Migne Reading Room

PG 45 · cols. 436–445 · Read from the page

Against Eunomius, twelve books

Against Eunomius, twelve books

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 45:436Read from the page
τὴρ, οὐδεμιᾶς σωρείας ἐπιτηδευμάτων περὶ αὐτὸν νοουμένης, οὐδὲν ἄλλο, ἢ ὅλος αὐτὸς ἑαυτοῦ ὅλου πρεσβύτερός τε καὶ μεταγενέστερος γίνεται· κατὰ μὲν τὸ ἀγέννητον, ἑαυτοῦ προτερεύων, κατὰ δὲ τὴν τοῦ Πατρὸς ἔννοιαν, ἑαυτοῦ γενόμενος δεύτερος· εἰ δὲ καθώς φησι περὶ τοῦ Θεοῦ ὁ Προφήτης, ὅτι Ὁ αὐτός ἐστι· μάταιος ὁ λέγων, ὅτι πρὶν γεννῆσαι, οὐκ ἦν ἀγέννητος· ὅτι οὐδέτερον τούτων χωρὶς τοῦ ἑτέρου εὑρίσκεται, οὔτε τοῦ Πατρὸς τὸ ὄνομα, οὔτε τοῦ ἀγεννήτου. Ἀλλ' ὁμοῦ τὰ δύο, καὶ μετ' ἀλλήλων ταῖς διανοίαις τῶν εὐσεβῶς λογιζομένων ἐγγίνεται τὰ νοήματα. Καὶ γὰρ ἐξ ἀϊδίου Πατὴρ ὁ Θεὸς, καὶ Πατὴρ ἀΐδιος, καὶ πάντα ὅσα εὐσεβῶς λέγεται, κατὰ ταύτὴν ὀνομάζεται, τῆς χρονικῆς ταύτης, καθὼς ἔφαμεν, ἀκολουθίας καὶ τάξεως ἐπὶ τῆς προαιωνίου φύσεως ἀργούσης.
father, with no heap of pursuits being conceived around Him, nothing else follows than that He Himself as a whole becomes both elder and later than His whole self: according to unbegottenness preceding Himself, and according to the concept of the Father having become second to Himself; whereas if, just as the Prophet says concerning God, He is the same, vain is he who says that before He begot He was not unbegotten; for neither of these two is found apart from the other, neither the name of the Father nor that of the unbegotten. Rather, the two concepts arise at once and along with one another in the minds of those who reckon devoutly. For indeed from eternity God is Father, and eternal Father, and all things whatsoever that are devoutly spoken are named after this same manner, since this temporal sequence and order, as we said, lies idle in the case of the pre-eternal nature.
Ἴδωμεν δὲ καὶ τὰ λοιπὰ τῆς διαλεκτικῆς εὐστροφίας, ἃ καὶ αὐτὸς γελοῖά τε ἅμα, καὶ ἐλεεινά φησιν εἶναι. Καλῶς τοῦτο λέγων. Πλατὺς γὰρ ὡς ἀληθῶς ἐν τοῖς εἰρημένοις ὁ γέλως, μᾶλλον δὲ πολὺς ὁ θρῆνος ἐπὶ τῇ κατεχούσῃ τὴν ψυχὴν ἀπάτῃ· ἐπειδὴ γὰρ κατά τι σημαινόμενον ὁ Πατὴρ καὶ τὴν τοῦ ἀγεννήτου περιείληφεν ἔννοιαν, ὡς ὁ ἡμέτερος λόγος, μεταβαλὼν τὴν κυρίαν τοῦ Πατρὸς σημασίαν εἰς τὸ ἀγέννητον, τάδε φησίν· Εἰ γὰρ ταὐτόν ἐστιν εἰπεῖν, ἀγέννητος, ἢ Πατὴρ, ἐξέσται ἡμῖν καταλιποῦσι τὴν τοῦ Πατρὸς φωνὴν, μεταλαβοῦσι δὲ τὸ ἀγέννητον, εἰπεῖν· Ὁ ἀγέννητος, Υἱοῦ ἐστιν ἀγέννητος. Ὥσπερ γὰρ ἀγέννητος Υἱοῦ Πατὴρ, οὕτως ἔμπαλιν Υἱοῦ ἀγέννητος ὁ Πατήρ. Ἔπεισί μοι λοιπὸν θαυμάζειν τὸν ἄνδρα τῆς εὐμηχανίας, καὶ πολύτροπον αὐτοῦ, καὶ ποικίλον τῆς εἰς τὰ δόγματα παιδείας, ὑπὲρ τὴν τῶν πολλῶν εἶναι δύναμιν οἴεσθαι. Τὸ μὲν εἰρημένον παρὰ τοῦ διδασκάλου ἡμῶν, εἷς λόγος ἐν βραχεῖ τὴν περιγραφὴν ἔχων, τὸ δυνατὸν εἶναι καὶ διὰ τῆς τοῦ Πατρὸς προσηγορίας τὴν ἀγεννησίαν σημαίνεσθαι· τὰ δὲ παρὰ τούτου τοσαῦτα, ὧν τὸ πλῆθος οὐκ ἐν τῇ διαφορᾷ τῶν νενοημένων ἐστὶν, ἀλλ' ἐν τῇ περιόδῳ καὶ ἀναστροφῇ τῶν ὁμοίων ῥημάτων. Καθάπερ γὰρ οἱ τὴν μύλην κεκαλυμμένοις τοῖς ὀφθαλμοῖς περιθέοντες, ἐν πολλῇ τῇ ὁδοιπορίᾳ κατὰ τὸν αὐτὸν μένουσι τόπον· οὕτως ἀεὶ περὶ τὰ αὐτὰ στρέφεται, καὶ τῶν αὐτῶν οὐκ ἀφίσταται.
Let us look at the rest of his dialectical nimbleness as well, which he himself says is at once laughable and pitiable—speaking well in saying this. For broad in truth is the laughter over what he has said, or rather great is the lamentation over the deceit holding fast his soul; for since according to a certain signification Father has also encompassed the concept of the unbegotten, as our argument states, altering the proper meaning of Father into the unbegotten, he speaks thus: For if it is the same thing to say unbegotten or Father, it will be permissible for us, leaving aside the term Father and taking instead the unbegotten, to say: The unbegotten is unbegotten of the Son. For just as the unbegotten is Father of the Son, so conversely the Father is unbegotten of the Son. It comes over me at last to marvel at the man for his resourcefulness, and to think the versatility and variety of his training in doctrines to be beyond the capacity of the many. What was spoken by our master is a single statement circumscribed in brief: that it is possible through the appellation of the Father for unbegottenness also to be signified; whereas the things put forth by this man are so many, whose multitude consists not in diversity of thoughts, rather in the circling and turning back and forth of like expressions. For just as those who run round the mill with bandaged eyes abide in the very same spot despite much travelling, so he ever turns round the same things and does not depart from the same.
Εἶπεν ἅπαξ ἐπιχλευάζων, ὅτι Οὐ τὸ γεννῆσαι σημαίνει ὁ Πατὴρ, ἀλλὰ τὸ ἐξ οὐδενὸς εἶναι. Πάλιν τὸ ὅμοιον ἔπλεξεν· Εἰ Πατὴρ τὸ ἀγέννητον σημαίνει, πρὶν γεννῆσαι οὐκ ἦν ἀγέννητος. Εἶτα ἐκ τρίτου ἐπὶ τὰ αὐτὰ ἐπανέρχεται. Ἔξεστι γὰρ, φησὶ, μεταλαβοῦσι τὸ ἀγέννητον εἰπεῖν· Ὁ ἀγέννητος, Υἱοῦ ἐστιν ἀγέννητος· καὶ εὐθὺς ἐπανέλαβεν ὃ πολλάκις ἐξήμεσε, καί φησιν· Ὥσπερ γὰρ ὁ ἀγέννητος Υἱοῦ Πατὴρ, οὕτως ἔμπαλιν Υἱοῦ ἀγέννητος ὁ Πατήρ. Ὦ ποσάκις ἐπὶ τὸν ἑαυτοῦ ἔμετον ἐπανέδραμε! ποσάκις ἐπανέλαβε! ποσάκις ἐξέβλυσεν! Ἆρ' οὖν οὐκ ἐπαχθεῖς καὶ ἡμεῖς τοῖς πολλοῖς γενησόμεθα, τῇ ματαιότητι τῶν παρ' αὐτοῦ προφερομένων, καὶ τὸν ἡμέτερον λόγον συμπερισύροντες; Καὶ ἴσως τὸ σιωπᾷν ἐν τοῖς τοιούτοις ἁρμοδιώτερον. Ἀλλ' ἵνα μή τις τῇ περὶ τοῦ λέγειν ἀσθε-
He said once in mockery: Father signifies not begetting, rather being from none. Again he wove the like: If Father signifies the unbegotten, before He begot He was not unbegotten. Then a third time he returns to the very same points. For it is permissible, says he, for those who substitute the unbegotten to say: The unbegotten is unbegotten of the Son; and straightway he took up again what he had many times vomited forth, and says: For just as the unbegotten is Father of the Son, so conversely the Father is unbegotten of the Son. Oh, how many times has he run back to his own vomit! How many times has he taken it up again! How many times has he spewed it out! Shall we too, then, not become wearisome to the many by dragging our own discourse as well round and round along with the vanity of the things put forward by him? And perhaps keeping silent in such matters is more fitting. Yet lest someone out of
Notes, col. 436

