μένου τε καὶ λεγομένου, ὁ Υἱὸς πρὸς ἀμφοτέρας τὰς προσηγορίας ἐπιτηδείως ἔχει, καὶ κτίσμα καὶ γέννημα κατὰ τὸ ἴσον λεγόμενος. Τῆς γὰρ τοῦ λόγου συνηθείας τε καὶ ἀκριβείας οἰκείως διακρινούσης τὰ τοιαῦτα τῶν ὀνομάτων, καὶ τὸ μὲν τῆς γεννήσεως ὄνομα ἐπὶ τῶν ἐξ αὐτῆς τῆς οὐσίας γεννωμένων λεγούσης· τὸ δὲ τῆς κτίσεως ἐπὶ τῶν ἔξωθεν τῆς τοῦ κατασκευάζοντος φύσεως ἐπισταμένων. Καὶ διὰ τοῦτο τῶν θείων δογμάτων ἐν τῇ παραδόσει τῆς θεογνωσίας Πατέρα καὶ Υἱὸν παραδεδωκότων, οὐ κτίστην, καὶ ἔργον· ὡς ἂν μή τις γένοιτο παραφορὰ πρὸς τὸ βλάσφημον, εἰς τὸ ἀλλότριόν τε καὶ ξένον τῆς τοιαύτης προσηγορίας τὸν Υἱὸν ἀπωθούσης, μηδέ τινα πάροδον λάβοι τὰ ἄθεα δόγματα, τὰ τῆς καθ' οὐσίαν οἰκειότητος τὸν Μονογενῆ τοῦ Πατρὸς ἀφορίζοντα. Ὁ λέγων τῷ Υἱῷ τὴν τοῦ ποιήματος ἁρμόζειν προσηγορίαν, ἐρεῖ πάντως κατὰ τὸ ἀκόλουθον καὶ ἐπὶ τοῦ ποιήματος τὴν τοῦ Υἱοῦ κλῆσιν προσφυῶς ἔχειν. Ὥστε, εἰ ὁ Υἱὸς κτίσμα, καὶ οὐρανὸς υἱὸς, καὶ τὰ καθ' ἕκαστον τῶν γεγονότων κυρίως κατὰ τὸν λογογράφον τῇ τοῦ υἱοῦ προσηγορίᾳ κατονομάζεται. Εἰ γὰρ ἐκεῖνος οὐχὶ τῷ κοινωνεῖν τῷ γεγεννηκότι τῆς φύσεως ἔχει τὸ ὄνομα, ἀλλὰ καθὸ κτιστός ἐστι, κατὰ τοῦτο Υἱὸς ὀνομάζεται· ὁ αὐτὸς δώσει λόγος, καὶ ἀμνὸν, καὶ κύνα, καὶ βάτραχον, καὶ πάντα ὅσα θελήματι τοῦ πεποιηκότος ὑπέστη, τῇ τοῦ υἱοῦ προσηγορίᾳ κατονομάζεσθαι. Εἰ δὲ τούτων ἕκαστον διὰ τὸ ἔξω τῆς τοῦ Υἱοῦ φύσεως εἶναι Υἱὸς οὐκ ἔστιν· οὐδὲ Θεὸς λέγεται κατὰ τὸ ἀκόλουθον πάντως ὁ κυρίως Υἱὸς, διὰ τὸ ἐξ αὐτῆς εἶναι τοῦ γεγεννηκότος τῆς φύσεως, Υἱός ἐστιν, καὶ Θεὸς εἶναι ὁμολογεῖται. Ἀλλὰ μυσάττεται τὴν τῆς γεννήσεως ἔννοιαν, καὶ ἀφορίζει τῶν θείων δογμάτων τῇ σαρκώδει φυσιολογίᾳ διαβάλλων τὸ ὄνομα. Ἀλλ' ἱκανῶς ὑπὲρ τούτων ἐν τοῖς φθάσασιν ὁ λόγος ἀπέδειξεν, ὅτι κατὰ τὸν Προφήτην, Φοβοῦνται φόβον οὗ οὐκ ἔστι φόβος. Εἰ γὰρ ἐπὶ τῶν ἀνθρώπων οὐ πᾶσα γέννησις ἐδείχθη κατὰ πάθος συνισταμένη· ἀλλ' ἡ μὲν ὑλικὴ διὰ πάθους, ἡ δὲ πνευματικὴ καθαρὰ καὶ ἀκήρατος. Τὸ γὰρ γεγεννημένον ἐκ τοῦ πνεύματος, πνεῦμα καὶ οὐχὶ σὰρξ γίνεται, τῷ δὲ πνεύματι οὐδεμία παθητικὴ συνθεωρεῖται διάθεσις. Ἐπειδὴ διὰ τῶν καθ' ἡμᾶς ὑποδειγμάτων ἀναγκαῖον ἐφάνη τῷ λογογράφῳ τὴν θείαν ἐπιλογίζεσθαι δύναμιν, πεισάτω ἑαυτὸν ἐκ τοῦ ἑτέρου τῆς γεννήσεως τρόπου τὸ περὶ τὴν θείαν γέννησιν ἀπαθὲς ἐννοεῖν. Ἀλλὰ τὰς τρεῖς ταύτας μετ' ἀλλήλων προσηγορίας συγχέας ἐξ ὧν ἰσοδυναμοῦσιν αἱ δύο· συναρπάζειν οἴεται τοὺς ἀκούοντας διὰ τῆς τῶν δύο φωνῶν κατὰ τὸ σημαινόμενον κοινωνίας, τὸ καὶ τὴν τρίτην ὡσαύτως οἴεσθαι. Ἐπειδὴ γὰρ ἡ τοῦ ποιήματος καὶ κτίσματος προσηγορία, ἔξω τῆς τοῦ πεποιηκότος φύσεως εἶναι τὸ πεποιημένον ἐνδείκνυται, προσάπτει τούτοις τὴν φωνὴν τοῦ γεννήματος· ὡς ἂν καὶ τοῦτο τοῖς προειρημένοις συνερμηνεύοιτο. Ἀλλὰ τὸ τοιοῦτον εἶδος τοῦ λόγου κακουργία, καὶ ἀπάτη καὶ φενακισμὸς ὀνομάζεται, οὐ πεφροντισμένη, καὶ τεχνική τις ἀπόδειξις. Μόνη γὰρ ἡ διὰ τῶν ὁμολογουμένων φανεροῦσα τὸ ἀγνοούμενον, ἀπό-
