Migne Reading Room

PG 45 · cols. 640–649 · Read from the page

Against Eunomius, twelve books

Against Eunomius, twelve books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 45:640Read from the page
τότοκος κυρίως ὀνομασθήσεται· ὡς ἄκυρον κατὰ πάντα καὶ παρέλκουσαν εἶναι τοῦ πρωτοτόκου τὴν προσηγορίαν, ἐπὶ τῆς αἱρετικῆς ἐννοίας χώραν οὐκ ἔχουσαν.
born will He properly be named; so that the appellation of firstborn is altogether invalid and superfluous, having no place in the heretical notion.
Ἀλλ' ἐπανιτέον πρὸς τοὺς τῇ θείᾳ γεννήσει τὸ πάθος συνάπτοντας, καὶ διὰ τοῦτο ἀπαρνουμένους τὸ ἀληθῶς γεννηθῆναι τὸν Κύριον, ἵνα μὴ πάθος νοήσωσι. Τὸ γὰρ λέγειν ὅτι συνέζευκται πάντων τῇ γεννήσει τὸ πάθος, καὶ διὰ τοῦτο χρῆναι τῆς κατὰ τὴν γέννησιν ὑπολήψεως ἀλλοτρίως ἔχειν τὸν Υἱὸν οἴεσθαι, ὡς ἂν καθαρῶς ἔξω πάθους διαμένοι τὸ Θεῖον, τοῖς μὲν εὐεξαπατήτοις ἴσως ἄν τινα λόγον ἔχειν δοκοίη· τοῖς δὲ πεπαιδευμένοις τὰ θεῖα μυστήρια πρόχειρος ἐκ τῶν ὁμολογουμένων ὁ ἔλεγχος. Τίς γὰρ οὐκ οἶδεν, ὅτι γέννησις ἡμᾶς εἰς τὴν ἀληθινήν τε καὶ μακαρίαν ἀνάγει ζωὴν, οὐχ ἡ αὐτὴ οὖσα τῇ ἐξ αἱμάτων καὶ θελήματος σαρκὸς συνισταμένῃ, ἐν ᾗ καὶ ῥύσις, καὶ ἡ μεταβολὴ καὶ ἡ κατ' ὀλίγον προστελείωσις, καὶ ὅσα ἄλλα περὶ ταύτην θεωρεῖται τὴν γέννησιν; Ἡ δὲ ἑτέρα ἐκ τοῦ Θεοῦ καὶ οὐράνιος, καὶ καθώς φησι τὸ Εὐαγγέλιον, ἄνωθεν εἶναι πεπιστευμένη, ἥτις τὰ σαρκὸς καὶ αἵματος οὐ παραδέχεται πάθη.
Yet we must return to those who join passion to the divine generation, and on this account deny that the Lord was truly begotten, lest they conceive of passion. For to say that passion is yoked to the generation of all things, and that on this account one ought to think the Son alien to the conception according to generation, so that the Divine might abide purely outside of passion, might perhaps seem to have some reason to those easily deceived; whereas for those instructed in the divine mysteries, the refutation is ready at hand from what is agreed upon. For who does not know that generation leads us up to the true and blessed life, not being the same as that which consists of blood and the will of the flesh—in which are flux, change, gradual progress towards perfection, and all the other things observed concerning this generation—whereas the other is from God and heavenly, and, just as the Gospel says, believed to be from above, which does not admit the passions of flesh and blood?
Ἢ τολμησάτωσαν οἱ ἐναντίοι τῶν δύο τὸ ἕτερον ἀποφήνασθαι, ἢ μὴ εἶναι τὴν ἄνωθεν γέννησιν, ἢ διὰ πάθους εἶναι. Ἀλλὰ μὴν καὶ εἶναι συντίθενται, καὶ τὸ πάθος ἐπ' αὐτῆς οὐχ εὑρίσκουσιν· οὐκοῦν οὐ πᾶσα γέννησις τῷ πάθει συμπέφυκεν· ἀλλ' ἐμπαθὴς μὲν ἡ ὑλικὴ, καθαρὰ δὲ πάθους ἡ ἄϋλος. Τίς οὖν ἡ ἀνάγκη τὰ σαρκὸς ἴδια τῇ ἀκηράτῳ τοῦ Υἱοῦ γεννήσει προστρίβεσθαι, καὶ διὰ τοῦ κωμῳδεῖν τὴν κάτω γέννησιν τῇ ἀσχήμονι φυσιολογίᾳ τῆς πατρικῆς οἰκειότητος τὸν Υἱὸν ἀποκλείειν; Εἰ δὲ καὶ ἐφ' ἡμῶν γέννησις μὲν ἑκατέρας καθηγεῖται ζωῆς· ἀλλ' ἡ μὲν διὰ σαρκὸς, ἐμπαθοῦς, ἡ δὲ πνευματικὴ, καθαρᾶς· καὶ οὐκ ἄν τις ἀντείποι τῷ λόγῳ τῶν ὁπωσοῦν ἐν Χριστιανοῖς ἀριθμουμένων, πῶς ἔστιν ἐπὶ τῆς ἀκηράτου φύσεως γέννησιν ἐννοήσαντα πάθος ὑπολογίζεσθαι. Ἔτι δὲ καὶ τοῦτο τοῖς εἰρημένοις προσεξετάσωμεν· Εἰ διὰ τὸ περὶ τὴν σάρκα πάθος ἀπιστοῦσι τῇ ἀπαθείᾳ τῆς θείας γεννήσεως, ἐκ τῶν αὐτῶν ὑποδειγμάτων, τῶν ἐν ἡμῖν λέγω, μήτε δημιουργὸν ἀπαθῆ τὸν Θεὸν πιστευέτωσαν. Εἰ γὰρ πρὸς τὰ ἡμέτερα τὸ Θεῖον κρίνουσιν, οὔτε γεννᾷν τὸν Θεὸν οὔτε κτίζειν ὁμολογήσουσι· τούτων γὰρ οὐθ' ἕτερον ἐν ἡμῖν ἐνεργεῖται [δίχα πόνου καὶ ὕλης]. Ἢ οὖν ἀμφότερα τῆς θείας φύσεως χωριζέτωσαν, τὴν κτίσιν τε καὶ τὴν γέννησιν· ἵνα δι' ἑκατέρων τῷ Θεῷ τὴν ἀπάθειαν φυλάξωσι, καὶ καθόλου τὴν εἰς τὸν Μονογενῆ πίστιν ἐκ τοῦ δόγματος αὐτῶν ἐκβαλέτωσαν, ὡς ἂν ἔξω πάθους ὁ Πατὴρ φυλάσσοιτο, μήτε ἐν τῷ γεννᾷν μολυνόμενος· ἢ εἰς τὸ ἕτερον ἀπαθῶς ἐνεργεῖσθαι συγχωρῶσι παρὰ τῆς θείας δυνάμεως, μήτε περὶ τοῦ ἄλλου ζυγομα-