On the reading

Printed ταύτὴν, for ταύτην.

PG 45:437Read from the page
νείᾳ καθυφιέναι νομίσῃ τὸν λόγον, ταῦτα τοῖς εἰρημένοις ἀποκρινούμεθα· Οὐκ ἔξεστί σοι λέγειν, Υἱοῦ ἀγέννητον τὸν Πατέρα, κἂν ἡ τοῦ Πατρὸς κλῆσις, τὸ μὴ ἐξ αἰτίας εἶναι τὸν γεγεννηκότα σημαίνῃ. Ὥσπερ γὰρ κατὰ τὸ ῥηθὲν ἡμῖν ὑπόδειγμα, τὴν τοῦ βασιλέως ἀξίαν ἀκούσαντες, δύο ἐκ τοῦ ὀνόματος ἐνοήσαμεν, τό τε ὑποτετάχθαι μηδενὶ τὸν κατ' ἐξουσίαν προέχοντα, καὶ τὸ τῶν ὑποχειρίων κρατεῖν· οὕτω καὶ ἡ τοῦ Πατρὸς προσηγορία, διπλῆν ἡμῖν ἐπὶ τοῦ Θεοῦ τὴν σημασίαν παρέχεται· τήν τε πρὸς τὸν Υἱὸν νοουμένην, καὶ τὸ μηδεμιᾶς αὐτὸν ἐξῆφθαι προεπινοουμένης αἰτίας. Ὥσπερ οὖν οὐκ ἔστιν ἐπὶ τοῦ βασιλέως εἰπεῖν, ὅτι εἰ τὰ δύο διὰ τῆς αὐτῆς προσηγορίας σημαίνεται, τό τε κρατεῖν τῶν ὑποχειρίων, καὶ τὸ μὴ ἔχειν τὸν προηγούμενον, ἔξεστι μὴ ἄρχοντα τοῦ ἔθνους, ἀλλ' ἀβασίλευτον τῶν ὑποτεταγμένων προσαγορεύειν· οὐδὲ συντιθέντας τὸ τοιοῦτο λέγειν· ὅτι ὥσπερ βασιλεὺς ἔθνους λέγεται, οὕτω καὶ ἀβασίλευτος τοῦ ἔθνους ὀνομασθήσεται, τὸν αὐτὸν τρόπον καὶ τῆς τοῦ Πατρὸς φωνῆς, τόν τε Υἱὸν ἐνδεικνυμένης, καὶ τὴν τοῦ ἀγεννήτου ἔννοιαν παριστώσης, οὐκ ἔξεστι μετατιθέντας παρὰ τὸ δέον τὴν σημασίαν, τῇ πρὸς τὴν Υἱὸν οἰκειότητι γελοίως προσκολλᾷν τοῦ ἀγεννήτου τὴν ἔννοιαν, ἐν τῷ λέγειν· Υἱοῦ ἀγέννητος.
weakness in speaking suppose that we surrender the argument, we shall answer these things to what has been said: It is not permissible for you to call the Father unbegotten of the Son, even though the title of the Father signifies that He Who has begotten is not from a cause. For just as, according to the example stated by us, upon hearing the dignity of king we conceived two things from the name—both that he who excels in authority is subject to none, and that he holds sway over those subject to him—so too the appellation of the Father furnishes us with a twofold signification in the case of God: both the one conceived towards the Son, and that He depends upon no pre-conceived cause. Just as, therefore, in the case of the king it is not possible to say that if the two things are signified through the same appellation—both holding sway over those subject to him, and having no superior before him—it is permissible to address him not as ruler of the nation, rather as unkinged of his subjects; nor, putting such an expression together, to say that just as he is called king of a nation, so too he shall be named unkinged of the nation: in the very same way, when the term Father both indicates the Son and sets forth the concept of the unbegotten, it is not permissible, transposing the signification contrary to what is right, ludicrously to attach the concept of the unbegotten to His kinship towards the Son by saying: unbegotten of the Son.
Ἐπὶ τοιούτοις δὲ τοῖς εἰρημένοις, ὡς ἐπιβὰς τῆς ἀληθείας, καὶ διελέγξας τῶν ἀντιτεταγμένων τὸ ἄτοπον, οἷα μεγαλαυχούμενος φθέγγεται· Καὶ τίς πώποτε σωφρονῶν σιωπᾶσθαι τὴν φυσικὴν ἔννοιαν ἐδικαίωσε, τὴν δὲ παράνοιαν ἐτίμησεν; Οὐδεὶς, ὦ σηφώτατε, οὐκοῦν οὐδὲ ὁ ἡμέτερος λόγος, ὁ εἰπὼν τὴν τοῦ ἀγεννήτου προσηγορίαν ταῖς ἐννοίαις συμβαίνειν, καὶ δεῖν ταύτην ἔχειν ἐν ταῖς καρδίαις ἀκίνητον· ἀντὶ δὲ τῆς διαστραφείσης παρ' ἡμῶν φωνῆς τὴν τοῦ Πατρὸς προσηγορίαν ἱκανὴν εἶναι, καὶ πρὸς ἐκείνην ἄγειν τὴν ἔννοιαν. Μνήσθητι γὰρ ὧν αὐτὸς παρέθου ῥημάτων, ὅτι οὐχὶ σιωπᾶσθαι τὴν φυσικὴν ἔννοιαν ἐδικαίωσε, τὴν δὲ παράνοιαν, ὡς αὐτὸς ὀνομάζεις, ἐτίμησεν· ἀλλὰ τὴν προσηγορίαν μόνην τοῦ ἀγεννήτου, τοῦτ' ἔστι, τὴν ἐν ταῖς συλλαβαῖς προφορὰν, ὡς κακῶς ἐξειλημμένην, καὶ ἅμα μήτε παρὰ τῆς Γραφῆς ειρημένην ἀκινδύνως σιωπᾷν συμβουλεύει· τὸ δὲ σημαινόμενον, καὶ μάλιστα ταῖς ἐννοίαις ἡμῶν συμβαίνειν φησίν.
Upon these things having been said in such fashion, as though he had set foot upon the truth and thoroughly refuted the absurdity of his opponents, what boastful words he utters: And who of sound mind ever deemed it right that a natural concept be passed over in silence, and honoured derangement? No one, O wisest of men—nor, therefore, did our discourse either, which said that the appellation of the unbegotten accords with our concepts and that we ought to hold it immovable in our hearts, while in place of the term perverted by us, the appellation of the Father suffices even to lead towards that concept. For remember the very words that you yourself cited: that he did not deem it right that the natural concept be passed over in silence, nor did he honour derangement, as you yourself name it; rather, he counsels keeping silent without peril only as regards the appellation of the unbegotten—that is, its pronunciation in syllables—as having been badly understood and at the same time not spoken by Scripture either; whereas its signification, he says, accords most of all with our concepts.
Ἀλλὰ τὰ μὲν παρ' ἡμῶν τοιαῦτα· ὁ δὲ τοὺς Σοφιστὰς διαβάλλων, καὶ τῇ ἀληθείᾳ καθοπλίζων τὸν λόγον, καὶ τῶν ἡμετέρων πλημμελημάτων κατηγορῶν, οὐκ ἐρυθριᾷ ἐν τοῖς περὶ τῶν δογμάτων λόγοις διὰ σοφισμάτων ἀστεϊζόμενος, καὶ μιμούμενος τοὺς ἐν συμποσίοις διὰ κομψευμάτων τινῶν ἐφελκομένους τὸν γέλωτα. Θεᾶσθε γὰρ τὸ ἐμβριθὲς, καὶ λελογισμένον τῆς τοῦ συλλογισμοῦ πλοκῆς· τῶν αὐτῶν γὰρ πάλιν ἐπιμνησθήσομαι. Εἰ γὰρ ταὐτόν ἐστιν εἰπεῖν Ἀγέννητος, ἢ Πατὴρ, ἐξέσται ἡμῖν καταλιποῦσι τὴν τοῦ Πατρὸς φωνὴν, μεταλαβοῦσι δὲ τὸ ἀγέννητον εἰπεῖν· Ὁ ἀγέννητος, Υἱοῦ ἐστιν ἀγέννητος. Ὥσπερ γὰρ ὁ ἀγέννητος Υἱοῦ Πατὴρ, οὕτως ἔμπαλιν Υἱοῦ ἀγέννητος ὁ Πατήρ. Παρα-
Such, then, are the things on our side; whereas he who slanders the Sophists, and arms his discourse with the truth, and brings charges against our faults, does not blush in discourses concerning doctrines to play the wit through sophisms, imitating those at drinking-parties who draw laughter through certain pleasantries. For behold the weightiness and calculatedness of the weaving of his syllogism—for I shall call to mind the very same words once again: For if it is the same thing to say Unbegotten or Father, it will be permissible for us, leaving aside the term Father and taking instead the unbegotten, to say: The unbegotten is unbegotten of the Son. For just as the unbegotten is Father of the Son, so conversely the Father is unbegotten of the Son. Much like
Notes, col. 437

On the reading

Printed τὴν, for τὸν.

Printed σηφώτατε, for σοφώτατε.

Printed ειρημένην, for εἰρημένην.

