διαγράφῃ τὸ Θεῖον, ὀφθαλμὸν, καὶ βλέφαρα, καὶ οὖς, καὶ δακτύλους, καὶ χεῖρα, καὶ δεξιὰν, καὶ βραχίονα, καὶ πόδα, καὶ ὑποδήματα, καὶ τὰ τοιαῦτα
Moreover, it seems to me well to examine thoroughly in our discourse, through more careful inquiry, the very signification of generation. That this name, then, presents being from some cause is evident to everyone, and I think there is no need to contend concerning this. Yet since the account of things that subsist from a cause is diverse, I think it fitting that this be made clear in our discourse through a certain methodical division. Of things that come to be from something, therefore, we have apprehended these differences. For some things are from matter and art, such as the constructions of buildings and of remaining works that come to be through suitable matter, where some art leads the way, bringing what was proposed to completion with a view to the proper aim of the things coming to be; others are from matter and nature, for nature builds up the generations of living creatures from one another, working its own work through the material subsistence in bodies; and others are from material effluence, in which both the primary subject remains such as it is and what flows from it is conceived in itself, as in the case of the sun and its ray, or in the case of the lamp and its radiance, or in the case of spices and ointments and the quality imparted from them; for these, remaining undiminished in themselves, straightway have accompanying each of them the natural property given forth from them—for instance, the sun its ray, the lamp its radiance, and spices the fragrance engendered out of them in the air. There is also another kind of generation besides these, whose cause indeed is immaterial and incorporeal, while the generation is sensible and takes place through the body: I mean the word begotten out of the mind; for the mind, being incorporeal in itself, brings forth the word through the sensible organs. So many differences of generation have we observed as it were in a general survey. For all the marvels wrought by nature—when it transforms the bodies of certain living creatures into others of a different kind, or fashions certain living creatures from some alteration of fluids, or corruption of seeds, or rotting of wood, or out of the compression of fire converts the cold vapour from firebrands trapped deep within towards the generation of a living creature which men call the salamander—even if this may seem to be outside the kinds defined, nevertheless is among the things stated. For through bodies nature contrives these varied kinds of living creatures; for such-and-such a turning of the body, disposed in such a manner by nature, fashions this or that form of living creature, which is no other kind of generation besides that accomplished out of nature and matter. Since these modes of generation, therefore, are manifest to men, the loving dispensation of the Holy Spirit, handing down to us the divine mysteries, imparts its teaching of things beyond speech through things within our capacity, as it also does this in all other matters whenever it bodily delineates the Divine—eye, and eyelids, and ear, and fingers, and hand, and right hand, and arm, and foot, and sandals, and suchlike things