and spoken of, the Son is suitably disposed towards both appellations, being called creature and offspring equally. Yet whereas both customary usage and exactness of speech properly distinguish names of such a kind, and apply the name of generation in the case of things begotten out of the essence itself, while applying that of creation in the case of things established outside the nature of him who fashions them; and on this account the divine doctrines, in handing down the knowledge of God, have handed down Father and Son, not creator and work—lest any aberration towards blasphemy should arise, thrusting the Son away into what is foreign and alien through such an appellation, and lest godless doctrines, which sever the Only-begotten from affinity of essence with the Father, should gain any entrance. He who says that the appellation of thing made suits the Son will surely say in consequence that the title of the Son also naturally belongs to the thing made. Consequently, if the Son is a creature, both heaven is a son, and each several thing among things that have come to be is properly designated, according to the speech-writer, by the appellation of son. For if He possesses the name not by sharing in nature with Him Who begot Him, but in so far as He is created is on this account named Son, the same argument will grant that both a lamb, and a dog, and a frog, and all things whatsoever that subsisted by the will of their maker, are designated by the appellation of son. Yet if each of these, because it is outside the nature of the Son, is not a Son, nor is called God, in consequence surely He Who is properly Son, because He is out of the very nature of Him Who begot Him, is Son, and is confessed to be God. Yet he loathes the notion of generation, and banishes it from the divine doctrines, slandering the name by a carnal account of nature. Yet our discourse sufficiently demonstrated concerning these matters in what preceded that, according to the Prophet, They fear a fear where there is no fear. For if among mankind not every generation was shown to subsist by way of passion—rather, the material one is through passion, whereas the spiritual one is pure and undefiled; for that which is begotten of the spirit becomes spirit and not flesh, and with spirit no passible disposition is contemplated together—since it appeared necessary to the speech-writer to reckon up the divine power through examples drawn from among us, let him persuade himself from the other mode of generation to conceive of impassibility regarding the divine generation. Yet confounding these three appellations with one another, two of which are equivalent in force, he supposes that he carries away his hearers, through the commonality of signification of the two terms, into supposing the third also to be likewise. For since the appellation of thing made and creature indicates that what has been made is outside the nature of him who made it, he attaches to these the term offspring, so that this too might be interpreted along with the aforesaid terms. Yet such a kind of argument is named knavery, and deceit, and jugglery, not a considered and methodical demonstration. For only that which through acknowledged premises makes manifest what is unknown is a dem-