PG 45:440Read from the page
πλήσιον γὰρ τοῦτο ἐκείνῳ· ὥσπερ γὰρ εἴ τις τὸν Ἀδὰμ ὀρθῷ καὶ ὑγιαίνοντι λόγῳ μὴ διαφέρειν λέγοι, ἢ πατέρα πάντων ἀνθρώπων, ἢ πρῶτον ἀνθρώπων ὑπὸ τοῦ Θεοῦ πεπλάσθαι λέγειν· ταὐτὸν γὰρ δι' ἑκατέρων σημαίνεσθαι· εἶτά τις τῶν κατ' αὐτὸν διαλεκτικῶν ἐφαλλόμενος τοῖς εἰρημένοις μιμοῖτο τὴν τοιαύτην πλοκήν, ὅτι εἰ ταὐτόν ἐστιν, ἢ πρῶτον αὐτὸν ὑπὸ τοῦ Θεοῦ πεπλάσθαι λέγειν, ἢ πατέρα τῶν μετὰ ταῦτα, ἐξέσται καταλιποῦσι τὴν τοῦ Πατρὸς φωνήν, μεταλαβοῦσι δὲ τὸ πρωτόπλαστον εἰπεῖν· Ὁ Ἀδὰμ τοῦ Ἄβελ οὐχὶ πατήρ ἐστιν, ἀλλὰ πρωτόπλαστος. Ὥσπερ γὰρ ὁ πρωτόπλαστος υἱοῦ πατήρ· οὕτω τὸ ἔμπαλιν υἱοῦ πρωτόπλαστος ὁ πατήρ. Εἰ ταῦτα ἐν καπηλείῳ λέγοιτο, πόσον ἂν εἴη κρότον καὶ γέλωτα παρὰ τῶν διακωθωνιζομένων ῥαγῆναι, ἐπικαγχαζόντων τῇ κομψείᾳ τοῦ παρευρέματος! Τοιούτοις ὁ σοφὸς θεολόγος ἰσχυρίζεται καθ' ἡμῶν τοῖς λόγοις, καὶ κατατρέχει τοῦ δόγματος, παιδαγωγοῦ τινος ὄντως καὶ βακτηρίας δεόμενος, ὡς ἂν διδαχθείη ὅτι οὐ πάντα ὅσα κατά τινος κατηγορεῖται, πρὸς ἓν πάντως τὸ σημαινόμενον βλέπει· ὡς διὰ τοῦ ῥηθέντος ἡμῖν κατὰ τὸν Ἄβελ καὶ τὸν Ἀδὰμ ὑποδείγματος δείκνυται. Τὸν γὰρ Ἀδὰμ, τὸν αὐτὸν καὶ πατέρα τοῦ Ἄβελ, καὶ ἔργον τοῦ Θεοῦ λέγειν, ἀληθές ἐστιν· οὐ μὴν ἐπειδὴ αὐτὸς ἀμφότερα ἐπὶ τοῦ Ἄβελ τὰ δύο· οὕτω καὶ ἐπὶ τοῦ Θεοῦ τῶν ὅλων ἡ τοῦ Πατρὸς προσηγορία δηλοῖ μὲν καὶ τὸ ἰδίως ὑπὸ τοιαύτης φωνῆς σημαινόμενον τὸ γεγεννηκέναι τὸν Υἱόν· ἐνδείκνυται δὲ καὶ τὸ μηδεμίαν αἰτίαν προεπινοεῖσθαι τοῦ ἀληθῶς Πατρός· οὐ μὴν ἐπάναγκες ὅταν τοῦ Υἱοῦ μνησθῶμεν, μὴ Πατέρα λέγειν, ἀλλ' ἀγέννητον Υἱοῦ προσαγορεύειν· οὐδ' αὖ πάλιν εἰ πρὸς τὴν τοῦ Υἱοῦ σχέσιν τὸ ἄναρχον σιωπηθείη, ἐκβάλλειν τῆς διανοίας ἡμῶν ἀπὸ τοῦ Θεοῦ τὸ ἀγέννητον. Ἀλλ' ἀπωθεῖται τὴν τοιαύτην χρῆσιν ὀνομάτων, καὶ κατὰ τοὺς μίμους τῶν γελοίων, διαχλευάζει τὸν λόγον τῷ ἀλλοκότῳ τῶν σοφισμάτων γελωτοποιῶν ἐν τοῖς δόγμασι.
for this is akin to that: just as if someone, in sound and healthy reason, were to say that it makes no difference whether one calls Adam the father of all men or says that he was fashioned first of men by God, since the same subject is signified by both expressions, and then one of the dialecticians of his school, leaping upon what was said, should imitate such a web of argument, claiming that if it is the same thing either to say that he was fashioned first by God or to call him the father of those who came afterwards, it will be permissible for us to abandon the term Father and substitute the first-formed, saying: Adam is not the father of Abel, but the first-formed; for just as the first-formed is father of a son, so conversely the father is first-formed of a son! If such things were spoken in a tavern, how much applause and laughter would burst forth from the revellers guffawing at the cleverness of the invention! With such arguments does our wise theologian fortify himself against us and assail our doctrine, truly needing some tutor and a rod so that he might be taught that not all predicates affirmed of someone look altogether towards one single signification, as is shown by the example we have adduced concerning Abel and Adam. For it is true to call the selfsame Adam both father of Abel and work of God; yet because he himself is both, the two do not therefore apply in relation to Abel. So too in the case of the God of the universe, the appellation Father declares both what is properly signified by such a term—namely, having begotten the Son—and also indicates that no cause is conceived prior to Him Who is truly Father; yet when we make mention of the Son, there is no necessity not to call Him Father, but instead to address Him as unbegotten of the Son, nor again, if His being without beginning should be passed over in silence with respect to His relation to the Son, to cast out from our understanding the unbegottenness belonging to God. Yet he rejects such a usage of names, and after the manner of comic mimes scoffs at the argument, playing the buffoon amidst doctrines through the grotesqueness of his sophisms.