Either let the opponents dare to declare one of the two: either that the generation from above does not exist, or that it takes place through passion. Yet in fact they both agree that it exists, and do not find passion in it; therefore not every generation is naturally conjoined with passion, rather the material is passible, whereas the immaterial is pure of passion. What necessity is there, then, to rub what belongs to the flesh onto the undefiled generation of the Son, and by burlesquing generation here below with unseemly natural science to shut out the Son from affinity with the Father? And if in our case too generation leads the way to either life—that through the flesh to a passible life, and the spiritual to a pure one—and no one numbered among Christians in any way would contradict this statement, how is it possible, when conceiving of generation in the undefiled nature, to reckon passion therein? Let us also examine this further point in addition to what has been said: if on account of the passion connected with the flesh they distrust the impassibility of the divine generation, from the very same examples—those in us, I mean—let them not believe God to be an impassible Creator either. For if they judge the Divine by what belongs to us, they will confess that God neither begets nor creates; for neither of these is wrought in us [apart from toil and matter]. Either, then, let them separate both from the divine nature, both creation and generation, so that through either they may guard impassibility for God, and wholly cast faith in the Only-begotten out of their dogma, so that the Father might be kept outside of passion, not defiled even in begetting; or, if they concede with regard to the one that it is wrought impassibly by the divine power, let them not wrangle-
PG 45:641Read from the page
χείτωσαν. Εἰ γὰρ κτίζει δίχα πόνου καὶ ὕλης, καὶ γεννᾷ πάντως δίχα πόνου καὶ ῥεύσεως.
over the other. For if He creates apart from toil and matter, He altogether begets too apart from toil and flux.
Ἔχω δὲ πάλιν καὶ πρὸς τοῦτον τὸν λόγον συνηγοροῦντά μοι τὸν Εὐνόμιον. Λέξω δὲ συντεμὼν ἐν ὀλίγῳ τὴν φλυαρίαν αὐτοῦ, πᾶσαν διὰ βραχέων ἐπιδραμὼν τὴν διάνοιαν· ὅτι Οἱ ἄνθρωποι οὐ τὰς ὕλας ἡμῖν κατασκευάζουσιν, ἀλλὰ τὸ εἶδος μόνον ἐπιτεχνῶνται τῇ ὕλῃ· αὕτη τῶν παρ' αὐτῶν ῥηθέντων διὰ πολλῆς φλυαρίας ἐστὶν ἡ διάνοια. Εἰ οὖν ἐν τῇ κάτω γεννήσει σύλληψιν καὶ διάπλασιν ἐννοῶν ἀπαγορεύει διὰ τοῦτο τὴν καθαρὰν τῆς γεννήσεως ἔννοιαν, ἀκολούθως κατὰ τὸν αὐτὸν λόγον τῆς ὧδε κτίσεως περὶ τὸ εἶδος πονούσης, ὕλην δὲ συνεκπορίζειν τῷ εἴδει μὴ δυναμένης, ἀπαγορευέτω διὰ τοῦτο καὶ δημιουργὸν εἶναι τὸν Πατέρα οἴεσθαι. Εἰ δὲ μὴ βούλεται κατὰ τὸ ἀνθρώπινον τῆς δυνάμεως μέτρον ἐπὶ τοῦ Θεοῦ τὴν κτίσιν νοεῖν, μηδὲ τὴν θείαν γέννησιν ἐκ τῶν ἀνθρωπίνων διαβαλέτω. Ὡς δ' ἂν μᾶλλον αὐτοῦ τὸ ἀκριβές τε καὶ περιεσκεμμένον ἐν τοῖς λεγομένοις φανερὸν κατασταίη, μικρόν τι τῶν παρ' αὐτῶν ῥηθέντων πάλιν ἐπαναλήψομεν
Moreover, I have Eunomius pleading on my side again for this argument too. I shall state his nonsense concisely in a few words, running briefly over his whole thought: Men do not furnish matter for us, but contrive by art only the form in matter; this is the thought of what they have spoken with much verbosity. If, therefore, because in generation here below he conceives of conception and shaping, on this account he rejects the pure notion of generation, consequently by the same reasoning—since creation here toils over form, yet is unable to supply matter along with the form—let him on this account forbid thinking the Father to be Creator as well. Yet if he refuses to conceive of creation in God according to the human measure of power, neither let him slander the divine generation on the basis of human things. And so that his exactness and circumspection in what is said may be rendered still clearer, we shall take up again a small portion of what was spoken by them.
