Migne Reading Room

PG 45 · cols. 472–481 · Read from the page

Against Eunomius, twelve books

Against Eunomius, twelve books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 45:472Read from the page
καὶ ἁγιασμὸς, καὶ εἰρήνη, καὶ ζωὴ, καὶ τὰ τοιαῦτα, πρὸ τοῦ τὸν Υἱὸν εἶναι, καθὼς τοῖς αἱρετικοῖς δοκεῖ, οὐδὲ ταῦτα ἦν πάντως. Τούτων δὲ μὴ ὄντων, κενὸν πάντως τῶν τοιούτων ἀγαθῶν τὸν πατρῷον ἐννοήσουσι κόλπον· ὡς ἂν οὖν μήτε ὁ Πατὴρ ἔρημός τε τῶν ἑαυτοῦ ἀγαθῶν ἐννοηθείη· μὴ δὲ εἰς ταύτην τὴν ἀτοπίαν ἐκπέσοι τὸ δόγμα, ἀναγκαίως κατὰ τὴν φωνὴν τοῦ Δεσπότου, τῇ ἀϊδιότητι τοῦ Πατρὸς ἡ περὶ τοῦ Υἱοῦ πίστις συνθεωρεῖται. Οὗ χάριν πάντα καταλιπὼν τὰ ὀνόματα ὅσα πρὸς ἔνδειξιν τῆς ὑπερκειμένης φύσεως λέγεται, τὴν τοῦ Πατρὸς κλῆσιν, ὡς ἐνδεικτικωτέραν τῆς ἀληθείας ἐκτίθεται ἡμῖν ἐπὶ τῆς πίστεως, ἥτις, καθὼς εἴρηται, τῇ σχετικῇ διανοίᾳ καὶ τὸν Υἱὸν μεθ' ἑαυτῆς συνενδείκνυται· τοῦ δὲ Υἱοῦ ὅς ἐστιν ἐν τῷ Πατρὶ, ἀεὶ ὄντος ὅπερ ἐστὶν, καθὼς εἴρηται καὶ ἐν τοῖς ἔμπροσθεν λόγοις· ὅτι τὸ Θεῖον τῇ φύσει τὴν πρὸς τὸ μεῖζον αὔξησιν οὐ προσδέχεται· οὐ γὰρ ὁρᾷ τι ἔξω ἑαυτοῦ ἄλλο ἀγαθὸν, οὗ κατὰ μετουσίαν προσλαμβάνει τὸ πλεῖον· ἀλλ' ἀεὶ ὡσαύτως ἔχοντος, οὔτε ἀποβάλλοντος ὃ ἔχει, οὔτε προσλαμβάνοντος ὃ μὴ ἔχει· οὔτε γάρ τι τῶν ἀποβλήτων ἔχει, καὶ εἴ τι μακάριον καὶ ἀκήρατον, καὶ ἀληθινὸν, καὶ ἀγαθὸν περὶ αὐτὸν καὶ ἐν αὐτῷ πάντως ἐστίν· ἀναγκαίως ὁρῶμεν, οὐκ ἐξ ἐπικτήσεως αὐτῷ προσγινόμενον τὸ Πνεῦμα τὸ ἀγαθόν τε καὶ ἅγιον· ὅπερ ἐστὶν εὐθὲς ἡγεμονικὸν, ζωοποιὸν, τὸ πάσης τῆς κτίσεως περικρατητικόν τε καὶ ἁγιαστικόν· ὃ πάντα ἐν πᾶσιν ἐνεργεῖ καθὼς βούλεται· ὡς μηδέν τι μεταξὺ διάλειμμα τοῦ Χριστοῦ πρὸς τὸ Χρίσμα νοεῖν, ἢ τοῦ βασιλέως πρὸς τὴν βασιλείαν· ἢ τῆς σοφίας πρὸς τὸ πνεῦμα τῆς σοφίας· ἢ τῆς ἀληθείας πρὸς τὸ πνεῦμα τῆς ἀληθείας· ἢ τῆς δυνάμεως, πρὸς τὸ πνεῦμα τῆς δυνάμεως· ἀλλ' ἐξ ἀϊδίου τῷ Πατρὶ ἐνθεωρουμένου τοῦ Υἱοῦ· ὅς ἐστι σοφία τε καὶ ἀλήθεια, καὶ βουλὴ, καὶ ἰσχὺς, καὶ γνῶσις, καὶ σύνεσις· ἐξ ἀϊδίου καὶ τὸ Πνεῦμα τὸ ἅγιον αὐτῷ συνθεωρεῖται· ὅπερ ἐστὶ Πνεῦμα σοφίας τε καὶ ἀληθείας, καὶ βουλῆς, καὶ συνέσεως· καὶ πάντα τὰ ἄλλα ὅσα ὁ Υἱός ἐστι καὶ ὀνομάζεται. Διὰ τοῦτό φαμεν συνημμένον ἅμα καὶ διακεκριμένον παραδεδόσθαι τοῖς ἁγίοις μαθηταῖς τὸ τῆς εὐσεβείας μυστήριον· τὸ δεῖν πιστεύειν εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· ἡ μὲν γὰρ τῶν ὑποστάσεων ἰδιότης, τρανήν τε καὶ ἀσύγχυτον ποιεῖται τὴν προσώπων διαστολήν· ἓν δὲ ὄνομα προκείμενεν τῆς κατὰ τὴν πίστιν ἐκθέσεως, σαφῶς ἡμῖν τὴν ἑνότητα τῆς οὐσίας τῶν ἐν τῇ πίστει προσώπων διερμηνεύει, Πατρός τε λέγω καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου· διὰ γὰρ τῶν κλήσεων τούτων, οὐ φύσεως διαφορὰν διδασκόμεθα, ἀλλὰ μόνας τὰς τῶν ὑποστάσεων γνωριστικὰς ἰδιότητας. Ὥστε γινώσκειν ἡμᾶς, μήτε Υἱὸν τὸν Πατέρα εἶναι, μήτε Πατέρα τὸν Υἱόν· μήτε Υἱὸν ἢ τὸν Πατέρα, ἢ τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλ' ἕκαστον ἐν τῷ ἰδιάζοντι τῆς ὑποστάσεως χαρακτῆρι γνωρίζειν· ἐν ἀορίστῳ τελειότητι, καὶ ἐφ' ἑαυτοῦ θεωρούμενον, καὶ ἀπὸ τοῦ συνημμένου οὐ διαιρούμενον