Πάλιν γὰρ τῶν παρ' αὐτοῦ ῥηθέντων ἐπιμνησθήσομαι· Εἰ ταὐτόν ἐστιν εἰπεῖν, Ἀγέννητος ἢ Πατήρ, ἐξέσται ἡμῖν καταλιποῦσι τὴν τοῦ Πατρὸς φωνὴν, μεταλαβοῦσι δὲ τὸ ἀγέννητον, εἰπεῖν· Ὁ ἀγέννητος, Υἱοῦ ἐστιν ἀγέννητος. Ὥσπερ γὰρ ὁ ἀγέννητος Υἱοῦ Πατὴρ, οὕτως ἔμπαλιν Υἱοῦ ἀγέννητος ὁ Πατήρ. Ἀλλ' ἀντιγελάσωμεν, εἰ δοκεῖ, καὶ ἡμεῖς, εἰς τοὐναντίον αὐτῷ περιαγαγόντες τὸ σόφισμα· Εἰ οὐκ ἔστι ταὐτὸν ὁ Πατὴρ τῷ ἀγεννήτῳ, ὁ τοῦ Πατρὸς Υἱὸς οὐκ ἔσται τοῦ ἀγεννήτου Υἱός· πρὸς γὰρ τὸν Πατέρα μόνον τὴν σχέσιν ἔχων, ἀλλοτρίως πάντως ἕξει κατὰ τὴν φύσιν πρὸς τὸν ἄλλο τι ὄντα καὶ τῇ ἐννοίᾳ τοῦ Πατρὸς μὴ συμβαίνοντα· ὥστε εἰ ἄλλο τι παρὰ τὸν ἀγέννητόν ἐστιν ὁ Πατὴρ, καὶ οὐ περιλαμβάνει τοῦ Πατρὸς ἡ προσηγορία, καὶ τοῦ ἀγεννήτου τὸ σημαινόμενον· οὐ δύναται ὁ εἷς ὢν, εἰς δύο πραγμάτων σχέσεις καταμερίζεσθαι, καὶ ὁ αὐτὸς εἶναι τοῦ τε Πατρὸς καὶ τοῦ ἀγεννήτου Υἱός· καὶ ὡς ἄτοπον ἐνομίσθη Υἱοῦ ἀγέννητον τὸν Θεὸν λέγειν, οὕτω πάντως ἐν τῷ ἀντιστρέφοντι τὸ ἴσον ἄτοπον εὑρεθήσεται τοῦ ἀγεννήτου Υἱὸν μονογενῆ
For I shall again recall the words spoken by him: If it is the same thing to say Unbegotten or Father, it will be permissible for us, abandoning the term Father and adopting unbegotten instead, to say: The Unbegotten is unbegotten of the Son; for just as the Unbegotten is Father of the Son, so conversely the Father is unbegotten of the Son. Yet let us too laugh back, if it seems good, turning his sophism round into the opposite against him: If the Father is not identical with the unbegotten, the Son of the Father will not be Son of the unbegotten; for having His relation towards the Father alone, He will altogether stand alien by nature towards One who is something else and does not concur with the notion of the Father; consequently, if the Father is something other beside the unbegotten, and the appellation of Father does not embrace the signification of the unbegotten as well, He Who is One cannot be parcelled out into relations towards two realities and be at once the selfsame Son both of the Father and of the unbegotten; and just as it was deemed absurd to call God unbegotten of the Son, so altogether in the converse an equal absurdity will be found in calling the only-begotten Son of the unbegotten
PG 45:441Read from the page
λέγειν· ὥστε τῶν δύο τὸ ἕτερον, ἢ ταὐτόν ἐστι τῷ ἀγεννήτῳ ὁ Πατήρ, ἵνα ὁ τοῦ Πατρὸς Υἱὸς, καὶ τοῦ ἀγεννήτου Υἱὸς ᾖ, καὶ μάτην ἡμῶν διεχλευάσθη ὁ λόγος· ἢ εἰ ἕτερόν τι παρὰ τὸ ἀγέννητόν ἐστιν ὁ Πατήρ, ὁ τοῦ Πατρὸς Υἱὸς τῆς πρὸς τὸ ἀγέννητον σχέσεως ἠλλοτρίωται. Καὶ ἐὰν τοῦτο κρατήσῃ, μὴ ἐκ τοῦ ἀγεννήτου εἶναι τὸν Μονογενῆ, γεννητὸν αὐτῷ πάντως ἡ ἀκολουθία τοῦ λόγου τὸν Πατέρα ἐνδείξεται· τὸ γὰρ ὂν μὲν, μὴ ἀγεννήτως δὲ ὂν, γεννητὴν πάντως ὑπόστασιν ἔχει. Εἰ οὖν γεννητὸς ὁ Πατὴρ κατ' ἐκείνους, ἄλλο τι ὢν παρὰ τὸν ἀγέννητον, ποῦ ἡ πολυθρύλλητος ἀγεννησία ἐκείνη; Ποῦ ἡ κρηπὶς καὶ ἡ ὑποβάθρα τῆς αἱρετικῆς πυργοποιίας; Οἴχεται καὶ ἠφάνισται διὰ τοῦ γλίσχρου τῶν σοφισμάτων, ἐκ τῶν κατέχειν τέως δοκούντων διολισθῆσαν τῆς λαβῆς τὸ ἀγέννητον· καὶ ἡ τοῦ ἀνομοίου κατασκευὴ, καθάπερ τινὸς ὄναρ, διαῤῥυεῖσα τοῦ λόγου τὴν ἐπαφὴν διαπέφευγε τῷ ἀγεννήτῳ συναποπτᾶσα. Οὕτως ὅταν τι ψεῦδος ᾖ πρὸ τῆς ἀληθείας τιμώμενον, κἂν πρὸς ὀλίγον διὰ τῆς ἀπάτης ἀνθήσοι, ταχέως πρὸς ἑαυτὸ καταῤῥεῖ, καὶ ταῖς ἰδίαις κατασκευαῖς διαλύεται. Ἀλλὰ ταῦτα μὲν ὅσον ἐπιμειδιάσαι τῇ κομψείᾳ τῆς τοῦ ἀνομοίου ἀνταποδόσεως, καὶ παρ' ἡμῶν προενήνεκται. Καιρὸς δ' ἂν εἴη πάλιν ἐπαναγαγεῖν ἐπὶ τὴν ἀκολουθίαν τὸν λόγον.
to call; so that one of the two follows: either the Father is identical with the unbegotten, in order that the Son of the Father may also be Son of the unbegotten, and our argument has been scoffed at in vain; or, if the Father is something other beside the unbegotten, the Son of the Father has been alienated from relation towards the unbegotten. And should this prevail—that the Only-begotten is not from the unbegotten—the sequence of the argument will altogether demonstrate to him that the Father is begotten; for that which exists, yet does not exist unbegottenly, altogether possesses a begotten subsistence. If, then, according to them the Father is begotten, being something other beside the unbegotten, where is that much-vaunted unbegottenness of theirs? Where is the foundation and base of their heretical tower-building? Gone and vanished through the slipperiness of their sophisms is the