μεν, τήν τε πρώτην καθ' ἣν ἐπλάσθημεν, καὶ τὴν δευτέραν καθ' ἣν ἀνεπλάσθημεν. Ἀλλ' οὐκ ἂν ἦν τῆς δευτέρας ἡμῶν κτίσεως χρεία, εἰ μὴ τὴν πρώτην δ⟨ ⟩ὰ τῆς παρακοῆς ἠχρειώσαμεν. Ἐκείνης τοίνυν παλαιωθείσης τε καὶ ἀφανισθείσης, ἔδει καινὴν ἐν Χριστῷ γενέσθαι κτίσιν, καθώς φησιν ὁ Ἀπόστολος. Οὐδὲν ἔτι τῶν πεπαλαιωμένων ἐπὶ τῆς δευτέρας κτίσεως ἀξιοῖ βλέπειν, Ἀπεκδυσάμενοι, λέγων, τὸν παλαιὸν ἄνθρωπον, σὺν ταῖς πράξεσι καὶ ταῖς ἐπιθυμίαις αὐτοῦ, ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ Θεὸν κτισθέντα· καὶ, Εἴ τις ἐν Χριστῷ, φησὶ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε καινά· εἷς γὰρ καὶ ὁ αὐτὸς τῆς ἀνθρωπίνης φύσεως ποιητὴς, καὶ τὸ κατ' ἀρχὰς καὶ τὸ μετὰ ταῦτα· τότε λαβὼν χοῦν ἀπὸ τῆς γῆς, τὸν ἄνθρωπον ἔπλασε· πάλιν λαβὼν τὸν ἐκ τῆς παρθενίας χοῦν, οὐχ ἁπλῶς τὸν ἄνθρωπον ἔπλασεν, ἀλλ' ἑαυτῷ περιέπλασε. Τότε ἔκτισεν, μετὰ ταῦτα ἐκτίσθη· τότε ὁ Λόγος σάρκα ἐποίησεν, μετὰ ταῦτα ὁ Λόγος σὰρξ ἐγένετο, ἵνα μετασκευάσῃ πρὸς πνεῦμα τὴν ἡμετέραν σάρκα διὰ τοῦ συμμετασχεῖν ἡμῖν σαρκότητος καὶ αἵματος. Ταύτης τοίνυν τῆς καινῆς ἐν Χριστῷ κτίσεως, ἧς ὁ αὐτὸς καθηγήσατο, πρωτότοκος ὠνομάσθη, πάντων ἀπαρχὴ γενόμενος, καὶ τῶν εἰς ζωὴν γεννωμένων, καὶ τῶν δι' ἀναστάσεως νεκρῶν ζωοποιουμένων, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ, καὶ ὅλον διὰ τῆς ἐν ἑαυτῷ ἀπαρχῆς συναγιάσῃ τὸ φύραμα. Ὅτι γὰρ οὐ κατὰ τὴν προαιώνιον ὕπαρξιν ἐφαρμόζεται τῷ Υἱῷ τὸ πρωτότοκον, ἡ τοῦ Μονογενοῦς προσηγορία διαμαρτύρεται. Ὁ γὰρ ἀληθῶς Μονογενὴς ἀδελφοὺς οὐκ ἔχει. Πῶς οὖν ἄν τις εἴη μονογενὴς ἐν ἀδελφοῖς ἀριθμούμενος; ἀλλ' ὡς λέγεται Θεὸς καὶ ἄνθρωπος, Υἱὸς Θεοῦ καὶ Υἱὸς ἀνθρώπου· μορφὴ γὰρ Θεοῦ καὶ μορφὴ δούλου, τὰ μὲν κατὰ τὴν ὑπάρχουσαν φύσιν ὢν, τὰ δὲ κατὰ τὴν φιλάνθρωπον οἰκονομίαν γενόμενος· οὕτω καὶ μονογενὴς Θεὸς ὢν, πρωτότοκος πάσης κτίσεως γίνεται, Μονογενὴς μὲν ὢν ἐν τῷ πατρῴῳ κόλπῳ, ἐν δὲ τοῖς διὰ τῆς καινῆς κτίσεως σωζομένοις πρωτότοκος τῆς κτίσεως καὶ γενόμενος καὶ λεγόμενος. Εἰ δὲ, καθὼς ἡ αἵρεσις βούλεται, διὰ τὸ προκατεσκευάσθαι τῆς λοιπῆς κτίσεως πρωτότοκος λέγεται, οὐ συμφωνεῖ τοῖς παρ' αὐτῶν περὶ τοῦ μονογενοῦς Θεοῦ κατασκευαζομένοις τὸ ὄνομα. Οὐ γὰρ τοῦτό φησιν, ὅτι Παρὰ τοῦ Πατρὸς ὁμοίως ὅ τε Υἱὸς καὶ τὰ πάντα ἐγένετο· ἀλλὰ ποίημα μὲν τοῦ Πατρὸς τὸν μονογενῆ Θεὸν λέγουσιν, τούτου δὲ τὰ ἄλλα πάντα· ᾧ τοίνυν λόγῳ κτισθῆναι τὸν Υἱὸν δογματίζοντες, Πατέρα τοῦ κτίσματος τὸν Θεὸν ὀνομάζουσι, τῷ αὐτῷ λόγῳ πάντως παρὰ τοῦ μονογενοῦς Θεοῦ τὰ πάντα κατεσκευάσθαι λέγοντες, οὐ πρωτότοκον τῶν δι' αὐτοῦ γεγενημένων, ἀλλὰ Πατέρα κυριώτερον αὐτὸν ὀνομάζουσι, τῆς αὐτῆς ἐπ' ἀμφοτέρων πρὸς τὰ κτίσματα σχέσεως, τὴν αὐτὴν κατὰ τὸ ἀκόλουθον προσηγορίαν ποιούσης. Εἰ γὰρ κυρίως τοῦ ἰδίου κτίσματος ὁ ἐπὶ πάντων Θεὸς οὐ πρωτότοκος, ἀλλὰ Πατὴρ ὀνομάζεται, τῷ αὐτῷ λόγῳ πάντως καὶ τῶν ἰδίων κτισμάτων Πατὴρ ὁ μονογενὴς Θεὸς οὐ πρω-