Φησὶ γὰρ τὰ ποιοῦντα καὶ πάσχοντα κοινωνεῖν ἀλλήλοις τῆς φύσεως, καὶ μετὰ τὴν ἐκ σωμάτων γέννησιν, τὰς τεχνικὰς ἐπὶ τῶν ὑλῶν δημιουργίας ἐκτίθεται. Σκεψάσθω τοίνυν ὁ ἀγχίνους ἀκροατὴς διὰ τούτων, πῶς ἐκπίπτει τοῦ ἰδίου σκοποῦ τοῖς ἀεὶ κατὰ τὸ συμβὰν παρευρισκομένοις ἐπιπλανώμενος. Τὸ ποιοῦν καὶ πάσχον ἐν τοῖς διὰ σαρκὸς γινομένοις ἐπὶ τῆς αὐτῆς οὐσίας ὁρᾷ· ὡς τοῦ μὲν, μεταδιδόντος τῆς οὐσίας· τοῦ δὲ, μετέχοντος. Οὕτως οἶδε δι' ἀκριβείας ἐν τῇ τῶν ὄντων φύσει ὁρᾷν τὴν ἀλήθειαν, ὥστε χωρίζειν τῆς οὐσίας τὸν μεταδιδόντα καὶ τὸν μετέχοντα, καὶ ἄλλον ἐφ' ἑαυτοῦ δίχα τῆς οὐσίας εἶναι λέγειν τούτων ἑκάτερον. Ὁ γὰρ μεταλαμβάνων ἢ μεταδιδοὺς, ἕτερος πάντως ἐστὶ παρὰ τὸ μετεχόμενόν τε καὶ διδόμενον. Ὡς δεῖν πρότερον ἐφ' ἑαυτοῦ νοεῖσθαί τινα καθ' ὑπόστασιν ἰδίαν ὁρώμενον. Εἶθ' οὕτω λέγειν περὶ αὐτοῦ ἢ διδόναι, ἢ ἔχειν, ἢ ὃ μὴ προέχει προσίεσθαι. Καὶ τοῦτον οὕτως ἐπιγελάστως ἐκπτύσας τὸν λόγον, τῷ ἐφεξῆς πάλιν ἑαυτὸν ἀνατρέπων ὁ σοφὸς οὐκ αἰσθάνεται. Καὶ γὰρ ὁ τὴν ὑποκειμένην ὕλην διὰ τῆς τέχνης πρὸς τὸ δοκοῦν σχηματίζων, ποιεῖ τι πάντως διὰ τῆς ἐνεργείας, καὶ ἡ ὕλη παρὰ τοῦ ἐνεργοῦντος τὴν τέχνην ἐν τῷ πάσχειν τὸν σχηματισμὸν ἀναδέχεται. Οὐ γὰρ ἀπαθὴς καὶ ἀντίτυπος ἡ ὕλη μένουσα, τὴν ἐκ τῆς τέχνης μορφὴν παραδέχεται. Εἰ τοίνυν καὶ ἐπὶ τῶν κατὰ τέχνην ἐνεργουμένων οὐκ ἄν τι γένοιτο, μὴ πάθους καὶ ἐνεργείας συνδεδραμηκότων ἀλλήλοις πρὸς τὸ γινόμενον, πῶς ἔστι διὰ τούτων ἐφιστάναι τοῖς παρ' ἑαυτοῦ λεγομένοις τὸν λογογράφον οἴεσθαι, ὃς ἐν πάθει καὶ ἐνεργείᾳ τὴν κοινωνίαν τῆς οὐσίας ἀποφαινόμενος, κινδυνεύει μὴ μόνον τῷ γεννηθέντι προσμαρ-
For he says that things which act and suffer share their nature with one another, and after generation from bodies he sets forth artistic fabrications in matter. Let the shrewd hearer consider through these words how he falls away from his own aim, wandering among arguments ever hit upon at random. In things generated through the flesh he sees that which acts and that which suffers in the same essence, the one imparting the essence and the other partaking of it. So accurately does he know how to discern the truth in the nature of beings that he separates from the essence him who imparts and him who partakes, and says that each of these is something else in himself apart from the essence. For he who partakes or imparts is altogether distinct from that which is partaken of and given; so that one must first be conceived of in himself, beheld in his own hypostasis, and then in this way be said either to give, or to have, or to take to himself what he does not previously possess. And after spitting out this statement so ridiculously, the wise man fails to perceive that in what follows next he again overturns himself. For indeed he who shapes the underlying matter through art as seems good to him altogether does something through his activity, and the matter receives its shaping in suffering at the hands of him who practises the art. For matter does not receive the form from art while remaining impassible and resistant. If, therefore, even in things wrought according to art nothing could come to be unless suffering and activity concurred with one another towards what comes into being, how can one think from these words that the speech-writer pays heed to what he himself says, who, in declaring communion of essence to consist in suffering and activity, runs the risk not only of bearing witness for Him Who was begotten-
PG 45:644Read from the page
τυρεῖν πως πρὸς τὸν γεγεννηκότα τὸ κοινὸν τῆς οὐσίας· ἀλλὰ καὶ πᾶσαν τὴν κτίσιν τῷ πεποιηκότι ποιεῖν ὁμοούσιον; Εἴπερ τὸ ποιοῦν καὶ τὸ πάσχον ὁμογενῶς ἔχειν ἀλλήλοις κατὰ τὴν φύσιν ὁρίζεται. Οὐκοῦν δι' ὧν κατασκευάζει ὃ βούλεται, διὰ τούτων ἀνατρέπει τὸ σπουδαζόμενον, ἰσχυροτέραν τῇ παρ' ἑαυτοῦ μάχῃ ποιῶν τὴν τοῦ ὁμοουσίου δόξαν. Εἰ γὰρ ἡ μὲν ἔκ τινος γέννησις τὴν τοῦ γεγεννηκότος οὐσίαν ἐν τῷ γεννηθέντι δείκνυσιν· ἡ δὲ τεχνικὴ κατασκευὴ, δι' ἐνεργείας τε καὶ πάθους ἀποτελουμένη, κατὰ τὸν τούτου λόγον εἰς κοινωνίαν οὐσίας ἄγει τὸ ποιοῦν τε καὶ τὸ γινόμενον· γεγεννῆσθαι τὸν Κύριον πολλαχῆ τῶν ἰδίων συγγραμμάτων ὁ λογογράφος κατασκευάζων. Ἄρα δι' ὧν ἀλλοτριοῖ τῆς τοῦ Πατρὸς οὐσίας τὸν Κύριον, διὰ τούτων αὐτῷ προσμαρτυρεῖ τὴν συνάφειαν. Εἰ γὰρ μὴ διὰ γεννήσεως, μήτε διὰ κατασκευῆς κατὰ τὸν τούτου λόγον ὁ τῆς οὐσίας χωρισμὸς καθορᾶται· ὅπερ ἂν δῷ εἶναι τὸν Κύριον, εἴτε κτιστὸν εἴτε γέννημα, δι' ἀμφοῖν τὸ κατ' οὐσίαν οἰκεῖον προσεμαρτύρησεν, ὁ ἐν τῷ ποιοῦντι καὶ πάσχοντι, γεννῶντι καὶ γεννομένῳ, τὴν τῆς φύσεως κοινωνίαν τεχνολογήσας. Ἀλλὰ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου τρεπώμεθα.