unbegotten, having slipped away from the grasp of those who hitherto seemed to hold it fast; and the fabrication of unlikeness, streaming away like someone's dream, has escaped the touch of reason, flying off together with the unbegotten. Thus whenever any falsehood is honoured ahead of the truth, even though it should flourish briefly through deceit, it swiftly collapses upon itself and is dissolved by its own contrivances. Yet these remarks have been brought forward on our part too merely so far as to smile at the cleverness of the retort concerning unlikeness; and it would now be time to bring our discourse back again to the sequence of argument.
Οὐ βούλεται ὁ Εὐνόμιος ὑπὸ τῆς τοῦ Πατρὸς φωνῆς, καὶ τοῦ ἀγεννήτου τὴν σημασίαν παρίστασθαι· ἵνα τὸ ποτὲ μὴ εἶναι τὸν Μονογενῆ κατασκευάσῃ. Καὶ γὰρ καὶ πολὺ τοῦτο παρὰ τῶν μαθητῶν αὐτοῦ τὸ ἐρώτημα, ὅτι Ὁ ὢν πῶς γεννᾶται; Αἴτιον δὲ τούτου οἶμαι, τὸ μὴ ἐθέλειν τῆς ἀνθρωπίνης χρήσεως τῶν ὀνομάτων καὶ ἐπὶ τῶν θείων διανοημάτων ἀφίστασθαι. Ἀλλ' ἡμεῖς εὐνοϊκῶς αὐτὸ τὸ πεπλασμένον τῆς ὑπονοίας εἰς τὸ εὐθὲς προαγάγωμεν, εἰπόντες ἃ περὶ τούτου γινώσκομεν.
Eunomius does not wish the signification of the unbegotten as well to be presented by the term Father, in order that he may establish that the Only-begotten once was not. Indeed, this question is much repeated among his disciples: How is He Who is begotten? And the cause of this, I think, is their unwillingness to depart from the human usage of names even in the case of divine conceptions. Yet let us with goodwill guide the very figment of their supposition into the straight path, stating what we know concerning this matter.
Ἄλλα σημαίνει παρ' ἡμῖν, ὦ Εὐνάμιε, τὰ ὀνόματα, καὶ ἑτέραν ἐπὶ τῆς ὑπερκειμένης δυνάμεως τὴν σημασίαν παρέχεται. Καὶ γὰρ καὶ ἐν τοῖς λοιποῖς πᾶσι πολλῷ τῷ μέσῳ ἡ θεία φύσις ἀπὸ τῆς ἀνθρωπίνης διατετείχισται· καὶ οὐδὲν ἐνταῦθα τοιοῦτον ἡ πεῖρα δείκνυσιν, ὅσον ἐν ἐκείνῃ στοχασμοῖς τισι καὶ ὑπονοίαις εἰκάζεται. Τὸν αὐτὸν τρόπον καὶ ἐν τοῖς ὑπὸ τῶν ὀνομάτων σημαινομένοις, κἂν ὁμωνυμία τις ᾖ τῶν ἀνθρωπίνων πρὸς τὸ ἀΐδιον, ἀλλὰ κατὰ τὸ μέτρον τῆς τῶν φύσεων ἀποστάσεως, καὶ τὰ σημαινόμενα διὰ τῶν ὀνομάτων κεχώρισται. Οἷον, οἰκοδεσπότην ἄνθρωπον διὰ τῆς παραβολῆς τὸν Θεὸν ὀνομάζει ὁ Κύριος· ἀλλὰ πολὺ τοῦτο καὶ ἐν τῷ βίῳ τὸ ὄνομα. Ἆρ' οὖν ὁ αὐτὸς λόγος τοῦ καθ' ἡμᾶς ἀνθρώπου, καὶ τοῦ ἀνθρώπου ἐκείνου· καὶ τοιοῦτος ὁ ἡμέτερος οἶκος, οἵα ἡ μεγάλη οἰκία ἐκείνη, καθώς φησιν ὁ Ἀπόστολος, ἐν ᾗ τὰ σκεύη τὰ χρυσᾶ, καὶ ἀργυρᾶ, καὶ ὅσα τῆς λοιπῆς ὕλης ἠρίθμηται· ἢ ἄλλα μὲν ἐκεῖνα, ἃ οὐδ' ἂν ἐπιγνοίη τις εὐκόλως, ἐν ἀφθαρσίᾳ καὶ μακαριότητι θεωρούμενα, ἄλλα δὲ τὰ παρ' ἡμῶν ἐκ γῆς ὄντα, καὶ εἰς γῆν καταῤῥέοντα. Ὡσαύτως δὲ καὶ ἐν τοῖς λοιποῖς πᾶσι σχεδὸν ὁμωνυμία τίς ἐστι πρὸς τὰ θεῖα τῶν ἡμετέρων πραγμάτων, ἐν τῇ ταυτότητι
Names signify one thing among us, O Eunomius, and furnish a different signification in the case of the transcendent Power. Indeed, in all other respects as well, the divine nature is walled off from the human by a wide interval; and experience here below shows nothing of such a kind as what is conjectured in that nature through certain surmises and suppositions. In the selfsame way, among the things signified by names too, even though there be a certain homonymy between human things and the eternal, yet in proportion to the measure of the distance between the natures, the realities signified through the names are likewise separated. For instance, through the parable the Lord calls God a man who is master of a house; yet this name is also common in everyday life. Is there, then, the same account of the man known among us and of that Man; and is our house of such a sort as that great house, as the Apostle says, in which are numbered the vessels of gold and of silver and all those made of the remaining material—or are those realities of one kind, which one could not even easily discern, contemplated as they are in incorruption and blessedness, while the things among us are of another kind, being of earth and streaming back down into earth? In like manner, in nearly all other respects too, our affairs bear a certain homonymy towards things divine, in the sameness
Notes, col. 441

