μηδεμίαν καταλίποι πρόφασιν τῇ βλασφήμῳ φωνῇ τοῦ συναριθμεῖν τοῖς γεγονόσι καὶ τὴν τοῦ Πνεύματος φύσιν, ὑπ' ἀριθμὸν ἄγει τὰ πάντα, ποῖά ἐστι ταῦτα, ἃ πάντα τῷ εὐαγγελιστῇ καὶ εἴρηται καὶ νενόηται. Καὶ καθάπερ ὁ μέγας Δαυῒδ, πάντα ὑποτετάχθαι τῷ ἀνθρώπῳ φήσας, καὶ τὸ κατ' εἶδος προσέθηκε, ποῖα ἦν τὰ ἐμπεριλαμβανόμενα τῇ τῶν πάντων φωνῇ, τουτέστι, τὰ χερσαῖα, καὶ τὰ ἔνυδρα, καὶ τὰ ἐναέρια ζῶα· οὕτω καὶ ὁ τῶν θείων δογμάτων ἐξηγητὴς ὁ ἀπόστολος Παῦλος, πάντα ἐν αὐτῷ γεγενῆσθαι εἰπὼν, περιγράφει τοῖς ἀριθμηθεῖσι τῶν πάντων τὴν ἔννοιαν. Ὁρατὰ γὰρ, φησὶ, καὶ ἀόρατα. Διὰ μὲν τῶν ὁρατῶν, καθὼς εἴρηται, τὰ τῇ αἰσθήσει γνώριμα περιλαβὼν τῷ ὀνόματι· διὰ δὲ τῶν ἀοράτων, τὴν τῶν νοητῶν αἰνιξάμενος φύσιν.
he might leave no pretext to the blasphemous voice for numbering the nature of the Spirit also among the things that have come to be, he brings all things under an enumeration, showing what sort of things those are which have all been both spoken of and intended by the Evangelist. And just as the great David, having declared that all things have been subjected to man, added also according to kind what sort of things were comprehended in the expression all things—that is, terrestrial, aquatic, and aerial living creatures—so too the expositor of divine doctrines, the Apostle Paul, after saying that all things have come to be in Him, circumscribes the notion of all things by the items enumerated. Things visible, says he, and invisible: comprehending under the name through things visible, as has been said, the things familiar to sense-perception, while intimating through things invisible the nature of intelligible beings.
Ἀλλὰ περὶ μὲν τῶν αἰσθητῶν, οὐδὲν ἐδέησε λεπτομερῶς διεξελθεῖν ἐπ' ὀνόματος. Οὐδεὶς γὰρ οὕτω σάρκινος οὐδὲ κτηνώδης ἐστὶν, ὡς ἐν τοῖς αἰσθητοῖς ὑποπτεῦσαι καὶ τὸ Πνεῦμα τὸ ἅγιον εἶναι. Τῶν δὲ ἀοράτων μνησθεὶς, ἐπειδὴ νοερὰ, καὶ ἀσώματος, καὶ ἡ τοῦ Πνεύματος φύσις ἐστὶν, ὡς ἂν μή τις ἐν τούτοις ὑπονοήσειεν ὑφεστάναι τὸ Πνεῦμα διὰ τὴν κατὰ τὸ ἀόρατον κοινωνίαν, ἐναργεστάτην ποιεῖται τὴν διαίρεσιν τῶν τε διὰ τῆς κτίσεως γεγονότων, καὶ τῆς ὑπὲρ τὴν κτίσιν οὐσίας. Τὰ μὲν γὰρ κτισθέντα καταριθμεῖται τῷ λόγῳ, Θρόνους τινὰς, καὶ Ἀρχὰς, καὶ Ἐξουσίας, καὶ Κυριότητας λέγων· γενικοῖς τισι καὶ περιληπτικοῖς ὀνόμασι τῶν ἀοράτων τούτων δυνάμεων τὴν διδασκαλίαν ποιούμενος, τὰ δὲ ὑπὲρ τὴν κτίσιν, δι' αὐτῆς τῆς σιωπῆς ἀποχωρίζει τοῦ ἀριθμοῦ τῶν κτισθέντων, Ὥσπερ ἂν εἴ τις προσταχθεὶς ἐπὶ στρατοπέδου τὰς λεπτομερεῖς καὶ ὑποβεβηκυίας ἀρχὰς εἰπεῖν ἐπ' ὀνόματος, ταξιάρχας, καὶ λοχαγοὺς, ἑκατοντάρχους τε καὶ χιλιάρχους, καὶ εἴ τινες ἄλλαι τῶν κατὰ μέρος δυναστειῶν ὠνομασμέναι εἰσὶ, πάσας διεξελθὼν τῷ λόγῳ, τῆς πάντων κρατούσης, καὶ πᾶσαν τὴν δύναμιν διεπούσης ἀρχῆς μηδεμίαν μνήμην ποιήσαιτο· οὐ δι' ὑπεροψίαν, ἢ λήθην τὴν ὑπερέχουσαν ἀρχὴν σιωπήσας, ἀλλ' ὅτι μόνον τὴν ὑπήκοόν τε