and sanctification, and peace, and life, and things of that kind, before the Son existed, as seems good to the heretics, neither did these things exist at all. And if these did not exist, they will conceive the paternal bosom to have been altogether void of such goods; in order, therefore, that neither the Father might be conceived as destitute of His own goods, nor our doctrine fall away into this absurdity, of necessity, according to the voice of the Master, faith concerning the Son is contemplated together with the eternity of the Father. For this reason, leaving aside all the names that are spoken by way of indicating the transcendent nature, He sets forth for us in the faith the appellation of the Father as more indicative of the truth, which, as has been said, by its relative sense indicates the Son also along with itself; and since the Son, Who is in the Father, always is what He is, as has also been said in the preceding discourses—because the Divine by nature does not admit of increase towards the greater, for It sees no other good outside Itself by participation in which It acquires more, but always remains in the same state, neither casting off what It has nor acquiring what It does not have; for neither has It anything of things worthy to be rejected, and whatever is blessed and undefiled, and true, and good is altogether around Him and in Him—we necessarily see that the Spirit Who is good and holy accrues to Him not by way of subsequent acquisition, Who is an upright governing principle, life-giving, comprehending and sanctifying the whole creation, Who works all things in all as He wills; so that one conceives no interval between the Christ and the Anointing, or between the king and the kingdom, or between wisdom and the spirit of wisdom, or between truth and the spirit of truth, or between power and the spirit of power; rather, as the Son is contemplated from eternity in the Father—Who is wisdom and truth, and counsel, and strength, and knowledge, and understanding—so too from eternity the Holy Spirit is contemplated together with Him, Who is the Spirit of wisdom and of truth, and of counsel, and of understanding, and all the other things whatsoever the Son is and is named. On this account we say that the mystery of godliness has been handed down to the holy disciples at once conjoined and distinguished: that one must believe in the name of the Father, and of the Son, and of the Holy Spirit; for the particularity of the hypostases makes the distinction of the persons clear and unconfused, while one name set forth in the exposition of the faith clearly interprets for us the unity of essence of the persons in the faith—I mean of Father and Son and Holy Spirit; for through these appellations we are taught no difference of nature, but only the characteristic properties that make known the hypostases. So that we recognize neither the Father to be Son, nor the Son to be Father, nor the Holy Spirit to be Son or the Father; but recognize each in the distinctive mark of His hypostasis, in boundless perfection, both contemplated in Himself and not divided from that with which He is conjoined
Τί οὖν σημαίνει τὸ ἀκατονόμαστον ὄνομα περὶ οὗ
What then does the unnameable name signify concerning which
Notes, col. 472