On the reading

Printed Εὐνάμιε, for Εὐνόμιε.

PG 45:444Read from the page
τῶν ὀνομάτων, πολὺ τὸ διάφορον τῶν σημαινομένων ἐνδεικνυμένη· διὸ καὶ τὰ τῶν μελῶν καὶ τὰ τῶν αἰσθητηρίων ὀνόματα παραπλησίως ἔστιν εὑρεῖν, ὥσπερ ἐφ' ἡμῖν, οὕτω καὶ ἐπὶ τῆς θείας τεταγμένα ζωῆς, ἣν ὑπὲρ αἴσθησιν εἶναι πάντες ὁμολογοῦσιν ἄνθρωποι, δάκτυλοι, καὶ βραχίων, καὶ χεὶρ, ὀφθαλμός τε καὶ βλέφαρα, καὶ ἀκοὴ, καὶ καρδία, καὶ πόδες, καὶ ὑποδήματα, καὶ ἵπποι, καὶ ἱππασία, καὶ ἅρματα, καὶ μυρία τοιαῦτα ἐκ τοῦ ἀνθρωπίνου βίου πρὸς τὴν τῶν θείων δήλωσιν δι' αἰνίγματος ὑπὸ τῆς Γραφῆς μετενήνεκται. Ὥσπερ τοίνυν ἕκαστον τούτων τῶν ὀνομάτων, καὶ ἀνθρωπίνως λέγεται, καὶ οὐκ ἀνθρωπίνως σημαίνεται· οὕτω καὶ τὸ τοῦ πατρὸς ὄνομα, κἂν ὡσαύτως ἐπί τε τῆς ἡμετέρας καὶ ἐπὶ τῆς θείας λέγηται φύσεως, ἀλλὰ κατὰ τὸ μέτρον τῆς διαφορᾶς τῶν ἐν τοῖς ὀνόμασιν ὑποκειμένων, καὶ τὰ διὰ τῶν φωνῶν σημαινόμενα τὴν παραλλαγὴν ἔχει· ἄλλως γὰρ νοοῦμεν τὴν γέννησιν ἐπ' ἀνθρώπων, καὶ ἄλλως περὶ τῆς θείας γεννήσεως στοχαζόμεθα. Ὁ ἄνθρωπος ἐν χρόνῳ τίκτεται, καὶ τόπος τις αὐτῷ πάντως τὴν ζωὴν ὑποδέχεται· ὧν ἄνευ συστῆναι φύσιν οὐκ ἔχει. Διὰ τοῦτο τοίνυν χρονικὰ τμήματα περὶ τὴν τοῦ ἀνθρώπου ζωὴν ἀναγκαίως εὑρίσκεται· τὸ πρὸ αὐτοῦ λέγω, καὶ τὸ κατ' αὐτὸν, καὶ τὸ μετὰ τοῦτο. Ἀληθὲς γάρ ἐστιν εἰπεῖν περί τινος τῶν γεγεννημένων, ὅτι μή ποτε ὢν νῦν ἐστι, καὶ μέντοι καί ποτε πάλιν τοῦ εἶναι παύσεται· ἐπὶ δὲ τῆς προαιωνίου γεννήσεως τὰ χρονικὰ ταῦτα νοήματα, ἅτε μηδὲν ἔχοντα συγγενὲς πρὸς ἐκείνην τὴν φύσιν τοῖς νηφόντως λογιζομένοις, οὐ συνεισέρχεται. Τὸ γὰρ ποτέ, καὶ τὸ ὕστερον, καὶ τὸ πρότερον, καὶ ὅσα τὴν χρονικὴν ταύτην παράτασιν ἀποσημαίνει διαβὰς, ὁ τὴν θείαν ζωὴν λογιζόμενος, ὑψηλῶς τὰ ὑψηλὰ κατασκέψεται, καὶ οὐχ ὅσα περὶ τὴν ἀνθρωπίνην γέννησιν βλέπει, τούτοις νομίσει δουλεύειν καὶ τὴν ἀδέσποτον.
of the names, displaying the great difference among the realities signified; wherefore one may likewise find the names of bodily members and of sense-organs ordained with respect to the divine life just as with respect to ourselves—a life which all men confess to surpass sense-perception: fingers, and arm, and hand, eye and eyelids, and hearing, and heart, and feet, and sandals, and horses, and horsemanship, and chariots, and countless things of such a kind have been transferred enigmatically by Scripture from human life for the manifestation of things divine. Just as each of these names, then, is both spoken in a human fashion and yet signified in a manner that is not human, so too the name of father, even though it be spoken alike with respect to both our own nature and the divine, nevertheless holds a divergence in the realities signified through the terms in proportion to the measure of the difference between the subjects underlying the names; for in one way do we conceive generation among men, and in another way do we form conjectures concerning the divine generation. Man is brought forth in time, and some place altogether receives his life, apart from which he has no natural capacity to subsist. On this account, therefore, temporal divisions are necessarily found surrounding human life: I mean that which is before him, and that which is contemporary with him, and that which comes after this. For it is true to say concerning any of those who have been generated that, having once not been, he now exists, and moreover will once again cease to exist; whereas in the case of the pre-eternal generation, to those who reason soberly these temporal conceptions find no joint entrance, inasmuch as they possess nothing akin to that nature. Passing beyond the once, and the after, and the before, and whatever else indicates this temporal extension, he who contemplates the divine life will survey lofty realities in a lofty manner, and will not suppose that the masterless generation too is enslaved to such conditions as he beholds surrounding human generation.