to a community of essence in some way with Him Who begot Him, but even of making all creation consubstantial with Him Who made it? For indeed that which acts and that which suffers are defined by him as standing homogeneously towards one another according to nature. Therefore, through the very means by which he establishes what he wishes, he overturns what he strives for, rendering the doctrine of the consubstantial stronger by his own warfare against it. For if generation from someone shows the essence of him who begot in him who was begotten, while artistic fabrication, accomplished through activity and suffering, leads according to his argument both that which acts and that which comes into being into communion of essence—the speech-writer establishing in many places of his own writings that the Lord was begotten—then through the very means by which he alienates the Lord from the essence of the Father, he bears witness to His conjunction with Him. For if neither through generation nor through fabrication is separation of essence beheld according to his argument, whatever he may grant the Lord to be, whether created or offspring, through both he has attested His affinity according to essence, having systematized communion of nature in that which acts and suffers, begets and is begotten. But let us turn to what follows next in the discourse.
Παραιτοῦμαι δὲ τοὺς ἐντυγχάνοντας μὴ δυσχεραίνειν τῇ ἀκριβείᾳ τῆς ἐξετάσεως, εἰς πλῆθος ἀκούσιον προσαγούσης τὸν λόγον. Οὐ γὰρ περὶ τῶν τυχόντων ὁ κίνδυνος, ὥστε τι παραδραμόντας τῶν φιλοπονωτέρας δεομένων τῆς θεωρίας, ἐν ὀλίγῳ τὴν ζημίαν παθεῖν, ἀλλ' αὐτῷ τῷ κεφαλαίῳ τῆς ἐλπίδος ἐγκινδυνεύομεν. Πρόκειται γὰρ ἢ Χριστιανοὺς εἶναι, μὴ παρενεχθέντας ὑπὸ τῆς αἱρετικῆς ἀπωλείας· ἢ πάντως πρὸ Ἰουδαϊκάς τε καὶ Ἑλληνικὰς ὑπολήψεις κατασυρῆναι. Ὡς ἂν οὖν μηδέτερον πάθοιμεν τῶν ἀπειρημένων, μήτε διὰ τῆς ἀρνήσεως τοῦ ἀληθῶς γεννηθέντος Υἱοῦ, τοῖς Ἰουδαϊκοῖς δόγμασι συμφερόμενοι, μήτε διὰ τῆς τοῦ κτίσματος προσκυνήσεως τῷ πτώματι τῶν εἰδωλολατρούντων συγκαταπίπτοντες, ἀναγκαίως προδιατρίψομεν τῷ περὶ τούτων λόγῳ, θέντες αὐτὴν τοῦ Εὐνομίου τὴν ῥῆσιν ἔχουσαν οὕτως· Οὕτω δὲ τούτων διῃρημένων, εἰκότως φαίη τις ἂν τὴν κυριωτάτην καὶ πρώτην καὶ μόνην, ἐνεργείᾳ τοῦ Πατρὸς ὑποστᾶσαν οὐσίαν, εἰς ἑαυτὴν δέχεσθαι τὰς τοῦ γεννήματος καὶ ποιήματος καὶ κτίσματος προσηγορίας. Καὶ μετ' ὀλίγα, Μόνος δὲ ὁ Υἱὸς, φησὶν, τῇ τοῦ Πατρὸς ἐνεργείᾳ συστὰς ἀκοινώνητον ἔχει τήν τε φύσιν, καὶ τὴν πρὸς τὸν γεγεννηκότα σχέσιν. Ἐν δὲ τοῖς πρὸ τούτου· Τὸν γεννητὸν γέννημα λέγειν μὴ παραιτεῖσθαι φησὶ τῆς γεννηθείσης αὐτῆς οὐσίας καὶ τῆς τοῦ Υἱοῦ προσηγορίας τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειουμένης σχέσιν.
I beg readers not to be annoyed at the exactness of our examination, which draws out the discourse to an involuntary length. For the danger does not concern ordinary matters, such that by hurrying past any point requiring more painstaking contemplation we should suffer only slight loss; rather, we stand in peril over the very chief point of our hope. For the issue before us is either to be Christians, not swept aside by heretical perdition, or altogether to be dragged down towards Jewish and Greek suppositions. So that we may suffer neither of the things forbidden—neither falling in with Jewish dogmas through denying the truly begotten Son, nor plunging together into the downfall of idolaters through worshipping the creature—we shall necessarily dwell first upon the argument concerning these matters, setting down Eunomius's very statement, which runs thus: When these matters have been thus divided, one might reasonably say that the most proper and first and only essence that has subsisted by the activity of the Father receives into itself the appellations of offspring, work, and creature. And a little further on: And the Son alone, he says, having subsisted by the activity of the Father, possesses incommunicably both His nature and His relation towards Him Who begot Him. And in what precedes this: Not to decline, he says, to call the begotten One an offspring, since the begotten essence itself and the appellation of the Son appropriate such a relation of names.
Οὕτω τοίνυν προδήλου τῆς ἐν τοῖς εἰρημένοις οὔσης ἐναντιότητος, θαυμάζειν ἔπεισί μοι τῆς ἀγχινοίας τοὺς ἐπαινετὰς τούτου τοῦ δόγματος. Ἄπορον γὰρ ἂν εἴη πρὸς ὅ τι τῶν εἰρημένων παρ' αὐτοῦ τραπέντες, οὐκ ἂν πλημμελοῖεν εἰς τὸ λειπόμε⟨ ⟩ον. Ὁ πρό-
Since the contrariety in what has been said is thus manifest, it comes over me to marvel at the shrewdness of the praisers of this dogma. For it would be hard to tell towards which of the things spoken by him they might turn without erring against what remains. The for-
Notes, col. 644

On the reading

Printed πρὸ, for πρὸς.