On the reading

Printed προκείμενεν, for προκείμενον.

PG 45:473Read from the page
εἰπὼν ὁ Κύριος; ὅτι βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα, οὐ προσέθηκεν αὐτὴν τὴν σημαντικὴν φωνὴν τὴν ὑπὸ τοῦ ὀνόματος δηλουμένην. Ταύτην ἔχομεν περὶ αὐτοῦ τὴν διάνοιαν· ὅτι πάντα τὰ ἐν τῇ κτίσει ὄντα, διὰ τῆς τῶν ὀνομάτων σημασίας περιλαμβάνεται· ἶτε γὰρ οὐρανὸν εἰπὼν, ἐπὶ τὸ δηλούμενον ὑπὸ τοῦ ὀνόματος κτίσμα τὴν διάνοιαν τοῦ ἀκούοντος ἤγαγε· καὶ ὁ ἀνθρώπου, ἤ τινος τῶν ζώων μνησθεὶς ἐπ' ὀνόματος, εὐθὺς τὸ εἶδος τοῦ ζώου τῷ ἀκηκοότι ἐνετυπώσατο· καὶ τὰ ἄλλα πάντα ὡσαύτως διὰ τῶν ἐπικειμένων ὀνομάτων ἐνζωγραφεῖται τῇ καρδίᾳ τοῦ διὰ τῆς ἀκοῆς παραδεξαμένου τὴν προσηγορίαν τὴν ἐπικειμένην τῷ πράγματι. Μόνη δὲ ἡ ἄκτιστος φύσις, ἡ ἐν τῷ Πατρί τε καὶ Υἱῷ καὶ Πνεύματι ἁγίῳ πιστευομένη, κρεῖττον πάσης ἐστὶν ὀνομαστικῆς σημασίας. Διὰ τοῦτο ὄνομα εἰπὼν ὁ Λόγος ἐν τῇ παραδόσει τῆς πίστεως, τὸ τί οὐ προσέθηκε· πῶς γὰρ ἂν εὑρεθείη ὄνομα ἐπὶ πράγματος ὃ ὑπὲρ πᾶν ἐστιν ὄνομα; Ἀλλ' ἐξουσίαν ἔδωκεν, ὅπως ἂν χωρήσῃ ἡ διάνοια ἡμῶν εὐσεβῶς κινουμένη εὑρεῖν τι ὄνομα τῆς ὑπερκειμένης φύσεως ἐνδεικτικόν· τοῦτο ὁμοίως ἐφαρμόζειν Πατρί τε καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, εἴτε τὸ ἀγαθὸν, εἴτε τὸ ἄφθαρτον, ὅπερ νομίσει ἕκαστος ἄξιον εἶναι πρὸς ἔνδειξιν τῆς ἀκηράτου παραλαμβάνεσθαι φύσεως· καὶ τοῦτο δέ μοι δοκεῖ διὰ τῆς ἐκθέσεως ταύτης νομοθετεῖν ὁ Λόγος· τὸ πεπεῖσθαι ἄῤῥητόν τε καὶ ἀκατάληπτον τὸ τῆς θείας οὐσίας εἶναι. Φανερὸν γὰρ ὅτι ἡ τοῦ Πατρὸς κλῆσις, οὐκ οὐσίας ἐστὶ παραστατική· ἀλλὰ τὴν πρὸς τὸν Υἱὸν σχέσιν ἀποσημαίνει· οὐκοῦν εἰ δυνατὸν ἦν τῇ ἀνθρωπίνῃ φύσει οὐσίαν διδαχθῆναι Θεοῦ· ὁ πάντας θέλων σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, οὐκ ἂν τὴν περὶ τούτου γνῶσιν ἀπεσιώπησεν. Νῦν δὲ τῷ μηδὲν περὶ τῆς οὐσίας εἰπεῖν, ἔδειξεν ὅτι ἐκείνης μὲν ἡ γνῶσις ἀμήχανος· ὃ δὲ χωροῦμεν μαθόντες, οὐδὲν τοῦ ἀχωρήτου δεόμεθα· ἀρκοῦσαν ἔχοντες πρὸς τὴν σωτηρίαν ἡμῶν τῆς παραδοθείσης διδασκαλίας τὴν πίστιν. Τὸ γὰρ μαθεῖν ὅτι ἐκεῖνός ἐστι τὸ ὄντως ὂν· ᾧ διὰ τῆς σχετικῆς ἐννοίας ἡ τοῦ Υἱοῦ μεγαλειότης συναναφαίνεται, ἡ τελειοτάτη διδασκαλία τῆς εὐσεβείας ἐστὶ, τοῦ Υἱοῦ, καθὼς εἴρηται, συνημμένως μεθ' ἑαυτοῦ τὸ Πνεῦμα τῆς ζωῆς τε καὶ ἀληθινὸν συνενδεικνυμένου· ἐπειδὴ αὐτός ἐστι καὶ ζωὴ καὶ ἀλήθεια.
the Lord spoke? Because in saying, baptizing them into the name, He did not add the significative utterance itself that is manifested by the name. We hold this thought concerning it: that all things that exist in creation are encompassed through the signification of names; for both he who said heaven led the mind of the hearer to the creature manifested by the name, and he who made mention by name of man or of one of the living creatures at once impressed the form of the living creature upon him who heard; and all other things likewise, through the names imposed upon them, are depicted in the heart of him who through hearing has received the appellation imposed upon the thing. Only the uncreated nature, which is believed in the Father and the Son and the Holy Spirit, surpasses all naming signification. On this account the Word, having said name in the delivery of the faith, did not add what it is; for how could a name be found for a reality that is above every name? Yet He gave authority, in whatever way our mind, piously moved, might prove able to find some name indicative of the transcendent nature, to apply this alike to Father and Son and Holy Spirit—whether the good, or the incorruptible, whatever each person shall deem worthy to be adopted towards indicating the undefiled nature; and this too the Word seems to me to legislate through this exposition: to be persuaded that that which belongs to the divine essence is ineffable and incomprehensible. For it is evident that the appellation of the Father is not presentative of essence, but signifies the relation towards the Son; therefore, if it had been possible for human nature to be taught the essence of God, He Who wills all men to be saved and to come to the knowledge of the truth would not have passed over in silence the knowledge concerning this. But as it is, by saying nothing concerning the essence, He showed that the knowledge of that is impossible, whereas having learned what we have capacity for, we have no need at all of what exceeds our capacity, possessing in the faith of the teaching handed down what suffices towards our salvation. For to learn that He is that which truly is, along with Whom, through the relative notion, the majesty of the Son is jointly manifested, is the most perfect teaching of godliness, since the Son, as has been said, jointly indicates in union with Himself the Spirit of life and truth, inasmuch as He Himself is both life and truth.
Τούτων οὕτω διῃρημένων, πᾶσαν αἱρετικὴν ὑπόληψιν ἐν τοῖς θείοις δόγμασιν ἀναθεματίζοντες, πιστεύομεν καθὼς ἐδιδάχθημεν ὑπὸ τῆς τοῦ Κυρίου φωνῆς, εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· ὁμολογοῦντες μετὰ τῆς πίστεως ταύτης, καὶ τὴν γενομένην παρὰ τοῦ Δεσπότου τῆς κτίσεως ὑπὲρ τῶν ἀνθρώπων οἰκονομίαν· Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών· καὶ σαρκωθεὶς ἐν τῇ ἁγίᾳ Παρθένῳ, ἐλυτρώσατο ἡμᾶς ἐκ τοῦ θανάτου· ἐν ᾧ κατειχόμεθα
These things having been thus distinguished, anathematizing every heretical supposition in the divine doctrines, we believe, as we were taught by the voice of the Lord, in the name of the Father and of the Son and of the Holy Spirit; confessing together with this faith also the dispensation accomplished on behalf of mankind by the Master of creation, Who, subsisting in the form of God, deemed it not a thing to be grasped to be equal to God, but emptied Himself, taking the form of a servant; and having become incarnate in the holy Virgin, He redeemed us from death, in which we were held fast
Notes, col. 473

On the reading

Printed ἶτε, for ὅ τε.