Φύσιν ἐνταῦθα πάθος προηγεῖται τῆς ἀνθρωπίνης συστάσεως, καὶ σωματικαί τινες ἀφορμαὶ, πρὸς τὴν τοῦ ζώου κατασκευὴν καταβάλλονται, καὶ ὑπόκειται κατὰ τὸ θεῖον βούλημα ἡ τὰ τοιαῦτα θαυματοποιοῦσα φύσις, πανταχόθεν τὸ οἰκεῖόν τε καὶ κατάλληλον εἰς τὴν τοῦ γινομένου τελείωσιν ἐρανίζουσα· τῶν τε τοῦ κόσμου στοιχείων, ὅσον ἱκανὸν ἀφ' ἑκάστου, καὶ τῆς ὑπὸ τοῦ χρόνου συνεργίας τὸ μέτρον· καὶ ἐκ τῆς τῶν διαπλασσόντων τὸ τικτόμενον τροφῆς, ὅσον οἰκεῖον τῷ πλασσομένῳ γίνεται· καὶ συνελόντι φάναι, διὰ πάντων χωροῦσα ἡ φύσις, δι' ὧν ἡ ἀνθρωπίνη ζωὴ τὴν κατασκευὴν ἔχει, οὕτως εἰς γέννησιν τὸ μὴ ὂν ἄγει, καὶ διὰ τοῦτο μὴ ὂν γίνεσθαι λέγομεν· ὅτι ἔν τινι χρόνῳ μὴ ὂν, ἐν ἄλλῳ χρόνῳ τοῦ εἶναι ἄρχεται· ἐπὶ δὲ τῆς θείας γεννήσεως ἡ ἔννοια, τήν τε τῆς φύσεως ὑπηρεσίαν, καὶ τὴν τοῦ χρόνου τελείωσιν πρὸς τὴν τοῦ γινομένου συνεισφορὰν, καὶ πάντα ὅσα περὶ τὴν κάτω γέννησιν ὁ λόγος ἐθεώρησεν, οὐ προσίεται, καὶ οὐδενὶ τῶν ταπεινῶν νοημάτων συνεμπεσεῖται ὁ μὴ σαρκικαῖς διανοίαις τῶν θείων ἐπιβατεύων· ἀλλὰ ζητεῖ τινα διάνοιαν τῷ μεγαλείῳ τοῦ σημαινομένου
With respect to nature here below, passion precedes the human constitution, and certain bodily starting-points are laid down towards the framing of the living creature; and by the divine counsel nature underlies the work, wondrously fashioning such things, gathering from every side what is proper and fitting towards the completion of that which comes into being: both from the elements of the cosmos as much as suffices from each, and the measure of cooperation afforded by time, and from the nourishment of those who mould the offspring as much as proves congenial to that which is being moulded; and, to speak concisely, passing through all the means whereby human life receives its framing, nature thus brings into generation that which was not, and on this account we say that what was not comes into being, because having not been in one time, in another time it begins to exist. In the case of the divine generation, however, our conception admits neither the ministry of nature, nor the completion wrought by time towards the contribution of that which comes into being, nor anything else that reason has observed surrounding generation here below; and he who does not intrude upon things divine with carnal thoughts will fall in with none of those lowly notions, but seeks an understanding befitting the majesty of what is signified
PG 45:445Read from the page
πρέπουσαν· οὔτε γὰρ πάθος περὶ τὸν ἀπαθῆ νοήσει· οὔτε συνεργίας φυσικῆς τὸν δημιουργὸν πάσης φύσεως ἐπιδεῖσθαι λογίσεται· οὔτε χρονικὴν παράτασιν ἐπὶ τῆς αἰωνίου ζωῆς περιδέξεται· ἀλλὰ πάντων τούτων καθαρεύουσαν τὴν θείαν γέννησιν κατανοήσας, μόνον τὸ μὴ ἀνάρχως εἶναι διὰ τῆς τοῦ Πατρὸς σημασίας τὸν Μονογενῆ δηλοῦσθαι συνθήσεται, ὡς τὴν αἰτίαν μὲν ἐκεῖθεν ἔχειν τοῦ εἶναι, ἀρχὴν δὲ τῆς ὑποστάσεως μὴ λογίζεσθαι· διὰ τὸ μὴ δύνασθαί τι σημεῖον τοῦ ζητουμένου κατανοῆσαι. Τοῦ γὰρ προγενεστέρου, καὶ τοῦ νεωτέρου, καὶ πάντων τῶν τοιούτων νοημάτων ἐν τοῖς χρονικοῖς διαστήμασιν εὑρισκομένων, ἐὰν ὑφέλῃς τῷ λόγῳ τὸν χρόνον, πάντα συνυφήρηται τὰ τοιαῦτα σημεῖα, καὶ συνυπεσπάσθη μετὰ τοῦ χρόνου.
that is fitting: for neither will he conceive passion in connection with the Impassible, nor will he reckon the Creator of every nature to stand in need of natural cooperation, nor will he admit temporal extension in the case of eternal life; rather, perceiving the divine generation to be pure of all these things, he will agree that through the signification of Father this alone is declared—that the Only-begotten does not exist without a principle, inasmuch as He derives the cause of His being from thence, whereas no beginning of His subsistence is reckoned, because no mark of what is sought can be conceived. For since the elder, and the younger, and all conceptions of such a kind are found within temporal intervals, if by reason you take away time, all such marks are taken away along with it, and have been drawn off together with time.