PG 45:645Read from the page
τερος κατεσκεύαζε λόγος αὐτῷ, τὴν γεννηθεῖσαν καὶ τὴν τοῦ Υἱοῦ προσηγορίαν τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειοῦσθαι σχέσιν· ἡ νῦν τεχνολογία τὸ ἐναντίον φησὶν, Ἀκοινώνητον ἔχειν τὸν Υἱὸν τὴν πρὸς τὸν γεγεννηκότα σχέσιν. Ἐὰν τῷ πρώτῳ πιστεύσωσιν, οὐ παραδέξονται πάντως τὸ δεύτερον· ἐὰν πρὸς τοῦτο ῥέψωσι, κατὰ τῆς πρώτης ὑπολήψεως στήσονται. Τίς αὐτοῖς διαλύσει τὴν μάχην; Τίς μεσιτεύσει τῷ ἐμφυλίῳ πολέμῳ; Τίς συμβιβάσει πρὸς συμφωνίαν τὴν στάσιν; αὐτῆς τῆς εὐχῆς πρὸς ἑαυτὴν ἐκ τῶν λεγομένων μεριζομένης, καὶ πρὸς τὴν ἐναντιότητα τῶν δογμάτων διελκομένων. Ἢ τοῦτο τῆς προφητείας ἐστὶ τάχα αἴνιγμα, ὃ περὶ τῶν Ἰουδαίων φησὶν ὁ Δαβίδ· ὅτι Διεσχίσθησαν καὶ οὐ κατενύγησαν. Ἰδοὺ γὰρ οὐδὲ πρὸς τὴν ἐναντίωσιν τῶν δογμάτων διασχιζόμενοι τὴν τοῦ πλημμελήματος αἴσθησιν ἔχουσιν. Ἀλλὰ φέρονται διὰ τῶν ὤτων, ἀμφορῶν δίκην πρὸς τὸ δοκοῦν τῷ μετατιθέντι περιαγόμενοι. Ἤρεσκεν αὐτῷ τὴν γεννηθεῖσαν οὐσίαν προσφυῶς τὴν τοῦ Υἱοῦ προσηγορίαν ἔχειν εἰπεῖν, εὐθὺς καθάπερ οἱ νυστάζοντες τοῖς εἰρημένοις ἐπένευσαν· μετέθετο πάλιν πρὸς τοὐναντίον τὸν λόγον· καὶ ἀρνεῖται τοῦ Υἱοῦ τὴν πρὸς τὸν γεγεννηκότα σχέσιν· πάλιν οἱ φίλτατοι καὶ τούτῳ συννεύουσιν, ὥσπερ αἱ τῶν σωμάτων σκιαὶ, τῇ αὐτομάτῳ μιμήσει πρὸς τὴν τοῦ προάγοντος συμμετασχηματίζονται κίνησιν. Ὅπηπερ ἂν ἐθέλῃ πρὸς τοῦτο ῥέποντες, κἂν ἑαυτῷ μάχηται, καὶ τοῦτο καταδεχόμενοι. Ἄλλος τις οὗτος Ὁμηρικὸς κυκεὼν, οὐ τὰ σώματα τῶν φαρμακευομένων ἀλλάσσων εἰς ἀλόγων μορφὰς, ἀλλὰ κατὰ τῶν ψυχῶν ἐνεργῶν τὴν ἐπὶ τὸ ἄλογον αὐτῶν μεταμόρφωσιν. Περὶ μὲν γὰρ ἐκείνων ὁ λόγος φησὶν, ὅτι βέβαιος αὐτῶν ὁ νοῦς ἦν, ἀλλοιωθέντος πρὸς τὸ θηριῶδες τοῦ εἴδους. Ἐνταῦθα δὲ τῶν σωμάτων αὐτοῖς ἐν τῷ κατὰ φύσιν διαμενόντων, πρὸς τὸ ἄλογον αἱ ψυχαὶ μεταπλάσσονται. Καὶ ὥσπερ ἐκεῖ φησιν ἡ ποιητικὴ τερατεία, εἰς διαφόρων θηρίων εἴδη τοὺς φαρμακευθέντας ἀλλάσσεσθαι, κατὰ τὸ ἀρέσκον τῇ παρασοφιζομένῃ τὴν φύσιν· τὰ αὐτὰ καὶ νῦν γίνεται παρὰ τοῦ Κιρκαίου τούτου κρατῆρος. Οἱ γὰρ ἐμπίνοντες τῆς γεγοητευμένης ἀπάτης ἐκ τοῦ αὐτοῦ συγγράμματος, εἰς διαφόρων δογμάτων μορφὰς ἀλλοιοῦνται, νῦν μὲν τούτῳ, πάλιν δὲ τῷ ἑτέρῳ μορφούμενοι. Καὶ ἐπὶ τούτοις οἱ γλυκύτατοι κατὰ τὴν τοῦ μύθου διασκευὴν, ἀγαπῶσιν ἔτι τὸν τῆς τοιαύτης ἀλογίας αὐτοῖς ἐξηγούμενον. Καὶ οἷόν τινα καρπὸν κρανίας, ἢ βάλανον, τοὺς διαῤῥιπτομένους παρ' αὐτοῦ λόγους ὑποκεκυφότες ἐκλέγουσιν· συῶν δίκην πρὸς τὰ χαμαιῤῥιφῆ τῶν δογμάτων λαιμάργως ἐπιτρέχοντες, τοῖς δὲ ὑψηλοῖς τε καὶ οὐρανίοις ἐνατενίζειν φύσιν οὐκ ἔχοντες. Διὰ τοῦτο τὴν ἐπὶ τὰ ἐναντία τοῦ λόγου παρατροπὴν οὐχ ὁρῶσιν, ἀλλὰ τὸ ἐπ' αὐτοὺς ἐλθὸν ἀνεξετάστως ἁρπάζουσιν. Οἷον δ' ἂν ἦν καὶ καθάπερ φασὶ τῶν διὰ μανδραγόρου κεκαρωμένων κώματί τινι καὶ δυσκινησίᾳ κρατεῖσθαι τὰ σώματα· τὸν αὐτὸν τρόπον καὶ τούτοις διάκειται τὰ τῆς ψυχῆς αἰσθητήρια, πρὸς τὴν σύνεσιν τῆς ἀπάτης ἀποναρκήσαντα.