PG 45:476Read from the page
ὑπὸ τῆς ἁμαρτίας πεπραμένοι· δοὺς ἀντάλλαγμα τῆς λυτρώσεως τῶν ψυχῶν ἡμῶν, τὸ τίμιον αὐτοῦ αἷμα, ὃ ἐξέχεε διὰ τοῦ σταυροῦ· καὶ ὁδοποιήσας ἡμῖν δι' ἑαυτοῦ τὴν ἐκ νεκρῶν ἀνάστασιν· ἥξει γὰρ καιροῖς ἰδίοις ἐν τῇ δόξῃ τοῦ Πατρὸς κρῖναι πᾶσαν ψυχὴν ἐν δικαιοσύνῃ· ὅτε πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ· καὶ ἐξελεύσονται οἱ μὲν τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς· οἱ δὲ τὰ φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως. Ὡς ἂν μηδέ τινι τῶν ἁπλουστέρων ἀνεξετάστως παρεμπεσοῦσα ἡ αἱρετικὴ διαφορὰ, ἡ νῦν παρὰ τοῦ Εὐνομίου διασπειρομένη, βλάψειε τὴν ἀκέραιον, ἀναγκαίως προστιθέντες τὴν περιφερομένην παρ' αὐτῶν ἔκθεσιν, διελέγξαι τὴν κακίαν τοῦ δόγματος αὐτῶν πειρασόμεθα.
sold under sin; having given as a ransom for the redemption of our souls His precious blood, which He poured out through the cross, and having opened up a way for us through Himself to the resurrection from the dead; for He shall come in His own times in the glory of the Father to judge every soul in righteousness, when all who are in the tombs shall hear His voice, and shall come forth—those who have done good things unto the resurrection of life, and those who have practised evil things unto the resurrection of judgement. Lest, therefore, the heretical variance now being disseminated by Eunomius, slipping unexamined upon any of the simpler sort, should harm their uncorrupted faith, we shall necessarily set beside it the exposition circulated by them and endeavour to refute the wickedness of their dogma.
Ἔχει τοίνυν ἡ λέξις τοῦ δόγματος, οὕτω· Πιστεύομεν εἰς τὸν ἕνα καὶ μόνον ἀληθινὸν Θεὸν κατὰ τὴν αὐτοῦ τοῦ Κυρίου διδασκαλίαν· οὐκ ἐψευσμένῃ φωνῇ τιμῶντες αὐτόν· ἔστι γὰρ ἀψευδής· ἀλλ' ὄντως ὄντα φύσει τε καὶ δόξῃ Θεὸν ἕνα, ἀνάρχως, ἀϊδίως, ἀτελευτήτως, μόνον. Ὁ κατὰ τὴν τοῦ Κυρίου διδασκαλίαν πιστεύειν ἐπαγγειλάμενος, μὴ παρατρεπέτω τὴν παρὰ τοῦ Δεσπότου τῶν ὅλων γενομένην τῆς πίστεως ἔκθεσιν, πρὸς τὸ ἑαυτῷ δοκοῦν· ἀλλ' ἀκολουθείτω ταῖς παρὰ τῆς ἀληθείας φωναῖς. Ἐκεῖ τοίνυν τοῦ λόγου τῆς πίστεως περιέχοντος τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, τίνα συμφωνίαν ἔχει τὰ νῦν συντεθειμένα πρὸς τὰς τοῦ Δεσπότου φωνάς· ὥστε εἰς τὴν ἐκείνων διδασκαλίαν τὸ τοιοῦτον ἀναφέρειν δόγμα; Ποῦ τοίνυν εἶπε δεῖν πιστεύειν εἰς τὸν ἕνα καὶ μόνον ἀληθινὸν Θεὸν ἐν τοῖς Εὐαγγελίοις ὁ Κύριος· οὐκ ἂν ἔχοιεν ἐπιδεῖξαι, εἰ μή τι νέον ἐστὶ παρ' αὐτοῖς Εὐαγγέλιον· ἃ γὰρ ἐξ ἀρχαίων μέχρι τοῦ νῦν κατὰ διαδοχὴν ἐν ταῖς Ἐκκλησίαις ἀναγινώσκεται, ταύτην τὴν φωνὴν οὐ περιέγει τὴν λέγουσαν· δεῖν πιστεύειν ἢ βαπτίζειν εἰς τὸν ἕνα καὶ μόνον ἀληθινὸν Θεὸν, καθὼς οὗτοι λέγουσιν· ἀλλ' εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Ὡς δὲ ἡμεῖς παρὰ τῆς τοῦ Δεσπότου φωνῆς ἐδιδάχθημεν, τοῦτο φαμέν· ὅτι τὸ Ἕν οὐ τὸν Πατέρα σημαίνει μόνον, ἀλλὰ καὶ τὸν Υἱὸν τῷ Πατρὶ συνενδείκνυται· οὕτως ειπόντος τοῦ Κυρίου, ὅτι Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμέν. Ὁμοίως καὶ· τὸ θεότητος ὄνομα, ἐπίσης ἐπικέκληται, τῇ τε ἀρχῇ ἐν ᾗ ὁ Λόγος, καὶ τῷ ἐν τῇ ἀρχῇ ὄντι Λόγῳ· εἶπε γὰρ ὅτι καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· ὥστε καὶ ἐν τῷ τῆς θεότητος σημαινομένῳ ὁμοίως τῷ Πατρὶ καὶ τὸν Υἱὸν συνθεωρεῖσθαι. Πρὸς τούτοις δὲ καὶ τὸ ἀληθινὸν, ἄλλο τι παρὰ τὴν ἀλήθειαν νοηθῆναι οὐ δύναται· ὅτι δὲ ἀλήθεια ὁ Κύριος, οὐδεὶς ἀντιλέξει πάντως, εἰ μή τις εἴη τῆς ἀληθείας ἀλλότριος. Εἰ τοίνυν καὶ ἐν τῷ ἑνὶ ὁ Λόγος ἐστί· καὶ Θεός ἐστι, καὶ ἀλήθεια, καθὼς ἐν τοῖς Εὐαγγελίοις κηρύσσεται, εἰς ποίαν τοῦ Κυρίου διδασκαλίαν ἀναφέρει τὸ δόγμα, ὁ ταῖς διασταλτικαῖς ταύταις φωναῖς κεχρημένος; Ἡ γὰρ ἀντιδιαστολὴ τοῦ μόνου πρὸς τὸν μὴ μόνον, ἐστὶ καὶ τοῦ Θεοῦ πρὸς τὸν μὴ Θεόν· καὶ τοῦ ἀληθινοῦ πρὸς τὸν
The wording of the dogma, then, runs thus: We believe in the one and only true God according to the teaching of the Lord Himself, honouring Him with an unfeigned voice—for He is without falsehood—but as truly existing by nature and glory one God, without beginning, eternally, endlessly, alone. Let him who has professed to believe according to the teaching of the Lord not pervert towards what seems good to himself the exposition of the faith made by the Master of all things, but let him follow the utterances proceeding from the truth. Seeing, then, that there the word of the faith encompasses the name of the Father, and of the Son, and of the Holy Spirit, what accord have the things now put together with the utterances of the Master, so as to refer such a dogma to their teaching? Where, then, in the Gospels did the Lord say that one must believe in the one and only true God? They could not point it out, unless there is some new Gospel among them; for the things that from ancient times down to the present are read by succession in the Churches do not contain this utterance which says that one must believe or baptize into the one and only true God, as these men say, but into the name of the Father, and of the Son, and of the Holy Spirit. And as we were taught by the voice of the Master, this we say: that the One does not signify the Father alone, but also jointly indicates the Son along with the Father, since the Lord spoke thus: I and the Father are one. Likewise also, the name of Godhead has been equally applied both to the Beginning in which the Word was and to the Word Who was in the Beginning; for it said that the Word also was with God, and the Word was God, so that in the signification of Godhead as well the Son is contemplated together with the Father alike. Furthermore, that which is true cannot be conceived as anything other than the truth; and that the Lord is truth, no one at all will gainsay, unless someone should be alien to the truth. If, therefore, the Word is both in the One, and is God, and truth, as is proclaimed in the Gospels, to what teaching of the Lord does he who has employed these contrastive expressions refer his dogma? For the contradistinction of the only over against the not-only is also that of God over against the non-God, and of the true over against the
Notes, col. 476

On the reading

Printed περιέγει, for περιέχει.

Printed ειπόντος, for εἰπόντος.