both the first, according to which we were fashioned, and the second, according to which we were refashioned. Yet there would have been no need of our second creation, had we not rendered the first useless through disobedience. When that one, therefore, had grown old and vanished away, it was necessary that a new creation come to be in Christ, just as the Apostle says. For he deems it right to look upon nothing more of the things grown old in the second creation, saying, Having stripped off the old man with his deeds and his desires, put on the new man created according to God; and, If anyone is in Christ, he says, he is a new creation: the ancient things have passed away; behold, they have become new. For one and the same is the Maker of human nature, both at the beginning and afterwards: then, having taken dust from the earth, He fashioned man; again, having taken the dust from virginity, He did not simply fashion man, but fashioned him round about Himself. Then He created, afterwards He was created; then the Word made flesh, afterwards the Word became flesh, so that He might refashion our flesh into spirit through sharing with us in flesh and blood. Of this new creation in Christ, therefore, in which He Himself led the way, He was named firstborn, having become the firstfruits of all, both of those begotten unto life and of the dead quickened through resurrection, so that He might be Lord both of the dead and of the living, and sanctify together the whole lump through the firstfruits in Himself. For that the title of firstborn does not apply to the Son according to His pre-eternal existence, the appellation of Only-begotten bears witness. For He Who is truly Only-begotten has no brethren. How then could anyone be only-begotten while numbered among brethren? Rather, as He is called God and man, Son of God and Son of man—being the form of God according to His existing nature, and having become the form of a servant according to His loving dispensation towards mankind—so too, though He is only-begotten God, He becomes firstborn of all creation, being Only-begotten in the paternal bosom, while among those saved through the new creation He both becomes and is called firstborn of creation. Yet if, just as the heresy wishes, He is called firstborn on account of having been fashioned before the rest of creation, the name does not agree with what they construct concerning the only-begotten God. For they do not say this, that both the Son and all things came to be alike from the Father; rather, they call the only-begotten God a work of the Father, and all other things a work of Him. By the same principle, therefore, by which in teaching as dogma that the Son was created they name God the Father of the creature, altogether by that very principle, in saying that all things were fashioned by the only-begotten God, they name Him not firstborn of the things brought into being through Him, but more properly Father, since the same relation towards creatures in both cases produces by consequence the same appellation. For if the God over all is properly named not firstborn, but Father of His own creature, by the same principle altogether the only-begotten God too, as Father of His own creatures, not first-