mer argument established for him that the begotten essence and the appellation of the Son appropriate such a relation of names; his present systematization asserts the contrary: That the Son possesses an incommunicable relation towards Him Who begot Him. If they believe the first, they will altogether refuse to admit the second; if they incline towards the latter, they will stand opposed to the first supposition. Who will settle the battle for them? Who will mediate in this civil war? Who will bring the faction together into harmony, when their very prayer is divided against itself by what is said, and their dogmas are torn apart into contrariety? Or perhaps this is the riddle of prophecy which David speaks concerning the Jews: They were rent asunder and felt no compunction. For behold, even when rent asunder by the opposition of their dogmas, they have no perception of their fault; rather, they are carried about by the ears like two-handled jars, swung round at the pleasure of him who shifts them. It pleased him to say that the begotten essence naturally bears the appellation of the Son: straightway, like drowsy men, they nodded assent to what was said; he shifted his statement back to the opposite, and denies the Son's relation towards Him Who begot Him: again the dearest fellows nod along with this too, just as the shadows of bodies by automatic imitation reshape themselves to the movement of him who walks ahead—inclining whithersoever he wishes, and accepting this too even if he fights against himself. This is some other Homeric potion, not changing the bodies of those drugged into the forms of irrational beasts, but working against their souls their transformation into irrationality. For concerning those men the story says that their mind remained steadfast while their outward form was altered to that of beasts; whereas here, while their bodies abide in their natural state, their souls are refashioned towards irrationality. And just as poetic marvel-mongering says there that those drugged were changed into the forms of diverse wild beasts at the whim of her who outwitted nature, the very same things happen now from this Circean bowl. For those who drink in the bewitched deceit out of the same treatise are altered into the forms of diverse dogmas, moulded now into this one and again into the other. And on top of this, the sweetest fellows, after the fashion of the myth, still love him who expounds such irrationality to them; and like some cornel-berry or acorn, stooping low they pick up the words scattered abroad by him, rushing greedily like swine towards dogmas cast upon the ground, having no nature to gaze intently upon lofty and heavenly things. On this account they do not see the perversion of the argument into opposites, but snatch up without examination whatever comes their way. And just as it might be, even as people say that the bodies of those stupefied by mandrake are held fast by a kind of coma and sluggishness, in the very same manner are the sensory faculties of these men's souls disposed, having grown numb towards understanding the deceit.
PG 45:648Read from the page
Δεινὸν μὲν οὖν καὶ τοῖς κεκρυμμένοις δόλοις ἔκ τινος παραλογισμοῦ κατὰ τὸ λεληθος ἐνσχεθῆναι. Πλὴν ἀλλὰ συγγνωστὸν τὸ ἀτύχημα, ὅταν ἀκούσιον ᾖ, τὸ δ' ἐκ προνοίας τινὸς καὶ σπουδῆς τοῦ κακοῦ τὴν πεῖραν ἐφέλκεσθαι, μὴ ἀγνοοῦντα τὴν συμφορὰν, πᾶσαν ὑπερβολὴν δυστυχημάτων παρέρχεται. Πῶς γὰρ οὐκ ἄξιον σχετλιάζειν, ὅταν ἀκούομεν ὅτι καὶ τῶν ἰχθύων οἱ λίχνοι, γυμνὸν μὲν προσεγγίζοντα τὸν σίδηρον φεύγουσι, πρὸς δὲ τὸ δέλεαρ ἀπατώμενοι, τροφῆς ἐλπίδι κατασπῶσι τὸ ἄγκιστρον. Ἐν οἷς δὲ πρόδηλόν ἐστι τὸ κακὸν, αὐτομολεῖν ἑκουσίως ἐπὶ τὸν ὄλεθρον τοῦτον, καὶ τῆς τῶν ἰχθύων ἀλογίας ἐστὶν ἀθλιώτερον. Οἱ μὲν γὰρ πρὸς τὸν κεκαλυμμένον διὰ γαστριμαργίας ὑπήχθησαν ὄλεθρον· οἱ δὲ γυμνὸν περιχαίνουσι τῆς ἀσεβείας τὸ ἄγκιστρον· διά τινος ἀλόγου προσπαθείας ἀγαπῶντες τὸν ὄλεθρον· τί γὰρ ἂν ταύτης τῆς ἐναντιότητος γένοιτο προδηλότερον, ἢ τὸ λέγειν ὅτι ὁ αὐτὸς καὶ ἐγεννήθη, καὶ κτίσμα ἐστὶ, καὶ τὸ προσφυὲς ἔχει τῆς τοῦ Υἱοῦ κλήσεως, καὶ πάλιν ἀλλοτριοῦται τῆς τοῦ Υἱοῦ σημασίας;
Terrible indeed, then, is it even to be entangled unawares through some fallacy in hidden snares. Yet the misfortune is pardonable when it is involuntary; whereas out of some forethought and eagerness to draw upon oneself the experience of evil, while not ignorant of the calamity, surpasses every excess of misfortune. For how is it not right to lament when we hear that even greedy fish flee the bare iron as it draws near, though deceived by the bait they pull down the hook in hope of food; whereas in matters where the evil is manifest, to desert willingly to this ruin is more wretched even than the irrationality of fish? For those were led away through gluttony to a concealed destruction, while these gape round the bare hook of impiety, loving destruction through some irrational attachment. For what could be more manifest than this contrariety: to say that the selfsame One both was begotten and is a creature, and possesses natural affinity with the title of Son, and again is alienated from the signification of Son?
Ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον. Χρήσιμον δ' ἂν ἴσως εἴη, τῆς παρατεθείσης ἡμῖν τοῦ Εὐνομίου ῥήσεως πᾶσαν ἀκολούθως ἰδεῖν τὴν διάνοιαν, ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντας τοῦ λόγου. Τὰ γὰρ νῦν ἐξετασθέντα, διὰ τὸ προφανὲς τῆς τῶν εἰρημένων ἐναντιότητος, προχείρως ἡμᾶς ἐκίνησεν ἐκ τῶν τελευταίω⟨ ⟩ τῆς ἀντιῤῥήσεως ἄρξασθαι. Εἴρηται τοίνυν παρὰ τοῦ Εὐνομίου ταῦτα· Οὕτω δὲ τούτων διῃρημένων, εἰκότως φαίη τις ἂν τὴν κυριωτάτην καὶ πρώτην καὶ μόνην ἐνεργείᾳ τοῦ Πατρὸς ὑποστᾶσαν οὐσίαν, εἰς ἑαυτὴν δέχεσθαι τὰς τοῦ γεννήματος καὶ ποιήματος καὶ κτίσματος προσηγορίας. Πρῶτον τοίνυν ὑπομνησθῆναι τοὺς τῷ λόγῳ προσέχοντας βούλομαι, ὅτι κυριωτάτην εἶναι καὶ τὴν τοῦ Πατρὸς οὐσίαν, ἐν τῇ πρώτῃ λογογραφίᾳ φησί· διὰ τούτων προαγαγὼν τῶν ῥημάτων τὸν λόγον, ὅτι πᾶς ὁ τῶν καθ' ἡμᾶς δογμάτων συμπληροῦται λόγος ἐκ τῆς ἀνωτάτω καὶ κυριωτάτης οὐσίας. Καὶ ἐνταῦθα κυριωτάτην λέγει καὶ πρώτην τοῦ Μονογενοῦς τὴν οὐσίαν. Οὐκοῦν συνθέντες ἀφ' ἑκατέρου βιβλίου τὰς Εὐνομίου φωνὰς, αὐτὸν τοῦτον παραστησόμεθα μάρτυρα τοῦ κοινοῦ τῆς οὐσίας τὸν ἑτέρωθί που τὸ τοιοῦτον ἀποφηνάμενον· ὅτι ὧν αἱ αὐταὶ προσηγορίαι, τούτων οὐδὲν ἡ φύσις διάφορος. Οὐ γὰρ ἂν διεστῶτα τῇ φύσει τῇ ταυτότητι τῶν προσηγοριῶν διεσήμαινεν, ὁ ἑαυτῷ μαχόμενος. Ἀλλ' ἐπειδὴ εἷς ἐν Πατρὶ καὶ Υἱῷ ὁ τῆς οὐσίας λόγος, διὰ τοῦτο πάντως κυριωτάτην μὲν ἐκείνην, κυριωτάτην δὲ καὶ ταύτην εἶναί φησι. Μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ ἡ τῶν ἀνθρώπων συνήθεια, μηδενὶ τὸ κυριώτατον ἐφαρμόζουσα, ᾧ μὴ συναληθεύεται τῇ φύσει τὸ ὄνομα. Οἷον ἄνθρωπον ἐκ καταχρήσεως τὸ ὁμοίωμα λέγομεν· ἀλλὰ κυρίως τῇ φωνῇ ταύτῃ κατονομάζομεν τὸ ζῶον τὸ ἐν τῇ φύσει δεικνύμενον. Καὶ Θεὸν ὡσαύτως εἴδωλον ὅταν καὶ δαιμόνιον, καὶ κοιλίαν οἶδεν ὁ τῆς Γραφῆς λόγος προσαγορεύειν· ἀλλ' οὐχὶ καὶ τὸ κύ-
Yet so much for these matters. Perhaps it would be useful to survey in sequence the whole meaning of the statement of Eunomius set before us, running back to the beginning of his argument. For what we have just examined, owing to the glaring contrariety of what was said, readily moved us to begin our refutation from the final words. Now these things have been stated by Eunomius: When these matters have been thus divided, one might reasonably say that the most proper and first and only essence that has subsisted by the activity of the Father receives into itself the appellations of offspring, work, and creature. First, therefore, I wish those who pay heed to the discourse to be reminded that in his first treatise he says that the essence of the Father too is most proper, advancing his argument in these words: that the entire account of our dogmas is completed out of the supreme and most proper essence. And here he calls the essence of the Only-begotten most proper and first. Putting together Eunomius's utterances from either book, therefore, we shall bring forward this very man as a witness to the community of essence, since elsewhere he has declared something of this sort: that where things share the same appellations, their nature is in no way different. For this man who fights against himself would not signify things sundered in nature by identity of appellations; rather, since the account of essence in Father and Son is one, on this account altogether he says that the former is most proper, and that the latter too is most proper. Common human usage also bears witness to the argument, applying what is most proper to nothing in which the name does not hold true together with the nature: thus by catachresis we call a likeness a man, whereas properly by this term we designate the living being shown in nature; and likewise the word of Scripture knows how to call an idol at times, and a demon, and the belly a god, yet not the pro-
Notes, col. 648

On the reading

Printed λεληθος, for λεληθὸς.

PG 45:649Read from the page
ριον ἔχει καὶ τὰ ἄλλα πάντα κατὰ τὸν αὐτὸν τρόπον. Βεβρωκέναι τις κατὰ τὴν ἐνύπνιον φαντασίαν λέγεται· ἀλλ' οὐκ ἔστι κυρίαν βρῶσιν τὴν φαντασίαν εἰπεῖν. Ὥσπερ τοίνυν ἐπίσης δύο τινῶν ἀνθρώπων κατὰ φύσιν ὑφεστηκότων, ἑκάτερον αὐτῶν κυρίως τῇ φωνῇ προσαγορεύομεν τοῦ ἀνθρώπου. Εἰ δὲ τὴν ἄψυχόν τις εἰκόνα πρὸς τὸν κατὰ ἀλήθειαν ἄνθρωπον συνθεὶς ἀριθμήσειεν, δύο μὲν ἂν εἴποι, τόν τε ἀληθῶς ὄντα καὶ τὸ ὁμοίωμα, οὐκέτι δ' ἂν καὶ τὸ κύριον ἀμφοτέροις προσμαρτυρήσειεν. Οὕτως εἴπερ ἄλλο τι παρὰ τὴν τοῦ Πατρὸς οὐσίαν ἡ τοῦ Μονογενοῦς φύσις ὑπενοεῖτο, οὐκ ἂν κυριωτάτην ἑκατέραν τῶν οὐσιῶν ὁ λογογράφος ὠνόμασε. Πῶς γὰρ ἄν τις τὰ διαφέροντα τῇ φύσει, τῇ ταυτότητι τῶν ὀνομάτων σημάνειεν; Ἀλλ' ἔοικεν ἡ ἀλήθεια καὶ διὰ τῶν πολεμούντων αὐτῇ φανεροῦσθαι, μὴ δυναμένου καθάπαξ μηδὲ ἐν ταῖς τῶν ἐχθρῶν φωναῖς ὑπερισχύειν τῆς ἀληθείας τοῦ ψεύδους. Διὰ τοῦτο τῷ στόματι τῶν