PG 45:477Read from the page
μὴ ἀληθινόν· εἰ μὲν οὖν πρὸς τὰ εἴδωλα βλέποντες πρὸς ἐκεῖνα ποιοῦνται τὴν τῶν ῥημάτων ἀντιδιαίρεσιν, καὶ ἡμεῖς συντιθέμεθα· καθ' ὁμωνυμίαν γὰρ τὸ τῆς θεότητος ὄνομα τοῖς εἰδώλοις τῶν ἐθνῶν ἐπιλέγεται· Πάντες γὰρ οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια· καὶ ἄλλως πρὸς τὸ πλῆθος ἀντιδιαιρεῖ τὸν μόνον· καὶ πρὸς τὰ ψευδῆ τὸν ἀληθινόν· καὶ τοὺς μὴ ὄντας θεοὺς πρὸς τὸν ὄντα Θεόν. Εἰ δὲ πρὸς τὸν Μονογενῆ Θεὸν, ἡ ἀντιδιαίρεσις γίνεται, μαθέτωσαν οἱ σοφοί· ὅτι ἀλήθεια πρὸς μόνον τὸ ψεῦδος τὴν ἀντιδιαστολὴν ἔχει· καὶ Θεὸς πρὸς τὸν μὴ ὄντα Θεόν· τοῦ δὲ Κυρίου ὅς ἐστιν ἀλήθεια Θεοῦ ὄντος, καὶ ἐν τῷ Πατρὶ ὄντος· καὶ ἓν πρὸς τὸν Πατέρα ὄντος, αἱ διασταλτικαὶ αὗται φωναὶ ἐπὶ τοῦ δόγματος χώραν οὐκ ἔχουσιν· ὁ γὰρ ἀληθῶς εἰς τὸν ἕνα πιστεύων βλέπει ἐν τῷ ἑνὶ, τὸν διὰ πάντων αὐτῷ ἡνωμένον, ἐν ἀληθείᾳ τε καὶ θεότητι, καὶ οὐσίᾳ, καὶ ζωῇ, καὶ σοφίᾳ· καὶ πᾶσιν ἁπαξαπλῶς. Ἢ εἰ μὴ βλέπει ἐν τῷ ἑνὶ τὸν ταῦτα ὄντα, εἰς οὐδὲν ἔχει τὴν πίστιν, χωρὶς γὰρ Υἱοῦ Πατὴρ οὔτε ἐστὶν οὔτε λέγεται· οὔτε μὴν χωρὶς δυνάμεως ὁ δυνατός· οὔτε χωρὶς σοφίας ὁ σοφός· Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ σοφία Θεοῦ. Ὥστε ὁ τῆς δυνάμεως, ἢ τῆς ἀληθείας, ἢ τῆς σοφίας, ἢ τῆς ζωῆς, ἢ τοῦ ἀληθινοῦ φωτὸς ἐκτὸς βλέπειν φανταζόμενος, ἢ οὐδὲν βλέπει, ἢ τὸ κακὸν πάντως βλέπει· ἡ γὰρ τῶν ἀγαθῶν ὑπεξαίρεσις, τοῦ κακοῦ καὶ θέσις, καὶ ὕπαρξις γίνεται· Οὐκ ἐψευσμένῃ φωνῇ, φησὶ, τιμῶντες αὐτόν· ἔστι γὰρ ἀψευδής. Ταύτῃ τῇ φωνῇ εὔχομαι τὸν Εὐνόμιον ἐπιμένειν μαρτυροῦντα τῇ ἀληθείᾳ, ὅτι ἐστὶν ἀψευδής.
not-true; if, then, looking towards the idols they make the contradistinction of the terms with reference to those, we too agree; for by equivocation the name of Godhead is applied to the idols of the nations: For all the gods of the nations are demons; and in another respect one contradistinguishes the only over against the multitude, and the true over against things false, and those that are not gods over against the God Who is. But if the contradistinction is made over against the Only-begotten God, let the wise learn that truth has its contradistinction over against falsehood alone, and God over against him who is not God; whereas since the Lord, Who is truth, is God, and is in the Father, and is one in relation to the Father, these contrastive expressions have no place in the dogma; for he who truly believes in the One beholds in the One Him Who through all things is united with Him, in truth and Godhead, and essence, and life, and wisdom, and all things whatsoever without exception. Or if he does not behold in the One Him Who is these things, he holds his faith in nothing; for without a Son a Father neither is nor is spoken of, nor indeed without power the powerful, nor without wisdom the wise; for Christ is the power of God and the wisdom of God. So that he who imagines that he looks outside of power, or truth, or wisdom, or life, or the true light, either sees nothing or altogether sees evil; for the withdrawal of good things becomes both the positing and the subsistence of evil. Honouring Him, he says, with an unfeigned voice; for He is without falsehood. By this utterance I pray that Eunomius may abide, bearing witness to the truth, that He is without falsehood.
Εἰ γὰρ οὕτω φρονοίη ὅτι πᾶν τὸ παρὰ τοῦ Κυρίου λεγόμενον τοῦ ψεύδους κεχώρισται· πεισθήσεται πάντως ἀληθεύειν τὸν εἰπόντα· ὅτι Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι, δηλαδὴ ὅλος ἐν ὅλῳ· οὔτε τοῦ Πατρὸς ἐν τῷ Υἱῷ περιττεύοντος· οὔτε τοῦ Υἱοῦ ἐν τῷ Πατρὶ λείποντος· καὶ ὅτι Οὕτω χρὴ τιμᾶσθαι τὸν Υἱὸν καθὼς τιμᾶται ὁ Πατήρ· καὶ ὅτι Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα· καὶ ὅτι Οὐδεὶς εἶδε τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· καὶ ὅτι Καὶ τὸν Πατέρα οὐδεὶς ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱός. Δι' ὧν ἁπάντων, οὔτε δόξης, οὔτε οὐσίας, οὔτε ἄλλου τινὸς παραλλαγὴ ὑπονοεῖται ἐπὶ Πατρὸς καὶ Υἱοῦ τοῖς ταύτας τὰς φωνὰς ὡς ἀληθινὰς δεξαμένοις. Ὄντως ὄντα, φησὶ, φύσει τε καὶ δόξῃ Θεὸν ἕνα. Τὸ ὄντως ὂν, ἀντιδιαιρεῖται πρὸς τὸ μὴ ὄντως ὄν. Ἔστι δὲ ὄντως ὂν, ἕκαστον τῶν ὄντων καθό ἐστιν· τὸ δὲ μέχρι φαντασίας τινὸς καὶ ὑπονοίας δοκοῦν μὲν εἶναι, μὴ ὂν δὲ, τοῦτο οὐκ ὄντως ἐστίν· ὡς τὸ ἐνύπνιον, φάσμα, ἢ ὁ ἐπὶ τῆς εἰκόνος ἄνθρωπος. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα μέχρι φαντασίας ὄντα τὸ ὄντως εἶναι οὐκ ἔχει. Εἰ μὲν οὖν κατὰ τὴν Ἰουδαϊκὴν ὑπόληψιν κατασκευάζουσι καθόλου μὴ εἶναι τὸν Μονογενῆ Θεόν· καλῶς τῷ Πατρὶ μόνῳ τὸ ὄντως εἶναι προσμαρτυροῦσιν. Εἰ δὲ οὐκ ἀρνοῦνται τὸν πάντων ποιητὴν ὅτι ἐστὶν, πεισθήτωσαν μὴ ἀποστερεῖν τὸν ὄντα τοῦ ὄντως εἶναι· ὃς ἑαυτὸν ἐν τῇ γενομένῃ Μωϋσῇ θεοφανείᾳ, ὄντα ὠνόμασεν, εἰπὼν ὅτι Ἐγώ εἰμι ὁ ὤν· καθὼς ὁ Εὐνόμιος ἐν τοῖς ἐφεξῆς λόγοις, τούτῳ συν-
For if he should think thus, that everything spoken by the Lord is separated from falsehood, he will altogether be persuaded that He speaks truth Who said: I am in the Father and the Father is in Me—plainly the whole in the whole, neither the Father exceeding in the Son nor the Son falling short in the Father; and that Thus must the Son be honoured even as the Father is honoured; and that He who has seen Me has seen the Father; and that No one has seen the Son save the Father; and that Nor does anyone know the Father save the Son. Through all of which, no variation either of glory, or of essence, or of anything else is suspected in the case of Father and Son by those who have received these utterances as true. Truly existing, he says, by nature and glory one God. That which truly is stands contradistinguished over against that which truly is not. Now each of existing things truly is insofar as it is; whereas that which up to the point of some fantasy and surmise seems indeed to be, yet is not, this does not truly exist—like a dream, a phantom, or the man in a picture. For these and things of that sort, existing only as far as fantasy, do not possess true being. If, then, in accordance with the Jewish supposition they maintain that the Only-begotten God does not exist at all, they do well in bearing witness to the Father alone as possessing true being. But if they do not deny that the Maker of all things exists, let them be persuaded not to deprive Him Who is of truly being—Who in the theophany that took place to Moses named Himself He Who is, saying: I am He Who is; just as Eunomius in his subsequent words a-
PG 45:480Read from the page
τίθεται αὐτὸν εἶναι λέγων, τὸν τῷ Μωϋσῇ φανέντα. Εἶτα φύσει τε καὶ δόξῃ Θεόν φησιν ἕνα. Εἰ μὲν οὖν ἐστιν ὁ Θεὸς χωρὶς τοῦ εἶναι φύσει Θεὸς, αὐτὸς ἂν εἰδείη ὁ ταῦτα λέγων· εἰ δὲ οὐκ ἔστι Θεὸς ὁ μὴ φύσει Θεὸς ὢν, μαθέτωσαν παρὰ τοῦ μεγάλου Παύλου, ὅτι οἱ δουλεύοντες τοῖς μὴ φύσει θεοῖς, Θεῷ οὐ δουλεύουσιν· ἡμεῖς δὲ δουλεύομεν Θεῷ ζῶντί τε καὶ ἀληθινῷ· καθὼς ὁ Ἀπόστολος λέγει· ᾯ δὲ δουλεύομεν, Ἰησοῦς ἐστιν ὁ Χριστός. Τούτῳ γὰρ καὶ ὁ ἀπόστολος Παῦλος δουλεύειν καυχᾶται, λέγων· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ. Ἡμεῖς τοίνυν οἱ μηκέτι δουλεύοντες τοῖς φύσει μὴ οὖσι θεοῖς, ἐπέγνωμεν τὸν φύσει ὄντα Θεὸν, ᾯ πᾶν γόνυ κάμπτει ἐπουρανίων, καὶ ἐπιγείων καὶ καταχθονίων. Οὐκ ἂν δὲ ἐδουλεύσαμεν, εἰ μὴ ἐπιστεύσαμεν, ὅτι οὗτός ἐστιν ὁ ζῶν τε ἀληθινὸς Θεός· ᾧ πᾶσα γλῶσσα ἐξομολογεῖται, ὅτι Κύριος Ἰησοῦς εἰς δόξαν Θεοῦ Πατρός.
grees, saying that He Himself is the One Who appeared to Moses. Next he says, both by nature and by glory one God. Now if God exists apart from being God by nature, let him who says these things know of it himself; whereas if one who is not God by nature is not God, let them learn from the great Paul that those who serve them that by nature are not gods do not serve God; we, however, serve the living and true God, even as the Apostle says: And He Whom we serve is Jesus the Christ. For to serve Him the apostle Paul himself also boasts, saying: Paul, a servant of Jesus Christ. We, therefore, who no longer serve them that by nature are not gods, have come to know Him Who by nature is God, to Whom every knee bows, of things in heaven, and things on earth, and things under the earth. Nor should we have served Him had we not believed that He is the living and true God, to Whom every tongue confesses that Jesus is Lord, to the glory of God the Father.