Ἐπεὶ οὖν τὸ ποτέ οὐ προσίεται ὁ πρὸ τῶν αἰώνων κατὰ τὸν ἄφραστον λόγον τῷ Πατρὶ συνὼν, γεννητῶς μὲν ἔστιν, οὐ μήν ποτε τοῦ εἶναι ἄρχεται· οὔτε γὰρ ἐν χρόνῳ, οὔτε ἐν τόπῳ τὴν ζωὴν ἔχει, ἐξαιρεθέντος δὲ καὶ τόπου, καὶ χρόνου, καὶ παντὸς τοιούτου διανοήματος, ἐπὶ τῆς τοῦ Μονογενοῦς ὑποστάσεως, τὸ πρὸ ἐκείνου νοούμενον, ὁ Πατήρ ἐστι μόνος. Ἀλλ' ἐν τούτῳ καὶ ὁ Μονογενὴς ὢν, καθὼς αὐτὸς ἐκεῖνός φησι, τὴν τοῦ ποτε μὴ εἶναι ὑπόνοιαν δέξασθαι φύσιν οὐκ ἔχει. Εἰ μὲν γάρ ποτε οὐκ ἦν καὶ Πατὴρ, ἀναγκαίως τῇ τοῦ Πατρὸς ἀνυπαρξίᾳ καὶ ἡ τοῦ Υἱοῦ ἀϊδιότης ἐπὶ τὸ ἄνω συναπεκόπτετο. Εἰ δὲ ἀεί ἐστιν ὁ Πατὴρ, πῶς ὁ Υἱός ποτε οὐκ ἔστιν ὁ μὴ δυνάμενος ἐφ' ἑαυτοῦ χωρὶς τοῦ Πατρὸς νοηθῆναι, ἀλλὰ κατὰ τὸ σιωπώμενον ἀεὶ τῷ Πατρὶ συνονομαζόμενος; Ἡ γὰρ τοῦ Πατρὸς κλῆσις ἐπίσης τῶν δύο προσώπων τὴν σημασίαν ἔχει· αὐτομάτως τῆς περὶ τοῦ Υἱοῦ ἐννοίας, τῇ φωνῇ ταύτῃ συνεισιούσης. Πότε οὐκ ἦν ὁ Υἱός; Ἐν τίνι τὸ μὴ εἶναι αὐτοῦ κατελήφθη; Ἐν τόπῳ; Τόπος οὐκ ἦν. Ἐν χρόνῳ; Πρὸ χρόνων ὁ Κύριος. Εἰ οὖν πρὸ τούτων ἦν, πότε οὐκ ἦν; Καὶ εἰ ἐν τῷ Πατρὶ ἦν, ἐν τίνι οὐκ ἦν, εἴπατε οἱ τὰ ἀθέατα βλέποντες; Τί διὰ μέσου ὁ λογισμὸς ὑμῶν ἀνετυπώσατο; Τί κενὸν τοῦ Μονογενοῦς ἐνοήσατε, ἢ πρᾶγμα, ἢ νόημα, ὃ τῷ Πατρὶ συμπαρεκτεινόμενον περισσοτέραν αὐτοῦ τὴν ζωὴν τοῦ Μονογενοῦς ἀποδείκνυσι; Καὶ τί τοῦτο λέγω; οὐδὲ γὰρ ἐπὶ τῶν ἀνθρώπων κυρίως ἔστιν εἰπεῖν, ὅτι οὐκ ὤν τις ἐγεννήθη. Λευῒ γὰρ πρὸ πολλῶν γενεῶν τῆς κατὰ σάρκα ἑαυτοῦ γεννήσεως ὑπὸ τοῦ Μελχισεδὲκ δεδεκάτωται· οὕτω γάρ φησιν ὁ Ἀπόστολος, ὅτι Λευῒ ὁ τὰς δεκάτας λαμβάνων δεδεκάτωται, καὶ τὴν ἀπόδειξιν τοῖς λεγομένοις ἐπήγαγεν· ὅτι ἐν τῇ ὀσφύϊ τοῦ Πατρὸς αὐτοῦ ἦν, ὅτε Ἀβραὰμ τῷ ἱερεῖ τοῦ Ὑψίστου συνήντησεν. Εἰ οὖν ἄνθρωπος τρόπον τινὰ ὢν γεννᾶται, κατὰ τὴν ἀποστολικὴν μαρτυρίαν, διὰ τοῦ κοινοῦ τῆς οὐσίας ἐν τῷ γεγεννηκότι αὐτὸν προϋφεστὼς, πῶς ἐπὶ τῆς θείας φύσεως τὴν φωνὴν ταύτην τολμῶσι προφέρειν, ὅτι οὐκ ὢν ἐγεννήθη ὁ ἐν τῷ Πατρὶ ὢν, καθώς φησιν ὁ Κύριος· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί; Κατ' ἄλλην δηλαδὴ καὶ ἄλλην ἐν-
Since, therefore, He Who before the ages is together with the Father according to an ineffable principle does not admit the once, He exists indeed by way of generation, yet never begins to exist; for neither in time nor in place does He hold His life, and once place and time and every conception of such a kind have been removed, in the case of the subsistence of the Only-begotten that which is conceived before Him is the Father alone. Yet since the Only-begotten too is in Him, as He Himself says, He has no natural capacity to receive the supposition of once not having been. For if at some time the Father too had not been, the eternity of the Son as well would necessarily have been cut off upwards along with the non-existence of the Father. But if the Father always is, how is the Son ever non-existent—He Who cannot be conceived by Himself apart from the Father, but is always silently named together with the Father? For the title of Father holds equally the signification of the two Persons, the conception concerning the Son entering spontaneously along with this term. When was the Son not? Wherein was His non-existence apprehended? In a place? Place was not. In time? Before times is the Lord. If, then, He was before these, when was He not? And if He was in the Father, wherein was He not—tell us, you who behold things unseen? What interval in between has your reasoning fashioned for itself? What void empty of the Only-begotten have you conceived—whether reality or notion—which, co-extended alongside the Father, demonstrates His life to be more abundant than that of the Only-begotten? And why do I say this? Not even in the case of men can one strictly say that someone was begotten without existing. For Levi, many generations before his own generation according to the flesh, paid tithes through Melchizedek; for so says the Apostle, that Levi, who receives tithes, has paid tithes, and he adduced the proof for what was said: because he was in the loins of his father when Abraham met the priest of the Most High. If, then, a man is in a certain manner begotten while existing, according to the apostolic testimony, pre-subsisting in him who begot him through the community of essence, how in the case of the divine nature do they dare to utter this expression—that He Who is in the Father was begotten when He was not, even as the Lord says: I am in the Father, and the Father in Me? Manifestly, according to one and another con-