ἀντικειμένων καὶ μὴ εἰδότων ἃ λέγουσιν ὁ τῆς εὐσεβείας ἀνακηρύσσεται λόγος· καθάπερ καὶ ἐπὶ τοῦ Καϊάφα τὸ σωτήριον ὑπὲρ ἡμῶν τοῦ Κυρίου πάθος προηγόρευτο, οὐκ εἰδότος ὃ λέγει. Οὐκοῦν εἰ κοινὸν ἐπ' ἀμφοτέρων τῆς οὐσίας τὸ κυριώτατον, τοῦ Πατρὸς λέγω καὶ τοῦ Υἱοῦ· τίνα χώραν ἔχει τὸ παρηλλάχθαι τὰς οὐσίας ἀλλήλων λέγειν; Ἢ πῶς ἐν αὐταῖς ἡ πρὸς τὸ δυνατώτερόν τε καὶ μεῖζον καὶ προτιμότερον ἐνθεωρεῖται διαφορὰ, τῆς κυριωτάτης οὐσίας οὐδεμίαν παραδεχομένης ἐλάττωσιν; Τὸ γὰρ ἀτελῶς ὂν, ὅτιπερ ἂν ᾖ, κυρίως οὐκ ἔστιν, οὐ φύσις, οὐ δύναμις, οὐκ ἀξίωμα, οὐκ ἄλλο τι τῶν καθ' ἕκαστον θεωρουμένων οὐδέν· ὥστε ἡ κατ' οὐσίαν τοῦ Πατρὸς ὑπεροχὴ, καθὼς ἡ αἵρεσις βούλεται, τὸ ἀτελὲς τῆς οὐσίας τοῦ Μονογενοῦς διελέγχει. Εἰ οὖν ἀτελὴς, οὐ κυρία· εἰ δὲ κυριωτάτη, καὶ τελεία πάντως. Τέλειον γὰρ τὸ ἐλλιπὲς ὀνομάζεσθαι φύσιν αὐκ ἔχει. Ἀλλ' οὐδὲ συγκριτικῶς ἀντιπαρατιθεμένου τελείου πρὸς τέλειον, διαφοράν τινα κατὰ πλεονασμὸν ἢ ἔλλειψιν γινομένην δυνατὸν ἔστιν ἐπινοῆσαι. Μία γὰρ ἐπ' ἀμφοῖν, ὥσπερ ἐπὶ κανόνος, ἡ τελειότης, οὔτε κοιλαινομένη τῷ λείποντι, οὔτε ἀνωμαλοῦσα τῷ πλεονάζοντι. Τὴν μὲν οὖν ὑπὲρ τοῦ καθ' ἡμᾶς δόγματος τοῦ Εὐνομίου συνηγορίαν, ἱκανῶς ἐκ τῶν εἰρημένων ἔστιν ἰδεῖν· μᾶλλον δὲ οὐ τὴν ὑπὲρ ἡμῶν σπουδὴν, ἀλλὰ τὴν πρὸς ἑαυτὴν μάχην. Δι' ὧν γὰρ τὸ ἡμέτερον δόγμα τοῖς ἰδίοις συνίστησι λόγοις, καθ' ἑαυτοῦ τρέπει τὰ μηχανήματα. Ἡμεῖς δὲ πάλιν τοῖς γεγραμμένοις κατ' αὐτὴν τὴν λέξιν ἀκολουθήσομεν, ὡς ἂν φανερὸν γένοιτο πᾶσιν, ὅτι πλὴν τοῦ βούλεσθαι κακουργεῖν, οὐδεμίαν ἰσχὺν πρὸς τὴν κακίαν ὁ παρ' αὐτῶν λόγος ἔχει.
per quality of the name do all those other things possess in the same way. Someone is said in dream-fantasy to have eaten, yet one cannot call the fantasy real eating. Just as, therefore, when any two human beings equally subsist according to nature, we properly address each of them by the term man; whereas if someone were to put a lifeless image beside a man in truth and count them together, he might indeed say two—both him who truly exists and the likeness—yet he would no longer attest the proper sense to both: so too, if the nature of the Only-begotten were conceived of as something else beside the essence of the Father, the speech-writer would not have named either of the essences most proper. For how could anyone signify things differing in nature by identity of names? Rather, truth seems to be made manifest even through those who war against it, since falsehood is utterly unable to prevail over truth even in the voices of enemies. On this account, by the mouth of opponents who do not know what they say, the word of piety is proclaimed—just as in the case of Caiaphas too the saving passion of the Lord on our behalf was foretold, though he did not know what he was saying. Therefore, if what is most proper in essence is common to both—to the Father, I mean, and to the Son—what place is there for saying that the essences are altered from one another? Or how is a difference towards what is more powerful, greater, and more honourable beheld in them, when the most proper essence admits of no diminution? For that which exists imperfectly, whatever it may be, properly is not—neither nature, nor power, nor dignity, nor anything else at all of the things contemplated in each case; so that the superiority of the Father according to essence, just as the heresy wishes, convicts the essence of the Only-begotten of imperfection. If, then, it is imperfect, it is not proper; whereas if it is most proper, it is altogether perfect as well. For what is deficient has no nature to be named perfect. Nor indeed, when perfect is set comparatively beside perfect, is it possible to conceive of any difference arising by way of excess or defect; for perfection in both is one, as upon a straight rule, neither hollowed out by deficiency nor made uneven by excess. Eunomius's advocacy on behalf of our dogma can therefore be seen sufficiently from what has been said—or rather, not his zeal on our behalf, but its warfare against itself; for through the means by which he commends our dogma in his own words, he turns his engines against himself. And we shall again follow what is written word for word, so that it may become manifest to all that apart from wishing to work mischief, their argument has no strength for wickedness.
Ἀκούσωμεν τοίνυν τῶν εἰρημένων. Εἰκότως φαίη τις ἂν τὴν κυριωτάτην καὶ πρώτην καὶ μόνην ἐνεργείᾳ τοῦ Πατρὸς ὑποστᾶσαν οὐσίαν εἰς ἑαυτὴν δέχεσθαι τὰς τοῦ γεννήματος καὶ ποι-
Let us hear, then, what has been said: One might reasonably say that the most proper and first and only essence that has subsisted by the activity of the Father receives into itself the appellations of offspring and-
Notes, col. 649

On the reading

Printed αὐκ, for οὐκ.