Θεὸν, φησὶν, ἕνα, ἀνάρχως, ἀϊδίως, ἀτελευτήτως μόνον. Πάλιν νοήσατε, ἄκακοι, πανουργίαν, φησὶν ὁ Σολομών· μή ποτε εἰς ἄρνησιν τῆς τοῦ Μονογενοῦς θεότητος ἀπατηθέντες ἐκπέσητε. Ἀτελεύτητόν ἐστι τὸ θανάτου καὶ φθορᾶς ἀνεπίδεκτον. Ὡσαύτως καὶ ἀΐδιον τὸ μὴ πρόςκαιρον λέγεται. Ὃ τοίνυν μήτε ἀΐδιόν ἐστι, μήτε ἀτελεύτητον· τοῦτο πάντως ἐν τῇ φθαρτῇ τε καὶ ἐπικήρῳ θεωρεῖται φύσει. Οὐκοῦν ὁ τὸ ἀτελεύτητον τῷ ἑνὶ καὶ μόνῳ προσμαρτυρῶν θεῷ· μὴ συμπεριλαμβάνων δὲ τὸν Υἱὸν τῇ τοῦ ἀτελευτήτου καὶ ἀϊδίου σημασίᾳ, φθαρτὸν αὐτὸν εἶναι καὶ πρόςκαιρον διὰ τοῦ τοιούτου λόγου κατασκευάζει, τὸν τῷ ἀϊδίῳ καὶ ἀτελευτήτῳ ἀντιδιαστελλόμενον. Ἡμεῖς δὲ κἂν ἀκούσωμεν ὅτι μόνος ὁ Θεὸς ἔχει τὴν ἀθανασίαν, τὸν Υἱὸν διὰ τῆς ἀθανασίας νοοῦμεν. Ἀθανασία γάρ ἐστιν ἡ ζωή· κἂν λέγηται φῶς οἰκεῖν ἀπρόσιτον. Πάλιν τὸ ἀληθινὸν φῶς, ὅπερ ἐστὶ τῷ ψεύδει ἀπρόσιτον, τὸν Μονογενῆ νοεῖσθαι οὐκ ἀμφιβάλλομεν, ἐν ᾧ τὸν Πατέρα εἶναι παρ' αὐτῆς τῆς ἀληθείας ἐμάθομεν. Ἐκ τούτων δὲ ὁ ἀκροατὴς, ἐπιλεξάσθω τὸ εὐσεβέστερον, εἴτε οὕτω χρὴ περὶ τοῦ Μονογενοῦς θεοπρεπῶς δοξάζειν· εἴτε φθαρτόν τε καὶ πρόςκαιρον εἶναι λέγειν, ὡς ὑφηγεῖται ἡ αἵρεσις. Οὐ τὴν οὐσίαν, φησὶ, καθ' ἣν ἐστιν εἷς, χωριζόμενον εις πλείους· ἢ ἄλλοτε ἄλλον γινόμενον, ἢ τοῦ εἶναι ὅ ἐστι μεθιστάμενον, οὐδὲ ἐκ μιᾶς οὐσίας εις ὑπόστασιν τρισσὴν σχηματιζόμενον. Πάντη γὰρ καὶ καθάπαξ ἐστὶν εἷς, κατὰ τὰ αὐτά τε καὶ ὡσαύτως διαμένων μόνος. Ἐκ τούτων δὲ τῶν παρατεθέντων προσήκει τὸν συνετὸν ἀκροατὴν διακρῖναι, πρῶτον μὲν τὰ χωρὶς διανοίας ἐκριφέντα τῷ λόγῳ διάκενα ῥήματα ἀπὸ τῶν δοκούντων νοῦν ἔχειν. Μετὰ ταῦτα δὲ τὴν εὑρισκομένην ἐν τοῖς ὑπολοίποις διάνοιαν τῶν εἰρημένων ἐπισκοπεῖν, ει συμβαίνει τῇ περὶ τὸν Χριστὸν εὐσεβείᾳ.
One God, he says, without beginning, eternally, endlessly, alone. Once again, understand, O simple ones, subtlety, says Solomon, lest haply, being deceived, you fall away into a denial of the Godhead of the Only-begotten. Endless is that which is unsusceptible of death and corruption. Likewise also eternal is spoken of that which is not temporary. Whatever, then, is neither eternal nor endless, this is altogether contemplated in the corruptible and perishable nature. Therefore he who bears witness to endlessness as belonging to the one and only God, yet does not include the Son in the signification of the endless and eternal, by such an argument maintains that He is corruptible and temporary, setting Him in contradistinction to the eternal and endless. We, however, even if we hear that God alone has immortality, understand the Son through immortality. For life is immortality; and even if He be said to dwell in light unapproachable, again we do not doubt that the true light, which is unapproachable by falsehood, is understood to be the Only-begotten, in Whom we have learned from the Truth Himself that the Father is. From these things let the hearer choose the more pious view: whether one ought thus to hold opinions concerning the Only-begotten in a manner worthy of God, or to say that He is corruptible and temporary, as the heresy leads the way in teaching. Not in the essence, he says, according to which He is one, being separated into several, or becoming at one time one and at another time another, or shifting from being what He is, nor out of one essence being fashioned into a threefold hypostasis. For altogether and once for all He is one, remaining in the same respects and in like manner alone. Now from these statements that have been set beside us it befits the intelligent hearer to distinguish, first, the empty words cast forth in his discourse without meaning from those that seem to possess sense; and after these things, to examine the meaning found in the remainder of what has been said, whether it accords with godliness concerning Christ.
Τὰ μὲν οὖν πρῶτα τῶν παρατεθέντων καθόλου πάσης καὶ καλῆς καὶ κακῆς διανοίας κεχώρισται. Τίνα γὰρ
Now the first of the statements set forth are altogether divorced from every meaning, whether good or bad. For what
Notes, col. 480