καὶ ὑποχείριον τάξιν διεξελθεῖν ἢ προσταχθεὶς, ἢ προθέμενος· ὑβρίσειεν ἂν ἐν τῇ τῶν ὑποκειμένων μνήμῃ συμπεριλαβὼν καὶ τὴν ἄρχουσαν· οὕτω μοι δοκεῖ καὶ ὁ ἐν παραδείσῳ μυηθεὶς τὰ ἀπόῤῥητα Παῦλος, ὅτε ἁρπαγεὶς ἐν αὐτῷ ἐγένετο καὶ τῶν ὑπερουρανίων θαυμάτων θεατὴς καταστὰς, τὰ ἀνθρώποις ἄῤῥητα καὶ εἶδε, καὶ ἤκουσεν· οὗτος τὰ τῷ Κυρίῳ κτισθέντα διδάξαι προθέμενος, ἐπειδὴ διεξῆλθε ταῦτα τῷ λόγῳ περιληπτικαῖς τισι φωναῖς, διαδραμὼν τὴν ἀγγελικὴν, καὶ ὑπερκόσμιον δύναμιν, ἔστησεν ἐν τοῖς μνημονευθεῖσι τὸν λόγον, τῶν ὑπὲρ τὴν κτίσιν οὐδὲν εἰς τὸν κατάλογον τῶν κτιστῶν καθελκύσας· ὡς ἐκ τούτου σαφῶς ἄνω τῆς κτίσεως εἶναι τὸ Πνεῦμα τὸ ἅγιον ὑπὸ τῆς Γραφῆς μαρτυρεῖσθαι.
Now concerning sensible things, there was no need to go through them in detail by name; for no one is so fleshly or brutish as to suspect that the Holy Spirit too is among sensible things. Having made mention, however, of things invisible, since the nature of the Spirit also is intellectual and incorporeal, lest anyone should surmise on account of fellowship in invisibility that the Spirit subsists among these, he makes most plain the division between the things that have come to be through creation and the essence that transcends creation. For he enumerates in his discourse the things created, speaking of certain Thrones, and Principalities, and Authorities, and Dominions, setting forth his teaching on these invisible powers by certain general and comprehensive names, whereas the things above creation he separates by very silence from the number of things created; just as if someone, upon being commanded in a camp to recount by name the detailed and subordinate commands—brigadiers and captains, centurions and chiliarchs, and whatever other particular offices have been named—after going through them all in his account, should make no mention of the sovereignty that rules over all and governs the entire force, passing over the supreme authority in silence not out of disdain or forgetfulness, but because he was either commanded or purposed to go through only the obedient and subject rank, and would commit an outrage were he to include the ruling authority as well in the mention of subordinates; so too, it seems to me, Paul, who was initiated into unutterable mysteries in paradise when, caught up, he came to be within it and, becoming a beholder of supercelestial wonders, both saw and heard things unutterable to men—he, purposing to teach the things created in the Lord, once he had gone through these in his discourse by certain comprehensive expressions, traversing the angelic and supramundane power, halted his account at the items mentioned, dragging nothing of the things above creation down into the catalogue of creatures, so that hereby the Holy Spirit is clearly attested by Scripture to be above creation.