On the reading

Printed εις, for εἰς.

Printed ει, for εἰ.

PG 45:481Read from the page
διάνοιαν ἔχει τὸ, οὐ τὴν οὐσίαν καθ' ἣν ἐστιν εἷς, χωριζόμενον εἰς πλείους, ἢ ἄλλοτε ἄλλον γινόμενον, ἢ του εἶναι ὃ ἐστιν μεθιστάμενον; Οὔτ' ἂν αὐτὸς εἴποι· οὔτε τινὰ τῶν συμμαχούντων αὐτῷ νομίζω δύνασθαι ἂν ἐξευρεῖν σκιάν τινα διανοίας ἐν τοῖς εἰρημένοις. Οὐ τὴν οὐσίαν καθ' ἣν ἐστιν εἷς. Χωριζόμενον αὐτὸν λέγει τῆς οὐσίας αὐτοῦ, μὴ χωρίζεσθαι, ἢ τὴν οὐσίαν λέγει ἀπ' αὐτοῦ μὴ μερίζεσθαι. Ψόφος τίς ἐστι, καὶ ἦχος μάταιος εἰκῆ συγκείμενος, ὁ ἀσήμαντος οὗτος λόγος. Καὶ τί χρὴ παραμένειν τῇ ἐξετάσει τῶν ἀδιανοήτων τούτων ῥημάτων; Πῶς γάρ τις τῆς ἑαυτοῦ οὐσίας χωρισθεὶς ἐν τῷ εἶναι μένει; Ἢ πῶς ἡ οὐσία τινὸς μερισθεῖσα, ἐφ' ἑαυτῆς δείκνυται; Ἢ πῶς ἐστι δυνατὸν ἀπὸ τοῦ ἐν ᾧ ἐστιν ἐκβάντα, ἄλλον γενέσθαι ἔξω ἑαυτοῦ γενόμενον; Ἀλλ' οὐδὲ ἐκ μιᾶς, φησὶν, οὐσίας εις ὑποστάσεις τρεῖς σχηματιζόμενον. Παντὶ γὰρ καθάπαξ ἐστὶν εἷς, κατὰ τὰ αὐτά τε καὶ ὡσαύτως διαμένων μόνος. Τὸ μὲν οὖν ἀδιανόητον ἐν τοῖς εἰρημένοις, παντὶ δῆλον εἶναι καὶ πρὸ τῶν ἡμετέρων οἶμαι λόγων· τούτοις δὲ ἀντιλεγέτω ὁ νομίζων εἶναί τινα ἐν τοῖς λεγομένοις νοῦν ἢ διάνοιαν· ὁ γὰρ κρίνειν ἐπεσκεμμένος λόγου δύναμιν, ἀπαξιώσει τοῖς ἀνυποστάτοις συμπλέκεσθαι. Τίνα γὰρ ισχὺν ἔχει κατὰ τοῦ ἡμετέρου δόγματος, τὸ λέγειν, Οὐ τὴν οὐσίαν, καθ' ἣν ἐστιν εἷς χωριζόμενον, ἢ μεριζόμενον εις πλείους, ἢ ἄλλοτε ἄλλον γινόμενον· ἢ τοῦ εἶναι ὃ ἐστι μεθιστάμενον· οὔτε ἐκ μιᾶς οὐσίας εις ὑποστάσεις τρεῖς σχηματιζόμενον; Ἃ μήτε λέγεται παρὰ τῶν Χριστιανῶν, μήτε πιστεύεται· μήτε ἐκ τοῦ ἀκολούθου διὰ τῶν παρ' ἡμῖν ὁμολογουμένων νοεῖται. Τίς γὰρ εἶπε τοῦτό ποτε, ἢ λέγοντος ἤκουσεν ἐν τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, ὅτι ὁ Πατὴρ τὴν οὐσίαν ἢ χωρίζεται ἢ μερίζεται, ἢ ἄλλοτε ἄλλος γίνεται, ἔξω ἑαυτοῦ γινόμενος, ἢ εἰς ὑποστάσεις τρεῖς σχηματίζεται; Ἑαυτῷ ταῦτα λαλεῖ ὁ Εὐνόμιος· οὐ πρὸς ἡμᾶς μαχόμενος, ἀλλ' ἰδίας φληνάφους εἴρων· πολλὴν καταμίξας τῇ ἀσεβείᾳ τῶν λεγομένων τὴν ἄνοιαν. Ἡμεῖς γὰρ ἐπίσης ἀσεβές τε καὶ ἄθεον λέγομεν, καὶ τὸ κτιστὸν λέγειν τὸν Δεσπότην τῆς κτίσεως· καὶ τὸ οἴεσθαι τὸν Πατέρα καθό ἐστι, χωρίζεσθαι ἢ τέμνεσθαι, ἢ ἑαυτοῦ ἐξίστασθαι, ἢ εἰς ὑποστάσεις τρεῖς σχηματίζεσθαι· ὥσπερ τινὰ πηλὸν, ἢ κηρὸν, ἐν μορφαῖς διαφόροις διαπλασσόμενον.
meaning does this hold: not in the essence according to which He is one, being separated into several, or becoming at one time one and at another time another, or shifting from being what He is? Neither could he say it himself, nor do I think that any of those fighting on his side could discover any shadow of meaning in what has been said. Not in the essence according to which He is one. Does he say that He, being separated from His essence, is not separated, or does he say that His essence is not divided from Him? This meaningless discourse is a mere noise and an empty sound put together at random. And what need is there to linger over the examination of these unintelligible words? For how does anyone, once separated from his own essence, remain in being? Or how is the essence of anyone, once divided, displayed in itself? Or how is it possible for one, having stepped outside of that wherein he is, to become another by coming to be outside himself? Yet neither out of one essence, he says, being fashioned into three hypostases. For in all He is once for all one, remaining in the same respects and in like manner alone. Now the unintelligibility in what has been said is, I think, plain to everyone even prior to our arguments; let him contradict these who supposes that there is some sense or meaning in what is said, for he who has practised judging the force of an argument will disdain to entangle himself with baseless fictions. For what force against our dogma has it to say: Not in the essence according to which He is one, being separated or divided into several, or becoming at one time one and at another time another, or shifting from being what He is, nor out of one essence being fashioned into three hypostases?—things which are neither spoken by Christians, nor believed, nor understood by consequence through the things confessed among us. For who ever said this, or heard anyone say in the Church of God, that the Father in respect of essence is either separated or divided, or becomes at one time one and at another time another, coming to be outside Himself, or is fashioned into three hypostases? Eunomius chatters these things to himself, not contending against us, but stringing together his own idle babblings, having mingled much folly with the impiety of his words. For we pronounce it equally impious and godless both to call the Master of creation created, and to suppose that the Father, insofar as He is, is separated or cut up, or departs from Himself, or is fashioned into three hypostases, like some clay or wax moulded in diverse forms.
Ἀλλὰ τοὺς ἐφεξῆς λόγους σκεψώμεθα. Πάντη γὰρ καὶ καθάπαξ ἐστὶν εἷς· κατὰ τὰ αὐτά τε καὶ ὡσαύτως διαμένων μόνος. Εἰ περὶ τοῦ Πατρὸς λέγει, τοῦτο καὶ ἡμεῖς συντιθέμεθα. Εἷς γάρ ἐστιν ὡς ἀληθῶς ὁ Πατὴρ, μόνος καὶ πάντη καθάπαξ κατὰ τὰ αὐτά τε καὶ ὡσαύτως ἔχων. Καὶ οὐδέ ποτε ὅπερ ἐστὶν, οὔτε μὴ ὢν, οὔτε μὴ ἐσόμενος. Εἰ τοίνυν πρὸς τὸν Πατέρα βλέπει ἡ τοιαύτη φωνὴ, μὴ μαχέσθω τῷ δόγματι τῆς εὐσεβείας, συμφωνῶν τῇ Ἐκκλησίᾳ κατὰ τοῦτο τὸ μέρος· ὁ γὰρ ὁμολογῶν τὸν Πατέρα πάντοτε καὶ ὡσαύτως ἔχειν, ἕνα καὶ μόνον ὄντα, τὸν τῆς εὐσεβείας κρατύνει λόγον· βλέπων ἐν τῷ Πατρὶ
But let us consider his subsequent words. For altogether and once for all He is one, remaining in the same respects and in like manner alone. If he speaks concerning the Father, to this we too agree. For the Father truly is one, alone and altogether once for all remaining in the same respects and in like manner; and never what He is either not being or not about to be. If, therefore, such an utterance looks towards the Father, let him not fight against the dogma of godliness when agreeing with the Church in this part; for he who confesses that the Father always and in like manner remains, being one and alone, strengthens the doctrine of godliness, beholding in the Father
Notes, col. 481

On the reading

Printed του, for τοῦ.

Printed εις, for εἰς.

Printed ισχὺν, for ἰσχὺν.